The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΕΜΠΤΗ ΗΧΟΣ Γ΄

Προσόμοια Ἀποστολικὰ

Ἦχος γ'

Μεγάλη τῶν Μαρτύρων σου

Πρεσβείαις τῶν σεπτῶν καὶ θείων Ἀποστόλων σου, φιλάνθρωπε Οἰκτίρμον, καὶ μόνε ἐλεῆμον, τὴν εἰρήνην σου παράσχου τῶ λαῶ σου, καὶ τῶν δεινῶν λύτρωσαι, τούς ἀνυμνούντάς σε, καὶ πιστῶς προσκυνοῦντας.

Βελῶν μὲ ὡς Θεοῦ αὐτόπται τοῦ ἀλάστορος, λυτρώσασθε σβεννύντες, αὐτοῦ τὰς πανουργίας, καὶ δροσίσατέ με πνεύματος τὴ δρόσω, ἁμαρτιῶν τῶ καύσωνι, ἐκτηκόμενον, εὐεργέται μοὶ θεῖοι.

Εἰς πᾶσαν οἰκουμένην ὄντως ἐξελήλυθεν, ὁ θεῖος ὑμῶν φθόγγος, Ἀπόστολοι Κυρίου, καὶ ἐφώτισεν ἐν σκότει τοὺς κειμένους, καὶ τῶ Θεῷ προσήγαγεν, ὡς θυμίαμα, τοὺς αὐτὸν ἐγνωκότας.

Ἔτερα τοῦ ἁγίου Νικολάου  ὅμοια

Μεγίστη σωτηρία πάσιν ἀνεδείχθης ἡμῖν, Νικόλαε τρισμάκαρ, λυτροῦσαι γὰρ παντοιων, τοὺς οἰκέτας σου κινδύνων, καὶ ἀνάγκης καὶ πειρασμῶν, καὶ νόσων, καὶ περιστάσεων, καὶ ἐχθρῶν ἀοράτων.

πλήγην ἰοβόλω δήγματι ὁ ἄσωτος, καὶ κεῖμαι ἐρριμμένος καὶ ἐξηπορημένος, τὴ ἀγρύπνω σου δεήσει Ἱεράρχα, ἐν τάχει ἀνάστησον, ἵνα δοξάζω σου, τὴν ταχύκοον χάριν.

ν νώρᾳ τὴ φρικτή, ἐν ἢ μέλλῳ παρίστασθαι, τὸ βῆμα τὸ φρικῶδες, καὶ πέμπεσθαι κολάσει, βοηθὸν σὲ εὔροιμι Ἱερομύστα, ῥυόμενόν με σκότους, καθικετεύω σε, παρρησίαν ὡς ἔχεις.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

πάντων κυριεύουσα τῶν κτισμάτων Δέσποινα, δεινῶς κυριευθεῖσαν, τοὶς πάθεσι Θεόνυμφε, τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχει, φαρμάκω σὴς πρεσβείας, καὶ καταδούλωσον τῶ Υἱῶ καὶ Θεῷ σου.

Ἀπόστιχα Ἀποστολικὰ

Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν ὑπάρχει Μακάριοι, διὸ ὑμνοῦμεν καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.

Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες; ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν

Οἱ Μάρτυρες σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τὴ ἀγάπη τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου

γγέλων χαρμονή, τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος, διὰ τούτό σε, προσκυνοῦμεν Παρθένε.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος γ'  Τὴν ὡραιότητα

Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῶ λαῶ σου.

Θείας πίστεως

Πᾶσαν ἤρδευσαν, τὴν γὴν τοὶς ῥείθροις, οἱ Ἀπόστολοι, τοῦ Θεοῦ Λόγου, καὶ ἀνεβλάστησεν ὁ στάχυς τῆς πίστεως, καὶ ἐπληρώθη τοῦ κόσμου τὰ πέρατα, τὰ γὰρ ζιζάνια πάντα ἐξέκοψαν, ὅθεν ἅπαντας Χριστῷ τῶ Θεῷ προσήγαγον, βαπτίζοντες αὐτούς, εἰς Τριάδα τὴν ἄκτιστον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα

Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τὴ σκέπη σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοὶς δάκρυσι, Παρθένε Θεοτόκε βοῶ σοί, Σώσόν με, σῶσον τὸν ἀνάξιον.

Μετὰ τὴν β' Στιχολογίαν  ἕτερα

Θείας πίστεως

Δεῦτε ἅπαντες, τοὺς Ἀποστόλους, εὐφημήσωμεν, ἄσμασι θείοις, τῶν εἰδώλων γὰρ τὴν πλάνην βυθίσαντες, πρὸς θεῖον φῶς τοὺς βροτοὺς ἐπανήγαγον, καὶ τὴ Τριάδι πιστεύειν ἐδίδαξαν, ὅθεν σήμερον, αὐτοὺς εὐσεβῶς γεραίροντες, δοξάσωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.

ργοις λάμψαντες, ὀρθοδοξίας, πλάνην ἔσβεσαν κακοδοξίας, οἱ εὐκλεεῖς καὶ θεόπται Ἀπόστολοι, καὶ εὐσεβεία τὸν κόσμον πλουτίσαντες, τὰς Ἐκκλησίας φαιδρώς κατεκόσμησαν, ἐξαιτούμενοι, Χριστῷ τῶ Θεῷ, δωρήσασθαι, εἰρήνην τοὶς πιστοίς, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Βυθιζόμενος, παθῶν θαλάσση, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, καταφεύγω, Θεοτόκε βοήθει μοί, ἔκτεινον Πανάχραντε, δεξιὰν μοὶ τῶ δούλω σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλω πολλῶν παραπτώσεων.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα  Θείας πίστεως

Σὲ τὸν κήρυκα, τῆς ἀληθείας, καὶ ὑπέρλαμπρον, φωστήρα κόσμου, εὐφημοῦντες ἀνυμνοῦμεν Νικόλαε, καὶ ἐκβοῶμεν ἐν πίστει δεόμενοι. Ὡς τοὺς ἀθώους θανάτου ἐξήρπασας, οὕτως Ἅγιε, κινδύνων ἡμᾶς καὶ θλίψεων, καὶ πάσης ἐξελοῦ δεινῆς κακώσεως.

Μαρτυρικὸν Ἰδιόμελον

κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι, τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θείας πίστεως

Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε, τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν, ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

τὰ ὕδατα πάλαι, νεύματι θείω, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμῶν θάλασσαν, Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

κκλησίας τοὺς πύργους, τῶ θεμελίω, τῆς Πίστεως εὐσεβῶς ἠδρασμένους, καὶ πιστοὺς ἅπαντας ἐπιστηρίζοντας, δεῦτε μακαρίσωμεν, τοὺς ἱεροὺς Ἀποστόλους, ὅπως ταὶς δεήσεσι, τούτων σωθείημεν.

περίτρεπτοι στῦλοι, τῆς εὐσεβείας, τὴ πλάνη μὲ τοῦ ἐχθροῦ σκελισθέντα, καὶ εἰς γὴν κείμενον, κινδυνεύοντα, καὶ ἐξαπορούμενον, ἐπανορθώσατε, ὅπως εὔροιμι τὴν ἄφεσιν, ὧν ἐπλημμέλησα.

μαυτὸν πρὸ τῆς δίκης, δικαιοκρῖτα, ὁ ἄσωτος δεδοικῶς κατακρίνω, πονηρὰ ἔργα γάρ, ἄμετρα κέκτημαι, ὅθεν ἱκετεύω σε, ἀπεγνωσμένον μὲ σῶσον, θείαις παρακλήσεσι, τῶν Ἀποστόλων σου.

Θεοτοκίον

Σὺν ἁγίοις Προφήταις, σὺν Ἀποστόλοις, σὺν Μάρτυσι, τὸν ἐκ σοῦ σαρκωθέντα, ἐκτενῶς Κύριον, ἁγνὴ ἱκέτευε, ὅπως τῆς σαρκὸς ἡμῶν, πάντα τὰ πάθη νεκρώση, καὶ ζωὴν αἰώνιον, ἡμῖν δωρήσηται.

Κανὼν τοῦ Ἁγίου Νικολάου φέρων ἀκροστιχίδα.

Τρίτην δέησιν προσφέρω Νικολάω ἐγὼ ὁ Ἰωσήφ.

Ὁ Εἱρμὸς

Ἄσωμεν τῶ Κυρίω ἄσμα

Τὸν φαεινὸν λαμπτήρα, καὶ ἀκοίμητον, ἐπὶ γῆς ὑπάρχοντα πυρσόν, καὶ πρὸς λιμένας θείους ἐμβιβάζοντα, τοὶς κύμασι τοῦ βίου, ἀεὶ τοὺς θαλαττεύοντας, Νικόλαον τιμήσωμεν, καὶ πόθω μακαρίσωμεν.

ώμη Θεοῦ παμμάκαρ, δυναμούμενος, ζῆλον κατ' ἐπίγνωσιν, ἐκτήσω εὐσεβείας, ὅθεν θνήσκειν μέλλοντας, ἀδίκως ἐλυτρώσω, διὸ σὲ ἱκετεύομεν, ἀδίκου πάσης ῥύσαι ἡμᾶς, κακώσεως Νικόλαε.

κετηρίαν Πάτερ, ἀδιάλειπτον τῶ Κυρίω πρόσφερε, ὅπως ἁμαρτημάτων, καὶ φλογὸς κολάσεως, διαιωνιζούσης, καὶ πειρασμῶν καὶ θλίψεων, ἡμᾶς ἀπολυτρώσηται, ὡς μόνος ὑπεράγαθος.

Θεοτοκίον

Τὴν κιβωτὸν τὴν θείαν, τὴν χωρήσασαν τὸν τοῦ νόμου πάροχον, ἡμῶν τὰς ἀνομίας, πάσας ἀφαιρούμενον, δι' εὐσπλαγχνίας θείας, ἀδιήγητον πέλαγος, Μαρίαν τήν Πανάχραντον, συμφώνως μακαρίσωμεν.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπη τὴ σὴ στερέωσόν με.

Οἱ τὰ τοῦ κόσμου πληρώματα, διδαχῆς ἐνθέου πληρώσαντες, τὴν ψυχήν μου πληρώσατε, ἐναρέτων πράξεων, καὶ λογισμῶν ἀγαθῶν, Χριστοῦ αὐτόπται.

πὸ σκανδάλων μυρίων τοῦ πονηροῦ, ἀπὸ πάσης θλίψεως, ἀπὸ πάσης στενώσεως, ἀπὸ περιστάσεως, ὧ Μαθηταὶ Χριστοῦ, λυτρώσασθέ με.

Οἴμοι ψυχή μου ἀθλία καὶ ταπεινή, συχνῶς ἁμαρτάνουσα, καὶ Θεὸν παροργίζουσα! πῶς αἰτεῖς συγχώρησιν, τὴν ἀποχὴν τῶν κακῶν, μὴ ποιουμένη;

Θεοτοκίον

θεία κλῖμαξ ἣν εἶδεν ὁ Ἰακώβ, δι' Ἧς καταβέβηκεν, ὁ Θεὸς ἀνυψῶν ἡμᾶς, ἐκτενῶς ἱκέτευε, σὺν Ἀποστόλοις, ἡμᾶς οἰκτειρηθῆναι.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον, ἐστερεώθη διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν Ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

κονημένη μάχαιρα, Πνεύματος ὤφθης σοφέ, τὰ πονηρὰ ζιζάνια, διακόπτουσα αἱρετιζόντων, καὶ τρίβον σωτήριον, πιστοὶς ὁμαλίζουσα, Πάτερ Νικόλαε.  

Σὲ τὴν πηγὴν τὴν βρύουσαν, τῶν ἰαμάτων κρουνούς, ἐκδυσωποῦμεν Ἅγιε, τὰ βορβορώδη πάθη πάντων ἡμῶν, εὐχαίς σου ἀπέλασον, κινδύνων καὶ θλίψεων, ἀπολυτρούμενος.

σχυροτάτοις πόνοις σου, καταβαλῶν τὸν ἐχθρόν, νὺν καταυτοῦ ἐνίσχυσον, τοὺς ἀσθενοῦντας λογισμοὺς ἡμῶν, παθῶν ἐπικλύσεσιν, ἁγίαις πρεσβείαις σου, Πάτερ Νικόλαε.

Θεοτοκίον

Νοὺς ἐννοεῖν οὐ δύναται, τὸν ὑπὲρ νοῦν τοκετὸν θαυμαστὴς λοχείας σου, Θεογεννῆτορ Μητροπάρθενε, διὸ ἱκετεύω σε, τὸν νοῦν μου χαρίτωσον, τοῦ ἀεὶ δοξάζειν σε.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν Μονογενὴ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοὶ κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα τὴ δυνάμει σου Κύριε.

σπερ ἀστραπάς, ὡς ἀκτῖνας ἄδυτε Ἤλιε, σοῦ τοὺς Ἀποστόλους ἐφαπλῶν, εἰς τὰ τοῦ κόσμου Λόγε πληρώματα, πάντας κατεφώτισας, καὶ ἀγνωσίας ζόφον ἀπεδίωξας.

Θάλασσα δεινῆς, ἁμαρτίας Λόγε χειμάζει με, κύματα ἀτάκτων λογισμῶν, τὴν ταπεινὴν ψυχήν μου ταράττουσι. Κυβερνήτα Κύριε, τῶν Μαθητῶν σου, σώσόν με δεήσεσιν.

Φρίττω ἐννοῶν, τὴν φρικτήν σου Δέσποτα ἔλευσιν, ἔχω γὰρ πρὸ δίκης τὴν ἐμήν, κατηγοροῦσαν ἔνδον συνείδησιν, καὶ προβασανίζουσαν, πρὸ τῆς βασάνου, τὴν ἀναισθησίαν μου.

Θεοτοκίον

Λόγε τοῦ Θεοῦ, ὁ τεχθεὶς ἐκ Κόρης θεόπαιδος, ταύτης μεσιτείαις ἱεραῖς, καὶ τῶν σοφῶν Σωτὴρ Ἀποστόλων σου, πάσης περιστάσεως, πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους σου.  

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή, διὸ καὶ ἀνεκραύγαζεν. Ἀπὸ θαιμὰν ἤξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὅρους, κατασκίου δασέος.

Πρὸς Θεὸν σὲ μεσίτην, ἅπας πιστὸς καθ' ἑκάστην, Νικόλαε προβάλλεται, διὸ σὲ ἱκετεύομεν, ἐκ περιστάσεως χαλεπῆς, καὶ συμπτώσεως πταισμάτων, ἡμᾶς λύτρωσαι Πάτερ.

εῖθρον ζῶν ἐν καρδίᾳ, Κυρίου ἔχων τὴν χάριν, δροσίζεις ἀενάως σοφέ, τοὺς καύσωνι τῶν θλίψεων, καὶ τῶ αὐχμῶ τῶν ἁμαρτιῶν, κινδυνεύοντας ἀθλίως, ἀπολέσθαι παμμάκαρ.

ῥυσάμενος πάλαι, ἀπαγομένους θανάτου, ἀδίκου παμμακάριστε, καὶ νὺν ἡμᾶς περίσωζε, ἀπὸ ἀνθρώπων φθοροποιῶν, ἐνοχλήσεως καὶ πάσης, τῶν δαιμόνων ἀπάτης.

Θεοτοκίον

Σαρκωθέντα τὸν Λόγον, ὑπερβολὴ εὐσπλαγχνίας, ἀρρήτως ἀπεκύησας. Αὐτὸν δυσώπει Ἄχραντε, τῶν σαρκικῶν πάντας μολυσμῶν, ἐκλυτρώσασθαι, καὶ πάντων, δυσχερῶν τῶν τοῦ βίου.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

πὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοὶς βροτοὶς ἑκών, συνανεστράφης ὁ ἀκατάληπτος, διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε.

πὶ τῆς γῆς σαρκωθείς, ἀπειργάσω τοὺς Μαθητάς, οὐρανοὺς φθεγγομένους, Χριστὲ τὴν δόξαν σου, δι' αὐτῶν οὖν Κύριε, τὰς ψυχὰς ἡμῶν ἐλέησον.

πὸ παθῶν, ἀπὸ πάσης ἀνάγκης, ἀπὸ δεινῆς περιστάσεως Λόγε, ῥύσαι τοὺς δούλους σου, ταὶς τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις παρακλήσεσιν.

Οἴμοι ψυχὴ παναθλία! πῶς μέλλεις, τῶ φοβερῶ δικαστὴ παραστῆναι, ἄκαρπος μένουσα; σπεῦσον μετανόησον, ἀρετῶν καρποὺς βλαστάνουσα.

Θεοτοκίον

πὶ τῆς γῆς, τὸν ὀφθέντα, ἀφράστως, μετὰ σαρκὸς ἐξ ἀγνῶν σου αἱμάτων, ἁγνὴ ἱκέτευε, ὡς Υἱόν σου πάντοτε, ἱλασμὸν ἡμῖν δωρήσασθαι.  

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τὴ ταπεινή μου ψυχή, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

Φωτὶ τῶ καθαρῶ παρεστηκῶς, καὶ ταὶς ἐκεῖθεν ἀεὶ ἐκδιδομέναις, αὐγαὶς πυρσευόμενος, πάσιν αἴτησαι τὸν φωτισμόν, Πάτερ καὶ εἰρήνην.

μὲ τὸν ὑπὲρ πάντας τοὺς βροτούς, σὲ παροργίσαντα, φρενὶ ἀγνώμονι, ὑπεράγαθε κατοικτείρησον, ταὶς Νικολάου θερμαὶς πρεσβείαις.

αθύμως δαπανῶν μου τὴν ζωήν, καθικετεύω σε, Πάτερ Νικόλαε, διέγειρόν μου πρὸς μετάνοιαν, τὸν λογισμὸν κατεσπιλωμένον.

Θεοτοκίον

ς μόνη τῶν Ἀγγέλων χαρμονή, χαράς μου πλήρωσον, θεοχαρίτωτε, τὴν διάνοιαν σκυθρωπάζουσαν, καὶ ἀμελεία βεβυθισμένην.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεύμά μου, ἀλλ' ἐκτεῖνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνήτα διάσωσον.

βυσσον σοφίας πνευματικῆς, ἀναπηγάσας, Ἀποστόλων ὁ σύλλογος, κοσμικῆς ἐξήρανε, σοφίας πάντα ῥεύματα, καὶ κατήρδευσεν, εὐσεβῶν τὰ συστήματα.

Στέναξον καὶ δάκρυσον ταπεινή, ψυχὴ βοῶσα, καὶ πρὸς Κύριον λέγουσα. Ἥμαρτόν σοὶ Δέσποτα, Ἱλάσθητί μοὶ εὔσπλαγχνε, ταὶς δεήσεσι, τῶν σοφῶν Ἀποστόλων σου.

εύσαντες οἱ χείμαρροι τῶν παθῶν, κατέπτωσάν μου, τῆς καρδίας τὸ οἴκημα, ποταμοὶ τοῦ Πνεύματος, πεφυκότες Ἀπόστολοι, συντριβέντα με, πρὸς ζωὴν ἀναπλάσατε.

Θεοτοκίον

Δήμός σε τῶν Ἀποστόλων, Χριστέ, καθικετεύει, μετὰ τῆς κυησάσης σε, ἱλασμὸν κατάπεμψον, καὶ εἰρήνην τοὶς δούλοις σου, ὡς φιλάνθρωπος, καὶ Θεὸς εὐδιάλλακτος.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Βυθὸς μοὶ τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίον ἀνέμων, ἀλλὰ προφθάσας μὲ σὺ σῶσον Σωτήρ, καὶ ῥύσαι φθοράς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

Νεκρώσας ἐγκρατεία τὰ μέλη, ἐκτήσω τὴν ζωὴν τὴν ἀγήρω, ἢς καὶ ἡμᾶς κοινωνούς, σοῦ ταὶς εὐχαὶς ἐργάζου σοφέ, ἐκφεύξει τῆς πονηρᾶς ἐργασίας.

στίω ἱερῶν πρεσβειῶν σου, πελάγους πειρασμῶν πολυτρόπων, καὶ ἁμαρτίας βυθοῦ ῥύσαι ἡμᾶς, πρὸς τὸν ὅρμον τῆς ζωῆς, διαβιβάζων σοφὲ Ἱεράρχα.

Κοσμήσας τὴν τῶν Μύρων καθέδραν, ἐδείχθης κόσμος Ἀρχιερέων, ἀλλὰ πρεσβείαις ταὶς σαίς, τῶν κοσμικῶν ἡμᾶς πειρασμῶν, διάσωζε ἀβλαβεῖς Ἱεράρχα.

Θεοτοκίον

Οἰκήσας ὁ Λόγος ἐν γαστρί σου, τὴν πάλαι ἐν ἀνθρώποις οἰκοῦσαν, τὴ παραβάσει φθοράν, Μήτηρ ἁγνὴ ὡς μόνος Θεός, ἐξώκισε διὰ σπλάγχνα ἐλέους.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Τὸ πρὶν εἰκόνι τὴ χρυσή, Περσικῶ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν, τρεῖς ἀνυμνοῦντες, ἐν μέσῳ τῆς καμίνου, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, φῶς ὑμᾶς ἀνέδειξε, φωτοφόροι Ἀπόστολοι, ἐκμειοῦντας τὸ σκότος τῆς ἀπάτης, καὶ φωτίζοντας πιστῶν τὰς διανοίας.

Τὰς καθ' ἡμῶν τοῦ δυσμενοῦς, παγίδας συντρίψατε, φωτοφόροι Ἀπόστολοι, καὶ τὰς τρίβους ἡμῖν τῆς μετανοίας, ὁμαλίσατε ὑμῖν προσπεφευγόσι.

 

Τὴν μωρανθείσάν μου ψυχήν, σαρκικοὶς παθήμασιν, ἅλας θεῖον ὑπάρχοντες, θεηγόροι Ἀπόστολοι Κυρίου, ἐκκαθάρατε, πιστοὺς ζωογονοῦντες.

Θεοτοκίον

καλλονὴ τοῦ Ἰακώβ, καλῶν ταὶς ἰδέαις με, δέομαι καταφαίδρυνον, δυσωποῦσα νὺν σὺν τοὶς Ἀποστόλοις, τὸν τεχθέντα ἐκ τῶν σῶν ἀγνῶν αἱμάτων.  

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λυμαινόμενον πάλαι, τὸν παράφρονα Ἄρειον, τοῦ Κυρίου τὸν λαὸν ἐναπηγχόνισας, ταὶς νευραῖς σου τῶν λόγων, ὡς ποιμενάρχης ἀληθής, Πάτερ Νικόλαε.

γίως διανύσας, τὸν πανάγιον βίον σου, σὺν Ἀποστόλοις κατοικεῖς, Πάτερ Νικόλαε, ἁγιασμὸν ἐπιπέμπων, καὶ φωτισμὸν τοὶς εὐσεβῶς σὲ μακαρίζουσιν.

ς ἕτοιμόν σε ῥύστην, ὡς θερμὸν ἀντιλήπτορα, προσκαλούμεθα ἀεὶ Πάτερ Νικόλαε, τῶν παθῶν ἡμᾶς ῥύσαι, καὶ ἀδοκήτων πειρασμῶν ἐπερχομένων ἡμῖν.

Θεοτοκίον

μὲ τὸν ἀμελεία, τὴν ψυχὴν σκοτιζόμενον, φωταγώγησον Ἁγνή, τὸν τῆς καρδίας μου, προσεπανάπτουσα λύχνον, ἐν προθυμίᾳ ἀγαθή, ὅπως δοξάζω σε.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

στέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προεστῶτες Νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πλήγην παθῶν τὴ ῥομφαία, καὶ ἐτραυματίσθην τὴν καρδίαν ἀπονοία, τοῦ κακίαν δημιουργοῦντος. Ἀπόστολοι ἔνδοξοι, ἰάσασθε ὅλον ἐξηπορημένον με, ψυχῶν καὶ σωμάτων, ἰατροὶ πεφυκότες.

Εἰς πᾶσαν τὴν γὴν τῶν κηρύκων, φθόγγος ἐξεχύθη ὁ θεῖος, ἐκδιδάσκων, παραδόξως μίαν οὐσίαν, μίαν φύσιν σέβεσθαι, τῆς Τριάδος μίαν ὄντως κυριότητα, μίαν Βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

μὲ τὸν πολλὰ ἑπταικότα, καὶ μακροθυμίαν σου τὴν θείαν δαπανῶντα, τὴ ἐπιμόνω πλημμελεία, ἐπίστρεψον Δέσποτα, ὁ εἰδώς μου Λόγε τὴν πολλὴν ἀσθένειαν, καὶ τὴν ῥαθυμίαν, καὶ τὴν κακοφροσύνην.

Θεοτοκίον

θεία λαβὶς ἡ τὸν θεῖον, ἄνθρακα ἀρρήτως δεξαμένη Θεοτόκε, τῶν παθῶν μου πεπυρωμένους, ἄνθρακας κατάσβεσον Παναγία, δρόσω σου τῶν παρακλήσεων, καὶ τῶν πανενδόξων, καὶ θείων Ἀποστόλων.

Κανών του Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τῶν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστους δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν Οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίσην, καὶ Ποιητὴν εὐλογεῖτε.

Γὴν τῶν πραέων ἐκληρώσω, πρᾶος Ὅσιε γενόμενος, διό σου δέομαι πιστῶς, καταπράϋνον πρεσβείαις σου, τὰς ἐπεγειρομένας διηνεκῶς, τοῦ πονηροῦ κατ' ἐμοῦ τρικυμίας.

ς ἐλυτρώσω στρατηλάτας, τοὺς ἀδίκως θνήσκειν μέλλοντας, οὕτως ἀνθρώπων πονηρῶν, τῆς κακίας ἡμᾶς λύτρωσαι, καὶ πάσης τῶν δαιμόνων, ἐπιβουλῆς Νικόλαε, δυσωπῶν τὸν Σωτήρα.

δὸν ὑπέδειξας εὐθεῖαν, τοὶς ἀνθρώποις καὶ σωτήριον, ἐν ἢ ὁδήγησον ἡμᾶς, ἐν τῷ βίω παροδεύοντας, Νικόλαε τρισμάκαρ, ὅπως ὁμοῦ εἰσέλθομεν, τῆς ζωῆς πρός τὴν πόλιν.

Θεοτοκίον

σχὺς καὶ ὕμνησις ὑπάρχει, ὁ ἐκ σοῦ τεχθεὶς Πανάμωμε, ὃν ἐκδυσώπει ἐκτενῶς, παρειμένον μὲ τοὶς πάθεσι, Παρθένε ἐνισχύσαι, τοῦ ἐκτελεῖν τὰς σωτηρίους αὐτοῦ διατάξεις.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

ν νόμῳ, σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον μητρί, ἀπειράνδρω μεγαλύνομεν.

λόγῳ τῶν σῶν στηρίξας, Μαθητῶν τῆς γῆς τὰ πέρατα, Πατρὸς ἀνάρχου Λόγε, ταὶς αὐτῶν δεήσεσι καμέ, τὸν πρὸς τὰ πάθη ἀλόγως, κατολισθήσαντα, καὶ τῶν δαιμόνων τὴ πλάνη, ὑπαχθέντα κατοικτείρησον.

Ψυχή μου παθῶν δουλεύουσα, ὁρμαὶς τῶ παθητῶ διὰ σέ, προσάγαγε δεήσεις, ὅπως ῥύσηταί σε ἐκ παθῶν, ἱκετευόντων προδήλως, τῶν ἱερῶν Μαθητῶν, μιμησαμένων τὰ τούτου, τὴ σαρκὶ αὐτῶν παθήματα.

Χριστοῦ Μαθηταὶ ἡνίκα, σὺν αὐτῷ κρίναι καθίσητε, τοὺς κρίσει ὑπευθύνους, ἀκατάκριτόν μου τὴν ψυχήν, τὴν μολυνθεῖσαν ἀτόποις ἔργοις τηρήσατε, ὡς ἀγαθοὶ μου προστάται, ὡς τοῦ κόσμου ἀντιλήπτορες.

Θεοτοκίον 

Παρθένε ἁγνὴ Θεόνυμφε, καθαρὸν Χριστοῦ παλάτιον, Παρθένε Παναγία τῶν ἁγίων ἅγιον Θεόν, ὑπὲρ αἰτίαν καὶ λόγον κυοφορήσασα, σὺν Ἀποστόλοις ἁγίοις, ὑπὲρ πάντων καθικέτευε.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

ν Σιναίῳ τῶ ὄρει κατείδέ σε, ἐν τῇ βάτω Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πὺρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν Γαστρί, Δανιὴλ δὲ σὲ εἶδε, ὄρος ἁλατόμητον, ῥάβδον Βλαστήσασαν Ἡσαϊας κέκραγε, τὴν ἐκ ῥίζης Δαυϊδ.

ς χαράκωμα θεῖον καὶ στήριγμα, καὶ καλὴν καταφυγήν, ὁ περίγειος κόσμος σὲ κέκτηται, μεσιτείαις σου ἀεί, ἐκλυτρούμενον πάσης πειρασμῶν στενώσεως, Πάτερ Νικόλαε, ὅθεν ἐν αἰνέσει, πιστῶς μακαρίζει σε.

Στενωθεὶς ταὶς πολλαὶς περιστάσεσι, πρὸς τὸ πλάτος τῆς θερμῆς, καταφεύγω παμμάκαρ πρεσβείας σου, μεταποίησον βοῶ, τῆς ψυχῆς μου τὸν πόνον, τὰ κύματα πράϋνον, τῆς ἀπογνώσεως, καὶ εἰρήνευσόν μου, τὸν νοῦν ταραττόμενον.

τοῦ Κτίστου ἐφέστηκεν ἔλευσις, κρίναι ἅπασαν τὴν γήν, καὶ ὑπάρχων ὁ τάλας ἀνέτοιμος, ὅλως φρίττω ἐννοῶν, τὴν πληθὺν τῶν κακῶν μου, Κύριε μακρόθυμε, οἴκτειρον σώσόν με, θείαις Νικολάου, εὐχαὶς τοῦ ὁσίου σου.

Θεοτοκίον

Φωτισμός μου σωτήριος φάνηθι, ἡ κυήσασα τὸ φῶς, τῆς ψυχῆς μου τὰ νέφη διώκουσα, τὰ πολλὰ καὶ χαλεπά, ὅπως υἱὸς ἡμέρας, εὐχαίς σου γενήσωμαι, πράττων τὰ ὅσια, καὶ ὑμνολογίαις, ἀεὶ μακαρίζω σε.

Ἀπόστιχα τῶν Αἴνων, Ἀποστολικὰ

Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι, Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν, ὑπάρχει Μακάριοι, διὸ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.

Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν

Αἱ δυνάμεις τῶν Ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ Πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

γιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνωδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Οἱ καλάμω τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ, τῆς ἀγνωσίας τοὺς λαούς, ἀναγαγόντες Ἀπόστολοι, τὴν τῶν Ἑλλήνων πλάνην, ἀπεμειώσατε ἀπὸ τῆς γῆς, ἀπλανεῖς σωτῆρες γενόμενοι, τῶν πιστῶν ἀληθῶς, ὅθεν μακαρίζεσθε.

ς ἀκτῖνες μυστικαί, καὶ λαμπηδόνες, τοῦ Ἠλίου εὐκλεεῖς, γεγενημένοι Ἀπόστολοι, τῆς δυσσεβείας σκότος, ἀπεμειώσατε, καὶ πρὸς φῶς, τῆς θεογνωσίας ὡδηγήσατε, ἅπαντας τοὺς λαούς, ὅθεν ὑμᾶς σέβομεν.

Μαρτυρικὸν

Τῶν βασάνων τὴν πυράν, καθυπομείναντες, ἐξ ὕψους Ἀθληταί, χάριτος δρόσον ἐδέξασθε, καὶ τῶν βροτῶν τὰ πάθη, ὡς τοῦ Χριστοῦ θεράποντες ἀεί, εὐσθενῶς σοφοὶ θεραπεύετε, ὅθεν πίστει ὑμᾶς, Ἅγιοι γεραίρομεν.

Δόξα...

Τῆς Τριάδος ἱεροί, κήρυκες, Πέτρε, Παῦλε, Μάρκε, καὶ Λουκᾶ, Ματθαῖε, Σίμων, Ἰάκωβε, Ἀνδρέα, Ἰωάννη, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, ἐκτενῶς αὐτὴν ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς, πάσης περιστάσεως.

Καὶ νύν... Θεοτοκίον

ποστόλων καλλονή, καὶ τῶν ἁγίων Ἀθλοφορων χαρμονή, θεοχαρίτωτε Δέσποινα, ὑπὲρ ἡμῶν δυσώπει, τὸν τοῦ παντὸς Σωτήρα καὶ Θεόν, ἐγκλημάτων ὅπως λάβωμεν ἄφεσιν, καὶ τῆς θείας ζωῆς, πάντες ἐπιτύχωμεν.