The Orthodox Pages

email: pater@christopherklitou.com

 

THE OLD TESTAMENT

SEPTUAGINT

GREEK / ENGLISH

4 KINGS (2 KINGS) CHAPTERS 21-25

Homepage

  Back                                                        

 

   

  

 

 

ΒΑΣΙΛΕΙΩΝ Δ
 

21

ΥΙΟΣ δώδεκα ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Οψιβά.

2 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ,

3 καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν ᾿Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ καὶ ἐποίησε τὰ ἄλση, καθὼς ἐποίησε ᾿Αχαὰβ βασιλεὺς ᾿Ισραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.

4 καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν· ἐν ῾Ιερουσαλὴμ θήσω τὸ ὄνομά μου,

5 καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου

6 καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησε τεμένη καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

7 καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν ῾Ιερουσαλήμ, ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ ᾿Ισραήλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα

8 καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα ᾿Ισραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς.

9 καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠφάνισε Κύριος ἐκ προσώπου υἱῶν ᾿Ισραήλ.

10 καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων·

11 ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς ᾿Ιούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν ὁ ᾿Αμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν ᾿Ιούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,

12 οὐχ οὕτως, τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ᾿Ιούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ,

13 καὶ ἐκτενῶ ἐπὶ ῾Ιερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου ᾿Αχαάβ· καὶ ἀπαλείψω τὴν ῾Ιερουσαλήμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ,

14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν,

15 ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης.

16 καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἔπλησε τὴν ῾Ιερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτε τὸν ᾿Ιούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.

17 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα, ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ τῷ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

18 καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπω ᾿Οζά, καὶ ἐβασίλευσεν ᾿Αμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

19 Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν ᾿Αμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλὰμ θυγάτηρ ᾿Αροῦς ἐξ ᾿Ιετέβα.

20 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὼς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ.

21 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ, ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς

22 καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου.

23 καὶ συνεστράφησαν οἱ παῖδες ᾿Αμὼν πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.

24 καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα ᾿Αμὼν καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωσίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ.

25 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμών, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

26 καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ ᾿Οζά, καὶ ἐβασίλευσεν ᾿Ιωσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.


22

ΥΙΟΣ ὀκτὼ ἐτῶν ᾿Ιωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεδία θυγάτηρ ᾿Εδεϊὰ ἐκ Βασουρώθ.

2 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

3 καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ ᾿Ιωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν ᾿Εσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων·

4 ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ,

5 καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,

6 τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου.

7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.

8 καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό.

9 καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ρῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου

10 καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως.

11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια ἑαυτοῦ.

12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ ᾿Αχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ ᾿Αχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ ᾿Ασαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·

13 δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ ᾿Ιούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν.

14 καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ ᾿Αχικὰμ καὶ ᾿Αχοβὼρ καὶ Σαπφὰν καὶ ᾿Ασαΐας πρὸς ῎Ολδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ ᾿Αραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν ῾Ιερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν.

15 καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·

16 τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς ᾿Ιούδα,

17 ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.

18 καὶ πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οἱ λόγοι, οὓς ἤκουσας,

19 ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.

20 οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα.


23

ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ.

2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ἀνὴρ ᾿Ιούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ μετ᾿ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.

3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου τοῦ πορεύεσθαι ὀπίσω Κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.

4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω ῾Ιερουσαλὴμ ἐν σαδημὼθ Κέδρων καὶ ἔβαλε τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.

5 καὶ κατέκαυσε τοὺς χωμαρίμ, οὓς ἔδωκαν βασιλεῖς ᾿Ιούδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ τοῖς περικύκλῳ ῾Ιερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.

6 καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν ῾Ιερουσαλὴμ εἰς τὸν χειμάρρουν Κέδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κέδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.

7 καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ Χεττιΐμ τῷ ἄλσει.

8 καὶ ἀνήγαγε πάντας τοὺς ἱερεῖς ἐκ πόλεων ᾿Ιούδα καὶ ἐμίανε τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαὰ καὶ ἕως Βηρσαβεέ. καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης ᾿Ιησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.

9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν ῾Ιερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

10 καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί.

11 καὶ κατέκαυσε τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς ᾿Ιούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Νάθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρίμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσε πυρί.

12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου ῎Αχαζ, ἃ ἐποίησαν βασιλεῖς ᾿Ιούδα, καὶ τὰ θυσιαστήρια, ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κέδρων.

13 καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον ῾Ιερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοάθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς ᾿Ισραὴλ τῇ ᾿Αστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν ᾿Αμών, ἐμίανεν ὁ βασιλεύς.

14 καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.

15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλόν, ὃ ἐποίησεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσε τὸ ἄλσος.

16 καὶ ἐξένευσεν ᾿Ιωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστάναι ῾Ιεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους

17 καὶ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ ᾿Ιούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.

18 καὶ εἶπεν· ἄφετε αὐτόν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.

19 καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσι Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς ᾿Ισραὴλ παροργίζειν Κύριον, ἀπέστησεν ᾿Ιωσίας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιθήλ.

20 καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾿ αὐτά, καὶ ἐπεστράφη εἰς ῾Ιερουσαλήμ.

21 Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων· ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης·

22 ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν ᾿Ισραήλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων ᾿Ισραὴλ καὶ βασιλέων ᾿Ιούδα,

23 ὅτι ἀλλ᾿ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ᾿Ιωσίου ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν ῾Ιερουσαλήμ.

24 καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ Θεραφὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλὴμ ἐξῇρεν ᾿Ιωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου.

25 ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.

26 πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης, οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ ᾿Ιούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.

27 καὶ εἶπε Κύριος· καί γε τὸν ᾿Ιούδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν ᾿Ισραήλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην τὴν ῾Ιερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον· ἔσται τὸ ὄνομά μου ἐκεῖ.

28 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

29 ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα ᾿Ασσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη ᾿Ιωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν.

30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ. καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

31 Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβνά.

32 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

33 καὶ μετέστησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.

34 καὶ ἐβασίλευσε φαραὼ Νεχαὼ ἐπ᾿ αὐτοὺς τὸν ᾿Ελιακὶμ υἱὸν ᾿Ιωσίου βασιλέως ᾿Ιούδα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ ᾿Ιωακίμ· καὶ τὸν ᾿Ιωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.

35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν ᾿Ιωακὶμ τῷ φαραώ· πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραώ, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ φαραὼ Νεχαώ.

36 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιελδὰφ θυγάτηρ Φαδαὴλ ἐκ Ρουμά.

37 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.


24

ΕΝ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ ᾿Ιωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.

2 καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν ᾿Αμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ ᾿Ιούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

3 πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ ᾿Ιούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε.

4 καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.

5 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

6 καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

7 καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.

8 Υἱὸς ὀκτωκαίδεκα ἐτῶν ᾿Ιωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ ᾿Ελλαναθὰν ἐξ ῾Ιερουσαλήμ.

9 καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.

10 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.

11 καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν.

12 καὶ ἐξῆλθεν ᾿Ιωαχὶμ βασιλεὺς ᾿Ιούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

13 καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς ᾿Ισραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ρῆμα Κυρίου.

14 καὶ ἀπῴκισε τὴν ῾Ιερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.

15 καὶ ἀπῴκισε τὸν ᾿Ιωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα

16 καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.

17 καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία.

18 Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου.

19 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Ιωακίμ·

20 ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐν τῷ ᾿Ιούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.


25

ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.

2 καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐνάτῃ τοῦ μηνὸς

3 καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.

4 καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν ῎Αραβα,

5 καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν ᾿Αραβὼθ ῾Ιεριχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.

6 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησε μετ᾿ αὐτοῦ κρίσιν·

7 καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ᾿ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα.

8 Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς (αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος) ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.

9 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους ῾Ιερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.

10 καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν Χαλδαίων.

11 καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.

12 καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν.

13 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι. καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα.

14 καὶ τοὺς λέβητας καὶ τὰ ἰαμὶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε·

15 καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,

16 στύλους δύο καὶ τὴν θάλασσαν μίαν καὶ τὰς μεχωνώθ, ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.

17 ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ᾿ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων, σαβαχὰ καὶ ροαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.

18 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν

19 καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει.

20 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά.

21 καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη ᾿Ιούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.

22 Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ ᾿Ιούδα, οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾿ αὐτῶν τὸν Γοδολίαν υἱὸν ᾿Αχικὰμ υἱοῦ Σαφάν.

23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωανὰν υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης καὶ ᾿Ιεζονίας υἱὸς τοῦ Μαχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

24 καὶ ὤμοσε Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.

25 καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν ᾿Ισμαὴλ υἱὸς Ναθανίου υἱοῦ ῾Ελισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ· καὶ ἐπάταξε τὸν Γοδολίαν, καὶ ἀπέθανε, καὶ τοὺς ᾿Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν Μασσηφάθ.

26 καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.

27 Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ ᾿Ιωαχὶμ βασιλέως ᾿Ιούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Εὐιαλμαρωδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν ᾿Ιωαχὶμ τοῦ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.

28 καὶ ἐλάλησε μετ᾿ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ ἐν Βαβυλῶνι,

29 καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·

30 καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.



 


 


 

    

 

    

       

4 KINGS


11

21:1 Manasses was twelve years old when he began to reign, and he reigned fifty-five years in Jerusalem: and his motherís name was Apsiba. 2 And he did that which was evil in the eyes of the Lord, according to the abominations of the nations which the Lord cast out from before the children of Israel. 3 And he built again the high places, which Ezekias his father had demolished; and set up an altar to Baal, and made groves as Achaab king of Israel made them; and worshipped all the host of heaven, and served them. 4 And he built an altar in the house of the Lord, whereas he had said, In Jerusalem I will place my name. 5 And he built an altar to all the host of heaven in the two courts of the house of the Lord. 6 And he caused his sons to pass through the fire, and used divination and auspices, and made groves, and multiplied wizards, so as to do that which was evil in the sight of the Lord, to provoke him to anger. 7 And he set up the graven image of the grove in the house of which the Lord said to David, and to Solomon his son, In this house, and in Jerusalem which I have chosen out of all the tribes of Israel, will I even place my name for ever. 8 And I will not again remove the foot of Israel from the land which I gave to their fathers, even of those who shall keep all that I commanded, according to all the commandments which my servant Moses commanded them. 9 But they hearkened not; and Manasses led them astray to do evil in the sight of the Lord, beyond the nations whom the Lord utterly destroyed from before the children of Israel. 10 And the Lord spoke by his servants the prophets, saying, 11 Forasmuch as Manasses the king of Juda has wrought all these evil abominations, beyond all that the Amorite did, who lived before him, and has led Juda also into sin by their idols, 12 it shall not be so. Thus saith the Lord God of Israel, Behold, I bring calamities upon Jerusalem and Juda, so that both the ears of every one that hears shall tingle. 13 And I will stretch out over Jerusalem the measure of Samaria, and the plummet of the house of Achaab: and I will wipe Jerusalem as a jar is wiped, and turned upside down in the wiping. 14 And I will reject the remnant of my inheritance, and will deliver them into the hands of their enemies; and they shall be for a plunder and for a spoil to all their enemies: 15 forasmuch as they have done wickedly in my sight, and have provoked me from the day that I brought out their fathers out of Egypt, even until this day. 16 Moreover Manasses shed very much innocent blood, until he filled Jerusalem with it from one end to the other, beside his sins with which he caused Juda to sin, in doing evil in the eyes of the Lord. 17 And the rest of the acts of Manasses, and all that he did, and his sin which he sinned, are not these things written in the book of the chronicles of the kings of Juda? 18 And Manasses slept with his fathers, and was buried in the garden of his house, even in the garden of Oza: and Amos his son reigned in his stead. 19 Twenty and two years old was Amos when he began to reign, and he reigned two years in Jerusalem: and his motherís name was Mesollam, daughter of Arus of Jeteba. 20 And he did that which was evil in the sight of the Lord, as Manasses his father did. 21 And he walked in all the way in which his father walked, and served the idols which his father served, and worshipped them. 22 And he forsook the Lord God of his fathers, and walked not in the way of the Lord. 23 And the servants of Amos conspired against him, and slew the king in his house. 24 And the people of the land slew all that had conspired against king Amos; and the people of the land made Josias king in his room. 25 And the rest of the acts of Amos, even all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? 26 And they buried him in his tomb in the garden of Oza: and Josias his son reigned in his stead.

 

22

22:1 Josias was eight years old when he began to reign, and he reigned thirty and one years in Jerusalem: and his motherís name was Jedia, daughter of Edeia of Basuroth. 2 And he did that which was right in the sight of the Lord, and walked in all the way of David his father; he turned not aside to the right hand or to the left. 3 And it came to pass in the eighteenth year of king Josias, in the eighth month, the king sent Sapphan the son of Ezelias the son of Mesollam, the scribe of the house of the Lord, saying, 4 Go up to Chelcias the high priest, and take account of the money that is brought into the house of the Lord, which they that keep the door have collected of the people. 5 And let them give it into the hand of the workmen that are appointed in the house of the Lord. And he gave it to the workmen in the house of the Lord, to repair the breaches of the house, 6 even to the carpenters, and builders, and masons, and also to purchase timber and hewn stones, to repair the breaches of the house. 7 Only they did not call them to account for the money that was given to them, because they dealt faithfully. 8 And Chelcias the high priest said to Saphan the scribe, I have found the book of the law in the house of the Lord. And Chelcias gave the book to Sapphan, and he read it. 9 And he went into the house of the Lord to the king, and reported the matter to the king, and said, Thy servants have collected the money that was found in the house of the Lord, and have given it into the hand of the workmen that are appointed in the house of the Lord. 10 And Sapphan the scribe spoke to the king, saying, Chelcias the priest has given me a book. And Sapphan read it before the king. 11 And it came to pass, when the king heard the words of the book of the law, that he rent his garments. 12 And the king commanded Chelcias the priest, and Achikam the son of Sapphan, and Achobor the son of Michaias, and Sapphan the scribe, and Asaias the kingís servant, saying, 13 Go, enquire of the Lord for me, and for all the people, and for all Juda, and concerning the words of this book that has been found: for the wrath of the Lord that has been kindled against us is great, because our fathers hearkened not to the words of this book, to do according to all the things written concerning us. 14 So Chelcias the priest went, and Achicam, and Achobor, and Sapphan, and Asaias, to Olda the prophetess, the mother of Sellem the son of Thecuan son of Aras, keeper of the robes; and she dwelt in Jerusalem in Masena; and they spoke to her. 15 And she said to them, Thus saith the Lord God of Israel, Say to the man that sent you to me, 16 Thus saith the Lord, Behold, I bring evil upon this place, and upon them that dwell in it, even all the words of the book which the king of Juda has read: 17 because they have forsaken me, and burnt incense to other gods, that they might provoke me with the works of their hands: therefore my wrath shall burn forth against this place, and shall not be quenched. 18 And to the king of Juda that sent you to enquire of the Lord, óthus shall ye say to him, Thus saith the Lord God of Israel, As for the words which thou hast heard; 19 because thy heart was softened, and thou was humbled before me, when thou heardest all that I spoke against this place, and against the inhabitants of it, that it should be utterly destroyed and accursed, and thou didst rend thy garments, and weep before me; I also have heard, saith the Lord. 20 It shall not be so therefore: behold, I will add thee to thy fathers, and thou shalt be gathered to thy tomb in peace, and thine eyes shall not see any among all the evils which I bring upon this place.

 

23

23:1 So they reported the word to the king: and the king sent and gathered all the elders of Juda and Jerusalem to himself. 2 And the king went up to the house of the Lord, and every man of Juda and all who dwelt in Jerusalem with him, and the priests, and the prophets, and all the people small and great; and he read in their ears all the words of the book of the covenant that was found in the house of the Lord. 3 And the king stood by a pillar, and made a covenant before the Lord, to walk after the Lord, to keep his commandments and his testimonies and his ordinances with all the heart and with all the soul, to confirm the words of this covenant; even the things written in this book. And all the people stood to the covenant. 4 And the king commanded Chelcias the high priest, and the priests of the second order, and them that kept the door, to bring out of the temple of the Lord all the vessels that were made for Baal, and for the grove, and all the host of heaven, and he burned them without Jerusalem in the fields of Kedron, and took the ashes of them to Baethel. 5 And he burned the idolatrous priests, whom the kings of Juda had appointed, (and they burned incense in the high places and in the cities of Juda, and the places around about Jerusalem); and them that burned incense to Baal, and to the sun, and to the moon, and to Mazuroth, and to all the host of heaven. 6 And he carried out the grove from the house of the Lord to the brook Kedron, and burned it at the brook Kedron, and reduced it to powder, and cast its powder on the sepulchres of the sons of the people. 7 And he pulled down the house of the sodomites that were by the house of the Lord, where the women wove tents for the grove. 8 And he brought up all the priest from the cities of Juda, and defiled the high places where the priests burned incense, from Gaebal even to Bersabee; and he pulled down the house of the gates that was by the door of the gate of Joshua the ruler of the city, on a manís left hand at the gate of the city. 9 Only the priests of the high places went not up to the altar of the Lord in Jerusalem, for they only ate leavened bread in the midst of their brethren. 10 And he defiled Tapheth which is in the valley of the son of Ennom, constructed for a man to cause his son or his daughter to pass through fire to Moloch. 11 And he burned the horses which the king of Juda had given to the sun in the entrance of the house of the Lord, by the treasury of Nathan the kingís eunuch, in the suburbs; and he burned the chariot of the sun with fire. 12 And the altars that were on the roof of the upper chamber of Achaz, which the kings of Juda had made, and the altars which Manasses had made in the two courts of the house of the Lord, did the king pull down and forcibly remove from thence, and cast their dust into the brook of Kedron. 13 And the king defiled the house that was before Jerusalem, on the right hand of the mount of Mosthath, which Solomon king of Israel built to Astarte the abomination of the Sidonians, and to Chamos the abomination of Moab, and to Moloch the abomination of the children of Ammon. 14 And he broke in pieces the pillars, and utterly destroyed the groves, and filled their places with the bones of men. 15 Also the high altar in Baethel, which Jeroboam the son of Nabat, who made Israel to sin, had made, even that high altar he tore down, and broke in pieces the stones of it, and reduced it to powder, and burnt the grove. 16 And Josias turned aside, and saw the tombs that were there in the city, and sent, and took the bones out of the tombs, and burnt them on the altar, and defiled it, according to the word of the Lord which the man of God spoke, when Jeroboam stood by the altar at the feast: and he turned and raised his eyes to the tomb of the man of God that spoke these words. 17 And he said, What is that mound which I see? And the men of the city said to him, It is the grave of the man of God that came out of Juda, and uttered these imprecations which he imprecated upon the altar of Baethel. 18 And he said, Let him alone; let no one disturb his bones. So his bones were spared, together with the bones of the prophet that came out of Samaria. 19 Moreover Josias removed all the houses of the high places that were in the cities of Samaria, which the kings of Israel made to provoke the Lord, and did to them all that he did in Baethel. 20 And he sacrificed all the priests of the high places that were there on the altars, and burnt the bones of men upon them, and returned to Jerusalem. 21 And the king commanded all the people, saying, Keep the passover to the Lord your God, as it is written in the book of this covenant. 22 For a passover such as this had not been kept from the days of the judges who judged Israel, even all the days of the kings of Israel, and of the kings of Juda. 23 But in the eighteenth year of king Josias, was the passover kept to the Lord in Jerusalem. 24 Moreover Josias removed the sorcerers, and the wizards, and the theraphin, and the idols, and all the abominations that had been set up in the land of Juda and in Jerusalem, that he might keep the words of the law that were written in the book, which Chelcias the priest found in the house of the Lord. 25 There was no king like him before him, who turned to the Lord with all his heart, and with all his soul, and with all his strength, according to all the law of Moses; and after him there rose not one like him. 26 Nevertheless the Lord turned not from the fierceness of his great anger, wherewith he was wroth in his anger against Juda, because of the provocations, wherewith Manasses provoked him. 27 And the Lord said, I will also remove Juda from my presence, as I removed Israel, and will reject this city which I have chosen even Jerusalem, and the house of which I said, My name shall be there. 28 And the rest of the acts of Josias, and all that he did, are not these things written in the book of the chronicles of the kings of Juda? 29 And in his days went up Pharao Nechao king of Egypt against the king of the Assyrians to the river Euphrates: and Josias went out to meet him: and Nechao slew him in Mageddo when he saw him. 30 And his servants carried him dead from Mageddo, and brought him to Jerusalem, and buried him in his sepulchre: and the people of the land took Joachaz the son of Josias, and anointed him, and made him king in the room of his father. 31 Twenty and three years old was Joachaz when he began to reign, and he reigned three months in Jerusalem: and his motherís name was Amital, daughter of Jeremias of Lobna. 32 And he did that which was evil in the sight of the Lord, according to all that his fathers did. 33 And Pharao Nechao removed him to Rablaam in the land of Emath, so that he should not reign in Jerusalem; and imposed a tribute on the land, a hundred talents of silver, and a hundred talents of gold. 34 And Pharao Nechao made Eliakim son of Josias king of Juda king over them in the place of his father Josias, and he changed his name to Joakim, and he took Joachaz and brought him to Egypt, and he died there. 35 And Joakim gave the silver and the gold to Pharao; but he assessed the land to give the money at the command of Pharao: they gave the silver and the gold each man according to his assessment together with the people of the land to give to Pharao Nechao. 36 Twenty-five years old was Joakim when he began to reign, and he reigned eleven years in Jerusalem: and his motherís name was Jeldaph, daughter of Phadail of Ruma. 37 And he did that which was evil in the eyes of the lord, according to all that his fathers had done.

 

24

24:1 In his days went up Nabuchodonosor king of Babylon, and Joakim became his servant three years; and then he turned and revolted from him. 2 And the lord sent against him the bands of the Chaldeans, and the bands of Syria, and the bans of Moab, and the bands of the children of Ammon, and sent them into the land of Juda to prevail against it, according to the word of the Lord, which he spoke by his servants the prophets. 3 Moreover it was the purpose of the Lord concerning Juda, to remove them from his presence, because of the sins of Manasses, according to all that he did. 4 Moreover he shed innocent blood, and filled Jerusalem with innocent blood, and the Lord would not pardon it. 5 And the rest of the acts of Joakim, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? 6 And Joakim slept with his fathers: and Joachim his son reigned in his stead. 7 And the king of Egypt came no more out of his land: for the king of Babylon took away all that belonged to the king of Egypt from the river of Egypt as far as the river Euphrates. 8 Eighteen years old was Joachim when he began to reign, an he reigned three months in Jerusalem: and his motherís name was Nestha, daughter of Ellanastham, of Jerusalem. 9 And he did that which was evil in the sight of the Lord, according to all that his father did. 10 At that time went up Nabuchodonosor king of Babylon to Jerusalem, and the city was besieged. 11 And Nabuchodonosor king of Babylon came against the city, and his servants besieged it. 12 And Joachim king of Juda came forth to the king of Babylon, he and his servants, and his mother, and his princes, and his eunuchs; and the king of Babylon took him in the eighth year of his reign. 13 And he brought forth thence all the treasures of the house of the Lord, and the treasures of the kingís house, and he cut up all the golden vessels which Solomon the king of Israel had made in the temple of the Lord, according to the word of the Lord. 14 And he carried away the inhabitants of Jerusalem, and all the captains, and the mighty men, taking captive ten thousand prisoners, and every artificer and smith: and only the poor of the land were left. 15 And he carried Joachim away to Babylon, and the kingís mother, and the kingís wives, and his eunuchs: and he carried away the mighty men of the land into captivity from Jerusalem to Babylon. 16 And all the men of might, even seven thousand, and one thousand artificers and smiths: all were mighty men fit for war; and the king of Babylon carried them captive to Babylon. 17 And the king of Babylon made Batthanias his son king in his stead, and called his name Sedekias. 18 Twenty and one years old was Sedekias when he began to reign, and he reigned eleven years in Jerusalem: and his motherís name was Amital daughter of Jeremias. 19 And he did that which was evil in the sight of the Lord, according to all that Joachim did. 20 For it was according to the Lordís anger against Jerusalem and on Juda, until he cast them out of his presence, that Sedekias revolted against the king of Babylon.

 

25

25:1 And it came to pass in the ninth year of his reign, in the tenth month, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem; and he encamped against it, and built a mound against it. 2 And the city was besieged until the eleventh year of king Sedekias on the ninth day of the month. 3 And the famine prevailed in the city, and there was no bread for the people of the land. 4 And the city was broken up, and all the men of war went forth by night, by the way of the gate between the walls, this is the gate of the kingís garden: and the Chaldeans were set against the city round about: and the king went by the way of the plain. 5 And the force of the Chaldeans pursued the king, and overtook him in the plains of Jericho: and all his army was dispersed from about him. 6 And they took the king, and brought him to the king of Babylon to Reblatha; and he gave judgment upon him. 7 And he slew the sons of Sedekias before his eyes, and put out the eyes of Sedekias, and bound him in fetters, and brought him to Babylon. 8 And in the fifth month, on the seventh day of the month (this is the nineteenth year of Nabuchodonosor king of Babylon), came Nabuzardan, captain of the guard, who stood before the king of Babylon, to Jerusalem. 9 And he burnt the house of the Lord, and the kingís house, and all the houses of Jerusalem, even every house did the captain of the guard burn. 10 And the force of the Chaldeans pulled down the wall of Jerusalem round about. 11 And Nabuzardan the captain of the guard removed the rest of the people that were left in the city, and the men who had deserted to the king of Babylon, and the rest of the multitude. 12 But the captain of the guard left of the poor of the land to be vine-dressers and husbandmen. 13 And the Chaldeans broke to pieces the brazen pillars that were in the house of the Lord, and the bases, and the brazen sea that was in the house of the Lord, and carried their brass to Babylon. 14 And the caldrons, and the shovels, and the bowls, and the censers, and all the brazen vessels with which they minister, he took. 15 And the captain of the guard took the fire-pans, and the gold and silver bowls. 16 Two pillars, and one sea, and the bases which Solomon made for the house of the Lord: there was no weight of the brass of all the vessels. 17 The height of one pillar was eighteen cubits, and the chapiter upon it was of brass: and the height of the chapiter was three cubits: the border, and the pomegranates on the chapiter round about were all of brass: and so it was with the second pillar with its border. 18 And the captain of the guard took Saraias the high-priest, and Sophonias the second in order, and the three doorkeepers. 19 And they took out of the city one eunuch who was commander of the men of war, and five men that saw the face of the king, that were found in the city, and the secretary of the commander-in-chief, who took account of the people of the land, and sixty men of the people of the land that were found in the city. 20 And Nabuzardan the captain of the guard took them, and brought them to the king of Babylon to Reblatha. 21 And the king of Babylon smote them and slew them at Reblatha in the land of ∆math. So Juda was carried away from his land. 22 And as for the people that were left in the land of Juda, whom Nabuchodonosor king of Babylon left, even over them he set Godolias son of Achicam son of Saphan. 23 And all the captains of the host, they and their men, heard that the king of Babylon had thus appointed Godolias, and they came to Godolias to Massephath, both Ismael the son of Nathanias, and Jona son of Careth, and Saraias, son of Thanamath the Netophathite, and Jezonias son of a Machathite, they and their men. 24 And Godolias swore to them and their men, and said to them, Fear not the incursion of the Chaldeans; dwell in the land, and serve the king of Babylon, and it shall be well with you. 25 And it came to pass in the seventh month that Ismael son of Nathanias son of Helisama, of the seed royal, came, and ten men with him, and he smote Godolias, that he died, him and the Jews and the Chaldeans that were with him in Massepha. 26 And all the people, great and small rose up, they and the captains of the forces, and went into Egypt; because they were afraid of the Chaldeans. 27 And it came to pass in the thirty-seventh year of the carrying away of Joachim king of Juda, in the twelfth month, on the twenty-seventh day of the month, that Evialmarodec king of Babylon in the first year of his reign lifted up the head of Joachim king of Juda, and brought him out of his prison-house. 28 And he spoke kindly to him, and set his throne above the thrones of the kings that were with him in Babylon; 29 And changed his prison garments: and he ate bread continually before him all the days of his life. 30 And his portion, a continual portion, was given him out of the house of the king, a daily rate for every day all the days of his life.


 


 

next ►►►