The Orthodox Pages

email: pater@christopherklitou.com

 

THE OLD TESTAMENT

SEPTUAGINT

GREEK / ENGLISH

HABAKKUK CHAPTERS 1-3

Homepage

  Back                                                        

 

   

  

 

 

ΑΜΒΑΚΟΥΜ
 

1

ΤΟ λῆμμα ὃ εἶδεν ᾿Αμβακοὺμ ὁ προφήτης. 

2 ῞Εως τίνος, Κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρός σε ἀδικούμενος καὶ οὐ σώσεις;

3 ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.

4 διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.

5 ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.

6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.

7 φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.

8 καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.

9 συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.

10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.

11 τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου.

 

12 οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς, Κύριε, ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. Κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.

13 καθαρὸς ὁ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;

14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;

15 συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ.

16 ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.

17 διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.


2

ΕΠΙ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.

2 καὶ ἀπεκρίθη πρός με Κύριος καὶ εἶπε· γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά.

3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ.

 

4 ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται.

5 ὁ δὲ κατοιόμενος καὶ καταφρονητής, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ, ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾿ αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.

6 οὐχὶ ταῦτα πάντα κατ᾿ αὐτοῦ παραβολὴν λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.

7 ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.

8 διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.

9 ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν.

10 ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου·

11 διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.

12 οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις.

13 οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.

14 ὅτι ἐπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς.

15 ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν.

16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ, καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.

17 διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.

18 τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.

19 οὐαὶ ὁ λέγων τῷ ξύλῳ· ἔκνηψον, ἐξεγέρθητι, καὶ τῷ λίθῳ· ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ.

20 ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.


3

Προσευχὴ ᾿Αμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς.  ΚΥΡΙΕ, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·

2 Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ.

3 ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. (διάψαλμα). ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.

4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.

5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ

6 ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ διετάκη ἔθνη. διεβρύθη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι.

 

7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.

8 μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.

9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος. (διάψαλμα). ποταμῶν ραγήσεται γῆ.

 

10 ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.

11 ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη.

13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τὸν χριστόν σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. (διάψαλμα).

14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν ὡς ἐσθίων πτωχὸς λάθρᾳ.

15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.

16 ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.

17 διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσι βόες ἐπὶ φάτναις.

18 ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

19 Κύριος ὁ Θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.


 

 

 

    

 

    

       

HABAKKUK
 

1

The burden which the prophet Ambacum saw.

2 How long, O Lord, shall I cry out, and thou wilt not hearken? how long shall I cry out to thee being injured, and thou wilt not save?

3 Wherefore hast thou shown me troubles and griefs to look upon, misery and ungodliness? judgment is before me, and the judge receives a reward.

4 Therefore the law is frustrated, and judgment proceeds not effectually, for the ungodly man prevails over the just; therefore perverse judgment will proceed.

5 Behold, ye despisers, and look, and wonder marvelously, and vanish: for I work a work in your days, which ye will in no wise believe, though a man declare it to you.

6 Wherefore, behold, I stir up the Chaldeans, the fighters, the bitter and hasty nation, that walks upon the breadth of the earth, to inherit tabernacles not his own.

7 He is terrible and famous; his judgment shall proceed of himself, and his dignity shall come out of himself.

8 And his horses shall bound more swiftly than leopards, and they are fiercer than the wolves of Arabia: and his horsemen shall ride forth, and shall rush from far; and they shall fly as an eagle hasting to eat.

9 Destruction shall come upon ungodly men, resisting with their adverse front, and he shall gather the captivity as the sand.

10 And he shall be at his ease with kings, and princes are his toys, and he shall mock at every strong-hold, and shall cast a mound, and take possession of it.

 

11 Then shall he change his spirit, and he shall pass through, and make an atonement, saying, This strength belongs to my god.

12 Art not thou from the beginning, O Lord God, my Holy One? and surely we shall not die. O Lord, thou hast established it for judgment, and he has formed me to chasten with his correction.

13 His eye is too pure to behold evil doings, and to look upon grievous afflictions: wherefore dost thou look upon despisers? wilt thou be silent when the ungodly swallows up the just?

14 And wilt thou make men as the fishes of the sea, and as the reptiles which have no leader?

 

15 He has brought up destruction with a hook, and drawn one with a casting net, and caught another in his drags:

16 therefore shall his heart rejoice and be glad. Therefore will he sacrifice to his drag, and burn incense to his casting-net, because by them he has made his portion fat, and his meats choice.

 

17 Therefore will he cast his net, and will not spare to slay the nations continually.

 

2

I will stand upon my watch, and mount upon the rock, and watch to see what he will say by me, and what I shall answer when I am reproved.

2 And the Lord answered me and said, Write the vision, and that plainly on a tablet, that he that reads it may run.

3 For the vision is yet for a time, and it shall shoot forth at the end, and not in vain: though he should tarry, wait for him; for he will surely come, and will not tarry.

4 If he should draw back, my soul has no pleasure in him: but the just shall live by my faith.

5 But the arrogant man and the scorner, the boastful man, shall not finish anything; who has enlarged his desire as the grave, and like death he is never satisfied, and he will gather to himself all the nations, and will receive to himself all the peoples.

 

6 Shall not all these take up a parable against him? and a proverb to tell against him? and they shall say, Woe to him that multiplies to himself the possessions which are not his! how long? and who heavily loads his yoke.

7 For suddenly there shall arise up those that bite him, and they that plot against thee shall awake, and thou shalt be a plunder to them.

8 Because thou hast spoiled many nations, all the nations that are left shall spoil thee, because of the blood of men, and the sins of the land and city, and of all that dwell in it.

9 Woe to him that covets an evil covetousness to his house, that he may set his nest on high, that he may be delivered from the power of evils.

10 Thou hast devised shame to thy house, thou hast utterly destroyed many nations, and thy soul has sinned.

11 For the stone shall cry out of the wall, and the beetle out of the timber shall speak.

12 Woe to him that builds a city with blood, and establishes a city by unrighteousness.

13 Are not these things of the Lord Almighty? surely many people have been exhausted in the fire, and many nations have fainted.

14 For the earth shall be filled with the knowledge of the glory of the Lord; it shall cover them as water.

15 Woe to him that gives his neighbour to drink the thick lees of wine, and intoxicates him, that he may look upon their secret parts.

16 Drink thou also thy fill of disgrace instead of glory: shake, O heart, and quake, the cup of the right hand of the Lord has come round upon thee, and dishonour has gathered upon thy glory.

17 For the ungodliness of Lebanon shall cover thee, and distress because of wild beasts shall dismay thee, because of the blood of men, and the sins of the land and city, and of all that dwell in it.

18 What profit it the graven image, that they have graven it? one has made it a molten work, a false image; for the maker has trusted in his work, to make dumb idols.

19 Woe to him that says to the wood, Awake, arise; and to the stone, Be thou exalted! whereas it is an image, and this is a casting of gold and silver, and there is no breath in it.

20 But the Lord is in his holy temple: let all the earth fear before him.

 

 3

A prayer of the Prophet Habbakuk with an ode.

O Lord, I have heard thy report, and was afraid:

2 I considered thy works, and was amazed: thou shalt be known between the two living creatures, thou shalt be acknowledged when the years draw nigh; thou shalt be manifested when the time is come; when my soul is troubled, thou wilt in wrath remember mercy.

3 God shall come from Thaeman, and the Holy One from a shady densely wooded mountain. (Pause). His excellence covered the heavens, and the earth was full of his praise.

4 And his brightness shall be as light; there were horns in his hands, and he caused a mighty love of his strength.

5 Before his face shall a word proceed; and He shall go forth for instruction at His feet.

6 He stood, and the earth was moved; He beheld, and
the nations melted away; the mountains were violently burst asunder, the everlasting hills melted away.

7 According to His everlasting will, I saw instead of troubles, the tents of the Ethiopians terrified and the tents of the land of Madiam.

8 Wast thou angry, O Lord, with the rivers? or was thy wrath against the rivers, or thine anger against the sea? for thou wilt mount on thine horses, and thy chariots are salvation.

9 Surely thou didst bend thy bow against scepters, saith the Lord. (Pause). The land of rivers shall be torn asunder.

10 The nations shall see thee and be in pain, as thou dost divide the moving waters: the deep uttered her voice, and raised her form on high.

11 The sun was exalted, and the moon stood still in her course: thy darts shall go forth at the light, at the brightness of the gleaming of thy weapons.

12 Thou wilt bring low the land with threatening, and in wrath thou wilt break down the nations.

13 Thou wentest forth for the salvation of thy people, to save thine anointed: thou shalt bring death on the heads of transgressors; thou has brought bands upon their neck. (Pause).

14 Thou hast cut asunder with anger the heads of the mighty; they shall tremble in it; they shall break open
the bridles, as a poor man that eatest in secret.

15 And thou dost cause thine horses to enter the sea, disturbing much water.

16 I watched, and my belly trembled at the sound of the prayer of my lips, and trembling entered into my bones, and my frame was troubled within me; I will rest in the day of affliction, from going up to the people of my sojourning.

17 For though the fig-tree shall bear no fruit, and there shall be no produce on the vines; the labour of the olive shall fail, and the fields shall produce no food: the sheep have failed from the pasture, and there are no oxen at the cribs;

18 yet I will exult in the Lord, I will joy in God my Saviour.

19 The Lord God is my strength, and he will perfectly strengthen my feet; he mounts me upon high places, that I may conquer by his song.
 

 

next ►►►