The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος

Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσαι σεμναί, καὶ αὐτὸν θεραπεύουσαι, γνώμης προθυμότατα, Μυροφόροι εὐθύτητι, οὐδὲ θανόντα τοῦτον ἐλίπετε· ἀλλ' ἀπελθοῦσαι μύρα σὺν δάκρυσιν, ἀπεκομίσατε συμπαθῶς κινούμεναι· ὅθεν ὑμῶν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν.

Θείων γυναικῶν κατάλογος βλέψαι ποθῶν τὴν ζωήν, νεκρωθεῖσαν ἐν μνήματι νυκτὸς παρεγένετο, καὶ Ἀγγέλων ἀκήκοε. Καθὼς προέφη, Χριστὸς ἐγήγερται, σπουδῇ τοῖς τούτου Μαθηταῖς εἴπατε, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασθε, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαβόμεναι.

Σήμερον πιστοὶ χορεύσομεν, ἐπὶ τῇ μνήμῃ ὑμῶν, Μυροφόροι δοξάζοντες, τὸν ὑμᾶς δοξάσαντα, ὑπεράγαθον Κύριον, ὃν δυσωπεῖτε ἀπαύστως πάνσεμνοι, αἰωνιζούσης δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσαι τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομακάριστοι.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς, Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β' Σταυρώσιμον

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.

Ἀποστολικὸν

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε. καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Μαρτυρικὸν

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν καὶ Ἀγγέλων συμπολῖται γεγόνασι Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

τήσατο Ἰωσὴφ τὸ Σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις δόξα σοι.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ 

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

Ἠχος β' Σταυρώσιμον

Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς τὰ πάντα ἐπλήρωσας, Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Ἀποστολικὸν

Τὸν λίθον τοῦ μνήματος σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.

Μαρτυρικὸν

τε τοῖς ἄθλοις ἠγωνίσαντο τοῦ Κυρίου οἱ Μάρτυρες, τότε τὸ θράσος ἠμαύρωται τῶν ἀσεβῶν διὰ πίστεως· ὅτε δὲ τὴν πλάνην τῶν εἰδώλων ἐνθέως κατήργησαν, τότε τοὺς στεφάνους τῆς νίκης ἐδέξαντο ἄνωθεν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σταυροθεοτοκίον

Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου, ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον ἐπονείδιστον;

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος β' Τὰ ἄνω ζητῶν

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτὴρ Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή. (Δίς)

Εἰς τοὺς Αἴνους

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος β' Σταυρώσιμον

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι. (Δίς)

Ἀναστάσιμον

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Μαρτυρικὸν

πὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ, Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ, Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι· ὅθεν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς, λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον, οὗ διηποροῦντο τὴν μετάθεσιν.

Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

ληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι, αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης, τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος.

Στίχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.

εῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι, ῥήματα χαρμόσυνα, διαπορθμεύουσι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως, ταύταις τὴν τὸ Χαίρετε, προστάττουσαν.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Μετὰ φόβου ἦλθον αἱ γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν, ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ὑμῖν τὸ μέγα ἔλεος.

 

Ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου καὶ ἀπόλυσις.