The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΓΕΝΕΣΙΣ

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                     GENESIS

 

    ΚΕΦ. 21-30

21

ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε, 2 καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ. 4 περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. 5 καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 6 εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου. 8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 9 ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς· 10 καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ. 11 σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον ῾Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. 12 εἶπε δὲ ὁ Θεὸς τῷ ῾Αβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα. 13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν. 14 ἀνέστη δὲ ῾Αβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου. 15 ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης. 16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. 17 εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν ῎Αγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν. 18 ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. 19 καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον. 20 καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης. 21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου. 22 ᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ῾Αβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς· 23 νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. 24 καὶ εἶπεν ῾Αβραάμ· ἐγὼ ὀμοῦμαι. 25 καὶ ἤλεγξεν ῾Αβραὰμ τὸν ᾿Αβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ᾿Αβιμέλεχ. 26 καὶ εἶπεν αὐτῷ ᾿Αβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον. 27 καὶ ἔλαβεν ῾Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ᾿Αβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 καὶ ἔστησεν ῾Αβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας. 29 καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας; 30 καὶ εἶπεν ῾Αβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο. 31 διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ. 33 καὶ ἐφύτευσεν· ῾Αβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος. 34 παρῴκησε δὲ ῾Αβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

 

22

ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. 3 ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. 6 ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8 εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα, 9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 12 καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. 13 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. 14 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· 16 κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, 17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. 19 ἀπεστράφη δὲ ῾Αβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν ῾Αβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. 20 ᾿Εγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ ῾Αβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου, 21 τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων 22 καὶ τὸν Χαζὰδ καὶ ᾿Αζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν ᾿Ιελδὰφ καὶ τὸν Βαθουήλ· 23 Βαθουὴλ δὲ ἐγέννησε τὴν Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ ῾Αβραάμ. 24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.

 

23

ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ ῾Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ῾Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν ῾Αβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων· 4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ῾Αβραὰμ λέγοντες· μὴ κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ ῾Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ῾Αβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ ᾿Εφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10 ᾿Εφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ ᾿Εφρὼν ὁ Χετταῖος πρὸς ῾Αβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων· 11 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου· 12 καὶ προσεκύνησεν ῾Αβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς 13 καὶ εἶπε τῷ ᾿Εφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 14 ἀπεκρίθη δὲ ᾿Εφρὼν τῷ ᾿Αβραὰμ λέγων· 15 οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16 καὶ ἤκουσεν ῾Αβραὰμ τοῦ ᾿Εφρών, καὶ ἀποκατέστησεν ῾Αβραὰμ τῷ ᾿Εφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 καὶ ἔστη ὁ ἀγρὸς ᾿Εφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ ῾Αβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 μετὰ ταῦτα ἔθαψεν ῾Αβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. 20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ ῾Αβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.

24

ΚΑΙ ῾Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν ῾Αβραὰμ κατὰ πάντα. 2 καὶ εἶπεν ῾Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, 3 καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς, 4 ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν. 5 εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; 6 εἶπε δὲ πρὸς αὐτὸν ῾Αβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. 7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. 8 ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. 9 καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν ῾Αβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ρήματος τούτου. 10 Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ. 11 καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. 12 καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ. 13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, 14 καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ. 15 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ ῾Αβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς. 16 ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη. 17 ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. 18 ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων. 19 καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. 20 καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. 21 ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ. 22 ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν. 23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι. 24 ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ. 25 καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι. 26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· 27 εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. 28 Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα. 29 τῇ δὲ Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. 30 καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ρήματα Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς 31 καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. 32 εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ. 33 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου. καὶ εἶπαν· λάλησον. 34 Καὶ εἶπε· παῖς ῾Αβραὰμ ἐγώ εἰμι. 35 Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. 36 καὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ. 37 καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν, 38 ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. 39 εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ. 40 καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 41 τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου. 42 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ, 43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ, 44 καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου ῾Αβραάμ. 45 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με. 46 καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε. 47 καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς· 48 καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου ῾Αβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ. 49 εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν. 50 ᾿Αποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν. 51 ἰδοὺ Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. 52 ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ ῾Αβραὰμ τῶν ρημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ. 53 καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ρεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς. 54 καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. 55 εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται. 56 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. 57 οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς. 58 καὶ ἐκάλεσαν τὴν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι. 59 καὶ ἐξέπεμψαν Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ ῾Αβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ. 60 καὶ εὐλόγησαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. 61 ἀναστᾶσα δὲ Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβέκκαν ἀπῆλθεν. 62 ᾿Ισαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα. 63 καὶ ἐξῆλθεν ᾿Ισαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας. 64 καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν ᾿Ισαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. 65 καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο. 66 καὶ διηγήσατο ὁ παῖς τῷ ᾿Ισαὰκ πάντα τὰ ρήματα, ἃ ἐποίησεν. 67 εἰσῆλθε δὲ ᾿Ισαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη ᾿Ισαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.

 

25

ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ ῾Αβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα. 2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωκέ. 3 Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ. 4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφεὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβειρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας. 5 ῎Εδωκε δὲ ῾Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ, 6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν ῾Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. 7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς ῾Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη. 8 καὶ ἐκλείπων ἀπέθανεν ῾Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 9 καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, 10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο ῾Αβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν ῾Αβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν ᾿Ισαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως. 12 Αὗται δέ αἱ γενέσεις ᾿Ισμαὴλ τοῦ υἱοῦ ῾Αβραάμ, ὃν ἔτεκεν ῎Αγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάρρας τῷ ῾Αβραάμ. 13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος ᾿Ισμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ 14 καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ 15 καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ ᾿Ιετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. 16 οὗτοί εἰσιν οἱ υἱοὶ ᾿Ισμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. 17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ᾿Ισμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. 18 κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς ᾿Ασσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε. 19 Καὶ αὗται αἱ γενέσεις ᾿Ισαὰκ τοῦ υἱοῦ ῾Αβραάμ· 20 ῾Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ. ἦν δὲ ᾿Ισαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. 21 ἐδέετο δὲ ᾿Ισαὰκ Κυρίου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ρεβέκκα ἡ γυνὴ αὐτοῦ. 22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. 23 καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. 25 ἐξῆλθε δὲ ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ῾Ησαῦ. 26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ῾Ησαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ. ᾿Ισαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα. 27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν ῾Ησαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, ᾿Ιακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. 28 ἠγάπησε δὲ ᾿Ισαὰκ τὸν ῾Ησαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα τὸν ᾿Ιακώβ. 29 ἥψησε δὲ ᾿Ιακὼβ ἕψημα· ἦλθε δὲ ῾Ησαῦ ἐκ τοῦ πεδίου ἐκλείπων, 30 καὶ εἶπεν ῾Ησαῦ τῷ ᾿Ιακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Εδώμ. 31 εἶπε δὲ ᾿Ιακὼβ τῷ ῾Ησαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. 32 καὶ εἶπεν ῾Ησαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; 33 καὶ εἶπεν αὐτῷ ᾿Ιακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ ῾Ησαῦ τὰ πρωτοτόκια τῷ ᾿Ιακώβ. 34 ᾿Ιακὼβ δὲ ἔδωκε τῷ ῾Ησαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν ῾Ησαῦ τὰ πρωτοτόκια.

 

26

ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω. 3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ ῾Αβραὰμ τῷ πατρί σου. 4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 5 ἀνθ᾿ ὧν ὑπήκουσεν ῾Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου. 6 κατῴκησε δὲ ᾿Ισαὰκ ἐν Γεράροις. 7 ᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. 8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας ᾿Αβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν ᾿Ισαὰκ παίζοντα μετὰ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ. 9 ἐκάλεσε δὲ ᾿Αβιμέλεχ τὸν ᾿Ισαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ ᾿Ισαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν. 10 εἶπε δὲ αὐτῷ ᾿Αβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν. 11 συνέταξε δὲ ᾿Αβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται. 12 ἔσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος. 13 καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα· 14 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ, 15 καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς. 16 εἶπε δὲ ᾿Αβιμέλεχ πρὸς ᾿Ισαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. 17 καὶ ἀπῆλθεν ἐκεῖθεν ᾿Ισαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ. 18 καὶ πάλιν ᾿Ισαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες ῾Αβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ. 19 καὶ ὤρυξαν οἱ παῖδες ᾿Ισαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. 20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων ᾿Ισαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος ᾿Αδικία· ἠδίκησαν γὰρ αὐτόν. 21 ἀπάρας δὲ ᾿Ισαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Εχθρία. 22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. 23 ᾿Ανέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. 24 καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς ῾Αβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ ῾Αβραὰμ τὸν πατέρα σου. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων. 26 καὶ ᾿Αβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ. 27 καὶ εἶπεν αὐτοῖς ᾿Ισαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν. 28 οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην, 29 μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου. 30 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· 31 καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ᾿Ισαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας. 32 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ᾿Ισαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ. 33 καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας. 34 ῏Ην δὲ ῾Ησαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα ᾿Ιουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα ῾Ελὼν Χετταίου. 35 καὶ ἦσαν ἐρίζουσαι τῷ ᾿Ισαὰκ καὶ τῇ Ρεβέκκᾳ.

 

27

ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ. 2 καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου· 3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν 4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. 5 Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ῾Ησαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· 6 Ρεβέκκα δὲ εἶπε πρὸς ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ῾Ησαῦ τὸν ἀδελφόν σου λέγοντος· 7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. 8 νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι. 9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, 10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. 11 εἶπε δὲ ᾿Ιακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ῾Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος· 12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν. 13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι. 14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. 15 καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον 16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ 17 καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς. 18 καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον; 19 καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρί· ἐγὼ ῾Ησαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. 20 εἶπε δὲ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου. 21 εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ ἢ οὔ. 22 ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ ᾿Ιακώβ, αἱ δὲ χεῖρες χεῖρες ῾Ησαῦ. 23 καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν 24 καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ; ὁ δὲ εἶπεν· ἐγώ. 25 καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. 26 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον. 27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. 28 καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου. 29 καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος. 30 Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. 31 καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. 32 καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ῾Ησαῦ. 33 ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. 34 ἐγένετο δέ, ἡνίκα ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ. 35 εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. 36 καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν ῾Ησαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; 37 ἀποκριθεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; 38 εἶπε δὲ ῾Ησαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ ᾿Ισαὰκ ἀνεβόησε φωνῇ ῾Ησαῦ καὶ ἔκλαυσεν. 39 ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. 40 καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. 41 Καὶ ἐνεκότει ῾Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ ῾Ησαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου. 42 ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε· 43 νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν. 44 καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς, 45 ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. 46 Εἶπε δὲ Ρεβέκκα πρὸς ᾿Ισαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται ᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;

 

28

ΠΡΟΣΚΑΛΕΣΑΜΕΝΟΣ δὲ ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων· 2 ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου. 3 ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν· 4 καὶ δῴη σοι τὴν εὐλογίαν ῾Αβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ ῾Αβραάμ. 5 καὶ ἀπέστειλεν ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ρεβέκκας τῆς μητρὸς ᾿Ιακὼβ καὶ ῾Ησαῦ. 6 Εἶδε δὲ ῾Ησαῦ ὅτι εὐλόγησεν ᾿Ισαὰκ τὸν ᾿Ιακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, 7 καὶ ἤκουσεν ᾿Ιακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας. 8 ἰδὼν δὲ καὶ ῾Ησαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, 9 ἐπορεύθη ῾Ησαῦ πρὸς ᾿Ισμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα ᾿Ισμαὴλ τοῦ υἱοῦ ῾Αβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα. 10 Καὶ ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. 11 καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθῃ ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. 12 καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς. 13 ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς ῾Αβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς ᾿Ισαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. 14 καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν, καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. 15 καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. 16 καὶ ἐξηγέρθη ᾿Ιακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. 17 καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. 18 καὶ ἀνέστη ᾿Ιακὼβ τὸ πρωΐ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. 19 καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον. 20 καὶ ηὔξατο ᾿Ιακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι 21 καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεόν, 22 καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

 

29

ΚΑΙ ἐξάρας ᾿Ιακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς ᾿Ιακὼβ καὶ ῾Ησαῦ. 2 καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, 3 καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. 4 εἶπε δὲ αὐτοῖς ᾿Ιακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν. 5 εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν. 6 εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. 7 καὶ εἶπεν ᾿Ιακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε. 8 οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. 9 ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. 10 ἐγένετο δέ, ὡς εἶδεν ᾿Ιακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν ᾿Ιακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. 11 καὶ ἐφίλησεν ᾿Ιακὼβ τὴν Ραχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε. 12 καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα. 13 ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα ᾿Ιακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους. 14 καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν. 15 Εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί; 16 τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ. 17 οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. 18 ἠγάπησε δὲ ᾿Ιακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. 19 εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ. 20 καὶ ἐδούλευσεν ᾿Ιακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. 21 εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν. 22 συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον. 23 καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς ᾿Ιακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ. 24 ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. 25 ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με; 26 ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν· 27 συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα. 28 ἐποίησε δὲ ᾿Ιακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 29 ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. 30 καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. 31 ᾿Ιδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα· 32 καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ ᾿Ιακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου. 33 καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών· 34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί. 35 καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιούδαν. καὶ ἔστη τοῦ τίκτειν.

 

30

ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ ᾿Ιακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ ᾿Ιακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ. 2 θυματωθεὶς δὲ ᾿Ιακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; 3 εἶπε δὲ Ραχὴλ τῷ ᾿Ιακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. 4 καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ. 5 καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. 6 καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν. 7 καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακώβ. 8 καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ. 9 Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ ᾿Ιακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν 10 καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. 11 καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. 12 καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν δεύτερον. 13 καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ασήρ. 14 ᾿Επορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 15 εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 16 εἰσῆλθε δὲ ᾿Ιακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην. 17 καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν πέμπτον. 18 καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισσάχαρ, ὅ ἐστι μισθός. 19 καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ ᾿Ιακώβ. 20 καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. 21 καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα. 22 ᾿Εμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, 23 καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος· 24 καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον. 25 ᾿Εγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν ᾿Ιωσήφ, εἶπεν ᾿Ιακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. 26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι. 27 εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. 28 διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. 29 εἶπε δὲ ᾿Ιακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ· 30 μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; 31 καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ ᾿Ιακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω. 32 παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. 33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί. 34 εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου. 35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. 36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον ᾿Ιακώβ. ᾿Ιακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. 37 ἔλαβε δὲ ἑαυτῷ ᾿Ιακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς ᾿Ιακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον. 38 καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους· 39 καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά. 40 τοὺς δὲ ἀμνοὺς διέστειλεν ᾿Ιακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. 41 ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν ᾿Ιακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους· 42 ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ ᾿Ιακώβ. 43 καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.

 

 

Back                                 Homepage                             Next ►►►