The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΒΑΣΙΛΕΙΩΝ Γ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

KINGS 3

 

ΚΕΦ. 1-10

ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. 3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου ᾿Ισραὴλ καὶ εὗρον τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. 5 Καὶ ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ ἐπῄρετο λέγων· ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων· διατὶ σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω ᾿Αβεσσαλώμ. 7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ ᾿Ιωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ ᾿Αβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω ᾿Αδωνίου· 8 καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ Νάθαν ὁ προφήτης καὶ Σεμεΐ καὶ Ρησὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω ᾿Αδωνίου. 9 καὶ ἐθυσίασεν ᾿Αδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας παρὰ τὸν λίθον τοῦ Ζωελεθί, ὃς ἦν ἐχόμενα τῆς Ρωγήλ, καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς ᾿Ιούδα παῖδας τοῦ βασιλέως· 10 καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατούς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσε. 11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων· οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν ᾿Αδωνίας υἱὸς ᾿Αγγίθ; καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω. 12 καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. 13 δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα· οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν ᾿Αδωνίας; 14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου. 15 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμιεῖον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ ᾿Αβισὰγ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. 16 καὶ ἔκυψε Βηρσαβεὲ καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς· τί ἔστι σοι; 17 ἡ δὲ εἶπε· κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου λέγων· ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου. 18 καὶ νῦν ἰδοὺ ᾿Αδωνίας ἐβασίλευσε, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· 19 καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα καὶ ᾿Ιωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε. 20 καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς ᾿Ισραὴλ πρός σε. ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν. 21 καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱὸς μου ἁμαρτωλοί. 22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν ὁ προφήτης ἦλθε. 23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ· ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24 καὶ εἶπε Νάθαν· κύριέ μου βασιλεῦ, σὺ εἶπας ᾿Αδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; 25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα, καὶ ἰδοὺ εἰσὶν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεὺς ᾿Αδωνίας. 26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν ᾿Ιωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ρῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν; 28 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ καὶ εἶπε· καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπε· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 30 ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31 καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησε τῷ βασιλεῖ καὶ εἶπε· ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα. 32 καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ· καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν ᾿Ιωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως, 33 καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς· λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιών, 34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών. 35 καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδαν. 36 καὶ ἀπεκρίθη Βαναίας υἱὸς ᾿Ιωδαὲ τῷ βασιλεῖ καὶ εἶπε· γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως. 37 καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ. 38 καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών. 39 καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισε τὸν Σαλωμὼν καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπε πᾶς ὁ λαός· ζήτω ὁ βασιλεὺς Σαλωμών. 40 καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν. 41 Καὶ ἤκουσεν ᾿Αδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν ᾿Ιωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπε· τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; 42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ ᾿Ιωνάθαν υἱὸς ᾿Αβιάθαρ τοῦ ἱερέως εἰσῆλθε, καὶ εἶπεν ᾿Αδωνίας· εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. 43 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν καὶ εἶπε· καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμών· 44 καὶ ἀπέστειλε μετ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν τὸν υἱὸν ᾿Ιωδαὲ καὶ τὸν Χερεθὶ καὶ τὸν Φελεθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45 καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε. 46 καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας, 47 καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες· ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην, 48 καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι. 49 Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ ᾿Αδωνίου καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50 καὶ ᾿Αδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. 51 καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες· ἰδοὺ ᾿Αδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων· ὀμοσάτω μοι σήμερον Σαλωμών, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ρομφαίᾳ. 52 καὶ εἶπε Σαλωμών· ἐὰν γένηται εἰς υἱὸν δυνάμεων, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. 53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών· δεῦρο εἰς τὸν οἶκόν σου.


2

ΚΑΙ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων· 2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα. 3 καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῶ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, 4 ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου ᾿Ισραήλ. 5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι ᾿Ιωὰβ υἱὸς Σαρουΐας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων ᾿Ισραήλ, τῷ ᾿Αβεννὴρ υἱῷ Νὴρ καὶ τῷ ᾿Αμεσσαΐ υἱῷ ᾿Ιεθέρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῶ ποδὶ αὐτοῦ· 6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου· 7 καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου ᾿Αβεσσαλὼμ τοῦ ἀδελφοῦ σου. 8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ ᾿Ιεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν ᾿Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ· 9 καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 10 καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ. 11 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν ᾿Ισραὴλ τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτὰ ἔτη καὶ ἐν ῾Ιερουσαλὴμ τριακοντατρία ἔτη. 12 Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα. 13 καὶ εἰσῆλθεν ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν· εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν· εἰρήνη· 14 λόγος μοι πρός σε· καὶ εἶπεν αὐτῷ· λάλησον. 15 καὶ εἶπεν αὐτῇ· σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾿ ἐμὲ ἔθετο πᾶς ᾿Ισραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ· 16 καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεέ· λάλει. 17 καὶ εἶπεν αὐτῇ· εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν εἰς γυναῖκα. 18 καὶ εἶπε Βηρσαβεέ· καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ. 19 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ ᾿Αδωνίου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ· αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· αἴτησαι, μῆτερ ἐμή, καὶ οὐκ ἀποστρέψω σε. 21 καὶ εἶπε· δοθήτω δὴ ᾿Αβισὰγ ἡ Σωμανῖτις τῷ ᾿Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα. 22 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· καὶ ἱνατί σὺ ᾔτησαι τὴν ᾿Αβισὰγ τῷ ᾿Αδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ ᾿Αβιάθαρ ὁ ἱερεὺς καὶ αὐτῷ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἀρχιστράτηγος ἑταῖρος. 23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν ᾿Αδωνίας τὸν λόγον τοῦτον· 24 καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασέ με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον, καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται ᾿Αδωνίας. 25 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ ᾿Ιωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν ᾿Αδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26 Καὶ τῷ ᾿Αβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς ᾿Αναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου. 27 καὶ ἐξέβαλε Σαλωμὼν τὸν ᾿Αβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον ῾Ηλὶ ἐν Σηλώμ. 28 καὶ ἡ ἀκοὴ ἦλθεν ἕως ᾿Ιωὰβ υἱοῦ Σαρουΐας (ὅτι ᾿Ιωὰβ ἦν κεκλικὼς ὀπίσω ᾿Αδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε), καὶ ἔφυγεν ᾿Ιωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου. 29 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς ᾿Ιωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν ᾿Ιωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν. 30 καὶ ἦλθε Βαναίας υἱὸς ᾿Ιωδαὲ πρὸς ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ εἶπεν αὐτῷ· τάδε λέγει ὁ βασιλεύς· ἔξελθε. καὶ εἶπεν ᾿Ιωάβ· οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἐπέστρεψε Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ εἶπε τῷ βασιλεῖ λέγων· τάδε λελάληκεν ᾿Ιωὰβ καὶ τάδε ἀποκέκριταί μοι. 31 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου· 32 καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ρομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν ᾿Αβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον ᾿Ισραὴλ καὶ τὸν ᾿Αμεσσὰ υἱὸν ᾿Ιεθὲρ ἀρχιστράτηγον ᾿Ιούδα· 33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου. 34 καὶ ἀνέβη Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ἀπήντησε αὐτῷ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ. 35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν ῾Ιερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ ᾿Αβιάθαρ. 35α Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 35β καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 35γ καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. 35δ καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. 35ε καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. 35ζ καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. 35η καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. 35θ καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 35ι καὶ ᾠκοδόμησε τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· 35κ πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. 35λ καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ ᾿Ιεμενὶ ἐκ Χεβρών· 35μ οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, 35ν καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν ᾿Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· 35ξ καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 36 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν ῾Ιερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ· 37 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν ῾Ιερουσαλὴμ τρία ἔτη. 39 καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεΐ πρὸς ᾿Αγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ, καὶ ἀπηγγέλη τῷ Σεμεΐ λέγοντες· ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ. 40 καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς ᾿Αγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ. 41 καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ ῾Ιερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ, 42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ ῾Ιερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ; 43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ; 44 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου· 45 καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα. 46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ ᾿Ιωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε. 46α Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. 46β καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 46γ καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, 46δ καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω. 46ε καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· 46ζ ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ· 46η καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει ᾿Ιούδα καὶ ᾿Ισραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. 46θ καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· ᾿Αζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ ᾿Ορνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ ᾿Εδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς ᾿Αχιθαλὰμ ἀναμιμνήσκων καὶ ᾿Αβὶ υἱὸς ᾿Ιωὰβ ἀρχιστράτηγος καὶ ᾿Αχιρὲ υἱὸς ᾿Εδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. 46ι καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων. 46κ καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 46λ καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα ἐν ῾Ιερουσαλήμ.


3

Τῆς δὲ βασιλείας ἑδρασθείσης ἐν χειρὶ Σαλωμὼν ἐπιγαμίαν ἐποιήσατο Σαλωμὼν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυίδ, ἕως οὗ συνετέλεσεν οἰκοδομῶν τὸν οἶκον ἑαυτοῦ καὶ τὸν οἶκον Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ. 2 Πλὴν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν. 3 καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία. 4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών. 5 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμών· αἴτησαί τι αἴτημα σεαυτῷ. 6 καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη· 7 καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου, 8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται. 9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον; 10 καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ρῆμα τοῦτο, 11 καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνθ᾿ ὧν ᾐτήσω παρ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾿ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα, 12 ἰδοὺ πεποίηκα κατὰ τὸ ρῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. 13 καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι· 14 καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου. 15 καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς ῾Ιερουσαλὴμ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησε πότον μέγα ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ. 16 Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. 17 καὶ εἶπεν ἡ γυνὴ μία· ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. 18 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. 19 καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ αὐτόν· 20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. 21 καὶ ἀνέστην τὸ πρωΐ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. 22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. 23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· σὺ λέγεις· οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. καὶ σὺ λέγεις· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς. 24 καὶ εἶπεν ὁ βασιλεύς· λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. 25 καὶ εἶπεν ὁ βασιλεύς· διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. 26 καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε· μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω, διέλετε. 27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε· δότε τὸ παιδίον τῇ εἰπούσῃ· δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη ἡ μήτηρ αὐτοῦ. 28 καὶ ἤκουσαν πᾶς ᾿Ισραὴλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

4
ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ. 2 καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ 3 καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων 4 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς 5 καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως 6 καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων. 7 καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς· 9 υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς· 10 υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ· 11 Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς· 13 υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· 14 ᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς· 15 ᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς· 16 Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς· 17 Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν· 18 Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα· 19 ᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ. 20 Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.


5

ΚΑΙ Σαλωμὼν ἦν ἐξουσιάζων ἐν πᾶσι τοῖς βασιλείοις ἀπὸ τοῦ ποταμοῦ γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου προσεγγίζοντες δῶρα καὶ δουλεύοντες τῷ Σαλωμὼν πάσας ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμὼν καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον· 2 καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου. 3 καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων ἐκλεκτῶν, σιτευτά· 4 ὅτι ἦν ἄρχων πέραν ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. 5 Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 10 καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 11 καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰλ καὶ Δαρδὰ υἱοὺς Μάλ. 12 καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. 13 καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. 14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμὼν καὶ ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. 14α Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος ῾Ιερουσαλήμ. 14β τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζὲρ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ, καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών, καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ. 15 Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας. 16 καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ λέγων· 17 σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 18 καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν. 19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων· ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἴκον τῷ ὀνόματί μου. 20 καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. 21 καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν· εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον 22 καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· 23 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 24 καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ. 25 καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατ᾿ ἐνιαυτόν. 26 καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον αὐτῶν. 27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς ᾿Ισραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου. 29 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει, 30 χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. 32 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.


6

ΚΑΙ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν ᾿Ισραήλ, (Κεφ. Ε´ 31 ) 1α καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα αἴρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. (Κεφ. Ε´ 32 ) 1β καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χιρὰμ καὶ ἔβαλαν αὐτούς. 1γ ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Νισώ, καὶ τῷ δευτέρῳ μηνὶ 1δ ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ (οὗτος ὁ μὴν ὁ ὄγδοος) συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ καὶ εἴκοσιν ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσιν ἐν πήχει τὸ ὕψος αὐτοῦ. 3 καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσιν ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν. 4 καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς. 5 καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβὶρ καὶ ἐποίησε πλευρὰς κυκλόθεν. 6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη, καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 8 καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα, 9 καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις. 10 καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους δι᾿ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις. 11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαλωμὼν λέγων· 12 ὁ οἶκος οὗτος, ὃν σὺ οἰκοδομεῖς, ἐὰν ὁδεύῃς τοῖς προστάγμασί μου καὶ τὰ κρίματά μου ποιῇς καὶ φυλάσσῃς πάσας τὰς ἐντολάς μου ἀναστρέφεσθαι ἐν αὐταῖς, στήσω τὸν λόγον μου, ὃν ἐλάλησα πρὸς Δαυὶδ τὸν πατέρα σου 13 καὶ κατασκηνώσω ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ καὶ οὐκ ἐγκαταλείψω τὸν λαόν μου ᾿Ισραήλ. 14 καὶ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον καὶ συνετέλεσε αὐτόν. 15 καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 16 καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπ᾿ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησε ἐκ τοῦ δαβὶρ εἰς τὸ ἅγιον τῶν ἁγίων. 17 καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς ὁ ἐσώτατος 18 καὶ διὰ κέδρου πρὸς τὸν οἶκον ἔσω πλοκὴν ἐπαναστήσεις καὶ πέταλον καὶ ἀνάγλυφα πάντα κέδρινα οὐκ ἐφαίνετο λίθος. 19 κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου. 20 εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ παριέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησε θυσιαστήριον κέδρου 21 καὶ περιεπύλωσε Σαλωμὼν τὸν οἶκον ἔνδοθεν χρυσίῳ ἀποκλειστῷ καὶ παρήγαγεν ἐν καθηλώμασι χρυσίου. 21 κατὰ πρόσωπον τοῦ δαβίρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ. 22 καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου καὶ ὅλον τὸ ἔσω τοῦ δαβὶρ ἐπετάλωσε χρυσίῳ. 23 καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο Χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον. 24 καὶ πέντε πήχεων πτερύγιον τοῦ Χερουβὶμ τοῦ ἑνὸς καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ· 25 οὕτως τῷ Χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις. 26 καὶ τὸ ὕψος τοῦ Χεροὺβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτω τῷ Χεροὺβ τῷ δευτέρῳ. 27 καὶ ἀμφότερα τὰ Χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ Χεροὺβ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 28 καὶ περιέσχε τὰ Χερουβὶμ χρυσίῳ. 29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβίμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. 30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 31 καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων εἰς φλιὰς πενταπλᾶς 32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὸν ἐπ᾿ αὐτῶν ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχε χρυσίῳ καὶ κατέβαινεν ἐπὶ τὰ Χερουβὶμ καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον. 33 καὶ οὕτως ἐποίησε τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς. 34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα· 35 ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 36 καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. 36α καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.


7

ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου, 2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμὼν καὶ ἐποίησε πάντα τὰ ἔργα. 3 καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος. 4 καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου. 5 καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ. 6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ροῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ. 7 καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιαχούμ· καὶ ἔστησε τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βαάς. 8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν. 9 καὶ μέλαθρον ἐπ᾿ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει. 10 καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν. 11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν 12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής. 13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπ᾿ αὐτῶν ἐπάνωθεν. 14 καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει τὸ ὕψος αὐτῆς. 15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀνὰ μέσον τῶν ἐξεχομένων. 16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ Χερουβίμ, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως 17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά. 20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς. 21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς. 22 καὶ τὰ συγκλείσματα αὐτῆς Χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν. 23 κατ᾿ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον ἐν πάσαις. 24 καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πηχῶν· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνὼθ τῆς μιᾶς ταῖς δέκα μεχωνώθ. 25 καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. 26 καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, 27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων, 28 τὰς ροὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ροῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπ᾿ ἀμφοτέροις τοῖς στύλοις, 29 καὶ τὰ μεχωνὼθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνὼθ 30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης 31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησε Χιράμ, χαλκᾶ ἄρδην· 32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ. 33 ἐν τῷ περιοίκῳ τοῦ ᾿Ιορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά. 34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐφ᾿ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν, 35 καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβίρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς 36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρυβλία καὶ αἱ θυΐσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς. 37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου, καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου. 38 Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι. 39 καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. 40 καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ὁ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος· 41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς· 42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. 43 καὶ τὸ αἰλὰμ τῶν στύλων πεντήκοντα μῆκος καὶ πεντήκοντα ἐν πλάτει, ἐζυγωμένα, αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμμίμ. 44 καὶ τὸ αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου. 45 καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραώ, ἣν ἔλαβε Σαλωμών, κατὰ τὸ αἰλὰμ τοῦτο. 46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι, 48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις. 49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.


8

ΚΑΙ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσιν ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους ᾿Ισραὴλ ἐν Σιὼν τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ (αὕτη ἐστὶ Σιὼν) 2 ἐν μηνὶ ᾿Αθανίν. 3 καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν 4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, 5 καὶ ὁ βασιλεὺς καὶ πᾶς ᾿Ισραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα. 6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ· 7 ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν, 8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ καὶ οὐκ ὠπτάνοντο ἔξω. 9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον· 11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον. 14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα ᾿Ισραήλ, καὶ πᾶσα ἐκκλησία ᾿Ισραὴλ εἱστήκει· 15 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραὴλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε λέγων· 16 ἀφ᾿ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ ᾿Ισραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ. καὶ ἐξελεξάμην ἐν ῾Ιερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν ᾿Ισραήλ. 17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 18 καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου· ἀνθ᾿ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου· 19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾿ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ ἀνέστησε Κύριος τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησε, καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου ᾿Ισραήλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 22 Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας ᾿Ισραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, 23 καὶ εἶπε· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ, 24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσί σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη. 25 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων· οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου ᾿Ισραήλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ. 26 καὶ νῦν, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, πιστωθήτω δὴ τὸ ρῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου. 27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; 28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρός σε σήμερον, 29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. 30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ. 31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾿ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ, 32 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου ᾿Ισραὴλ ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. 33 ἐν τῷ πταῖσαι τὸν λαόν σου ᾿Ισραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτω, 34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν. 35 ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς, 36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου ᾿Ισραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ. 37 λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῷν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πάντα πόνον, 38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων, 40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. 41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος, 42 καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, 43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου ᾿Ισραήλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. 44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 45 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. 46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, 47 καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψουσιν ἐν γῇ μετοικίας αὐτῶν καὶ δεηθῶσί σου λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, 48 καὶ ἐπιστρέψωσι πρός σε ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρός σε, ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτειρήσουσιν αὐτούς· 51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. 52 καὶ ἔστρωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ᾐνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου ᾿Ισραὴλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε, 53 ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε. 53α Τότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτόν, ῞Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ Κύριος, εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς; 54 Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν. 55 καὶ ἔστη καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν ᾿Ισραὴλ φωνῇ μεγάλῃ λέγων· 56 εὐλογητὸς Κύριος σήμερον, ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ. 57 γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθ᾿ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, 58 ἐπικλῖναι καρδίας ἡμῶν ἐπ᾿ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν. 59 καὶ ἔστρωσαν οἱ λόγοι οὗτοι, ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτός, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ ᾿Ισραὴλ ρῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ, 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεός, αὐτὸς Θεὸς καὶ οὐκ ἔστιν ἔτι. 61 καὶ ἔστρωσαν οἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη. 62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου. 63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ ᾿Ισραήλ. 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρόν· τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν. 65 καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου ῾Ημὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαὸν καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ λαῷ αὐτοῦ.


9

ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι, 2 καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών, 3 καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4 καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ. 6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8 καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; 9 καὶ ἐροῦσιν· ἀνθ᾿ ὧν ἐγκατέλιπον Κύριον Θεὸν αὐτῶν, ὃς ἐξήγαγε τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγε Κύριος ἐπ᾿ αὐτοὺς τὴν κακίαν ταύτην. 9α Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. 10 Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11 Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. 12 καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμών, καὶ οὐκ ἤρεσαν αὐτῷ· 13 καὶ εἶπε· τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης. 14 καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 26 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ ᾿Εδώμ. 27 καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών. 28 καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.


10

ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι· 2 καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον, καὶ εἰσῆλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε, 5 καὶ τὰ βρώματα Σαλωμὼν καὶ τὴν καθέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμών· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου· 9 γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον ᾿Ισραήλ· διὰ τὸ ἀγαπᾶν Κύριον τὸν ᾿Ισραὴλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ᾿ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν. 10 καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών. (11 καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον· 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης). 13 καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα, ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδόκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς. 14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἐξηκονταὲξ τάλαντα χρυσίου, 15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς. 16 καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά. τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἓν 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατὰ καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἓν καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαθμοὶ ἐν θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22 ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν. 22α Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὰλ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω καὶ τὴν ᾿Ιεθαρμὰθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμών, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ. 22β πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ ᾿Ισραὴλ ἐξολοθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 22γ καὶ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ. 23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ᾿ ἐνιαυτὸν ἐνιαυτῷ. 26 καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ. 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος, 28 καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουέ, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιΐν καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.
 


Back                                 Homepage                             Next ►►►