The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΙΟΥΔΙΘ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

JUDITH

 

ΚΕΦ. 11-16

11

ΚΑΙ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον, ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς. 2 καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπ᾿ αὐτούς, ἀλλ᾿ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα. 3 καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ᾿ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν· 4 οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλ᾿ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ. 5 καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιουδίθ· δέξαι τὰ ρήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ. 6 καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ· 7 ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ· 8 ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου. 9 καὶ νῦν ὁ λόγος, ὃν ἐλάλησεν ᾿Αχιὼρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ρήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησε παρὰ σοί. 10 διό, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ρομφαία ἐπ᾿ αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν. 11 καὶ νῦν, ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν· 12 ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι. 13 καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν ῾Ιερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ. 14 καὶ ἀπεστάλκασιν εἰς ῾Ιερουσαλήμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας. 15 καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσι, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 16 ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφ᾿ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά. 17 ὅτι ἡ δούλη σου θεοσεβής ἐστι καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ τὴν νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν Θεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν. 18 καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν. 19 καὶ ἄξω σε διὰ μέσου τῆς ᾿Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι ῾Ιερουσαλὴμ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου, ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι. 20 καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον ᾿Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν· 21 οὐκ ἔστι τοιαύτη γυνὴ ἀπ᾿ ἄκρου ἕως ἄκρου τῆς γῆς καλῷ προσώπῳ καὶ συνέσει λόγων. 22 καὶ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν. 23 καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.


12

ΚΑΙ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. 2 καὶ εἶπεν ᾿Ιουδίθ· οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ᾿ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. 3 καὶ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστι μεθ᾿ ἡμῶν ἐκ τοῦ ἔθνους σου. 4 καὶ εἶπεν ᾿Ιουδὶθ πρὸς αὐτόν· ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ᾿ ἐμοῦ, ἕως ἂν ποιήσῃ Κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο. 5 καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες ᾿Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν, 6 καὶ ἀπέστειλε πρὸς ᾿Ολοφέρνην λέγουσα· ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν. 7 καὶ προσέταξεν ᾿Ολοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλούα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· 8 καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ ᾿Ισραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ. 9 καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. 10 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν ᾿Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. 11 καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ· πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν ῾Εβραίαν ἥ ἐστι παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ᾿ ἡμῶν· 12 ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν. 13 καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου ᾿Ολοφέρνου καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ εἶπε· μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πιεῖν μεθ᾿ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν ᾿Ασσούρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ. 14 καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιουδίθ· καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. 15 καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι ᾿Ολοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾿ αὐτῶν. 16 καὶ εἰσελθοῦσα ἀνέπεσεν ᾿Ιουδίθ, καὶ ἐξέστη ἡ καρδία ᾿Ολοφέρνου ἐπ᾿ αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ᾿ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ᾿ ἧς ἡμέρας εἶδεν αὐτήν. 17 καὶ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· πίε δὴ καὶ γενήθητι μεθ᾿ ἡμῶν εἰς εὐφροσύνην. 18 καὶ εἶπεν ᾿Ιουδίθ· πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. 19 καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς. 20 καὶ ηὐφράνθη ᾿Ολοφέρνης ἀπ᾿ αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ᾿ οὗ ἐγεννήθη.


13

ΩΣ δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. 2 ὑπελείφθη δὲ ᾿Ιουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ ᾿Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος. 3 καὶ εἶπεν ᾿Ιουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς· καθάπερ καθ᾿ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα. 4 καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα ᾿Ιουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς· Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα ῾Ιερουσαλήμ· 5 ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν, οἵ ἐπανέστησαν ἡμῖν. 6 καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς ᾿Ολοφέρνου, καθεῖλε τὸν ἀκινάκην αὐτοῦ ἀπ᾿ αὐτοῦ 7 καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπε· κραταίωσόν με, ὁ Θεὸς ᾿Ισραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. 8 καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπ᾿ αὐτοῦ, 9 καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων. καὶ μετ᾿ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν ᾿Ολοφέρνου, 10 καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάλαγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλούα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς. 11 Καὶ εἶπεν ᾿Ιουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν· ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθ᾿ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν ᾿Ισραὴλ κατὰ κράτος κατὰ τῶν ἐχθρῶν, καθὰ καὶ σήμερον ἐποίησε. 12 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. 13 καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς. 14 ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ· αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεόν, ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου ᾿Ισραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. 15 καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξε καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ἡ κεφαλὴ ᾿Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ᾿Ασσούρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας· 16 καὶ ζῇ Κύριος, ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ᾿ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην. 17 καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδόν· εὐλογητὸς εἶ, ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου. 18 καὶ εἶπεν αὐτῇ ᾿Οζίας· εὐλογητὴ σύ, θύγατερ, τῷ Θεῷ τῷ ῾Υψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεός, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν· 19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος. 20 καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ᾿ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν ἐπ᾿ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός· γένοιτο, γένοιτο.


14

ΚΑΙ εἶπε πρὸς αὐτοὺς ᾿Ιουδίθ· ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν. 2 καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν ᾿Ασσούρ, καὶ οὐ καταβήσεσθε. 3 καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως ᾿Ασσούρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν ᾿Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ᾿ αὐτους φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν. 4 καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον ᾿Ισραήλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν. 5 πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα, καλέσατέ μοι ᾿Αχιὼρ τὸν ᾿Αμανίτην, ἵνα ἰδὼν ἐπιγνῷ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς. 6 καὶ ἐκάλεσαν τὸν ᾿Αχιὼρ ἐκ τοῦ οἴκου ᾿Οζία· ὡς δὲ ἦλθε καὶ εἶδε τὴν κεφαλὴν ᾿Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ. 7 ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσε τοῖς ποσὶν ᾿Ιουδὶθ καὶ προσεκύνησε τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν· εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι ᾿Ιούδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται· 8 καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίσας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ ᾿Ιουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα, ἀφ᾿ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. 9 ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν. 10 ἰδὼν δὲ ᾿Αχιὼρ πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη πρὸς τὸν οἶκον ᾿Ισραὴλ ἕως τῆς ἡμέρας ταύτης. 11 ῾Ηνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν ᾿Ολοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ ᾿Ισραὴλ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους. 12 οἱ δὲ υἱοὶ ᾿Ασσοὺρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν. 13 καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν ᾿Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ· ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος. 14 καὶ εἰσῆλθε Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ ᾿Ιουδίθ· 15 ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρετο ἀπ᾿ αὐτοῦ. 16 καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. 17 καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν ᾿Ιουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν κράζων· 18 ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν ῾Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ· ὅτι ἰδοὺ ᾿Ολοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ᾿ αὐτῷ. 19 ὡς δὲ ἤκουσαν ταῦτα τὰ ρήματα οἱ ἄρχοντες τῆς δυνάμεως ᾿Ασσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.


15

ΚΑΙ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, 2 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς· 3 καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλούα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ ᾿Ισραήλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ᾿ αὐτούς. 4 καὶ ἀπέστειλεν ᾿Οζίας εἰς Βαιτομασθαὶμ καὶ Βηβαΐ καὶ Κωλὰ καὶ εἰς πᾶν ὅριον ᾿Ισραὴλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. 5 ὡς δὲ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾿ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά, ὡσαύτως δὲ καὶ οἱ ἐξ ῾Ιερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς. 6 οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλούα ἐπέπεσαν τῇ παρεμβολῇ ᾿Ασσοὺρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα. 7 οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ αἱ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα. 8 καὶ ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά, ἃ ἐποίησε Κύριος τῷ ᾿Ισραήλ, καὶ τοῦ ἰδεῖν τὴν ᾿Ιουδὶθ καὶ λαλῆσαι μετ᾿ αὐτῆς εἰρήνην. 9 ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν· σὺ ὕψωμα ᾿Ισραήλ, σὺ γαυρίαμα μέγα τοῦ ᾿Ισραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν· 10 ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ ᾿Ισραήλ, καὶ εὐδόκησεν ἐπ᾿ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπε ὁ λαός· γένοιτο 11 καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾿ ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ ᾿Ιουδὶθ τὴν σκηνὴν ᾿Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ. καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾿ αὐτῶν. 12 καὶ συνέδραμε πᾶσα γυνὴ ᾿Ισραὴλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετ᾿ αὐτῆς. 13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ᾿ αὐτῆς, καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν. 14 καὶ ἐξῆρχεν ᾿Ιουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ ᾿Ισραήλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην.


16

ΚΑΙ εἶπεν ᾿Ιουδίθ· ᾿Εξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινόν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ, 2 ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με. 3 ἦλθεν ᾿Ασσοὺρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς. 4 εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ρομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι. 5 Κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας. 6 οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ ᾿Ιουδὶθ θυγάτηρ Μεραρὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν· 7 ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν ᾿Ισραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ 8 καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ· 9 τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ, διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ. 10 ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐρράχθησαν. 11 τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν, ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν. 12 υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου. 13 ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος. 14 σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν, ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου. 15 ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἔτι δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς. 16 ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον μέγας διαπαντός. 17 οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος. 18 ῾Ως δὲ ἤλθοσαν εἰς ῾Ιερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ. καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα. 19 καὶ ἀνέθηκεν ᾿Ιουδὶθ πάντα τὰ σκεύη ᾿Ολοφέρνου, ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον, ὃ ἔλαβεν αὕτη ἐκ τοῦ κοιτῶνος αὐτοῦ, ὡς ἀνάθημα τῷ Θεῷ ἔδωκε. 20 καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν ῾Ιερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ ᾿Ιουδὶθ μετ᾿ αὐτῶν κατέμεινε. 21 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ᾿Ιουδὶθ ἀπῆλθεν εἰς Βαιτυλούα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ. 22 καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφ᾿ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 23 καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ, 24 καὶ ἐπένθησεν αὐτὴν οἶκος ᾿Ισραὴλ ἡμέρας ἑπτά. καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς. 25 καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ταῖς ἡμέραις ᾿Ιουδὶθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς.
 


Back                                 Homepage                             Next ►►►