The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΒΑΣΙΛΕΙΩΝ Β
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

KINGS 2

 

ΚΕΦ. 21-24

ΚΑΙ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. 2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ ᾿Ισραήλ εἰσιν, ὅτι ἀλλ' ἢ ἐκ τοῦ λείμματος τοῦ ᾿Αμορραίου, καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 3 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας· τί ποιήσω ἡμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; 4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται· οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν ᾿Ισραήλ. 5 καὶ εἶπε·τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἐφ' ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτόν, τοῦ μή ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ· 6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεύς· ἐγὼ δώσω. 7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν υἱοῦ Σαούλ· 8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφὰ θυγατρὸς ῾Αϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν ῾Ερμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ ᾿Εσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί, 9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. 10 καὶ ἔλαβε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ' αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ' αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. 11 καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς ᾿Ιωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων, 12 καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν ᾿Ιαβὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ, 13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. 14 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα. 15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ ᾿Ισραήλ. καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυίδ. 16 καὶ ᾿Ιεσβί, ὃςἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφὰ καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ. 17 καὶ ἐβοήθησεν αὐτῷ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες· οὐκ ἐξελεύσῃ ἔτι μεθ' ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον ᾿Ισραήλ. 18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σεβοχὰ ὁ ᾿Αστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ραφά. 19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελεανὰν υἱὸς ᾿Αριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ. καὶ ἦν ἀνὴρ μαδών, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφά. 21 καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σεμεΐ ἀδελφοῦ Δαυίδ. 22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ραφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυίδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.


22

ΚΑΙ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2 καὶ εἶπεν· Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί, 3 ὁ Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με. 4 αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με· 6 ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7 ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. 8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς. 9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ. 10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου. 12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. 13 ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. 14 ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ 15 καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς. 16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ. 17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν· 18 ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 19 προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου 20 καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί. 21 καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι. 22 ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ' αὐτῶν. 24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. 28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29 ὅτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ' αὐτόν. 32 τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν; 33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· 34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· 35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με 37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. 38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς· 39 καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου· 41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42 βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44 καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι, 45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου· 46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. 47 ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. 48 ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου 49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με. 50 διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, 51 μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.


23

ΚΑΙ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι· Πιστὸς Δαυὶδ υἱὸς ᾿Ιεσσαί, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ ᾿Ιακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ ᾿Ισραήλ. 2 πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. 3 λέγει ὁ Θεὸς ᾿Ισραήλ, ἐμοὶ ἐλάλησε φύλαξ ᾿Ισραήλ· παραβολὴν εἰπὸν ἐν ἀνθρώπῳ· πῶς κραταιώσητε φόβον Θεοῦ; 4 καὶ ἐν Θεῷ φωτὶ πρωΐας ἀνατείλαι ἥλιος, τὸ πρωΐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. 5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. 6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται, 7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνην αὐτῶν. 8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· ᾿Ιεβοσθὲ ὁ Χαναναῖος, ἄρχων τοῦ τρίτου ἐστίν, ᾿Αδινὼν ὁ ᾿Ασωναῖος· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. 9 καὶ μετ' αὐτὸν ᾿Ελεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουδίτου ἐν τοῖς τρισὶ δυνατοῖς. οὗτος μετὰ Δαυὶδ ἦν ἐν Σερράν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ ᾿Ισραήλ· 10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. 11 καὶ μετ' αὐτὸν Σαμαΐα υἱὸς ᾿Ασὰ ὁ ᾿Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων· 12 καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. 13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθαν εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαΐμ· 14 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 15 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ 17 καὶ εἶπεν· ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι· καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 18 καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς ᾿Ιωὰβ υἱὸς Σαρουΐας αὐτὸς ἄρχων ἐν τοῖς τρισί. καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε. 20 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς ᾿Αριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· 21 αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ράβδῳ καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22 ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· 23 ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε· καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως· 24 ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωὰβ (οὗτος ἐν τοῖς τριάκοντα), ᾿Ελεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ. 25 Σαμαΐ ὁ ᾿Αρουδαῖος, ᾿Ελικὰ ὁ ᾿Αρωδαῖος, 26 Σελλὴς ὁ Κελωθί, ῎Ιρας υἱὸς ᾿Εκκὰς ὁ Θεκωΐτης, 27 ᾿Αβιέζερ ὁ ᾿Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ ᾿Ασωθίτου, 28 ᾿Ελλὼν ὁ ᾿Αωΐτης, Μοορὲ ὁ Νετωφαθίτης, 29 ᾿Εθθὶ υἱὸς Ριβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν, 30 Βαναίας ὁ Φαραθενίτης, Οὐρὶ ἐκ Ναχαλιγαίας, 31 ᾿Αβιὴλ υἱὸς τοῦ ᾿Αραβωθίτου, ᾿Αζμὼθ ὁ Βαρσαμίτης, 32 ᾿Ελιασοὺ ὁ Σαλαβωνίτης, υἱοὶ ᾿Ιαβάν, ᾿Ιωνάθαν, 33 Σαμνὰν ὁ ᾿Αρωδίτης, ᾿Αχιὰν υἱὸς ᾿Αραΐ Σαραουρίτης, 34 ᾿Αλιφαλὲθ υἱὸς τοῦ ᾿Ασβίτου, υἱὸς τοῦ Μααχαθί, ᾿Ελιὰβ υἱὸς ᾿Αχιτόφελ τοῦ Γελωνίτου, 35 ᾿Ασραΐ ὁ Καρμήλιος, Φαραΐ ὁ ᾿Ερχί, 36 Γάαλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδεί, 37 ᾿Ελιὲ ὁ ᾿Αμμανίτης, Γελωραΐ ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη ᾿Ιωὰβ υἱοῦ Σαρουΐας, 38 ᾿Ιρὰς ὁ ᾿Ιεθιραῖος, Γαρὴβ ὁ ᾿Εθθεναῖος, 39 Οὐρίας ὁ Χετταῖος· οἱ πάντες τριάκοντα καὶ ἑπτά.


24

ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν ᾿Ισραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν. 2 καὶ εἶπεν ὀ βασιλεὺς πρὸς ᾿Ιωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς ᾿Ιωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν ᾿Ισραήλ. 5 καὶ διέβησαν τὸν ᾿Ιορδάνην καὶ παρενέβαλον ἐν ᾿Αροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ ᾿Ελιέζερ. 6 καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν ᾿Αδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα. 7 καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον ᾿Ιούδα εἰς Βηρσαβεὲ 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς ῾Ιερουσαλήμ. 9 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο ᾿Ισραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ ᾿Ιούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. 10 καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11 καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· 12 πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα. 14 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· 15 καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ῾Ιερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 17 καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος. 20 καὶ διέκυψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν ᾿Ορνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν ᾿Ορνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν ᾿Ορνὰ τῷ βασιλεῖ, καὶ εἶπεν ᾿Ορνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ορνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ᾿Ισραήλ.
 


Back                                 Homepage                             Next ►►►