The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΕΜΠΤΗ ΗΧΟΣ ΠΛ.Α΄

Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ἀληθῶς

Βέλη ἠκονημένα ὑμεῖς, τοῦ δυνατοῦ ἀποσταλέντες Ἀπόστολοι, εἰς πᾶσαν τὴν οἰκουμένην, ἀπτέρω τάχει σαφῶς, πάντα τῶν δαιμόνων ἀπημβλύνατε, δεινὰ καὶ πυρίφλογα, βέλη ὄντως μακάριοι, πολυθεϊαν, ἐκποδὼν ποιησάμενοι, καὶ διδάξαντες, τὴν εὐσέβειαν ἅπαντας, πρόβατα χρηματίσαντες, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἀρχιποίμενος ὄντως, ὃς λύκων μέσον ἀπέστειλεν, ὑμᾶς τοῦ πραϋναι, τὴν αὐτῶν θηριωδίαν, διὰ τῆς πίστεως.

Λόγῳ μαθητευθέντες Θεοῦ, ἐνυποστάτω τῶ βροτοὶς ὁμιλήσαντι, δι' ἄκραν φιλανθρωπίαν, καὶ προσλαβόντι αὐτῶν, ἀληθῶς τὴν φύσιν καὶ Θεώσαντι, αὐτῷ οὖν ἑπόμενοι, θείοις ἴχνεσι πάνσοφοι, καὶ τὴν πτωχείαν, τὴν αὐτοῦ ἐμιμήσασθε, πάντα σκύβαλα, ἡγησάμενοι ἔνδοξοι, ὅθεν καὶ ἀπερρίψατε, χιτῶνα τὸν δεύτερον, μὴ βακτηρίαν, μὴ πῆραν, ἐν τῇ ὁδῷ ἐπαγόμενοι, καὶ νὺν οὐρανίους, θησαυροὺς κληρονομῆσαι, κατηξιώθητε.

Σάλου τῶν πειρασμῶν καὶ δεινῆς, ἐρεσχελίας τῶν ἀσέμνων αἱρέσεων, δαιμόνων κακοβουλίας, καὶ τῶν ἀνθρώπων πικράς, συστροφῆς καὶ ζάλης παμμακάριστοι, πυρός ἀφεγγούς τε, καὶ αἰωνίζοντος σκώληκος, βρυγμοῦ ὀδόντων, καὶ πάσης ἄλλης κολάσεως, ταὶς πρὸς Κύριον, ἱκεσίαις λυτρώσασθαι, πάντας ἡμᾶς, καὶ τεύξασθαι, αὐτόν δυσωπήσατε, δι' ἐγκρατείας, καὶ πόνων, τῶν ἀρετῆς ἀντιδόσεων, τυχεῖν κληρουχίας, οὐρανῶν τε Βασιλείας, καὶ μέγα ἔλεος.

Ἔτερα τοῦ Ἁγίου Νικολάου, ὅμοια

Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ ποιμὴν ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταὶς δεήσεσι, ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοὶς πίστει τιμῶσι, τὴν πανσεβάσμιον μνήμην σου, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, ὁ ἱερώτατος νούς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταὶς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε, ὅρμος ὁ γαληνότατος, ἐν ὧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σώζονται, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, ὁ θείου ζήλου πλησθείς, ἀπαγωγῆς τε πονηρὰς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνήσκειν, ἐπιστασία φρικτή, καὶ ταὶς δι' ὀνείρων προσφοιτήσεσι, πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε, τῶν παθῶν ἀπελαύνουσα, μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα, πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

χων ἁμαρτημάτων πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοὶ ἐν κατανύξει, καὶ συντριβὴ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον, καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοὶς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταὶς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέ. σθαι, υἱὸν φωτὸς ἀξιούσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.

Ἀπόστιχα Ἀποστολικὰ

Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες. Ἐν ἀρχῇ ἣν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας, διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τοὺς Ἀποστόλους Κυρίου μελωδικῶς, ἐν ὠδαῖς ἀνευφημήσωμεν, ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται, ὧν ταὶς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

κορέστω διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, τοὺς δεινοὺς καὶ διαφόρους αἰκισμούς, παθημάτων ὑπεμείνατε, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινὴ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε, ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοὶ ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοί, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. α'  Τὸν συνάναρχον Λόγον

ς αὐτόπτας τοῦ Λόγου καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἀνευφημήσωμεν, ἐν ὠδαῖς πνευματικαίς, καὶ ὕμνοις ἅπαντες πιστοί, τὸν Χριστὸν γὰρ ἐκτενῶς, καθικετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων αὐτῶν τὰ λείψανα.

Τοὺς Ἀποστόλους συμφώνως ἀνευφημήσωμεν, ὡς κηρύξαντας πᾶσι πιστοὶς τὴν ἄψευστον, καὶ ὀρθόδοξον τοῦ Κυρίου διδαχήν, καὶ ἐκδιώξαντας τὴν τῶν αἱρέσεων ἀχλύν, καὶ φωτισμὸν πνευματικόν, ἐκλάμψαντας ἐν τῷ κόσμω, τὴν χάριν τὴν τῶν δογμάτων, καὶ δυσωποῦντας τοῦ σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

πειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοὶς θείοις αὐτόπταις ἀνευφημούμέν σε, ὅτι ἐν σοὶ ὁ δυνατὸς μεγαλεῖα ἐποίησε, δι' ἡμᾶς γὰρ καθ' ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τὴ μήτρα σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώση τὸ γένος ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Τὸν συνάναρχον Λόγον

Τοὺς Ἀποστόλους ἐν ὕμνοις ἀνευφημήσωμεν, ὡς αὐτόπτας τοῦ Λόγου καὶ θείους κήρυκας, καὶ τῶν ἐθνῶν πνευματικοὺς σαγηνευτὰς σαφῶς, ὅτι προσήγαγον ἡμᾶς, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, ῥυσάμενοι ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσαν.

Μαθηταὶ τοῦ Σωτῆρος θεῖοι Ἀπόστολοι, οἱ σωτήριον Λόγον ἐγκατασπείραντες, εἰς τὰ πέρατα τῆς γῆς, καὶ καταυγάσαντες, τοὺς ἐν τῷ σκότει καὶ σκιά, καθημένους τὴν ἐμήν, φωτίσατε σκοτισθεῖσαν, ψυχὴν παθῶν ἀμαυρώσει, ταὶς ἱκεσίαις ὑμῶν πάνσοφοι.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἐκ ψυχῆς κεκτημένων σκέπη ὑπάρχουσα, καὶ ἡμᾶς ἐκ πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον Ἁγνή, πρεσβεύουσα τῶ Υἱῶ σου, σὺν τοὶς αὐτοῦ Ἀποστόλοις, σωθῆναι πάντας τοὺς ὑμνούντάς σε.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου

Κύριε, τὸ ἀπόρρητον μυστήριον, τῆς σῆς σαρκώσεως κηρύξαντες οἱ ἄσοφοι, φιλοσόφους κατήσχυναν, τοὺς ῥήτορας ἁλιεῖς ἐπεστόμισαν, καὶ γεγόνασι τῶν ἐθνῶν σοφοὶ διδάσκαλοι, φωτίσαντες τὰ πέρατα, φωτὶ τῆς θείας γνώσεως, δι' αὐτῶν δίδου ἡμῖν, τὸ μέγα ἔλεος.

Μαρτυρικόν, αὐτόμελον

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταὶς παρακλήσεσι, παράσχου ταὶς ψυχαὶς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν συνάναρχον Λόγον

Τὴν ταχείάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δούλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσούσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ἄδοντα.

λλαμψιν πρωτοδότως, τὴν φωτοδότιδα, τοῦ σαρκὶ ὁμιλῆσαι, βροτοὶς καταξιώσαντος, πλουτήσαντες ἔνδοξοι, τῆς ψυχῆς μου λύσατε, πάντα ζόφον θεῖοι Ἀπόστολοι.

Τεῖνας καθάπερ βέλη, τὸ θεῖον τόξον ὑμᾶς, εἰς τὸν σύμπαντα κόσμον, ἀπέστειλεν Ἀπόστολοι, τὰ βέλη συντρίβοντας, τοῦ Βελίαρ ἅπαντα, καὶ ἰωμένους πιστῶν τὰ τραύματα.

χοντες τὴν σοφίαν, αὐτὴν διδάσκαλον, ἐσοφίσατε πάντα, Ἀπόστολοι τὰ πέρατα, διὸ μὲ φωτίσατε, τοῦ δυσμενοῦς ἅπασαν, κακουργίαν ἀποκρουόμενοι.

Θεοτοκίον

Μόνη εὐλογημένη, θεοχαρίτωτε, εὐλογίαις ἀνθρώπων, τὸ γένος χαριτώσασα, Χριστὸν καθικέτευε, σὺν τοὶς θείοις Ἄχραντε, Ἀποστόλοις ἐλεηθῆναι ἡμᾶς.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς.

Πέμπτον προσάξω σοί, Νικόλαε, μέλος. Ἰωσήφ.

Εἱρμὸς ὁ αὐτὸς

Πίστει καὶ πόθω Πάτερ, οἰκειωθεὶς τῶ Θεῷ, τὰ πανάγια τούτου, ἐπλήρωσας θελήματα, διῶν ἐχρημάτισας, κατὰ πάντα ἅγιος, θεοφόρε Πάτερ Νικόλαε.

χοντές σὲ προστάτην, πρὸς τὸν οἰκτίρμονα, περιστάσεσι μάκαρ, καὶ θλίψεσι κλονούμενοι, πρὸς σὲ καταφεύγομεν, δίδου χείρα σώζουσαν, ἀπὸ πάσης ἡμᾶς στενώσεως.

Μύρων Ἀρχιερέα, Χριστὸς σὲ ἔχρισεν, εὐωδίαις θαυμάτων, ἡμᾶς εὐωδιάζοντα, ὅθεν δυσωπούμέν σε, δυσωδίας λύτρωσαι, ἁμαρτίας ἡμᾶς Νικόλαε.

Θεοτοκίον

Πάλαι τῶν Προφητῶν σε, χορὸς ἐκάλεσεν, ὄρος θεῖον Παρθένε, πύλην ἀδιόδευτον, ὅθεν δυσωποῦκαι μὲν σε, μετανοίας πύλας, Παρθενομῆτορ ἡμῖν ὑπάνοιξον.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

πήξας ἐπ' οὐδενός, τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

σάρκα ὑπερβολή, πτωχεύσας χρηστότητος, δι' αὐτὸν πτωχεύσαντας κατεπλούτησεν, ἔνδοξοι Ἀπόστολοι ὑμᾶς, χαρίσμασι παντοίοις, καταφωτίζοντας τὰ πέρατα, θείαις καὶ σεπταὶς ἐπιγνώσεσι.

πλήγην τῶ ἰοβόλω, ὄφεως δήγματι, καὶ τραυματισθεῖσαν καρδίαν κέκτημαι, ὅθεν σοὶ βοῶ τῶ δι' ἐμέ, Χριστὲ τραυματισθέντι. Τῶν Ἀποστόλων σου δεήσεσιν, ἴασαι καὶ σώσόν με δέομαι.

Σαγήνη τῶν πρεσβειῶν, ὑμῶν παμμακάριστοι, ἐκ βυθοῦ κακίας τοῦ πολεμήτορος, καὶ ἐκ τρικυμίας λογισμῶν, παθῶν τε ψυχοφθόρων, ἀναγαγόντες μὲ προσάξατε, τῶ Θεῷ τῶν ὅλων σωζόμενον.

Θεοτοκίον

Τὸν ὄμβρον δεξαμένη, τὸν ἐπουράνιον, σὺν τοὶς Ἀποστόλοις τοῦτον ἱκέτευε, στήσαί μου τοὺς ὄμβρους τῶν παθῶν, τὸ πέλαγος ξηράναι τῆς ἁμαρτίας μου, καὶ σώσαί με τὸν εἰλικρινῶς σὲ δοξάζοντα.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

Τὰ βέλη τοῦ πονηροῦ ἀπήμβλυνας Ὅσιε, ταὶς ἀντιτυπίαις τῶν θείων πόνων σου, ἀλλὰ ταὶς πρεσβείαις σου σοφέ, τῆς τούτου κακουργίας, καὶ ἐπηρείας διατήρησον, καὶ ἡμᾶς ἀτρώτους Νικόλαε.

βίον ἀγγελικόν, ἐν γῆ ἐνδειξάμενος, νὺν σὺν τοὶς Ἀγγέλοις ἀεὶ παρίστασαι, θρόνω τῆς Τριάδος ἱερῶ, ἡμῖν ἁμαρτημάτων, καὶ πειρασμῶν λύσιν αἰτούμενος, Πάτερ Ἱεράρχα Νικόλαε.

Νοός μου τὰς ἀμαυρώσεις, πάσας ἀπέλασον, σοῦ ταὶς σελασφόροις εὐχαὶς Νικόλαε, κόπασον τὸν σάλον τῶν παθῶν, κυβέρνησόν με Πάτερ, πρὸς ἀπαθείας ὅρμον δέομαι, ὅπως ἐν αἰνέσει δοξάζω σε.

Θεοτοκίον

Παρέστης ἐκ δεξιῶν, Χριστοῦ ὡς Βασίλισσα, κροσσωτοὶς χρυσέοις θεοχαρίτωτε, περιβεβλημένη ἀληθῶς, ἡμῖν τὴν Βασιλείαν, τῶν οὐρανῶν τὴ μεσιτεία σου, Κόρη προξενοῦσα πρεσβείαις σου.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

θύρα Ἰησοῦς ὁ Θεὸς ἡμῶν, καθυπανοίξας τὴν αὐτοῦ, τοὶς Ἀποστόλοις ἐπίγνωσιν, πᾶσι τοὶς ἔθνεσι θύραν, διήνοιξε τοὶς τούτων διδάγμασι.

Υἱὲ Θεοῦ υἱοὺς κατὰ μέθεξιν, τοῦ οὐρανίου σου Πατρός, τοὺς Ἀποστόλους ἀνέδειξας, ταὶς παρακλήσεσι τούτων, υἱοὺς φωτὸς ἡμᾶς πάντας ποίησον.

Οἱ θρόνων ἐπὶ δώδεκα μέλλοντες, σὺν τῶ Κριτὴ καὶ Βασιλεῖ, δεδοξασμένως καθέζεσθαι, τῆς φοβερᾶς καὶ φρικτῆς με, Ἀπόστολοι λυτρώσασθε κρίσεως.

Θεοτοκίον

Τοῦ θείου κιβωτὲ ἁγιάσματος, ἁγίασόν μου τὴν ψυχήν, τὸν λογισμὸν φωταγώγησον, διαπαντὸς δυσωποῦσα Χριστὸν σὺν Ἀποστόλοις σωθήναί με.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

εόντων ἀντηλλάξω τὰ μέλλοντα, ὧν κληρονόμους καὶ ἡμᾶς, εὐχαὶς ἁγίαις σου ποίησον, πειρατηρίων παντοίων, λυτρούμενος τοῦ βίου Νικόλαε.

Μύρων προεδρεύσας Νικόλαε, πάσας αἰσθήσεις τῆς ἐμῆς, καρδίας μύρισον Ἅγιε, πάθη δυσώδη ἐκ ταύτης, εὐχαίς σου ἐκδιώκων ἑκάστοτε.

Συντρίψας τοῦ ἐχθροῦ μηχανήματα, τοὺς ὁρατοὺς ἡμῶν ἐχθρούς, καὶ ἀοράτους Νικόλαε, διηνεκῶς πολεμοῦντας, τελεία ἀφανεία παράπεμψον.

Θεοτοκίον

γία Θεοτόκε βοήθει μοί, ταὶς ἡδοναὶς διηνεκῶς, βυθιζομένω τοῦ σώματος, καὶ ῥαθυμίας ἐν κλίνῃ, ἀεὶ κατακειμένω καὶ στένοντι.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω. Τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Οἱ πνευματορρήτορες σοφοὶ Ἀπόστολοι, ἐν ὑπερώῳ πυρὸς ἐν εἴδει, τὸ Πνεῦμα τὸ ἅγιον, αὐτοῖς προσφοιτῆσαν, φρικτῶς καθυπεδέξαντο.

Βέλη ἐκλεκτὰ ὑμᾶς Χριστὸς ἀπέστειλε, συνθλῶντας βέλη τῆς πονηρίας, διὸ μὲ ἰάσασθε, τετραυματισμένον, τοῦ δυσμενοῦς τοὶς βέλεσι.

Οἱ καταστρεψάμενοι τῆς ἀσεβείας τὴν γήν, καταστραφεῖσαν ταὶς πλημμελείαις, τὴν ἐμὴν διάνοιαν, δρόσω ἰαμάτων, Ἀπόστολοι ἰάσασθε.

Θεοτοκίον

Τὴ καταδικάσης με, μὴ ἀπορρίψης με, τοῦ σοῦ προσώπου, ἐκδυσωπεῖ σε, ἡ ἀγνῶς τεκούσά σε, καὶ τῶν Ἀποστόλων, ὁ δῆμος πολυέλεε.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

Ξόανα κατέαξας εἰδώλων Ἅγιε, βουλὰς ἀπράκτους αἱρετιζόντων, ἔδειξας Νικόλαε, καὶ ἀπαγομένους πρὸς θάνατον ἐξήρπασας.

ρθρισας πρὸς Κύριον ἐκ βρέφους Ὅσιε, καὶ ταὶς ἐκεῖθεν φωτοχυσίαις, ὅλως κατηγλάϊσαι, διὸ τῆς ψυχῆς μου, τὰ νέφη ἀποδίωξον.

Σὲ καθικετεύομεν Πάτερ Νικόλαε, τὴ ὥρα ταύτη, ἐν μέσῳ πάντων, γενοῦ τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν διδοὺς ἡμῖν αἰτήματα.

Θεοτοκίον

ἀπερινόητος θεοχαρίτωτε, περιοχὴν σὲ σωματοφόρος γενόμενος ἔσχηκε, βροτοὺς ἀπαλλάττων, περιεχούσης θλίψεως.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρω Δέσποτα Χριστέ, τῶν παθῶν καὶ ἐκ τὴν θάλασσαν κατεύνασον, φθοράς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Νεμομένην ἔστησας, τῆς κακίας σήψιν τῶν ἐθνῶν, τὰς ψυχὰς φιλάνθρωπε, τῶ ἄλατι, τῶν διδαχῶν τῶν ἱερῶν Ἀποστόλων σου.

Τὸν βυθὸν ἐπίστασαι, τῶν κακῶν μου Δέσποτα Χριστέ, δὸς μοὶ χείρα σώσόν με φιλάνθρωπε, ἱκεσίαις τῶν ἱερῶν Ἀποστόλων σου.

Κριτὰ δικαιότατε, ἐν ἡμέρα δίκης φοβεράς, τῆς φρικτῆς μὲ ῥύσαι κατακρίσεως, τῶν εὐκλεῶν σου Ἀποστόλων δεήσεσι.

Θεοτοκίον

Τὸν ἀπεγνωσμένον με, ὑπὸ πλήθους τῶν ἀνομιῶν, σωτηρίας Κύριε ἀξίωσον, τῶν Μαθητῶν, καὶ τῆς Μητρός σου δεήσεσι.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

λεων ἀπέργασαι, τὸν Δεσπότην σοῦ ταὶς προσευχαίς, πᾶσι τοὶς τιμώσί σε Νικόλαε, ὅπως ἡμῖν λύσιν πταισμάτων δωρήσηται.

Νοσημάτων λύτρωσαι, καὶ σκανδάλων τῶν βιωτικῶν, πειρασμῶν καὶ θλίψεων Νικόλαε, τοὺς πρεσβευτὴν σὲ κεκτημένους πρὸς Κύριον.

ατρὸν σὲ ἄριστον, ὁ Δεσπότης ἔδειξε Χριστός, διὸ τὰ νοσήματα θεράπευσον, τῶν εὐσεβῶς σοὶ προσιόντων Νικόλαε.

Θεοτοκίον

Κυοφόρος ἄνανδρος, Θεομῆτορ πέφηνας Ἁγνή, διὰ τοῦτο πίστει ἱκετεύωσε, τῆς ψυχῆς μουτὴν ῥαθυμίαν ἀπέλασον.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, ὑμᾶς ὑπερύψωσε, καὶ πᾶσαν κατέρραξεν, ἐχθροῦ τὴν δυναστείαν, Μαθηταὶ Χριστοῦ θεόπται.

ύπον τῆς κακίας μου, ῥείθροις κατανύξεως, ὑμῶν παρακλήσεσιν, Ἀπόστολοι πλύνατε, διδάσκοντες κραυγάζειν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Πυρὶ θείου, Πνεύματος, ὕλην κατεφλέξατε, πάσης ματαιότητος, διὸ φλογιζούσης με, λυτρώσασθε γεέννης, Μαθηταὶ Θεοῦ τοῦ Λόγου.

Θεοτοκίον

τῆς καταπτώσεως, τοῦ Ἀδὰμ ἀνόρθωσις, ἔγειρον πεσόντα με, κακίας πρὸς βάραθρα, πρεσβείαις σου Παρθένε, καὶ τῶν θείων Ἀποστόλων.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

λος ἀνακείμενος, τῶ Θεῷ Νικόλαε, ὅλον μὲ διάσωσον, τοῦ βίου τοὶς πάθεσιν, ἀθλίως καθ' ἑκάστην, περιπίπτοντα θεόφρον.

Λαμπτὴρ θεαυγέστατε, τὸν νοῦν μου καταύγασον, παθῶν ἀμαυρότησιν, ἀεὶ σκοτιζόμενον, καὶ δίδου εὐσχημόνως, παροδεύειν ἐν τῷ βιω.

παν ἀνοιγόμενον, κατ' ἐμοῦ Νικόλαε, εὐχαίς σου ἀπόφραξον, στόμα πονηρότατον, καὶ ῥύσαι ὁρατῶν με, δυσμενῶν καὶ ἀοράτων.

Θεοτοκίον

κ σοῦ ἡμῖν ἔλαμψεν, ἀνέσπερος Ἥλιος, νεφέλη ὁλόφωτε, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει, ἀγνωσίας Θεοτόκε.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ τὰς νοητάς, τῶν Ἀποστόλων Λόγε, νεφέλας ἐξήπλωσας, ἐπιρραινούσας, ἡμῖν, ὄμβρους πανσόφων, καὶ θείων διδαγμάτων, καὶ καταρδευούσας, ἡμᾶς εἰς τοὺς αἰῶνας.

Οἱ περικαλλεῖς, τῆς Ἐκκλησίας στῦλοι, οἱ ταύτην βαστάζοντες, πίστεως δόγμασι, σεσαθρωμένην, ψυχῆς μου τὴν οἰκίαν, θεία τεχνουργία, στηρίξατε θεόπται.

Στέναξον ψυχή, καὶ ὀχετοὺς δακρύων, ἐξ ὅλης προσάγαγε, καρδίας κράζουσα, μόνε οἰκτίρμον, σῶσον ἱλάσθητί μοί, ταὶς τῶν Μαθητῶν σου, πρεσβείαις εὐπροσδέκτοις.

Θεοτοκίον

Σιὼν ἐκλεκτή, τοῦ Βασιλέως πόλις, τῆς ἄνω πολίτην με, ποίησον πόλεως, μετὰ τῶν θείων, Μαθητῶν δυσωποῦσα, ἄχραντε Παρθένε, τὸν ἄχρονον Υἱόν σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

Μύρων γεγονῶς, Ἀρχιεράρχης μέγας, ψυχῆς μου Νικόλαε, αἰσθήσεις μύρισον, ὅπως ἐκφύγω, παθῶν τὴν δυσωδίαν, καὶ τοῦ Παρακλήτου, εἰσδέξωμαι τὴν χάριν.

στησας σοφέ, τῆς σῆς ἁγίας γλώσσης, τοὶς ῥεύμασι ῥεύματα, Ἀρείου δύσφημα, ὅθεν βοῶ σοί, τὴν ῥύσιν τῶν παθῶν μου, ξήρανον, εὐχαίς σου, Νικόλαε παμμάκαρ.

Λύτρωσαι ἡμᾶς, ἁμαρτιῶν εὐχαίς σου, δαιμόνων κακώσεως, ἐθνῶν ἁλώσεως, πάντων ἀνθρώπων, πονηροτάτης βλάβης, ἵνα σὲ ὡς ῥύστην, ἡμῶν ἀνευφημῶμεν.

Τριαδικὸν

Οἱ τριαδικῶς, τὴν μοναρχίαν πίστει, ἀπαύστως δοξάζοντες, ἀναβοήσωμεν. Πάτερ καὶ Λόγε, καὶ πανάγιον Πνεῦμα, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σάρκα δι' ἡμᾶς, ἐκ σοῦ Θεὸς φορέσας, ἁγνὴν σὲ Πανάμωμον, παντὸς τοῦ γένους ἡμῶν, θείαν Παρθένε, δεικνύει προστασίαν, ὅθεν σὲ ὑμνοῦμεν, πιστοὶ μεγαλοφώνως.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

σαϊα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Οὐρανοὶ κατάστεροι, ἀγλαϊαις θείων ἀρετῶν, ἐδείχθητε νοητῶς, μέσον τὸν Χριστόν, ὡς Ἥλιον ἔχοντες, καὶ τὸ τῆς γῆς, πλήρωμα σοφοί, κατενεώσατε, διὰ τοῦτο μακαρίζεσθε.

Τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ θείω σώματι ὑμῶν, ὡς κόσμον πανευπρεπῆ, φέροντες σοφοί, τὴν κατατακείσάν μου, δαιμονικοὶς βέλεσι ψυχήν, ταὶς πρὸς τὸν Κύριον, μεσιτείαις θεραπεύσατε.

Λάκκω κατωτάτω με, ἁμαρτίας κείμενον Χριστέ, καὶ ῥαθυμίας δεινῆς, ὕπνω τὴν ψυχήν, ἐπιβαρυνόμενον, διὰ τῶν σῶν Λόγε μαθητῶν, ὥσπερ τὸν Λάζαρον, ἐξεγείρας σῶσον Κύριε.

Θεοτοκίον

Τῆς ψυχῆς μου εὔθυνον, τὰς πορείας, Λόγε τοῦ Θεοῦ, πρὸς τρίβους τῶν ἐντολῶν, σοῦ τῶν ἀπλανῶν, ἔχων τὴν τεκούσάν σε, δυσωποῦσαν ἄχραντον Ἁγνὴν καὶ τοὺς πανσόφους σου, Ἀποστόλους πολυέλεε.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς ὁ αὐτὸς

εράρχης ἔνθεος, χρηματίσας πάσας τοῦ Χριστοῦ, ἐφύλαξας ἐντολάς, ὅθεν τῶν πιστῶν, φύλαξ θεῖος γέγονας, ἀπὸ πάσης τούτους συντηρῶν, Πάτερ Νικόλαε, ἐπηρείας καὶ κακώσεως.

ς ποτὲ διέθρεψας, ἀποροῦσαν ἄρτου ἐν λιμῷ, τὴν πόλιν σου ὡς καλός, Ὅσιε ποιμήν, ὡσαύτως διάθρεψον, τὴν ψυχήν μου ἄρτω νοητῶ, Πάτερ Νικόλαε, σὲ προστάτην εὐμοιρήσασαν.

Σὲ τὸν μέγαν ἥλιον, τὸν ἐν ὕψει κείμενον ἀεί, τῆς Ἐκκλησίας Χριστοῦ, Ὅσιε ποιμήν, πιστῶς ἱκετεύομεν, σελασφόροις λάμψεσι φωτός, σκότος ἀπέλασον, ἁμαρτίας τῶν ψυχῶν ἡμῶν.

γγικεν ὡς γέγραπται, ἡ ἡμέρα ἡ περιφανής, τῆς παρουσίας Χριστοῦ, ἄγονε ψυχή, ἀπόθου τὸ ῥάθυμον, καὶ προθύμως βόησον Χριστῷ. Κύριε σώσόν με, Νικολάου παρακλήσεσι.

Θεοτοκίον

Φαεινὴν λυχνίαν σε, ὁ Προφήτης ἔβλεψεν Ἁγνή, λαμπάδιον νοητόν, φέρουσαν Χριστόν, δι' οὗ ἐφωτίσθημεν, οἱ ἐν σκότει κείμενοι κακῶν, σὲ μακαρίζοντες, Θεοτόκε ἀειπάρθενε.

Ἀπόστιχα τῶν Αἴνων, Ἀποστολικὰ

Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες. Ἐν ἀρχῇ ἣν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας, διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τοὺς Ἀποστόλους Κυρίου, μελωδικῶς ἐν ὠδαῖς ἀνευφημήσωμεν, ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται, ὧν ταὶς Πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

ν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων, Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῶ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαὶς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

προεκλελεγμένη, εἰσάκουσον τῆς αἰφωνῆς ἡμῶν, καὶ δώρησαι τὰ τήματα ταὶς ψυχαὶς ἡμῶν, λύτρωσαι ἡμᾶς παθῶν καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη ὡς Μήτηρ Θεοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλεία σου.

σπερ νεφέλαι φωτειναί, τὴν γὴν δι' ἤλθετε, τὸ ὕδωρ τὸ ζῶν, ἐπιρραίνοντες, καὶ καρδίας τακείσας, ἁμαρτίαις θεῖοι Μαθηταί, πλουσίως ἠρδεύσατε.

σπερ ἀκτῖνες μυστικαί, Ἠλίου λάμψαντος ἐκ Κόρης ἁγνῆς, ἐφωτίσατε τοὺς ἐν σκότει ἀγνοίας, καθημένους θεῖοι Μαθηταί, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Μαρτυρικὸν

Τὰς πυρακτώσεις τῶν δεινῶν, καθυπομείναντες προθύμω ψυχή, κατεφλέξατε τῶν εἰδώλων τὴν πλάνην, καὶ πρὸς θείαν ἐπαναψυχήν, μετήλθετε Μάρτυρες.

Δόξα...

να δραχμὴν τὴν ἐν βυθῷ, τῶ τῶν πταισμάτων συγχωσθεῖσαν, Χριστὲ ἐξάρης, καὶ Πατρὶ προσαγάγης, Ἀποστόλους κήρυκας τελεῖς, διὰ θείου Πνεύματος.

Καὶ νύν... Θεοτοκίον

Τῶν Ἀποστόλων καλλονή, θεοχαρίτωτε ὑπάρχουσα, ἀμαυρούμενον ἡδοναὶς με τοῦ βίου, μετανοίας λάμπρυνον αὐγαίς, ὅπως μακαρίζω σε.