The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Β΄

Στιχηρὰ προσόμοια Σταυρώσιμα

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

Σῶτερ τῶ Σταυρῶ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμω διεσχίζοντο, ὁρᾶν μὴ σθένουσαι, Κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

λος καταβέβληται εἰς γήν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σώζεται, ὁ πρὶν κατάκριτος, ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας

σου ἀξίωσον.

Κρίσιν δέχη μόνε Βασιλεῦ, ὁ κρίναι τὰ σύμπαντα μέλλων, ἐν τῇ ἐλεύσει σου, στέφος ἀνεδύσω δέ, Σῶτερ ἀκάνθινον, ὑπεκτίλλων Φιλάνθρωπε, τὴν ἐκ τῆς ἀπάτης, ἄκανθαν προθέλυμνον, τὴ δυναστεία σου, πάσιν ἐμφυτεύων τοὶς πίστει, σταύρωσιν τὴν σὴν προσκυνοῦσι, τὴν τῆς εὐσπλαγχνίας σου ἐπίγνωσιν.

Ἔτερα τῆς Θεοτόκου, ὅμοια

Πλοῦτος πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, σὺ ὑπάρχεις Δέσποινα, καὶ σὲ δοξάζομεν, οἱ ἐν θλίψει κραυγάζοντες, Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νὺν τοὺς δούλους σου, πάσης ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς αἰωνίου κατακρίσεως.

ντως ὑπερήραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, τὴν κεφαλήν μου Ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. Σὺ οὖν τὴ θερμή σου πρεσβεία, πρόφθασον καὶ σώσόν με μόνη, τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

σπερ ἐν λιμένι προσδραμῶν, ὑπὸ τὴν ἁγίαν σου σκέπην, Παρθενομῆτορ ἁγνή, δέομαι σπλαγχνίσθητι, μὴ ἀπορρίψης με, ἀλλὰ ῥύσαι τὸν δούλόν σου, τῆς νὺν ἐπελθούσης, θλίψεως, ὡς ἔχουσα τὸ συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, πάντοτε πρεσβεύουσα σῶζε, πάσης περιστάσεως τοὺς δούλους σου.

Δόξα... Καὶ νύν...

Σταυροθεoτοκίον ὅμοιον

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Ἀπόστιχα Κατανυκτικὰ

Σώσόν με Χριστὲ Σωτήρ, τὴ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσση, καὶ ἐλέησόν με ὁ Θεός.

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοὶς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τὴ ἁμαρτία, διὸ βοῶμεν σοί, Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοί.

Μαρτυρικὸν 

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοὶς τυράννοις λέγοντες. Ἡμεῖς στρατευόμεθα τῶ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

Ὅτε ἐκ τοῦ ξύλου

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρωσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀλαλάζουσα. Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

Μετα τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρώσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τὶ τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνήσκεις, θάνατον ἐπονείδιστον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

Παρεστώσα τῶ Σταυρῶ σου ἡ ἀσπόρως τεκούσά σε, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο, κλαυθμῶ, καὶ ἀνεβόα σοί. Πῶς πάσχεις ὁ τὴ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ς ὁ Ληστὴς ὁμολογῶ, καὶ βοῶ σοὶ τῶ ἀγαθῶ. Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλεία σου, καὶ σὺν αὐτῷ ὁ ἑκουσίως μὲ συναρίθμησον, τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Μαρτυρικὸν

θλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοὶς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεoτοκίον

Τὰ ἄνω ζητῶν

θαῦμα καινόν! ἐβόα ἡ Πανάμωμος, Σταυρῶ τὸν Υἱόν, ἰδοῦσα καθηλούμενον, ὁ δρακὶ τὰ σύμπαντα περιφέρων, πάθος ὑφίσταται, καὶ ὡς πᾶσι παρέχων κριτὸς κατακρίνεται, ὁ τὴν συγχώρησιν.

Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

Παραβὰς τὴν πρώτην ἐντολήν, πάλαι ὁ πρωτόπλαστος, ἐκ τοῦ φυτοῦ θάνατον ἀπετρύγησεν, ὑψωθεὶς ἐν ξύλῳ δέ, ὁ ἀθάνατος, καὶ θανάτου γευσάμενος, τὴν ἀθανασίαν, πᾶσι τοὶς ἀνθρώποις ἐδωρήσατο.

Τοῦ Σταυροῦ παγέντος ἐπὶ γῆς, πέπτωκε τὸ φρύαγμα, τοῦ δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, ὁ πρὶν ἀπωσμένος δέ, πρὸς Παράδεισον ἐπανέρχεται ἄνθρωπος, δόξα σοὶ τῶ οὕτω, μόνω εὐδοκήσαντι Θεῷ ἡμῶν.

Μαρτυρικὰ

ς κριοί, ὡς ἄρνες λογικοί, ἐναποσφαττόμενοι, καὶ μεληδὸν ἀνηλεῶς κοπτόμενοι, πανεύφημοι Μάρτυρες, προσηνέχθητε, τῶ τυθέντι ὡς νὺν πρόβατον, καὶ τὴν Ἐκκλησίαν, τῶν πρωτοτόκων ἐφαιδρύνατε.

Σταθηρὰν τὴν ἔνστασιν σοφοί, πάντοτε ποιούμενοι, τοὺς πονηροὺς ἐχθροὺς κατεπαλαίσατε, ξίφεσι τεμνόμενοι, καὶ ἐν ὕδατι καὶ πυρὶ προσριπτόμενοι, ὅθεν μακαρίου τέλους, Ἀθλοφόροι ἠξιώθητε.

Σταυροθεοτοκίον

ερὸς ἐκάλει σὲ χορός, πύλην ἀδιόδευτον, γὴν ἐκλεκτήν, καὶ ὄρος ἁλατόμητον, Παναγία Δέσποινα, τὸν Δεσπότην γὰρ τῶν ἁπάντων ἐκύησας, τὸν ἐθελουσίως, σταύρωσιν σαρκὶ καταδεξάμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς,

κατ' Ἀλφάβητον ἓξ ἀντιστρόφου.

Εἱρμὸς ὁ αὐτὸς

ς ὡραίαν, ὡς περικαλλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξὶ Θεὸς σὲ ἐκλεξάμενος, σοῦ τὴν μήτραν ὤκησε τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνούντάς σε.

Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἴά πὲρ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, βασιλέως ἕστηκας, ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρα, τῆς ἀνταποδόσεως Πανάμωμε.

Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πάσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας, ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τὴ παρουσία σου, ἐν ἢ ἐστερεώθῃ ἡ καρδία μου.

Σταυρούμενος ἐσάλευσας, πᾶσαν κτίσιν, Κύριε, καὶ τοὺς πιστοὺς ἐστήριξας, ἐπιγνόντας τὴν δυναστείαν σου, καὶ τὴν ἄφατον Λόγε συγκατάβασιν.

Παράδεισον ἠνέωξας, τῶ Σταυρῶ σου Δέσποτα, καὶ τὸν Ληστὴν εἰσήγαγες, ἐπιγνόντα τὴν Βασιλείαν σου, καὶ τὸν πλοῦτον τῆς θείας εὐσπλαγχνίας σου.

Μαρτυρικὰ

ξήνθησαν οἱ μάρτυρες, ὥσπερ ῥόδα εὔοσμα, ταὶς νοηταὶς κοιλάσι, καὶ δυσώδη πλάνην ἐμείωσαν, καὶ πιστῶν τὰς καρδίας εὐωδίασαν.

Φωστῆρες οἰκουμένης, πιστῶν σωτῆρες Ἅγιοι, φωτιστικαὶς τοῦ Πνεύματος φρυκτωρίαις, πάντας φωτίσατε, τοὺς ὑμᾶς κατὰ χρέος μακαρίζοντας.

Σταυροθεοτοκίον

ψούμενον ἐν ξύλῳ σε, τὸν ζωοδότην βλέπουσα, καὶ ἑκουσίως θνήσκοντα, καὶ τοὶς πᾶσι ζωὴν παρέχοντα, ἐδονεῖτο τὰ σπλάγχνα ἡ Πανάμωμος.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Φορέσας μὲ τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ ποιητὴς Πανάχραντε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσαν ἀτοπήμασιν.

πέρτιμον ἐκύησας, Θεὸν Λόγον Ἄχραντε, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμία σκυθρωπάζουσαν.

Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου Πάναγνε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῶ τοῦ ὄφεως, δραστικῶ σου φαρμάκω περιποίησαι.

 

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

λήλυθας, ἐκ Παρθένου, οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί. Δόξα τὴ δυνάμει σου Κύριε.

Κατήργησας, τὰς ἀρχὰς τοῦ δεινοῦ πολεμήτορος, ἐν ξύλῳ ὑψούμενος, καὶ τὴν ἀρὰν ἐξηφάνισας, ὅθεν σὲ δοξάζομεν, οἱ διὰ σοῦ σεσωσμένοι μόνε Κύριε.

φήπλωσο, ἐν Σταυρῷ, καὶ συνέστειλεν ἥλιος, τὸ φῶς θεωρήσας σε, ὄρη καὶ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα, τὸ τοῦ ναοῦ διερράγη παντοδύναμε.

Μαρτυρικὰ

Νεκρούμενοι, τὸν ἐχθρὸν παντελῶς ἐνεκρώσατε, σιδήρω ξεόμενοι, τῆς δερματίνης νεκρώσεως, πάθος ἐξεδύσασθε, Μάρτυρες θεῖοι, καὶ δόξαν ἐνεδύσασθε.

Διέκοψαν, κεφαλὰς ἐν ἐκστάσει οἱ Μάρτυρες, πονηρῶν δυνάμεων, τὰς κεφαλὰς ἐκτεμνόμενοι, καὶ τὴν διαμένουσαν, ἐκληρονόμησαν δόξαν ἀγαλλόμενοι.

Σταυροθεοτοκίον

νέτειλεν, ἐκ γαστρός σου Πατρὸς τὸ ἀπαύγασμα, Χριστός, καὶ ἐφώτισε τὴν Οἰκουμένην σταυρούμενος, Κόρη ἀπειρόγαμε, καὶ τῶν δαιμόνων σκότος ἐξηφάνισεν.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Σταγόνα μοί, κατανύξεως ὄμβρισον Δέσποινα, ἐξαίρουσα ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς διανοίας μου, τὰς σφαλερὰς ἐνθυμήσεις ἀναστέλλουσα.

ομφαία με, ἡδονῆς τὸν πληγέντα, καὶ κείμενον, τραυματίαν Ἄχραντε, μὴ ὑπερίδης, ἀλλ' ἴασαι, λόγχη καὶ τῶ αἵματι, τοῦ σταυρωθέντος, Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.

Πλουτήσασα, δεσποτείαν ἀπάσης τῆς κτίσεως, δεινῶς μὲ πτωχεύσαντα, χάριτος θείας οἰκτείρησον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθήν μου προστάτιν Παναμώμητε.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

κρίω παγείς, τὰ τῆς γῆς θεμέλια ἐσάλευσας, καὶ λόγχη νυττόμενος, ἐχθρὸν τὸν ἀρχέκακον κατέσφαξας, καὶ κρουνοὺς σωτηρίας, πᾶσι Χριστὲ ἐπήγασας.

Μὴ φέρων ὁρᾶν, ὃν χερσὶ διέπλασας πλανώμενον, τὰς χείρας ἐξέτεινας, Λόγε ἐπὶ ξύλου θανατούμενος, καὶ ἐζώωσας τοῦτον, ξύλω ποτὲ τεθνήξαντα.

Μαρτυρικὰ

Οἱ φίλοι Θεοῦ, οἱ θερμοὶ ἀνθρώπων ἀντιλήπτορες, τὰ ἄνθη τὰ τίμια, τὰ περιφανῆ σκεύη τοῦ Πνεύματος, οἱ σοφοὶ Ἀθλοφόροι, ἀξίως μακαρίζονται.

Νομίμως ἀθλῶν, ὁ χορὸς ὁ ἅγιος τῶν σῶν Ἀθλητῶν, ἀνόμους κατήσχυνε, μόνε Νομοδότα τὴ δυνάμει σου, καὶ τελέσας τὸν δρόμον, μαρτυρικῶς κατέστεπται.

Σταυροθεοτοκίον

ράθης Ἁγνή, μετὰ τόκον ἄφθορος, Θεὸς γὰρ ἐκ σοῦ, ἐτέχθη ὡς ἄνθρωπος, ὃν κατανοήσασα σταυρούμενον, τὴν τῶν σπλάγχνων ὀδύνην, μὴ φέρουσα ἠλάλαζες.  

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

δὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε, ὁδήγησον, ὁδὸν εἰς εὐθείάν με, νὺν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον.

Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι, Παρθένε Μήτηρ Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν περιπλανώμενος, ἀλλ' ἐπίστρεψον σῶσον, ταὶς σαὶς μὲ παρακλήσεσιν.

Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον, τὸν δούλόν σου, φλογμῶ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ κινδυνεύοντα, προσβολαὶς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Πρὸς Κύριον ἐκ κήτους, ὁ Ἰωνὰς ἐβόησε. Σὺ μὲ ἀνάγαγε ἐκ πυθμένος ἄδου δέομαι, ἵνα ὡς Λυτρωτῄ ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοί.

Νεαζούσαις κάραις θείς, παλάμας ποτὲ Ἰακώβ, Σταυρὸν προέγραψεν, ἐν ὧ Λόγε ἐξεπέτασας, παλάμας καὶ χειρός, πλάνου πολεμήτορος, ἐλυτρώσω Χριστὲ τὸ ἀνθρώπινον.

Σταυρωθέντος σου Χριστέ, παμβασιλεῦ βουλήματι, ἡ βασιλεύουσα ἁμαρτία ἐξωστράκισται, Ἀδὰμ δὲ ὁ ποτέ, Παραδείσου ἄποικος, ἐν αὐτῷ σὲ ὑμνῶν εἰσοικίζεται.

Μαρτυρικὰ

Τοὺς ὡραίους ἐν στίγμασιν, ἱεροὺς ὑπάρχοντας, τοὺς τὴν εὐπρέπειαν, στολισθέντας τὴν οὐράνιον, τοὺς ὄντως ποθητούς, τοῦ Κυρίου Μάρτυρας, ἀδιστάκτω καρδία ὑμνήσωμεν.

νύστακτον λαμπάδα, τὴν ἑαυτῶν τηρήσαντες οἱ θεῖοι Μάρτυρες, ἠρδεύθησαν πλουσιώτατα, τοὶς αἵμασιν αὐτῶν, καὶ τῆς θείας ἔτυχον, τοῦ νυμφῶνος εἰσόδου γηθόμενοι.

Σταυροθεοτοκίον

μνούμέν σε Πανύμνητε, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον, ἐν ξύλῳ τὸν ἀρχέκακον δυνάμει τὴ αὐτοῦ, ὀλέσαντα τύραννον, εἰς ἡμῶν σωτηρίαν καὶ καύχημα.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

Μὴ μὲ δείξης δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίω τῶ μέλλοντι Δέσποινα, ἀλλ' εὐμενῶς προσβλέψαι μοί, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.

Λογισμοὶς παροργίζω σὲ Κύριε, καὶ ταὶς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοί, τὴν Μητέρα σου, οἴκτειρον, σώσόν με.

Κατακρίσεως ῥύσαί με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοὶς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον.  

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου, μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.

ομφαία τὸ πρότερον ἡ στρεφομένη, τὰ νώτά μοὶ δίδωσιν, ἀφ' οὗ τὴ λόγχη τέτρωσαι, Σταυρῶ ἀνυψούμενος, εὔσπλαγχνε Κύριε, ὅθεν μεγαλύνω σε, τῶ σῶ τιμίω πάθει εὑρῶν ἀπάθειαν.

ὄφις ὑψούμενος ὑπὸ Μωσέως, τὴν θείαν ἀνάρτησιν, ἐν ξύλῳ προεικόνιζε Χριστοῦ, τοῦ τὸν δόλιον ὄφιν νεκρώσαντος, πάντας τε ζωώσαντος ἡμᾶς, τοὺς νεκρωθέντας ταὶς παραβάσεσιν.

Μαρτυρικὰ

Υἱοὶ χρηματίζετε θεία μεθέξει, ἀνάρχου Γεννήτορος, Υἱοῦ ἀνάρχου Ἅγιοι, τὸ πάθος τὸ ἄχραντον ἐκμιμησάμενοι, ὅθεν ἀδελφοὺς ὑμᾶς καλεῖ, καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ.

Σταυρῶ ἀναρτώμενοι ὡς ὁ Δεσπότης, καὶ λόγχη νυττόμενοι, καὶ ξίφει συγκοπτόμενοι, πυρί τε καὶ ὕδατι προμεριζόμενοι, καὶ κατατεμνόμενοι τροχοίς, οἱ θεοφόροι ἔχαιρον Μάρτυρες.

Σταυροθεοτοκίον

Τὸν βότρυν τὸν πέπειρον ἀγεωργήτως, ἁγνὴ ὃν ἐβλάστησας, ἐν ξύλῳ ὡς ἑώρακας, κρεμάμενον ἔκραζες. Τέκνον μου γλυκύτατον, γλεῦκος ἐναπόσταξον, δι' οὗ παθῶν ἡ μέθη ἀνασταλήσεται.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

σχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμούντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατώσαί με.

Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε τὸ ἀνθρώπινον, διὸ μὲ τοὶς πάθεσι, καταρρυπούμενον, καὶ καταφθειρόμενον, ἐχθροῦ ταὶς μεθοδείαις, ῥύσαι πρεσβείαις σου.

κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε, τοὺς Παίδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδὲ τὴν μήτραν σου, τὸ πὺρ τὸ ἄστεκτον, ὅθεν δυσωπούμέν σε, πυρὸς τοῦ αἰωνίου, ῥύσαι τοὺς δούλους σου.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας. Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Αἵματι τῶ σῶ, πλευρὰς ἐξ ἀκηράτου, ἐναποστάζοντι μακρόθυμε, ἡ κτίσις ἡγίασται, ποταμοὶ δὲ ἐξηράνθησαν πολυθεϊας, ὄμβροι τε ὤφθησαν εὐσεβείας, πλάνης αὐχμόν ἀναστέλλοντες.

Σταύρωσιν τὴν σήν, ὁ Ἥλιος ἠδέσθη, καὶ τὰς ἀκτῖνας ἐναπέκρυψε, πέτραι δὲ ἐσχίσθησαν, καὶ ὁ ἅδης κάτω ἔφριξε. Δικαίων δὲ ἐσκίρτησαν πνεύματα, προσδοκῶντα, τὴν παντελῆ Λόγε λύτρωσιν.

Μαρτυρικὰ

αμα πιστοίς, ἡ κόνις τῶν λειψάνων, τῶν Ἀθλοφόρων βρύει πάντοτε, ἰχῶρες δυσίατα θεραπεύουσι παθήματα. Ὡς θαυμαστὸς εἶ Κύριε, κράζομεν εὐχαρίστως, ἐν τοῖς ἁγίοις σου Μάρτυσιν.

Στόματα θηρῶν, καὶ βράσματα λεβήτων, πήξίν τε κρύους, βάρος καύσωνος, ὀνύχων σπαράγματα, ὑπεμείνατε στερρότατα, καὶ κάθειρξιν καὶ βίαιον θάνατον Ἀθλοφόροι, ὅθεν Χριστῷ συνευφραίνεσθε.

Σταυροθεοτοκίον

Σάρκα ἐκ τῆς σῆς, γαστρὸς λαμβάνει θέλων, καὶ καθορᾶται ὁ ἀόρατος, καὶ σταύρωσιν δέχεται, καὶ κατάρα ὀνομάζεται, κατάρας ἐξαιρούμενος, ἅπαντας ὁ Υἱός σου, θεοχαρίτωτε Δέσποινα.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσαπροστασίαν, ὡς συμπαθῆ καὶ φιλάγαθον.

λυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον, διὸ ἱκετεύω σε, διαλύσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, ἄχραντε συνδεσμοῦσα, θεία στοργὴ μὲ τοῦ Κτίσαντος.

Δόξης του Πατρός, ἀπαύγασμα τεκοῦσα, τὴν ἀδοξία σκυθρωπάζουσαν, πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης μὲ ἀνάδειξον, μέτοχον ἀϊδίου, εὐλογημένη Πανάμωμε.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

νάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν Πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

άσω τὸ σύντριμμα, καὶ τὴν ταλαιπωρίαν μου, τῶ σῶ μώλωπι, Λόγε ἀνεξιχνίαστε, καὶ τὴν συγχωσθεῖσαν εἰκόνα, τοὶς πονηροῖς πάθεσι, ἐκάθηρας τῶ πάθει σου, Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου.

ράθης ὑψούμενος, ἐν κυπαρίσσῳ Δέσποτα, καὶ τὴ πεύκη καὶ κέδρω δι' ἀγαθότητα, ὁ εἷς τῆς ἁγίας Τριάδος, μοναδικὴν ὑπόστασιν ἔχων, ἐν δυσὶ θελήσεσιν ἵνα σώσης τὸ ἀνθρώπινον.

Μαρτυρικὰ

Σταυρὸν ὥσπερ θώρακα, ἐνδεδυμενοι Μάρτυρες, ἀπαράτρωτοι πᾶσι βέλεσιν ὤφθητε, τοῦ δημιουργοῦ τῆς κακίας, ὅθεν αὐτὸν νὺν καταπατεῖτε, τοῦτον καταπαίζοντες, ὡς οἰκτρὸν στρουθίον πάντοτε.

γῆ μὲν τὰ αἵματα, ὑμῶν νὺν ὑποδέχεται, οὐρανὸς δὲ τὰ θεία κέκτηται πνεύματα, μετὰ τῶν πυρίνων Ταγμάτων, τῶ θεϊκῶ θρόνω παρεστώτα, ἀθλοφόροι Μάρτυρες, Ἐκκλησίας πύργοι ἄσειστοι.

Σταυροθεοτοκίον

Φθαρεῖσαν ἐκαίνισας, τὴν φύσιν τοῦ προπάτορος, ὑπὲρ φύσιν τεκοῦσα, καὶ παρθενεύουσα, φύσεως ἀπάσης τὸν Πλάστην, ὃν ἐν Σταυρῷ κρεμάμενον πάλαι, ἠλάλαζες βλέπουσα, Παναγία Μητροπάρθενε.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλω δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν Ἄχραντε, διὰ τούτό σε γεραίρομεν.

Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα, τὸν διαλύσαντα, ἄδου τὰ βασίλεια Κόρη, ὃν ἐκτενῶς δυσώπει τῆς ἄνω, Βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς ὑμνούντάς σε.

γάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταὶς ἐπικλύσεσιν, ὡς τὸν Ἀγαθὸν τετοκυία, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε.

Ἀπόστιχα τῶν Αἴνων, Σταυρώσιμα

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ἠτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.  

κουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσης, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοί.

Μαρτυρικὸν 

Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωπούσί σε Χριστέ, ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

τε σὲ ὁ ἄνομος λαός, Σῶτερ, τὴν ζωὴν τῶν ἁπάντων, ξύλω ἀνήρτησε, τότε ἡ πανάμωμος, Ἁγνὴ καὶ Μήτηρ σου, παρεστώσα ἐκραύγαζεν, ὁλοφυρομένη. Τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ, ξύλω προσπαγῆναι ἠνέσχου, ὁ τὴν γὴν κρεμάσας ἐν, τοῖς ὕδασιν;

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ καὶ βοώμέν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ βασιλεία σου.

ν σταυρῷ ἀνυψούμενος, συνανύψωσας ἅπασαν, φύσιν Σωτὴρ τῶν βροτῶν, ἀπαύστως ὑμνούσάν σε.

Τοῦ Ἀδὰμ τὸ χειρόγραφον, σοῦ τὴ λόγχη διέρρηξας, γράφων ἐν βίβλῳ αὐτόν, τῶν ζώντων Φιλάνθρωπε.

Μαρτυρικὸν

Μιμηταὶ χρηματίσαντες, τοῦ Σταυρὸν ὑπομείναντος, δόξης αὐτῷ κοινωνοί, γεγόνατε Μάρτυρες.

Δόξα...

Πατὴρ ὁ προάναρχος, ὁ Υἱὸς ὁ συνάναρχος, ὑμνεῖται μιὰ τιμή, καὶ δόξη σὺν Πνεύματι.

Καὶ νύν... Σταυροθεοτοκίον

ν Σταυρῷ ὡς ἑώρακας, ὃν ἀσπόρως ἐκύησας, τούτου ἀνύμνεις Παρθένε, τὸ ἄφατον ἔλεος.