The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

PROVERBS

 

ΚΕΦ. 1-10

1

ΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυίδ, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ, 2 γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως 3 δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, 4 ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· 5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. 6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ρήσεις τε σοφῶν καὶ αἰνίγματα. 7 ᾿Αρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν. 8 ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 9 στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. 10 υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς, 11 ἐὰν παρακαλέσωσί σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, 12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· 14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν. 15 μὴ πορευθῆς ἐν ὁδῷ μετ᾿ αὐτῶν, ἔκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· 16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. 18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. 19 αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. 20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· 21 ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει· 22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν 23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις, ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. 24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε, 25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος, 27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. 28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσιν· 29 ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο, 30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· 32 ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.


2

ΥΙΕ, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2 ὑπακούσεται σοφία τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. 3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ, 4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, 5 τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. 6 ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· 7 καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν 8 τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. 9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. 10 ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, 11 βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, 12 ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. 13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους· 14 οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ· 15 ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν 16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. 17 υἱέ, μή σὲ καταλάβῃ κακὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· 18 ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. 19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. 20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. 21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. 22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.


3

ΥΙΕ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ρήματά μου τηρείτω σὴ καρδία· 2 μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι. 3 ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· 4 καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. 5 ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· 6 ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. 7 μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· 8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. 9 τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, 10 ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. 11 Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· 12 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 13 μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν· 14 κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. 15 τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. 16 μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. 17 αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· 18 ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. 19 ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει· 20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους. 21 Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, 22 ἵνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, 23 ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· 24 ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις· 25 καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· 26 ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς. 27 μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν· 28 μὴ εἴπῃς· ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. 29 μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. 30 μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μήτι σε ἐργάσηται κακόν. 31 μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν· 32 ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει. 33 κατάρα Θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. 34 Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 35 δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.


4

ΑΚΟΥΣΑΤΕ, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· 2 δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. 3 υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, 4 οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ 5 μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος, 6 μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· 8 περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, 9 ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. 10 ῎Ακουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· 11 ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. 12 ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. 13 ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. 14 ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· 15 ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. 16 οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· 17 οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. 18 αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. 20 Υἱέ, ἐμῇ ρήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, 21 ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· 22 ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις. 23 πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. 24 περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. 25 οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. 26 ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε. 27 μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.


5

ΥΙΕ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς, 2 ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι. 3 μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, 4 ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. 5 τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται· 6 ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι. 7 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. 8 μακρὰν ποίησον ἀπ᾿ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, 9 ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν· 10 ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσι 11 καὶ μεταμεληθήσῃ ἐπ᾿ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσι σάρκες σωματός σου, 12 καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου; 13 οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλλον τὸ οὖς μου· 14 παρ᾿ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. 15 πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. 16 μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· 17 ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· 18 ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. 19 ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ, ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ. 20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας· 21 ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. 22 παρονομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· 23 οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.


6

ΥΙΕ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· 2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. 3 ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγγυήσω. 4 μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, 5 ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. 6 ῎Ιθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· 7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, 8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. 8α ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· 8β ἦς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστι πᾶσι καὶ ἐπίδοξος· 8γ καί περ οὖσα τῇ ρώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. 9 ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; 10 ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη· 11 εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. 11α ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. 12 ᾿Ανὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· 13 ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασι δακτύλων. 14 διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. 15 διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος· 16 ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ Θεός, συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς. 17 ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου 18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. 19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. 20 Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. 22 ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ᾿ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. 23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία 24 τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. 25 μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· 26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. 27 ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; 28 ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; 29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. 30 οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν· 31 ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ρύσεται ἑαυτόν. 32 ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, 33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. 34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, 35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.


7

ΥΙΕ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. 2 φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων· 3 περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. 4 εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ· 5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται. 6 ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, 7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν, 8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα 9 ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης, 10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. 11 ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· 12 χρόνον γάρ τινα ἔξω ρέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. 13 εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· 14 θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· 15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε. 16 κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου· 17 διέρρακα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· 18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι· 19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾿ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. 21 ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. 22 ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς 23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. 24 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ρήμασι στόματός μου· 25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου, 26 πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν· 27 ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.


8

ΣΥ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. 4 ῾Υμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· 5 νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. 6 εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· 7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. 8 μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· 9 πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. 10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· 11 κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. 12 ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. 13 φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. 14 ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· 15 δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· 16 δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς. 17 ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. 18 πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. 19 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. 20 ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι, 21 ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. 22 Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, 23 πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι 24 καὶ πρὸ τοῦ τὰς ἀβύσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, 25 πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. 26 Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν. 27 ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾿ ἀνέμων· 28 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανὸν 29 καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, 30 ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ᾿ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, 31 ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων. 32 νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μακάριοι, οἳ ὁδούς μου φυλάσσοντες, 33 ἀκούσατε παιδείαν καὶ σοφίσθητε καὶ μὴ ἀποφραγῆτε. 34 μακάριος ἀνήρ, ὃς εἰσακούεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· 35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. 36 οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβοῦσιν εἰς τὰ ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.


9

Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά· 2 ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· 3 ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· 4 ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· 5 ἔλθετε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν· 6 ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. 7 ῾Ο παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. 8 μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. 9 δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. 10 ἀρχὴ σοφίας φόβος Κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· 11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου. 12 υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· διαπορεύεται δὲ δι᾿ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. 13 Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. 14 ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, 15 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν· 16 ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· 17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ. 18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. 18α ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· 18β οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον· 18γ ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, 18δ ἵνα πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.


10

ΥΙΟΣ σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί. 2 οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ρύσεται ἐκ θανάτου. 3 οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. 4 πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. 4α υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. 5 διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. 6 εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. 7 μνήμη δικαίων μετ᾿ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. 8 σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. 9 ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται. 10 ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας, εἰρηνοποιεῖ. 11 πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. 12 μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. 13 ὃς ἐκ χειλέων προφέρει σοφίαν, ράβδῳ τύπτει ἄνδρα ἀκάρδιον. 14 σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. 15 κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία. 16 ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. 17 ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. 18 καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. 19 ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. 20 ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. 21 χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. 22 εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδία. 23 ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. 24 ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. 25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα. 26 ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. 27 φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. 28 ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. 29 ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. 30 δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν. 31 στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. 32 χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.
 



Back                                 Homepage                             Next ►►►