The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Δ΄

Στιχηρὰ Προσόμοια Σταυρώσιμα

Ἦχος δ'

Ἔδωκας σημείωσιν

κ γῆς μὲ τὸ πρότερον, δημιουργήσας Φιλάνθρωπε, σὴ εἰκόνι ἐτίμησας, τρυφὴν χαρισάμενος, τὴν ἓν Παραδείσω, καὶ γνώσεως ξύλω, δελεασθέντα καὶ φθορά, ὑποπεσόντα πάλιν ἀνέστησας, βροτὸς αὐτὸς γενόμενος, καὶ σταυρωθεὶς ὁ ἀθάνατος, διὰ ἔλεος ἄμετρον, καὶ πολλὴν συγκατάβασιν.

Οἶκτον δι' ἀμέτρητον, ὁ Ποιητής μου καὶ Κύριος, μὴ λιπῶν τὸν Γεννήτορα, τὴ γῆ ἐπεδήμησεν, ἑαυτὸν κενώσας, μορφήν τε τῶν δούλων, ἀναλαβῶν ὡς ἀγαθός, ἐκ τῆς Παρθένου, καθὼς ηὐδόκησε, καὶ Σταύρωσιν ὑπέμεινε, σαρκὶ παθῶν ὁ ἀθάνατος, καὶ τὸν θάνατον ἔλυσε, καὶ τὸν ἄνθρωπον ἔσωσε.

Σταυρούμενος Δέσποτα, τὴν ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἑαυτῶ συνεσταύρωσας, ἀρὰν δὲ ἐξήλειψας, τρήσει τὴ τῶν ἤλων, καὶ τοῦ Πρωτοπλάστου, λόγχη νυγείς σου τήν πλευράν, Χριστὲ διέρρηξας τὸ χειρόγραφον, ὑμνῶ σου τὰ Παθήματα, δοξολογῶ σου τὴν Ἐγερσιν, δι' ἦς πάντας ἐζώωσας, νεκρωθέντας τοὶς πάθεσιν.

Ἔτερα τῆς Θεοτόκου  ὅμοια

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ Πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβω καὶ πόθω, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πὺρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ ἀπολήψωμαι, εὐφραινόμενος πάντοτε.

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστὰν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει Ἀγαθή, ἐξ ὧν μὲ ῥύσαι τὴ δυναστεία σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῶ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθη τῆς δούλης σου, μὴ βραδύνης Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Ἀπόστιχα Σταυρώσιμα

πλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.

Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.

Μαρτυρικὸν

χοντες παρρησίαν, πρὸς τὸν Σωτήρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὡς γενναῖον ἐν Μάρτυσι

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοὶ ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταύτά σοὶ ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τὴ ἀρρήτω σου καὶ θεία, συγκαταβάσει Φιλάνθρωπε.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος δ'

ξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῶ τιμίω σου αἵματι, τῶ Σταυρῶ προσηλωθείς, καὶ τὴ λόγχη κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοί.

ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Κατεπλάγη Ἰωσὴφ

Παρεστώσα τῷ Σταυρῷ, ἡ Πανάμώμητος ἀμνάς, τοῦ ἀμνοῦ καὶ λυτρωτοῦ, θρήνοις ἐκόπτετο δεινοῖς, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη. Τὶ τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα; γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὑπομένεις σταύρωσιν, πὼς ἑκούσιον, καὶ τὸν ἐπώδυνον θάνατον, Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, πλαστουργὲ συγκατάβασιν.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημούσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῶ Σταυρῶ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὅμοιον

Σταυρῶ σὲ προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνακαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλή σου, λόγχη δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῶ πλήθει τῶν οἰκτιρμῶν σου, φιλάνθρωπε δόξα σοί.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, Σταυρῶ σὲ ὑψούμενον, ὀδυρομένη πικρῶς, τοιαῦτα ἐφθέγγετο. Τὶ τὸ καινὸν καὶ ξένον, καὶ παράδοξον θαῦμα; πῶς σὲ ἄνομος δῆμος, τῶ Σταυρῶ προσπηγνύει, τὸν μόνον σὲ ζωοδότην, φῶς μου γλυκύτατον;

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

ν Παραδείσῳ μὲ δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τὴ πικρὰ συμβουλία, ἐν τῷ Κρανίω πάλιν ἐξανέστησας Χριστέ, ξύλω ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτεῖνας τὸν ἀπάτη με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοὶ ζωήν. Δόξα τὴ θεία σταυρώσει σου Κύριε.

Μαρτυρικὸν

Τῶν ἐν ὅλω τῶ κόσμω Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοὶ Χριστὲ ὁ Θεός. Τῶ λαῶ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ

πὶ Σταυροῦ σὲ δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα. Τίς σου ἡ ἀπόρρητος συγκατάβασις Λόγε; πῶς σὲ νὺν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρίναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.

Ὁ Σταυρὸς ἐστιν ὅπλον εἰς σωτηρίαν. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.

τεῖνας, τὸν οὐρανὸν ἐξέτεινας, ἐπὶ Σταυροῦ Ἰησοῦ, τὰς σᾶς παλάμας ἔθνη τὰ μακράν, ἀπόσούχρη ματίσαντα, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος, περιφανῶς ἀγκαλιζόμενος.

Σταυρῶ με, τῶ σῶ Χριστέ μου τείχισον, ὅπως μὴ γένωμαι, θήραμα λύκου Λόγε, τὴν ἐμὴν ἐκζητοῦντος ἀπώλειαν, καὶ καθ' ἑκάστην λόχους μοί, καὶ τὰς ἐνέδρας ἑτοιμάζοντος.

Μαρτυρικὰ 

Τοὶς πόνοις, πόνου παντὸς τὸν πρόξενον, κατηδαφίσατε, καὶ νὺν κληροῦσθε ἄπονον ζωήν, πάντα πόνον κουφίζοντες, ἐκ τῶν ψυχῶν, μακάριοι, καὶ τῶν σωμάτων ἡμῶν πάντοτε.

λύτοις, δεσμοὶς ὑμεῖς ἐδήσατε, τὸν πολυμήχανον, διὰ Χριστὸν δεσμούμενοι σοφοί, τὸν δεθέντα θελήματι, καὶ πᾶσαν πλάνην λύσαντα, ὅθεν ἀξίως μακαρίζεσθε.

Σταυροθεοτοκίον

Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, διαμεμένηκας, τὸν ὑψωθέντα Ἄχραντε Σταυρῶ, ὑπὲρ λόγον κυήσασα, ὅθεν πιστοὶ σὲ ἅπαντες, μεγαλοφώνως μακαρίζομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς,

"Ὠδὴ τετάρτη τὴ Θεοτόκω Κόρη".

Εἱρμὸς ὁ αὐτὸς

ς οὖσα, καθαρωτέρα Πάναγνε, πάσης τῆς κτίσεως, τὴν ἀκαθάρτοις πάθεσι δεινῶς, μολυνθεῖσαν καρδίαν μου, τὴ καθαρὰ πρεσβεία σου, Θεοκυῆτορ ἀποκάθαρον.

Δακρύων, καὶ στεναγμῶν μὲ λύτρωσαι, ἀποκειμένων μοί, ἐν τῇ μελλούση δίκη τὴ φρικτή, εὐπροσδέκτοις πρεσβείαις σου, Παρθενομῆτορ Ἄχραντε, ταὶς πρὸς τὸν Κτίστην καὶ Θεὸν ἡμῶν.

μόνη, τὴ ὑπὲρ νοῦν κυήσει σου, ἐλευθερώσασα, ἐκ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν, σαρκικοὶς ἀτοπήμασιν, δεδουλωμένον Πάναγνε, σαὶς ἱκεσίαις ἐλευθέρωσον.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα.

ψούμενος ἐν Σταυρῷ, τοὺς καταχθέντας εἰς φθορὰν ὕψωσας, καὶ τὸν ἐχθρὸν ἔπτωσας, Δέσποτα Χριστέ, ὁ Θεὸς ἡμῶν.

ομφαῖαι τοῦ δυσμενοῦς, σοῦ λογχευθέντος τὴν πλευρὰν ἤμβλυνται, καὶ ἡ Ἐδὲμ ἤνοικται, Λόγε τοῦ Πατρός, ἐνυπόστατε.

Μαρτυρικὰ

Οἱ πύρινοι ποταμοί, τοὺς τῆς ἀπάτης ποταμοὺς ἔπαυσαν, καὶ τὴν πυρὰν ἔσβεσαν, τῆς πολυθεϊας, οἱ Μάρτυρες.

Σταυρούμενοι καὶ εἰς γήν, τυμπανιζόμενοι Χριστοῦ Μάρτυρες, τὸν δυσμενῆ δράκοντα, ξίφει καρτερίας, ἐσφάξατε.

Σταυροθεοτοκίον

ἄμωμος σὲ Ἀμνάς, ἀναρτηθέντα ἐν Σταυρῷ βλέπουσα, ὀδυνηρῶς Δέσποτα, ἔκλαιεν ὑμνοῦσα, τὸ κράτος σου.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτω καυχώμεθα, ἀλλ' ἐν σοὶ τὴ τοῦ Πατρός, ἐνυποστάτω σοφία Χριστέ, οὐ γὰρ ἔστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Τὴν ἀνωτέραν, Χερουβεὶμ ἱκετεύω σὲ Δέσποινα, συμπτωθέντα μου τὸν νοῦν, ταὶς ἐπηρείαις τοῦ ὄφεως, παθῶν τῶν τοῦ σώματος, δεῖξον ἀνώτερον.

ν τῇ ἐτάσει, τὴ φρικτὴ ὅταν μέλλη μὲ Κύριος, κατακρίναι τὸν πολλά, ἡμαρτηκότα Πανάμωμε, εὔροιμί σε σώζουσαν, τῆς καταδίκης με.

Τοὶς οἰκτιρμοίς σου, τοὺς ἀσπλάγχνους μου τρόπους μετάβαλε, συμπαθεῖα σου Χριστέ, ἀσυμπαθῆ μὲ ὑπάρχοντα, σῶσον παρακλήσεσι, τῆς κυησάσης σε.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

παρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τὴ δυνάμει σου Κύριε.

παρθέντα σὲ ἐν ξύλῳ ἐθελουσίως, κατανοῶν ὁ ἥλιος, Ἤλιε τῆς δόξης, σκότος ἐνεδύσατο, καὶ πέτραι ἐρρήγνυντο, καὶ τὸ τοῦ Ναοῦ καταπέτασμα.

Σταυρουμένου σου, καὶ λόγχη ἐκκεντουμένου, ἡ στρεφομένη Κύριε, ῥομφαία ἐδίδου, νῶτα τὴ κελεύσει σου, Ληστὴ τῶ εὐγνώμονι, ἀνυμνολογούντι τὸ κράτος σου.

Μαρτυρικὰ

Τειχιζόμενοι τῶ ὅπλω τῶ τοῦ Σταυροῦ σου, οἱ Ἀθλοφόροι Κύριε, ἄτρωτοι τῶ βέλει, τῆς κακίας ὤφθησαν, καὶ τείχη κατέστρεψαν, εἰδωλομανίας ἀνίδρυτα.

ερεῖα ὥσπερ ἄμωμα καὶ θυσίαι, καὶ προσφοραὶ ὁλόκληροι, τῶ δι' εὐσπλαγχνίαν, Μάρτυρες πτωχεύσαντι, Κυρίω προσήχθητε, πόνων ἀμοιβὰς κομιζόμενοι.

Σταυροθεοτοκίον

τὸν ἄχρονον ἐν χρόνῳ ἀποτεκοῦσα, καὶ παρθενίαν ἄμωμον, ἡ μόνη κεκτημένη, ξύλω ἀναρτώμενον, ὡς ἔγνως τὸν Κύριον, πόνοις τὴν ψυχὴν κατεμέριζες.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

γιάσματος ὑπάρχουσα θεῖος οἶκος, τοῦ κενωθέντος Ἄχραντε ἐπ' εὐεργεσία, τοῦ ἰδίου πλάσματος, ψυχήν μου ἁγίασον, καὶ τὸν λογισμὸν φωταγώγησον.

ιπιζόμενον τὴ λαίλαπι τῆς κακίας, λογισμόν μου Δέσποινα, καὶ τὴ ἀμελεία, ὅλον βυθιζόμενον, πρεσβείαις σου στήριξον, καὶ τῶν συμπτωμάτων ἐξάρπασον.

Τὸ παλάτιον Παρθένε τοῦ Βασιλέως, τὸν οὐρανὸν τὸν ἔμψυχον, νὺν ἐκδυσωπῶ σε, οἶκον τῆς Τριάδος με, εὐχαίς σου ἀνάδειξον, σπήλαιον ληστῶν χρηματίζοντα.

 

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνούντάς σε.

Νυγείσης σου πλευράς, ἀφθαρσίας προχέεις μοί, ὧ Δέσποτα θεία ῥεῖθρα, τῶ πλευρὰς παραινέσει, εἰς φθορὰν ὀλισθήσαντι.

τίμιος Σταυρός, κατ' ἐχθρῶν ἐστι τρόπαιον, ὃν δέδωκας ἡμῖν Λόγε, εἰς ψυχῶν σωτηρίαν, τοὶς πίστει ἀνυμνούσί σε.

Μαρτυρικὰ

Πυρίνοις οἱ θνητοί, λειτουργοὶς νὺν συνήφθησαν, πὺρ ἔνυλον διελθόντες, τῶν μεγίστων βασάνων, ὡς Μάρτυρες ὑπέρλαμπροι.

Λυόμενον πολλοίς, τὸ σαρκίον παθήμασι, τὴν ἄλυτον πρὸς τὸν Κτίστην, τῆς ψυχῆς ἐβεβαίου, τῶν Μαρτύρων διάθεσιν.

Σταυροθεοτοκίον

μόνος ἀγαθός, ὑποδὺς μήτραν ἄφθορον, σαρκούμενος καθωράθη, καὶ σταυρούμενος ὅπως, φθορὰς ἡμᾶς λυτρώσηται.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σὲ μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε.

ἀμνὰς ἡ τέξασα, ἀμνὸν τὸν τοῦ Θεοῦ, τὴν ἐμὴν ζώωσον ψυχήν, φαρμαχθεῖσαν δήγματι τῶ τοῦ ὄφεως, καὶ εἰς ὄρη Δέσποινα, πλανωμένην παραβάσεως.

Τὴ θερμὴ πρεσβεία σου, τῶ κράτει τῶν δεινῶν, πηγνυμένην μου τὴν ψυχήν, εἰς θερμὴν τοῦ Κτίσαντος, θείαν ἀγάπησιν, εὐσεβῶς συγκινησον, Θεοτόκε Παναμώμητε.

καλὴ καὶ ἄμωμος, Ἁγνὴ ἐν γυναιξί, τὴν ταλαίπωρόν μου ψυχήν, ἐμπαθοῦς μωμήσεως, νὺν ἐλευθέρωσον, καὶ ἀγνῶς βιώσαί με, μεσιτείαις σου εὐόδωσον.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Θύσω σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῶ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

πάσης, ἀνωτάτω τιμῆς ὧν ἐπέκεινα, ἀτιμασθῆναι ἠνέσχου, ὅπως μὲ κακίστως ἀτιμασθέντα, καὶ τιμήσης, καὶ Σταυρῶ διασώσης φιλάνθρωπε.

Νεκρὸς μέν, ἐχρημάτισας ξύλω ὑψούμενος, τὸν νεκρωτὴν δὲ εἰργάσω, καὶ νεκρὸν καὶ πάσης πεπληρωμένον, νὺν αἰσχύνης. Ποιητά μου, ὑμνῶ σου τὴν δύναμιν.

Μαρτυρικὰ

τρώθη, τῶ τιτρώσκειν ὑμᾶς ὁ παμπόνηρος, ταὶς ἀνηκέστοις βασάνοις, καὶ ποσὶν ὑμῶν καταβέβληται, καὶ ὁρᾶται, ὑπὸ πάντων γελώμεμενος Μάρτυρες.

άσεις, ἀναβλύζει Μαρτύρων τὰ λείψανα, κόνις κειμένη ἐν τάφῳ, ὡσεὶ κόνιν δαίμονας διαλύει, καὶ ποικίλα, θεραπεύει σωμάτων νοσήματα.

Σταυροθεοτοκίον

λοις σε, ὁ παράνομος δῆμος προσήλωσε, καὶ λύπης νὺν τὴ ῥομφαία, τὴν ἐμὴν καρδίαν σπαράττομαι, ὧ Ποιητά μου, ἡ Παρθένος ἐβόα δακρύουσα.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Θανάτου, ἀναιρέτης ὁ τόκος σου γέγονεν, ὡς τῶν θανόντων Παρθένε, καὶ ζωὴ καὶ λύτρωσις, διὰ τοῦτο, δυσωπῶ σε, τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον.

κτεινον, βοηθείας μοὶ χείρα φιλάνθρωπε, ἐν τῷ πελάγει τοῦ βίου, κλυδωνιζομένω, ταὶς ἱκεσίαις, τῆς Μητρός σου, καὶ τῶν ἄνω ἀπείρων Δυνάμεων.

χώρα, ἡ τὸν θεῖον βλαστήσασα ἄσταχυν, τὴν χερσωθεῖσαν ψυχήν μου, καὶ λιμῶ τῶν θείων ἐκτηκομένην, μὴ παρίδης, ἀλλὰ θρέψον, τοῦ Υἱοῦ σου ἐνθέοις χαρίσμασιν.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ν τῇ καμίνω, Ἀβραμιαῖοι παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον, ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.

Σταυροῦσαι θέλων, ἐπὶ Σταυροῦ γυμνὸς ἀθάνατε μόνε, ὁ ἐνδύων νέφεσιν οὐρανόν, καὶ τὸν πάλαι τοὺς προπάτορας, ἀπογυμνώσαντα, ἐπενδύεις αἰσχύνην αἰώνιον.

Σταυρῶ ὑψώθης, καὶ ὁ πεσὼν Ἀδὰμ ἐγήγερται, λόγχη ἐκεντήθης Δέσποτα τὴν πλευράν, καὶ πληγὴν καιρίαν ἔλαβεν, ὁ πολυμήχανος. Εὐλογητὸν τὸ κράτος σου Κύριε.

Μαρτυρικὰ

ραιοτάτως, τῶ ὡραίω Λόγῳ ἐνούμενοι, κόσμου παντελῶς πανεύφημοι Ἀθληταί, ἐχωρίσθητε δεσμούμενοι, καὶ συντριβόμενοι, καὶ τὸν ἐχθρὸν ἀεὶ συμποδίζοντες.

Τείχη τῆς πλάνης, ἀναμοχλεύσει θεία κατέαξαν, θείων παθημάτων ὄντως οἱ Ἀθληταί, καὶ πιστοὶς τεῖχος ἐδείχθησαν, καὶ φυλακτήριον, τοὶς εὐσεβῶς αὐτοὺς μακαρίζουσι.

Σταυροθεοτοκίον

Τὸν ἐν καμίνῳ, δρόσον ὀφθέντα Χριστὸν τὸν Θεόν, Κόρη μηδαμῶς δὲ φλέξαντα τὴν νηδὺν τὴν σήν, βλέπουσα κρεμάμενον, ξύλω ἐδόξαζες, τὴν ὑπὲρ νοῦν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Τὸ θεῖον ὄρος, ἐξ οὗ λίθος τέτμηται ἄνευ χειρός, ὁ συντρίψας στήλας Κόρη δαιμονικάς, τῆς ψυχῆς μου τὰ ἰνδάλματα, καὶ τῆς καρδίας μου, τὴν λιθώδη ἀπέλασον πώρωσιν.

Οὐκ ἐσαλεύθης, ὡς δεξαμένη ἐν τῇ μήτρα σου Κόρη, τὸν προσβλέψειγήν, καὶ τὰ ἐν αὐτῇ, ὅτε βούλεται σαλεύοντα, διὸ με στήριξον, ταὶς προσβολαὶς ἐχθροῦ σαλευόμενον.

Καταβαλοῦσα, τὰ σαρκικά μου ἁγνὴ φρονήματα, ὅλον Θεοτόκε δεῖξον πνευματικόν, ἀρεταὶς κατακοσμούσά με, ὃν ὁ παμπόνηρος, ἡδονῶν ἀκοσμία ἠμαύρωσεν.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πλωσας παλάμας ἐν Σταυρῷ, χειρὸς ἁμάρτημα ἀκρατοῦς Δέσποτα, θέλων ἰάσασθαι, ἤλοις δὲ προσηλώθης, ἄπαν νόημα τοῦ πρωτοπλάστου, ἐξηλῶν, ἐμπαθὲς Κύριε, μελωδοῦντος. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ήγνυται χειρόγραφον τῆς σῆς, νυγείσης θείας πλευράς, τοῦ πρωτοπλάστου Ἀδάμ, ῥανίσιν αἵματος Δέσποτα, ἁγιάζεται ἡ σύμπασα, εὐχαριστίας ἐν φωναῖς, ἀεὶ κραυγάζουσα. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μαρτυρικὰ

σταντο ἐν μέσῳ τοῦ πυρός, ὡς δροσιζόμενοι, οὐ φλογιζόμενοι, οἱ παναοίδημοι Μάρτυρες, καὶ τῶν Παίδων ἀναμέλποντες, ἐν συμφωνίᾳ μυστική, τὴν θείαν ὄντως ὠδήν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

νύστακτον φέροντες πυρσόν, τῆς προαιρέσεως, σκότει κολάσεων, οὐ παρετράπητε Μάρτυρες, ἀλλ' ἐνθέως δυναμούμενοι, ἐπανεδράμετε πρὸς φῶς, βοῶντες ἄδυτον. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα Χριστόν, καὶ τὸν νεκρώσαντα, βροτοὺς νεκροῦντα ἐχθρόν, ἡ πολυύμνητος Δέσποινα, ὡς Δεσπότην ὕμνει κλαίουσα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα, ἀνεβόα. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

ριμον ἐκύησας καρπόν, ἐξ οὗ ὁ θάνατος, φαγὼν ἀπώλετο, διὸ κραυγάζω σοί, Δέσποινα, τῶ καρπῶ τῆς ἁμαρτίας με, θανατωθέντα δολερῶς, ζώωσον μέλποντα. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κοίμησον κινήσεις ἐμπαθεῖς, τῆς διανοίας μου, τὴ ἀκοιμήτω σου, πρεσβεία, Πάναγνε Δέσποινα, καὶ ἀνάστησον ἐξ ὕπνου με, τῆς ῥαθυμίας μελωδεῖν, γρηγορούσῃ ψυχή. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐχ ἔξεις ταλαίπωρε ψυχή, ἐκεῖ συνήγορον, κατηγορούσης σου, τῆς φαύλης πράξεως ἄμετρα, διὰ τοῦτο μετανόησον, καὶ συνεργὸν πρὸς τὸ καλόν, τὴν μόνην Ἄχραντον, προσλαμβάνου, μόνη γὰρ πέλει βροτῶν καταφύγιον.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

δοὺ ἡ ζωὴ κρεμαμένη, ἐπὶ Σταυροῦ πάσιν ὠράθη, ἥλιος δὲ τοῦτο μὴ φέρων, ἀκτῖνας παύει, καὶ γῆ σαλεύεται, καὶ λογισμοὶ στηρίζονται, ἐπ' εὐσεβεία καὶ σεμνότητι.

πῶς σὲ ὁ ἄνομος δῆμος, τὸν Νομοδότην κατακρίνει, ξύλω Ἰησοῦ μου τεθνάναι, ζωὴν τῶν ὅλων, ὄντα καὶ Κύριον, καὶ διὰ πάθους ἅπασι, βροτοὶς παρὲχ ὀντα ἀπάθειαν!

Μαρτυρικὰ

Στόμασιν ὑμῶν θεολόγοις, ἀνεκηρύξατε πανσόφως, σάρκωσιν τοῦ Λόγου ἐν μέσῳ, παρανομούντων ἐχθρῶν πανεύφημοι, καὶ ἱερῶς ἀθλήσαντες, νίκης στεφάνοις κατεστέφθητε.

μεροφαεὶς ὡς ἀστέρες, πᾶσαν τὴν κτίσιν φρυκτωρεῖτε, ἄθλων ἱερῶν ἀναλάμψει, καὶ ἰαμάτων θείαις λαμπρότησι, καὶ τῶν παθῶν σκεδάζετε, νύκτα βαθεῖαν θεῖοι Μάρτυρες.

Σταυροθεοτοκίον

Φώτισον ἁγνὴ τὴν ψυχήν μου, τὴ ἁμαρτία σκοτισθεῖσαν, λύσον τῶν κακῶν μου τὰ νέφη, φωτὸς νεφέλη, ἡ σκοτιζόμενον, ἥλιον πάλαι βλέψασα, ἐν τῷ σταυροῦσθαι τόν ἀθάνατον.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

ῆξον τὰ δεσμὰ τῶν κακῶν μου, τὴ θεία λόγχη τοῦ Υἱοῦ σου, λύσον τὴν ἀθλίαν ψυχήν μου, πεπεδημένην καὶ κινδυνεύουσαν, καὶ τὴ ἀγάπη πρόσδησον, Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν.

τῶν οὐρανῶν πλατυτέρα, τὴν στενωθείσάν μου καρδίαν, πάση προσβολὴ ἐναντία, πρὸς ἀπαθείας πλάτος ἐξάγαγε, διὰ στενῆς ὁδεύειν με, ἐνδυναμοῦσα τρίβου πάντοτε.

να σὲ δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας μὲ ῥύσαι, τῆς ἁμαρτίας καὶ δόξης μέτοχον, ἐπουρανίου ποίησον, τὸν προσφυγόντα τῶ ἐλέει σου.

Ἀπόστιχα τῶν Αἴνων

Σταυρώσιμα

Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν, ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 

δωκας σημείωσιν, τοὶς φοβουμένοις σὲ Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, ἐν ὧ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα, διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Μαρτυρικὸν

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταὶς ψυχαὶς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὡς γενναῖον ἓν μάρτυσιν

ν σταυρῷ σὲ τεινόμενον, καὶ τοὶς ἤλοις πηγνύμενον, καὶ πλευρὰν τὴ λόγχη σε, τιτρωσκόμενον, κατανοοῦσα ἡ Μήτηρ σου, θρηνοῦσα ἐκραύγαζεν. Οἴμοι Τέκνον ποθεινόν! πῶς σε, δῆμος ὁ ἄνομος, ἐθανάτωσε, τὸν ζωὴν τοὶς ἐν ἅδῃ χορηγοῦντα; ἀλλ' ἀνάστηθι συντόμως, χαροποιῶν οὓς ἠγαπησας.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν ἐν τῇ Βασιλεία σου.

Προσηλώθης τῶ Σταυρῶ, διὰ πολλὴν Χριστὲ ἀγαθότητα, ἐκεντήθης τὴν πλευράν, δύο κρουνοὺς πηγάσας ἀφέσεως, ἡ γῆ δὲ μὴ φέρουσα, καθορᾶν τὸ τόλμημα ἐκυμαίνετο, αἱ πέτραι ἐρρήγνυντο, ἐσβέννυτο ἥλιος, ἐσαλεύοντο ὄρη, καὶ οἱ βουνοὶ φόβω τοῦ κράτους σου.

Τῆς ταθείσης ἀκρατῶς, χειρὸς ἐν ξύλῳ πάλαι τῆς γνώσεως, τοῦ προπάτορος Ἀδάμ, ἐπανορθῶν Χριστὲ τὸ ὀλίσθημα, ἐτάθης θελήματι, καὶ τὰς σᾶς ἠλώθης χείρας Μακρόθυμε, ὁ πλάσας τὸν ἄνθρωπον, χειρί σου δι' ἄμετρον ἀγαθότητα. Δόξα τὴ ὑπὲρ νοῦν Λόγε εὐσπλαγχνία σου.

Μαρτυρικὸν

Οὐρανώσαντες τὴν γήν, ταὶς ὑπερτάταις Ἅγιοι λάμψεσι, τῶν ἀγώνων τῶν καλῶν, δι' ὧν τὸ σκότος ἄπαν ἐδύσατε, τὸ τῆς ματαιότητος, καὶ πρὸς φῶς τὸ ἄδυτον ἐσκηνώσατε, μεθέξει Θεούμενοι, καὶ πάσιν αὐγάζοντες φέγγος γνώσεως, τοὶς καταχρέως ὑμᾶς μακαρίζουσι.

Δόξα...

Γέρας δόξαν καὶ τιμήν, τὴ πανταιτίω Τριάδι νέμωμεν, τρισαγίαις ἐν φωναῖς, τῶν Ἀγγέλων τὸν ὕμνον προσφέροντες. Πατρὶ τῶ ἀνάρχω τε, καὶ Υἱῶ καὶ Πνεύματι ἀνακράζομεν, Ληστοῦ τοῦ εὐγνώμονος, φωνὴν ἀναμέλποντες καὶ κραυγάζοντες. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλεία σου.

Καὶ νύν... Σταυροθεοτοκίον

ναρτώμενον σταυρῶ, ἐθελουσίως βλέπουσα Ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν, ἐκπληττομένη κλαίουσα ἔλεγες. Ποῦ ἔδυ τὸ κάλλος σου, τοῦ τὰ πάντα Κύριε καλλωπίσαντος; τὶ ταῦτα ἀχάριστος, ἀπέδωκε δήμός σοὶ ἀντὶ ἀγαθῶν, Δόξα Λόγε τὴ σὴ ἄκρα ἀγαθότητι.