The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΙΗΣΟΥΣ ΝΑΥΗ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

JESUS OF NUN - JOSHUA

 

ΚΕΦ. 11-20 

11

ΩΣ δὲ ἤκουσεν ᾿Ιαβὶν βασιλεὺς ᾿Ασώρ, ἀπέστειλε πρὸς ᾿Ιαβὰβ βασιλέα Μαρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα ᾿Αζίφ 2 καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς ῎Αραβα ἀπέναντι Κενερὼθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδὼρ 3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους ᾿Αμορραίους καὶ τοὺς Χετταίους καὶ Φερεζαίους καὶ ᾿Ιεβουσαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Εὐαίους καὶ τοὺς ὑπὸ τὴν ᾿Αερμὼν εἰς γῆν Μασσηφά. 4 καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα. 5 καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν ᾿Ισραήλ. 6 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ᾿Ισραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. 7 καὶ ἦλθεν ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ. 8 καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους ᾿Ισραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον. 9 καὶ ἐποίησεν αὐτοῖς ᾿Ιησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί. 10 Καὶ ἀπεστράφη ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ᾿Ασὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ ᾿Ασὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων. 11 καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν ᾿Ασὼρ ἐνέπρησαν ἐν πυρί. 12 καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ᾿Ιησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου. 13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ᾿Ισραήλ, πλὴν ᾿Ασὼρ μόνην ἐνέπρησεν ᾿Ισραὴλ 14 καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον. 15 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ᾿Ιησοῖ, καὶ οὕτως ἐποίησεν ᾿Ιησοῦς· οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς. 16 Καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν γῆν Ναγὲβ καὶ πᾶσαν τὴν γῆν Γοσὸμ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ᾿Ισραὴλ καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει 17 ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε. 18 καὶ ἡμέρας πλείους ἐποίησεν ᾿Ιησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον, 19 καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν ᾿Ισραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ. 20 ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ᾿Ισραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ' ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν. 21 Καὶ ἦλθεν ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς ᾿Ενακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ ᾿Αναβὼθ καὶ ἐκ παντὸς γένους ᾿Ισραὴλ καὶ ἐκ παντὸς ὄρους ᾿Ιούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς ᾿Ιησοῦς. 22 οὐ κατελείφθη τῶν ᾿Ενακὶμ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γὲθ καὶ ἐν ᾿Ασεδὼθ κατελείφθη. 23 καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ᾿Ιησοῦς ἐν κληρονομίᾳ ᾿Ισραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.


12

ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἀφ' ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος ᾿Αρνῶν ἕως τοῦ ὄρους ᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν ῎Αραβα ἀπ' ἀνατολῶν· 2 Σηὼν τὸν βασιλέα τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβὼν κυριεύων ἀπὸ ᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια υἱῶν ᾿Αμμών, 3 καὶ ῎Αραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ' ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης ῎Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ ᾿Ασηδὼθ Φασγά· 4 καὶ ῍Ωγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, 5 ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως ᾿Εσεβών. 6 Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ. 7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οὓς ἀνεῖλεν ᾿Ιησοῦς καὶ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν ᾿Ιησοῦς ταῖς φυλαῖς ᾿Ισραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν ῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 9 τὸν βασιλέα ῾Ιεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ, 10 βασιλέα ῾Ιερουσαλήμ, βασιλέα Χεβρών, 11 βασιλέα ῾Ιεριμούθ, βασιλέα Λαχίς, 12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ, 14 βασιλέα ῾Ερμάθ, βασιλέα ᾿Αράθ, 15 βασιλέα Λεβνά, βασιλέα ᾿Οδολλάμ, 16 βασιλέα ᾿Ηλάθ, 17 βασιλέα Ταφούγ, βασιλέα ᾿Οφέρ, 18-22 βασιλέα ᾿Αφὲκ τῆς Σαρών, βασιλέα ᾿Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα ᾿Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ, 23 βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας, 24 βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.


13

ΚΑΙ ᾿Ιησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν. 2 καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος· 3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων ᾿Ακκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ ᾿Αζωτίῳ καὶ τῷ ᾿Ασκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ ᾿Ακκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ 4 ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως ᾿Αφέκ, ἕως τῶν ὁρίων τῶν ᾿Αμορραίων, 5 καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν ἕως τῆς εἰσόδου ᾿Εμάθ· 6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου ᾿Ισραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ᾿Ισραήλ, ὃν τρόπον σοι ἐνετειλάμην. 7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ ᾿Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 8 ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου· κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν, 10 πάσας τὰς πόλεις Σηὼν βασιλέως ᾿Αμορραίων, ὃς ἐβασίλευσεν ἐν ᾿Εσεβών, ἕως τῶν ὁρίων υἱῶν ᾿Αμμῶν, 11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος ᾿Αερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά, 12 πᾶσαν τὴν βασιλείαν ῍Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε. 13 καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας. 14 πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς ᾿Ισραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ. 15 Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν. 16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Αρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι ᾿Αρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως ᾿Εσεβὼν 17 καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν 18 καὶ ᾿Ιασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ 19 καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει ᾿Εμὰκ 20 καὶ Βαιθφογὸρ καὶ ᾿Ασηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ 21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν ᾿Αμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν. 22 καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ. 23 ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· ᾿Ιορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 24 ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ᾿Ιαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν ᾿Αμμῶν ἕως ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά, 26 καὶ ἀπὸ ᾿Εσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ, 27 καὶ ᾿Εμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως ᾿Εσεβών, καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ ᾿Ιορδάνου ἀπ' ἀνατολῶν. 28 αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν. 29 καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία ῍Ωγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας ᾿Ιαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις, 31 καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, πόλεις βασιλείας ῍Ωγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν. 32 οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ ᾿Ιορδάνου ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπ' ἀνατολῶν.


14

ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν ᾿Ισραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν ᾿Ισραήλ. 2 κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ ᾿Ιησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου, 3 καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς, 4 ὅτι ἦσαν οἱ υἱοὶ ᾿Ιωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ ᾿Εφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ' ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν. 5 ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐμέρισαν τὴν γῆν. 6 Καὶ προσήλθοσαν οἱ υἱοὶ ᾿Ιούδα πρὸς ᾿Ιησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ ᾿Ιεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή· 7 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ, 8 οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου, 9 καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ' ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ' οὗ ἐλάλησε Κύριος τὸ ρῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν· 11 ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον. 12 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ρῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ ᾿Ενακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ' ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἰπέ μοι Κύριος. 13 καὶ εὐλόγησεν αὐτὸν ᾿Ιησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ. 14 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ ᾿Ιεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ ᾿Ισραήλ. 15 τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις ᾿Αρβόκ· μητρόπολις τῶν ᾿Ενακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.


15

ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα. 2 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 3 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης 4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου· 6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν, 7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ, 8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ, 9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ), 10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, 11 καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. 12 ταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν. 13 καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών). 14 καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ. 15 καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. 16 καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα· 17 καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα. 18 καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι; 19 καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω. 20 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα. 21 ᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ' ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου, 22 καὶ Βαισελεὴλ καὶ ᾿Αρὰ καὶ ᾿Ασὼρ καὶ ᾿Ικὰμ καὶ Ρεγμὰ καὶ ᾿Αρουὴλ 23 καὶ Κάδης καὶ ᾿Ασοριωναὶν καὶ Μαινὰμ 24 καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν 25 καὶ αἱ πόλεις ᾿Ασερὼν (αὕτη ᾿Ασὼρ) 26 καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδᾶ 27 καὶ Σερὶ καὶ Βαιφαλὰδ 28 καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29 Βαλὰ καὶ Βακὼκ καὶ ᾿Ασὸμ 30 καὶ ᾿Ελβωϋδὰδ καὶ Βαιθὴλ καὶ ῾Ερμᾶ 31 καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ 32 καὶ Λαβὼς καὶ Σαλὴ καὶ ᾿Ερωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν. 33 ἐν τῇ πεδινῇ· ᾿Ασταὼλ καὶ Ράα καὶ ῎Ασσα 34 καὶ Ράμεν καὶ Τανὼ καὶ ᾿Ιλουθὼθ καὶ Μαιανὶ 35 καὶ ῾Ιερμοὺθ καὶ ᾿Οδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ ᾿Αζηκὰ 36 καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν· 37 Σεννὰ καὶ ᾿Αδασὰν καὶ Μαγαδαλγὰδ 38 καὶ Δαλὰλ καὶ Μασφὰ καὶ ᾿Ιαχαρεὴλ καὶ Λαχὶς 39 καὶ Βασηδὼθ καὶ ᾿Ιδεαδαλέα 40 καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς 41 καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν· 42 Λεβνὰ καὶ ᾿Ιθὰκ καὶ ᾿Ανὼχ 43 καὶ ᾿Ιανὰ καὶ Νασὶβ 44 καὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν· 45 ᾿Ακκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46 ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν· 47 ᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει. 48 καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ ᾿Ιεθὲρ καὶ Σωχὰ 49 καὶ Ρεννὰ καὶ Πόλις γραμμάτων (αὕτη Δαβὶρ) 50 καὶ ᾿Ανὼν καὶ ᾿Εσκαιμὰν καὶ Αἰσὰμ 51 καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 52 Αἰρὲμ καὶ Ρεμνὰ καὶ Σομὰ 53 καὶ ᾿Ιεμαΐν καὶ Βαιθαχοὺ καὶ Φακουὰ 54 καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν· 55 Μαὼρ καὶ Χερμὲλ καὶ ᾿Οζὶβ καὶ ᾿Ιτὰν 56 καὶ ᾿Ιαριὴλ καὶ ᾿Αρικὰμ καὶ Ζακαναΐμ 57 καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν· 58 ᾿Αλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν 59 καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 60 Καριαθβαὰλ (αὕτη ἡ πόλις ᾿Ιαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν 61 καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν 62 καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. 63 καὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.


16

ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν ᾿Ιωσὴφ ἀπὸ τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ῾Ιεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ ᾿Αχαταρωθὶ 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια ᾿Απταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. 4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ᾿Ιωσὴφ ᾿Εφραὶμ καὶ Μανασσῆ· 5 καὶ ἐγενήθη ὅρια υἱῶν ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν ᾿Αταρὼθ καὶ ᾿Ερὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ᾿Ικασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς ᾿Ιανωκὰ 7 καὶ εἰς Μαχώ, καὶ ᾿Αταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ῾Ιεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν ᾿Ιορδάνην. 8 καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν. 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς ᾿Εφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 καὶ οὐκ ἀπώλεσεν ᾿Εφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ ᾿Εφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.


17

ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ ᾿Ιωσήφ· τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαάδ (ἀνὴρ γὰρ πολεμιστὴς ἦν) ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι. 2 καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιεζὲρ καὶ τοῖς υἱοῖς Κελὲζ καὶ τοῖς υἱοῖς ῾Ιεζιὴλ καὶ τοῖς υἱοῖς Συχὲμ καὶ τοῖς υἱοῖς Συμαρὶμ καὶ τοῖς υἱοῖς ᾿Οφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν. 3 καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες. καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά. 4 καὶ ἔστησαν ἐναντίον ᾿Ελεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον ᾿Ιησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι· ὁ Θεὸς ἐνετείλατο διά χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ ᾿Ανάσσα καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαάδ, ἥ ἐστι πέραν τοῦ ᾿Ιορδάνου· 6 ὅτι θυγατέρες υἱῶν Μανασσῆ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς καταλελειμμένοις. 7 καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανάθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν ᾿Ανάθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ ᾿Ιαμὶν καὶ ᾿Ιασσὶβ ἐπὶ πηγὴν Θαφθώθ· 8 τῷ Μανασσῇ ἔσται, καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς ᾿Εφραίμ. 9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα ᾿Ιαριήλ, τερέβινθος τῷ ᾿Εφραὶμ ἀνὰ μέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα. 10 ἀπὸ λιβὸς τῷ ᾿Εφραίμ, καὶ ἐπὶ βορρᾶν Μανασσῆ, καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ ᾿Ασὴβ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ ᾿Ισσάχαρ ἀπὸ ἀνατολῶν. 11 καὶ ἔσται Μανασσῆ ἐν ᾿Ισσάχαρ καὶ ἐν ᾿Ασὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδώ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς. 12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ· 13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν. 14 ἀντεῖπαν δὲ οἱ υἱοὶ ᾿Ιωσὴφ τῷ ᾿Ιησοῖ λέγοντες· διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με. 15 καὶ εἶπεν αὐτοῖς ᾿Ιησοῦς· εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ ᾿Εφραίμ. 16 καὶ εἶπαν· οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ ᾿Εφραίμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι ᾿Ιεσραέλ. 17 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ιωσήφ· εἰ λαὸς πολὺς εἶ, καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· 18 ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.


18

ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ' αὐτῶν. 2 καὶ κατελείφθησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. 3 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν; 4 δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν, 5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). ᾿Ιούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ ᾿Ιωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. 6 ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. 8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. 9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν. 10 καὶ ἐνέβαλεν αὐτοῖς ᾿Ιησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. 11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν ᾿Ιούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ιωσήφ. 12 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ ᾿Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ῾Ιεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών, 13 καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω, 14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν ᾿Ιούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν. 15 καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ, 16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης ᾿Οννάμ, ὅ ἐστιν ἐκ μέρους ᾿Εμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον ᾿Ιεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ 17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν 18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ, 19 καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ᾿Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. 20 καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. 21 καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν ῾Ιεριχὼ καὶ Βεθεγαιὼ καὶ ᾿Αμεκασίς, 22 καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ 23 καὶ Αἰεὶν καὶ Φαρὰ καὶ ᾿Εφραθὰ 24 καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν· 25 Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ 26 καὶ Μασσημὰ καὶ Μιρὼν καὶ ᾿Αμωκὴ 27 καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ 28 καὶ ᾿Ιεβοῦς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.


19

ΚΑΙ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεών, καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀναμέσον κλήρων υἱῶν ᾿Ιούδα. 2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεὲ καὶ Σαμαὰ καὶ Κωλαδὰμ 3 καὶ ᾿Αρσωλὰ καὶ Βωλὰ καὶ ᾿Ασὸμ 4 καὶ ᾿Ελθουλὰ καὶ Βουλὰ καὶ ῾Ερμᾶ 5 καὶ Σικελὰκ καὶ Βαιθμαχερὲβ καὶ Σαρσουσὶν 6 καὶ Βαθαρὼθ καὶ οἱ ἀγροὶ αὐτῶν, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν· 7 ᾿Ερεμμὼν καὶ Θαλχὰ καὶ ᾿Εθὲρ καὶ ᾿Ασάν, πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν 8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρὲκ πορευομένων Βαμὲθ κατὰ λίβα. αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεὼν κατὰ δήμους αὐτῶν. 9 ἀπὸ τοῦ κλήρου τοῦ ᾿Ιούδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν ᾿Ιούδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν. 10 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλὼν κατὰ δήμους αὐτῶν. ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ᾿Εσεδεκγωλά· ὅρια αὐτῶν 11 ἡ θάλασσα καὶ Μαραγγιλὰ καὶ συνάψει ἐπὶ Βαιθάραβα εἰς τὴν φάραγγα, ἥ ἐστι κατὰ πρόσωπον ᾿Ιεκμάν, 12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδοὺκ ἐξ ἐναντίας ἀπὸ ἀνατολῶν Βαιθσαμὺς ἐπὶ τὰ ὅρια Χασελωθαὶθ καὶ διελεύσεται ἐπὶ Δαβιρὼθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαὶ 13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερέ, ἐπὶ πόλιν Κατασέμ, καὶ διελεύσεται ἐπὶ Ρεμμωνὰ ᾿Αμαθὰρ ᾿Αοζὰ 14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ ᾿Αμώθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαὴλ 15 καὶ Κατανὰθ καὶ Ναβαὰλ καὶ Συμοὼν καὶ ῾Ιεριχὼ καὶ Βαιθμάν. 16 αὕτη ἡ κληρονομία τῆς φυλῆς υἱῶν Ζαβουλὼν κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 17 Καὶ τῷ ᾿Ισσάχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Ιαζὴλ καὶ Χασαλὼθ καὶ Σουνὰμ 19 καὶ ᾿Αγὶν καὶ Σιωνὰ καὶ Ρεηρὼθ 20 καὶ ᾿Αναχερὲθ καὶ Δαβιρὼν καὶ Κισὼν καὶ Ρεβὲς 21 καὶ Ρεμμὰς καὶ ᾿Ιεὼν καὶ Τομμὰν καὶ Αἰμαρὲκ καὶ Βηρσαφής, 22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν καὶ Βαιθσαμύς, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ ᾿Ιορδάνης. 23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν, αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 24 Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος ᾿Ασὴρ κατὰ δήμους αὐτῶν. 25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ᾿Εξελεκὲθ καὶ ᾿Αλὲφ καὶ Βαιθὸκ καὶ Κεὰφ 26 καὶ ᾿Ελιμελὲχ καὶ ᾿Αμιὴλ καὶ Μαασὰ καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιὼν καὶ Λαβανὰθ 27 καὶ ἐπιστρέψει ἀπὸ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενὲθ καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ᾿Εκγαῖ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ ᾿Ιναὴλ καὶ διελεύσεται εἰς Χωβαμασομὲλ 28 καὶ ᾿Ελβὼν καὶ Ραὰβ καὶ ᾿Εμεμαὼν καὶ Κανθὰν ἕως Σιδῶνος τῆς μεγάλης, 29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμὰ καὶ ἕως πηγῆς Μασφασσὰτ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ ᾿Ιασίφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ᾿Απολὲβ καὶ ᾿Εχοζὸβ 30 καὶ ᾿Αρχὸβ καὶ ᾿Αφὲκ καὶ Ρααῦ. 31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ασὴρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 32 Καὶ τῷ Νεφθαλὶ ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολὰμ καὶ Μωλὰ καὶ Βεσεμιΐν καὶ ᾿Αρμὲ καὶ Ναβὸκ καὶ ᾿Ιεφθαμαὶ ἕως Δωδάμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ᾿Ιορδάνης· 34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν ᾿Ενὰθ Θαβὼρ καὶ διελεύσεται ἐκεῖθεν ᾿Ιακανὰ καὶ συνάψει τῷΖαβουλὼν ἀπὸ νώτου καὶ ᾿Ασὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ ᾿Ιορδάνης ἀπὸ ἀνατολῶν ἡλίου. 35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων, Τύρος καὶ ᾿Ωμαθά, Δακὲθ καὶ Κενερὲθ 36 καὶ ᾿Αρμαΐθ καὶ ᾿Αραὴλ καὶ ᾿Ασὼρ 37 καὶ Κάδες καὶ ᾿Ασσαρὶ καὶ πηγὴ ᾿Ασὸρ 38 καὶ Κερωὲ καὶ Μεγαλὰ ᾿Αρὶμ καὶ Βαιθθαμὲ καὶ Θεσσαμύς. 39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλί. 40 Καὶ τῷ Δὰν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ ᾿Ασὰ καὶ πόλεις Σαμμάυς 42 καὶ Σαλαμὶν καὶ ᾿Αμμὼν καὶ Σιλαθὰ 43 καὶ ᾿Ελὼν καὶ Θαμναθὰ καὶ ᾿Ακκαρὼν 44 καὶ ᾿Αλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν 45 καὶ ᾿Αζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμών, 46 καὶ ἀπὸ θαλάσσης ῾Ιεράκων ὅριον πληρίον ᾿Ιόππης. 47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν ᾿Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ ᾿Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ' αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν. 48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν καὶ ἐπολέμησαν τὴν Λαχὶς καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδὰκ καὶ ὁ ᾿Αμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν ᾿Ελὼμ καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ ᾿Εφραὶμ ἐπ' αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον. 49 Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ κλῆρον τῷ ᾿Ιησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς 50 διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο, Θαμνασαράχ, ἥ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ ᾠκοδόμησε τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ. 51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς ᾿Ισραὴλ κατὰ κλήρους ἐν Σηλώ, ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.


20

ΚΑΙ ἐλάλησε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ. 3 φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως, καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπό τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν*. 7 καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ ᾿Εφραὶμ καὶ τὴν πόλιν ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρών) ἐν τῷ ὄρει τῷ ᾿Ιούδα. 8 καὶ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ρουβὴν καὶ ᾿Αρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γάδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ. 9 αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. ___ * (᾿Εκ τοῦ κώδ. Α) 4 Καὶ φεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ στήσεται ἐπὶ τὴν θύραν τῆς πόλεως καὶ λαλήσει ἐν τοῖς ὠσὶ τῶν πρεσβυτέρων τῆς πόλεως ἐκείνης τοὺς λόγους τούτους καὶ ἐπιστρέψουσιν αὐτὸν ἡ συναγωγὴ πρὸς αὐτοὺς καὶ δώσουσιν αὐτῷ τόπον καὶ κατοικήσει μετ' αὐτῶν 5 καὶ ὅτι διώξεται ὁ ἀγχιστεύων τὸ αἷμα ὀπίσω αὐτοῦ καὶ οὐ συγκλείσουσι τὸν φονεύσαντα ἐν τῇ χειρὶ αὐτοῦ, ὅτι οὐκ εἰδὼς ἐπάταξε τὸν πλησίον αὐτοῦ καὶ οὐ μισῶν αὐτὸς αὐτὸν ἀπ' ἐχθὲς καὶ τῆς τρίτης 6 καὶ κατοικήσει ἐν τῇ πόλει ἐκείνῃ ἕως στῇ κατὰ πρόσωπον τῆς συναγωγῆς εἰς κρίσιν ἕως ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις· τότε ἐπιστρέψει ὁ φονεύσας καὶ ἐλεύσεται εἰς τὴν πόλιν αὐτοῦ καὶ πρὸς τὸν οἶκον αὐτοῦ καὶ πρὸς πόλιν ὅθεν ἔφυγεν ἐκεῖθεν.
 


Back                                 Homepage                             Next ►►►