The Orthodox Pages

email: pater@christopherklitou.com

 

THE OLD TESTAMENT

SEPTUAGINT

GREEK / ENGLISH

MALACHI CHAPTERS 1-4

Homepage

  Back                                                        

 

   

  

 

 

ΜΑΛΑΧΙΑΣ
 

11

ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν ᾿Ισραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.

2 ᾿Ηγάπησα ὑμᾶς, λέγει Κύριος. καὶ εἴπατε· ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν ῾Ησαῦ τοῦ ᾿Ιακώβ; λέγει Κύριος, καὶ ἠγάπησα τόν ᾿Ιακώβ,

3 τὸν δὲ ῾Ησαῦ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου;

4 διότι ἐρεῖ ἡ ᾿Ιδουμαία· κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους. τάδε λέγει Κύριος παντοκράτωρ· αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ᾿ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.

5 καὶ οἱ ὀφθαλμοί ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε· ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ ᾿Ισραήλ.

6 Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε· ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;

7 προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε· ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς· τράπεζα Κυρίου ἠλισγημένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.

8 διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίας, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτῷ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ.

9 καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει Κύριος παντοκράτωρ.

10 διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.

11 διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.

12 ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς· τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ.

13 καὶ εἴπατε· ταῦτα ἐκ κακοπαθείας ἐστί, καὶ ἐξεφύσησα αὐτά, λέγει Κύριος παντοκράτωρ· καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ.

14 καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾿ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι.


2

ΚΑΙ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς·

2 ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ᾿ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν.

3 ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό·

4 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ.

5 ἡ διαθήκη μου ἦν μετ᾿ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.

6 νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾿ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.

7 ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν.

8 ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευί, λέγει Κύριος παντοκράτωρ.

9 κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενουμένους καὶ ἀπερριμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ᾿ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

10 Οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατέλιπε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;

11 ἐγκατελείφθη ᾿Ιούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ᾿Ισραὴλ καὶ ἐν ῾Ιερουσαλήμ, διότι ἐβεβήλωσεν ᾿Ιούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.

12 ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων ᾿Ιακὼβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ Κυρίῳ παντοκράτορι.

13 καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν;

 

14 καὶ εἴπατε· ἕνεκεν τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου.

15 καὶ οὐκ ἄλλος ἐποίησε, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε· τί ἄλλο ἀλλ᾿ ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς·

16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ ᾿Ισραήλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ. καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε.

17 Οἱ παροξύναντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε· καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;


3

ΙΔΟΥ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ.

2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτός εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποιὰ πλυνόντων.

3 καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.

4 καὶ ἀρέσει τῷ Κυρίῳ θυσία ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν.

5 καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.

6 Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι·

7 καὶ ὑμεῖς οἱ υἱοὶ ᾿Ιακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε. ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. καὶ εἴπατε· ἐν τίνι ἐπιστρέψομεν;

8 μήτι πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε· ἐν τίνι ἐπτερνίσαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ᾿ ὑμῶν εἰσι·

9 καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔτος συνετελέσθη.

10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ τὴν εὐλογίαν μου ὑμῖν ἕως τοῦ ἱκανωθῆναι.

11 καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει Κύριος παντοκράτωρ.

12 καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητή, λέγει Κύριος παντοκράτωρ.

13 ᾿Εβαρύνατε ἐπ᾿ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε· ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ;

14 εἴπατε· μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος;

15 καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν τῷ Θεῷ καὶ ἐσώθησαν.

16 ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσε καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ.

17 καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ.

18 καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος.


4

ΔΙΟΤΙ ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ρίζα οὐδὲ κλῆμα.

2 καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

3 καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ.

4 καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν ᾿Ηλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,

5 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.

6 μνήσθητι νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν ᾿Ισραὴλ προστάγματα καὶ δικαιώματα.


 


 

    

 

    

       

MALACHI
 

11

The burden of the word of the Lord to Israel by the hand of his messenger. Lay it, I pray you, to heart.

2 I have loved you, saith the Lord. And ye said, Wherein hast thou loved us? Was not Esau Jacob’s brother? saith the Lord: yet I loved Jacob,

3 and hated Esau and laid waste his borders, and made his heritage as dwellings of the wilderness?

 

4 Because one will say, Idumea has been overthrown, but let us return and rebuild the desolate places; thus saith the Lord Almighty, They shall build, but I will throw down; and they shall be called The borders of wickedness, and, The people against whom the Lord has set himself for ever.

5 And your eyes shall see, and ye shall say, The Lord has been magnified upon the borders of Israel.

 

6 A son honours his father, and a servant his master: if then I am a father, where is mine honour? and if I am a master, where is my fear? saith the Lord Almighty. Ye the priests are they that despise my name: yet ye said, Wherein have we despised thy name?

7 In that ye bring to mine altar polluted bread; and ye said, Wherein have ye polluted it? In that ye say, The table of the Lord is polluted, and that which was set thereon ye have despised.

 

8 For if ye bring a blind victim for sacrifices, is it not evil? and if ye bring the lame or the sick, is it not evil? offer it now to thy ruler, and see if he will receive thee, if he will accept thy person, saith the Lord Almighty.

 

9 And now intreat the face of your God, and make supplication to him. These things have been done by your hands; shall I accept you? saith the Lord Almighty.

10 Because even among you the doors shall be shut, and one will not kindle the fire of mine altar for nothing, I have no pleasure in you, saith the Lord Almighty, and I will not accept a sacrifice at your hands.

11 For from the rising of the sun even to the going down thereof my name has been glorified among the Gentiles; and in every place incense is offered to my name, and a pure offering: for my name is great among the Gentiles, saith the Lord Almighty.

12 But ye profane it, in that ye say, The table of the Lord is polluted, and his meats set thereon are despised.

13 And ye said, These services are troublesome: therefore I have utterly rejected them with scorn, saith the Lord Almighty: and ye brought in torn victims, and lame, and sick: if then ye should bring an offering, shall I accept them at your hands? saith the Lord Almighty.

14 And cursed is the man who had the power, and possessed a male in his flock, and whose vow is upon him, and who sacrifices a corrupt thing to the Lord: for I am a great King, saith the Lord Almighty, and my name is glorious among the nations.

 

 

2

And now, O priests, this commandment is to you.

2 If ye will not hearken, and if ye will not lay it to heart, to give glory to my name, saith the Lord Almighty, then I will send forth the curse upon you, and I will bring a curse upon your blessing: yea, I will curse it, and I will scatter your blessing, and it shall not exist among you, because ye lay not this to heart.

 

3 Behold, I turn my back upon you, and I will scatter dung upon your faces, the dung of your feasts, and I will carry you away at the same time.

4 And ye shall know that I have sent this commandment to you, that my covenant might be with the sons of Levi, saith the Lord Almighty.

 

5 My covenant of life and peace was with him, and I gave it him that he might reverently fear me, and that he might be awe-struck at my name.

 

6 The law of truth was in his mouth, and iniquity was not found in his lips: he walked before me directing his way in peace, and he turned many from unrighteousness.

7 For the priest’s lips should keep knowledge, and they should seek the law at his mouth: for he is the messenger of the Lord Almighty.

8 But ye have turned aside from the way, and caused many to fail in following the law: ye have corrupted the covenant of Levi, saith the Lord Almighty.

9 And I have made you despised and cast out among all the people, because ye have not kept my ways, but have been partial in the law.

 

10 Have ye not all one father? Did not one God create you? why have ye forsaken every man his brother, to profane the covenant of your fathers?

 

11 Juda has been forsaken, and an abomination has been committed in Israel and in Jerusalem; for Juda has profaned the holy things of the Lord, which he delighted in, and has gone after other gods.

12 The Lord will utterly destroy the man that does these things, until he be even cast down from out of the tabernacles of Jacob, and from among them that offer sacrifice to the Lord Almighty.

13 And these things which I hated, ye did: ye covered with tears the altar of the Lord, and with weeping and groaning because of troubles: is it meet for me to have respect to your sacrifice, or to receive anything from your hands as welcome?

14 Yet ye said, Wherefore? Because the Lord has borne witness between thee and the wife of thy youth, whom thou has forsaken, and yet she was thy partner, and the wife of thy covenant.

15 And did he not do well? and there was the residue of his spirit. But ye said, What does God seek but a seed? But take ye heed to your spirit, and forsake not the wife of thy youth.

 

16 But if thou shouldest hate thy wife and put her away, saith the Lord God of Israel, then ungodliness shall cover thy thoughts, saith the Lord Almighty: therefore take ye heed to your spirit, and forsake them not,

17 ye that have provoked God with your words. But ye said, Wherein have we provoked him? In that ye say, Every one that does evil is a pleasing object in the sight of the Lord, and he takes pleasure in such; and where is the God of justice?

 

3

Behold, I send forth my messenger, and he shall survey the way before me: and the Lord, whom ye seek, shall suddenly come into his temple, even the angel of the covenant, whom ye take pleasure in: behold, he is coming, saith the Lord Almighty.

 

2 And who will abide the day of his coming? or who will withstand at his appearing? for he is coming in as the fire of a furnace and as the herb of fullers.

 

3 He shall sit to melt and purify as it were silver, and as it were gold: and he shall purify the sons of Levi, and refine them as gold and silver, and they shall offer to the Lord an offering in righteousness.

 

4 And the sacrifice of Juda and Jerusalem shall be pleasing to the Lord, according to the former days, and according to the former years.

5 And I will draw near to you in judgment; and I will be a swift witness against the witches, and against the adulteresses, and against them that swear falsely by my name, and against them that keep back the hireling’s wages, and them that oppress the widow, and afflict orphans, and that wrest the judgment of the stranger, and fear not me, saith the Lord Almighty.

6 For I am the Lord your God, and I am not changed:

 

7 but ye, the sons of Jacob, have not refrained from the iniquities of your fathers: ye have perverted my statutes, and have not kept them. Return to me, and I will return to you, saith the Lord Almighty. But ye said, Wherein shall we return?

8 Will a man insult God? for ye insult me. But ye say, Wherein have we insulted thee? In that the tithes and first-fruits are with you still.

9 And ye do surely look off from me, and ye insult me; the year is completed.

10 And ye have brought all the produce into the storehouses; but there shall be the plunder thereof in its house: return now on this behalf, saith the Lord Almighty, see if I will not open to you the torrents of heaven, and pour out my blessing upon you, until ye are satisfied.

11 And I will appoint food for you, and I will not destroy the fruit of your land; and your vine in the field shall not fail, saith the Lord Almighty.

 

12 And all nations shall call you blessed: for ye shall be a desirable land, saith the Lord Almighty.

 

13 Ye have spoken grievous words against me, saith the Lord. Yet ye said, Wherein have we spoken against thee?

14 Ye said, He that serves God labours in vain: and what have we gained in that we have kept his ordinances, and in that we have walked as suppliants before the face of the Lord Almighty?

15 And now we pronounce strangers blessed; and all they who act unlawfully are built up; and they have resisted God, and yet have been delivered.

16 Thus spoke they that feared the Lord, every one to his neighbour: and the Lord gave heed, and hearkened, and he wrote a book of remembrance before him for them that feared the Lord and reverenced his name.

17 And they shall be mine, saith the Lord Almighty, in the day which I appoint for a peculiar possession; and I will make choice of them, as a man makes choice of his son that serves him.

18 Then shall ye return, and discern between the righteous and the wicked, and between him that serves God, and him that serves him not.

 

4

For, behold, a day comes burning as an oven, and it shall consume them; and all the aliens, and all that do wickedly, shall be stubble: and the day that is coming shall set them on fire, saith the Lord Almighty, and there shall not be left of them root or branch.

 

2 But to you that fear my name shall the Sun of righteousness arise, and healing shall be in his wings: and ye shall go forth, and bound as young calves let loose from bonds.

3 And ye shall trample the wicked; for they shall be ashes underneath your feet in the day which I appoint, saith the Lord Almighty.

4 And, behold, I will send to you Elias the Thesbite, before the great and glorious day of the Lord comes;

 

5 who shall turn again the heart of the father to the son, and the heart of a man to his neighbour, lest I come and smite the earth grievously.  

6 Remember the law of my servant Moses, accordingly as I charged him with it in Choreb for all Israel, even the commandments and ordinances.
 

 

next ►►►