The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 

ΕΣΠΕΡΑΣ

Ψάλλομεν τὴν παροῦσαν Ἀκολουθίαν, τὴν γεγονυῖαν παρὰ κυρίου Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου, εἰς τὴν Ὑπεραγίαν καὶ Κυρίαν Δέσποιναν Θεοτόκον, τὴν Ζωοδόχον Πηγὴν· οὐ γὰρ εὕρομεν ὑπὸ τυπικοῦ τὴν τοιαύτην Ἀκολουθίαν, ἀλλ' ἐτέθη δι' ἀγάπην τῆς Ὑπεραγίας Θεοτόκου.

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς'.

Ἦχος πλ. β'

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ δου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ δῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στιχηρὰ Ἀνατολικὰ

ν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ τῆς Ζωοδόχου Πηγῆς τρία. 

Ἦχος ὁ αὐτὸς Ὅλην ἀποθέμενοι

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος. (Δίς)

Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον.

εῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ, ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.

Δόξα... Ἦχος πλ. δ'

Τίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιρρέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προκείμενον Ἦχος βαρὺς

γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

Στίχ. Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ' αὐτόν.

Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.

Στίχ. κουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

Εἰς τὸν Στίχον,

τὸ Ἀναστάσιμον Στιχηρὸν τῆς Ὀκτωήχου

Ἦχος πλ. β'

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα εἰ δὲ βούλει, λέγε πρῶτον τὰ παρόντα Στιχηρὰ τῆς Θεοτόκου.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον, Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

μνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀρρεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Χαίροις ἡ ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καὶ φαύλην ἀπελέγχουσα, τυφλῶν ἡ ἀνάβλεψις, καὶ λεπρῶν θεία κάθαρσις, ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου, μέγα κοινὸν ἰατρεῖον ἄμισθον ὄντως καὶ ἕτοιμον, Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγὴν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφεύοντες τήν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προρρέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ναός σου Θεοτόκε, ἀνεθείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα ᾧ προσερχόμενοι πιστῶς ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καὶ ζωὴν τὴν αἰώνιον πρεσβεύεις γὰρ σὺ τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Καὶ ἀπόλυσις

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Π Ρ Ω Ϊ

Εἰς τὸν Ὄρθρον ὁ Κανὼν τοῦ Πάσχα μετὰ τῶν εἱρμῶν εἰς η', καὶ τῆς Θεοτόκου εἰς ς'.

 

Ὁ Κανὼν τοῦ Πάσχα

δὴ α' Ἦχος α'

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Εἶτα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχὶς

Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου

Εἱρμὸς ὁ αὐτὸς

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας.

ατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.

Καταρρέεις οὐρανόθεν ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι.

κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε· ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὥς περ σταγών, κατέβη σαφῶς, Πηγήν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

Καταβασία

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

δὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

 

Τῆς Θεοτόκου

Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων Κόρη ἐπίσταμαι, καὶ ἀφθαρσίας πηγήν, τὸ ὕδωρ προρρέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα.

σην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως οὔρων τὴν πρόοδον ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν.

έει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε χύδην πηγάζουσα χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ Δαίμονες πνίγονται.

λοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

 

Κοντάκιον τοῦ Πάσχα

Κοντάκιον Ἦχος δ' 

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ δου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. 

Εἶτα, Κάθισμα τῆς Θεοτόκου

Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον

Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι καθ' ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν. Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

δὴ δ'

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου

πὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα.

Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα, καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθὰ βαίνειν ἐγνώρισεν.

κατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις, σαφῶς οἶδεν οὐδέποτε.

εὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια, τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυύμνητον.

Καταβασία

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

δὴ ε'

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ δου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου

Λαλούμενα Κόρη Παρθένε, τὰ τῆς Πηγῆς σου τῷ ὄντι τεράστια, καταπλήττει τῶν βροτῶν διάνοιαν· ὑπὲρ γὰρ φύσιν πέφυκε, πάντας πιστοὺς ἁγιάζοντα.

στόρησε πόκος τὸ Μάννα, καὶ Σιλωὰμ καὶ ἡ πέτρα πηγάζουσα, Σολομῶντος ἡ στοὰ τὴν χάριν σου, τὰ Ἰορδάνεια νάματα, καὶ ἡ πηγὴ Σαμαρείτιδος.

Σταγόνες σου Κόρη Παρθένε, αἱ τῆς Πηγῆς καὶ νεκρὸν ἀνεζώωσαν, ὑπὲρ λόγον τὸ πραχθὲν καὶ ἔννοιαν! τὰ σὰ γὰρ πάντα πάναγνε, λόγον νικᾷ τὸν ἀνθρώπινον.

Τὰ πάθη μου Κόρη ἰάσαις, τῆς αἱμορροίας πηγὴν ἡ ξηράνασα, καὶ τὸ ῥῖγος, τῆς φλογὸς τὴν ἄναψιν, καὶ ἑκτικὴν διάθεσιν, οὔρων δεσμὰ καὶ γαστρόρροιαν.

Καταβασία

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

δὴ ς'

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου

Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

πῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου.

Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σὺ παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι ἀλλ' ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν καὶ ῥητόρων κομψότης.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Τὸ Κοντάκιον Ἦχος πλ. δ'

Τῇ ὑπερμάχῳ

ξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι Χαῖρε ὕδωρ σωτήριον.

Ὁ Οἶκος

χραντε Θεοτόκε, ἡ τεκοῦσα ἀρρήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα.

Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου, χαῖρε ῥοή, καλλονῆς ἀρρήτου.

Χαῖρε, νοσημάτων παντοίων κατάλυσις, χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.

Χαῖρε ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς, χαῖρε ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς.

Χαῖρε νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον, χαῖρε κρᾶμα καρδίας, ἀμβροσίαν προρρέον.

Χαῖρε κρατὴρ τοῦ μάννα ζωήρρυτε, χαῖρε λουτὴρ καὶ νέκταρ θεόρρευστε.

Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσαχαῖρε, φλογμὸν ἀρρωστίας σβεννῦσα.

Χαῖρε ὕδωρ σωτήριον.

 Συναξάριον

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

Στίχοι

Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος

Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

καί,

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ἐκ γ' ἀμφότερα.

δὴ ζ'

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου

δρεύσασθε νοσοῦντες ἰάματα· ἡ πάναγνος ῥέει γάρ, θείας ἐκ πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάρρουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνούς, τοὺς ἀφθόνους ἀρυσώμεθα σύμπαντες.

Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται.

νάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ Πηγῆς, τοὺς προσιόντάς σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης, τὸν δὲ λεπρόν θεραπεύεις καὶ ἄνθρακας κατέσβεσας.

Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρὰ καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

Καταβασία

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

δὴ η'

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου

Θεῖον ἡ Πηγὴ καὶ σεβάσμιον ὕδωρ, προρρέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· διό σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.

Πάντες τὸ σεπτὸν καὶ ζωήρρυτον ὕδωρ, ὑμνήσωμεν προφρόνως· τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα κατὰ χώραν ἱστᾷ, καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. Βαβαὶ σῶν θαυμασίων! ἁγνὴ Θεοκυῆτορ.

Ποῖον εὐφημήσει Πανύμνητε στόμα, τοῦ τόκου σου τὸ ξένον, ἀλλὰ καὶ νοῦς ὁποῖος, τῶν θαυμάτων πηγὴν περιβλέψαιτο, καὶ λόγοις κροτήσειεν, οὐκ ἔστι τῇ φύσει ἰσχύς, τὰ σὰ θαυμάζειν.

λον ἐπὶ σοὶ τοῦ θανάτου τὸ κράτος, ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, τὸ ὕδωρ τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

δὴ θ'

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου

δάτων ἁπάντων, Κόρη ὑπέρκειται ἁγνή, τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον, ἀπαλλαγὴν νοσημάτων δεινῶν, καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ῥῶσιν, ὡς ὑπὲρ φύσιν χεόμενον.

Λυτῆρα τῶν νόσων, τὸν νέον ἰδοὺ Σιλωάμ, τῆς Πηγῆς σου Παρθένε, καθορῶμεν ἅπαντες· ὄμματα γὰρ προσλαμβάνει πηρός, ἅπαντες δέ, ῥῶσιν ἀενάως, πρὸς τῇ ζωῇ ποριζόμεθα!

Οἱ ῥῶσιν ζητοῦντες, προσδράμετε ἐν τῇ Πηγῇ· ἡ γὰρ Κόρη Παρθένος, ἐνοικεῖ τῷ ὕδατι. Σκίρτα πιστῶν, καὶ εὐφραίνου πληθύς, οὕτω ὡς χρή, ἕξεις τῷ τεμένει, τήν ἀμοιβὴν τῶν αἰτήσεων.

ψώθη Πηγῆς σου, τὸ ὕδωρ ὑπὲρ οὐρανούς, καὶ τῆς γῆς τὰς ἀβύσσους, ταῖς ῥοαῖς διέδραμε, τοῦτο ἐστὶν ἀμβροσία ψυχῆς, νέκταρ πιστῶν, μέλι τὸ ἐκ πέτρας, καὶ ἡ τοῦ μάννα διάδοσις.

Εὐφραίνεις Παρθένε, τὸν Ἄνακτα ὑπερφυῶς, ἀναβλύζουσα χάριν, ἐκ Πηγῆς ἀέναον, τούτῳ διδοῦσα, κατ' ἐχθρῶν τὴν ἰσχύν, νίκας ἀεί, ῥῶσιν καὶ εἰρήνην, καὶ αἰτημάτων ἐκπλήρωσιν.

Καταβασία

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον τοῦ Πάσχα

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τῆς Θεοτόκου

Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά, ἐν τῇ προσψαύσει μόνη σου ὕδωρ τῆς σωτηρίας, Χριστὸν ἡ προχέουσα.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στὶχ η', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ'.  

Ἦχος πλ. β'

Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ΄ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν, Ἐλέησον ἡμᾶς.

ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν, Ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις ἡμῶν καὶ ἀνάστασις, Ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Τῆς Θεοτόκου

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

δωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.

Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον.

Στίχ. ξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεός εἰς τὸν αὶῶνα.

ώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου, οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Στάμνος ἡ ἱερά, τὸ μάννα νῦν ἀφθόνως, Πηγῆς ἐξ ἀενάου, προχέει τοῖς αἰτοῦσι, τὴν χρείαν πᾶς ἀντλήσωμεν.

Ἦχος πλ. α'

Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 

Ἀντίφωνον α'

Ἦχος β'

Στίχος: λαλάξατε τῶ Κυρίω πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Ψάλατε δὴ τῶ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Στίχος: Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοὶ καὶ ψαλάτωσάν σοί, ψαλάτωσαν δὴ τῶ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Δόξα... Καὶ νύν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

 

Ἀντίφωνον β'

Ἦχος ὁ αὐτὸς

Στίχος: Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Τοῦ γνῶναι ἐν τῇ γῆ τὴν ὁδόν σου, ἐν πάσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: ξομολογησάσθωσάν σοὶ λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοὶ λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Δόξα... Καὶ νύν...

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτω θάνατον πατήσας, εἰς ὤν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ'

Ἦχος α'

Στίχος: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: Αὐτὴ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἰσοδικὸν

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Μετὰ τὴν εἴσοδον

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ναός σου Θεοτόκε, ἀνεθείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα ᾧ προσερχόμενοι πιστῶς ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καὶ ζωὴν τὴν αἰώνιον πρεσβεύεις γὰρ σὺ τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.  

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Κοντάκιον  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Προκείμενον. Ἦχος δ' [Ψαλμός103]

Στίχ.ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ. 3:1-8

ν ἐν ταῖς ἡμέραις ἐκείναις, Πέτρος καὶ ᾿Ιωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ ᾿Ιωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ ᾿Ιωάννῃ εἶπε· Βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
λληλούϊα [γ΄]. Ἦχος α΄ [Ψαλμός 88]
Στίχ. ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε
Στίχ. Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων,

Εὐαγγέλιον  

κ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 2: 12-22

Τ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Καπερναοὺμ, αὐτὸς καὶ ἡ Μήτηρ αὐτοῦ καὶ οἱ Ἀδελφοὶ αὐτοῦ καὶ οἱ Μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν ᾿Ιουδαίων, καὶ ἀνέβη εἰς ῾Ιεροσόλυμα ὁ ᾿Ιησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε· καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ Μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, <ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με>. Ἀπεκρίθησαν οὖν οἱ ᾿Ιουδαῖοι καὶ εἶπον αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶπον οὖν οἱ ᾿Ιουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ Μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ ᾿Ιησοῦς.
 

Μεγαλυνάριον τῆς Θεοτόκου

Πρὸς τὸ Τὴν τιμιωτέραν

δωρ τὸ ζωήρρυτον τῆς Πηγῆς μάννα τὸ προχέον τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.