The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΕΜΠΤΗ ΗΧΟΣ Α΄

Στιχηρὰ Προσόμοια τῶν Ἅγ. Ἀποστόλων

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

πόστολοι ἔνδοξοι Χριστοῦ, μαθηταὶ θεόκλητοι, τῆς οἰκουμένης διδάσκαλοι, εὐρόντες Κύριον, τὸν Θεοῦ μεσίτην, καὶ ἀνθρώπων πέλοντα, αὐτῷ θεοπρεπῶς ἐκολλήθητε, καὶ ὡς Θεὸν αὐτόν, καὶ ὡς ἄνθρωπον παντέλειον, ἐν τῷ κόσμω σαφῶς ἐκηρύξατε.

πόστολοι πάνσοφοι ψυχῆς, τῆς ἐμῆς τὴν ἄνοιαν, ἀποτινάξαι πρεσβεύσατε, ὡς χρηματίσαντες, τῆς σοφίας ὄντως, μύσται καὶ ἐκφάντορες, τὸ φῶς τοῦ Παρακλήτου ἀνάψαντες, καὶ καταπρήσαντες, τὸ σαθρὸν τῆς διανοίας μου, μακαρίζειν ὑμᾶς ἀξιώσατε.

Θεόπται Ἀπόστολοι ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην τοὶς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαὶς ἐνθέοις, κόσμον καταυγάσαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ νὺν πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἔτερα τοῦ ἁγίου Νικολάου

Τῶν οὐρανίων ταγμάτων

Τῆς Ἐκκλησίας τὰ ἄνθη περιϊπτάμενος, ὡς νεοσσὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταὶς πρεσβείαις σου.

Τῶν ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἁγίων, κατενόησας δόξαν, Ἅγιε ἐκείνην, ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκεῖ νῶν θεωριῶν, ἐμφανίζεις ἱερώτατε.

Τῆς ἱερᾶς διπλοϊδος τὴν ὡραιότητα, ταὶς πρακτικαὶς εἰργάσω, ἀρεταὶς λαμπροτέραν, Πάτερ θεοφόρε, ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων ἐκείνων θεωριῶν, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θεοκυῆτορ Παρθένε καὶ ἀπειρόγαμε, ἡ τὸν Θεὸν τεκοῦσα, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ πάλιν μετὰ τόκον, ὡς ἀληθῶς, ἀνεδείχθης Παρθένος ἁγνή, θρόνος καὶ πύλη καὶ τράπεζα μυστική, καὶ λυχνία φωτεινόμορφος.

Ἀπόστιχα Ἀποστολικὰ

Ἦχος α'

τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγη ῥῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον.

Τῶν οὐρανίων ταγμάτων

Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, θωμάν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.

Μαρτυρικὸν

Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλουρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Παρθένε πανύμνητε, Μωσής, τὸ ἐν σοὶ μυστήριον, προφητικοὶς εἶδεν ὄμμασι, βᾶτον μὴ φλέγεσθαι, καίπερ καιομένην, πὺρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε, διὸ αἰτούμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῶ κόσμω σου δώρησαι.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος α'

Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νὺν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.

Τοῦ λίθου σφραγισθέντος

Τὴ σαγήνη τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῶ καλάμω τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σὲ Θεὸν ἀληθινόν, διὸ σοὶ τῶ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν, Δόξα τῶ Πατρὶ καὶ τῶ Υἱῶ, δόξα τῶ ὁμοουσίω Πνεύματι, δόξα τῶ δι' αὐτῶν φωτίσαντι τὸν κόσμον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Συλλαβοῦσα ἀφλέκτως, τὸ πὺρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.

Μετα τὴν β' Στιχολογίαν

Ἔτερα Καθίσματα Ἀποστολικὰ

Τὸν τάφον σου Σωτὴρ

Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεϊας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι.

Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοὶς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, δι' ἡμῶν Παμμακάριστοι, ὅθεν ἅπαντες, οἱ διδαχαίς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Προστάτιν πρὸς Θεόν, κεκτημένοι σὲ πάντες, προστρέχομεν σεμνή, τῶ ἁγίω ναῶ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε, ῥύσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.

Μετὰ τὴν γ' Στιχολογίαν

Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Τὸν τάφον σου Σωτὴρ

Τοὶς Μύροις παροικῶν, αἰσθητῶς, Ἱεράρχα, τῶ μύρω νοητῶς, τῶ τοῦ Πνεύματος ὤφθης, χρισθείς, Πάτερ Νικόλαε, καὶ τοὶς μύροις θαυμάτων σου, κατεμύρισας, μύρον ἀέναον χέων, τοὺς μυρίσαι σου, μεμυρισμένοιςεν ὕμνοις, τὴν μνήμην ἐθέλοντας.

Μαρτυρικὸν

Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθω προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι νέμουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Οἱ θεῖοι μαθηταί, καὶ Ἀπόστολοι, Κόρη, ἐνθέοις διδαχαίς, ἀνεκήρυξαν πᾶσι, τὴν ἄφραστόν σου γέννησιν, Θεοτόκε πανάχραντε, σὲ διδάξαντες, τοῦ προσκυνεῖσθαι ἀξίως, ἀλλ' αἰτούμέν σε, σὺν τούτοις αἴτει σωθῆναι, τοὺς πίστει τιμώντάς σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων

Ὠδὴ α'  Ἦχος α'  Ὁ Εἱρμὸς

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, Ὁδὸν βυθοῦ καινουργήσασα. 

Θείαις φωτιζόμενοι αὐγαίς, τῆς τρισηλίου ἑλλάμψεως ἔνδοξοι, θέσει χρηματίζετε, ὄντως θεοί, θεοειδεῖς Ἀπόστολοι, ὅθεν κατὰ χρέος, ὑμᾶς ἐν πίστει γεραίρομεν.

Λόγου τοῦ φανέντος ἐπὶ γῆς, δι' εὐσπλαγχνίαν παχύτητι σώματος, ἄριστοι διάκονοι, καὶ τῶν αὐτοῦ, ἐκπληρωταὶ προστάξεων, πίστει γεγονότες, ἀεὶ τιμᾶσθε Ἀπόστολοι.

Ταὶς φωτιστικαὶς μαρμαρυγαίς, τοῦ παναγίου ἀοίδιμοι Πνεύματος, ὅλον μὲ φωτίσατε, ἁμαρτιῶν ἐν σκότει καλυπτόμενον, καὶ πρὸς μετανοίας, ὁδὸν σοφῶς ὁδηγήσατε.

Θεοτοκίον

τῶν Ἀποστόλων χαρμονή, Θεογεννῆτορ πανάμωμε Δέσποινα, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐν αὐτοῖς θεοπρεπῶς λαλήσαντος, σὺν αὐτοῖς δυσώπει, πυρὸς γεέννης ῥυσθήναί με.

Κανὼν τοῦ ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχις. 

Σοί, Νικόλαε, πρῶτον εἰσφέρω μέλος ἐγὼ Ἰωσήφ.

Ὁ Εἱρμὸς

δὴν ἐπινίκιον ἄσωμεν πάντες, Θεῷ τῶ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῶ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Στεφάνοις κοσμούμενος δικαιοσύνης, καὶ θρόνω τῆς χάριτος, παρεστὼς Νικόλαε, τοὺς ὑμνωδίαις σε, νὺν καταστέφοντας πιστῶς, σῶζε πρεσβείαις σου.

χάριν δεξάμενος τῶν ἰαμάτων, παμμάκαρ Νικόλαε, τῆς ψυχῆς μου τραύματα, εὐχαίς σου ἴασαι, καὶ συμβαινόντων πειρασμῶν, ῥύσαι πρεσβείαις σου.

σχὺϊ Νικόλαε τῆς σῆς πρεσβείας, ὅλην παρειμένην μου, τὴν ψυχὴν ἀνόρθωσον, τοὶς πλημμελήμασι, καὶ τῶν τοῦ βίου δυσχερῶν, πάντας διάσωσον.

Θεοτοκίον

Νοός μου Πανάμωμε τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, καὶ τοῦ σκότους ῥύσαί με, τοῦ αἰωνίζοντος, ὅπως ὑμνῶ διηνεκῶς, τὰ μεγαλείά σου.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

μόνος ἀόρατος Θεός, ὠράθη σωματούμενος, καὶ μαθητὰς ὑμᾶς ἐξελέξατο, εἰς πάντα κόσμον αὐτοῦ τὸ ὄνομα, καὶ τὴν ὑπερκόσμιον, δόξαν καταγγέλλοντας, παμμακάριστοι θεῖοι Ἀπόστολοι.

Σοὶ μόνω ἡμάρτηκα Χριστέ, σοὶ μόνω ἐπλημμέλησα, καὶ τὴν ψυχὴν κακῶς κατεμόλυνα, τῶ σῶ ἐλέει κάθαρον σώσόν με, ἔχων δυσωπούντάς σε, μόνε εὐδιάλλακτε, Ἰησοῦ, τοὺς σοφοὺς Ἀποστόλους σου.

Πικρίας παθῶν καὶ λογισμῶν, καὶ πάσης ἁμαρτίας με, ὡς συμπαθεῖς Ἀπόστολοι ῥύσασθε, τὴ μετανοία καταγλυκαίνοντες, τὴν ἐμὴν διάνοιαν, ὡς τὸν θεῖον φέροντες, γλυκασμὸν ἐν καρδίᾳ πανεύφημοι.

Θεοτοκίον

Μετὰ τῶν ἀϋλων Λειτουργῶν, Παρθένε ἀπειρόγαμε, μετα πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Μαρτύρων καὶ Ἀποστόλων Χριστοῦ, ὃν πὲρ ἐσωμάτωσας, ἐξ ἀγνῶν αἱμάτων σου, ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανὸν στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γὴν Παντοδύναμε. 

ρχιερέων ἐγκαλλώπισμα, εὐωδία θεία τοῦ Πνεύματος, ταὶς μυριπνόοις σου εὐχαίς, τὰ δυσώδη ἀπέλασον, τῆς καρδίας μου, Νικόλαε σοφέ, πάθη δέομαι.

ν ἀμελείᾳ διεξάγων μου, τὴν ζωὴν ὁ τάλας πτοούμαί σου, τὸ δικαστήριον Χριστέ, ἐν ὧ μῇ κατακρίνης με, Νικολάου μεσιτείαις ἱεραῖς δυσωπούμενος. 

Πεποικιλμένος θεία χάριτι, Ἱεράρχα πάτερ Νικόλαε, ἀπὸ ποικίλων πειρασμῶν, καὶ κινδύνων μὲ διάσωσον, προσφυγόντα σου τὴ σκέπη, τὴ σεπτὴ παμμακάριστε.

Θεοτοκίον

ύσαί με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, καὶ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, βροτοὶς τὸ ἀνέσπερον.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

ρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Θαλάσσας ἀθέου ἀπιστίας ταράξαντες, ταὶς ἐπιβάσεσιν ὑμῶν, ἵπποι θεόλεκτοι Χριστοῦ, ἐχθρὸν ἐβυθίσατε τὸν νοητόν, καὶ βυθισθέντες εἱλκύσατε, πρὸς σωτηρίαν ἀνθρώπους Ἀπόστολοι. 

Δοχεῖα τοῦ Πνεύματος τῶν θείων ἑλλάμψεων, τὴν σκοτισθείσάν μου ψυχήν, καὶ δεκτικὴν παντοδαπῶν, παθῶν χρηματίζουσαν, τῶ φωτισμῶ τῆς μετανοίας λαμπρύνατε, θεομακάριστοι θεῖοι Ἀπόστολοι.

Νεφέλαι τὸ ὕδωρ τῆς ζωῆς ἑπομβρίσαντες, τὴν χερσωθεῖσαν μου ψυχήν, τὴ αὐχμηρία τῶν παθῶν, ἐνθέως ἀρδεύσατε, καὶ ἀρετῶν βλαστάνειν στάχυν ποιήσατε, σωτηριώδη, Ἀπόστολοι ἔνδοξοι.

Θεοτοκίον

Προφῆται, Ἀπόστολοι, πανένδοξοι Μάρτυρες, σὺν τὴ Μητρὶ τοῦ Λυτρωτοῦ, ἐκδυσωπεῖτε ἐκτενῶς, ὅπως λυτρωθείημεν, ἁμαρτιῶν καὶ αἰωνίου κολάσεως, καὶ πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων. 

Κανὼν τοῦ Ἁγίου Νικολάου

Εἱρμὸς

ν πνεύματι προβλέπων Προφήτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, Δόξα τὴ δυνάμει σου Κύριε.

ς πάντων προσταγμάτων, Θεοῦ ἐκπληρωτής, συντηρεῖν εὐόδωσον πρεσβείαις σου ἡμᾶς, νομοθεσίας πρὸς σωτηρίαν φερούσας, καὶ ῥύσαι πάντων πειρασμῶν ἐπερχομένων, πάτερ Ἱεράρχα Νικόλαε.

Τὸν δρόμον σου τελέσας, ὁσίως ἐν Χριστῷ, τὰς ὁδοὺς κατεύθυνον ἡμῶν τὰς πρὸς αὐτόν, ὅπως φεύγοντες τὰς ἀνοδίας τοῦ πλάνου, πρόςσωτηρίαν καταντήσωμεν τελείαν, Πάτερ θεοφόρε Νικόλαε.

πάσας μεθοδείας, κοιμήσας τοῦ ἐχθροῦ, θείαις ἐγρηγόρσεσι, Νικόλαε σοφέ, ἐπαγρυπνοῦντας, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, καὶ σὲ μεσίτην πρὸς αὐτὸν προβαλλομ ἔνους, πάντας ἡμᾶς Πάτερ χαρίτωσον.

Θεοτοκίον

Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή, τοὺς ἐκτακέντας φλογμῶ πολλῶν ἐγκλημάτων, σαὶς εὐπροσδέκτοις μεσιτείαις, Θεοτόκε νὺν ἐπισκιάζουσαν χάριτι.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

φωτίσας τὴ ἑλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῶ Σταυρῶ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Σταλάζοντα γλυκασμόν, καὶ τερπνὴν ἀγαλλίασιν, ἐδείχθητε παναοίδιμοι ὄρη Ἀπόστολοι, τὴν πικρίαν ἅπασαν τοῦ διαβόλου καθελόντες, καὶ τοὺς πιστοὺς ἐνηδύνοντες. 

ρχόμενον ἀλλοτρίως, Χριστὸν εἰς τὰ ἴδια, ἐπέγνωτε, καὶ γνησίως αὐτῷ ἐκολλ ἤθητε, ἐκ τοῦ ἀλλοτρίου μὲ διό, λυτρώσατε τῆς βλάβης, θεῖοι τοῦ Λόγου Ἀπόστολοι.

Τὰ κρύφια τῆς ψυχῆς μου, θεράπευσον τραύματα, ἱκεσίαις ἱεραῖς τῶν ἐν κόσμῳ, τὴν θείαν σου κηρυξάντων ἔλευσιν, καὶ τὰ παθήματα Οἰκτίρμον, καὶ τὴν ἐκ τάφου ἀνάστασιν.

Θεοτοκίον

Μετὰ πάντων Ἀσωμάτων, ὃν πὲρ ἐσωμάτωσας, Θεὸν Λόγον Θεοτόκε Παρθένε ἱκέτευε, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

 Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπροσιτον, τοὶς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

ν ταῖς αὐλαὶς Κυρίου πεφύτευσαι, πάτερ Νικόλαε, ὡς κατάκαρπος ἐλαία, χάριτι καθιλαρύνων, πάντων νὺν τὰ πρόσωπα, ἐλαίω τῶν πόνων σου.

κετηρίαν νὺν Πάτερ ποίησον, ὑπὲρ τῶν δούλων σου, ὅπως ἄφεσιν πταισμάτων λάβωμεν, καὶ συνεχούσης θλίψεως ῥυσθείημεν, καὶ πάσης στενώσεως.

Σὲ τὸν θερμὸν προστάτην, πρὸς Κύριον καθικετεύομεν, μὴ ἐάσης ἡμᾶς Ἅγιε ἀπροστατεύτους, ἀλλὰ τὴ συνήθει σου πρεσβεία περίσωσον.

Θεοτοκίον

Φωτοειδὲς Χριστοῦ Κόρη, τέμενος, θεοχαρίτωτε, τοῦ Πατρός, Υἱοῦ καὶ Πνεύματος, ταὶς προσευχαίς σου οἴκους ἡμᾶς ποίησον, τὰ ὅσια πράττοντας.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Δικτύοις λογικοὶς ἐσαγηνεύσατε, τὰ ἔθνη πρὸς ἐπίγνωσιν, τοῦ γνωσθέντος εἰς ἀνάπλασιν βροτῶν, ὧ θεομακάριστοι Ἀπόστολοι, ὃν ἐκτενῶς ὑπὲρ τοῦ κόσμου καθικετεύσατε.

Ψυχή μου ταπεινὴ ψυχὴ ταλαίπωρε, ψυχὴ ἀμετανόητε, μετανόησον καὶ βόησον Χριστῷ. Ἥμαρτον ἱλάσθητι, φιλάνθρωπε, ταὶς προσευχαὶς τῶν Ἀποστόλων, ὡς ὑπεράγαθος.

πάλαι Ἰσραὴλ πηγάσας ὕδατα, ἐκ πέτρας παντοδύναμε, διαλύσας μου τὴν πώρωσιν Χριστέ, φέρειν ὀχετοὺς δακρύων ποίησον, ταὶς προσευχαὶς τῶν Ἀποστόλων ὡς πολυέλεος.

Θεοτοκίον

Παρθένε τὸν ἐκ σοῦ δι' ἀγαθότητα, τεχθῆναι εὐδοκήσαντα, ἐκδυσώπησον ὡς Πλάστην καὶ Θεόν, σῶσαι πειρασμῶν καὶ περιστάσεων, τοὺς ἐπὶ σοὶ τὴ Παναγία, ἀεὶ ἐλπίζοντας.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τὸν Προφήτην Ἰωνάν, ἐκμιμούμενος βοῶ, Τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθοράς, καὶ σώσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα, Δόξα σοί.

χων πλῆθος οἰκτιρμῶν, τήνπληθύν μου τῶν κακῶν, ἀπομείωσον, σοφέ, κυβερνῶν μου τὴν ζωήν, τοὶς κύμασι, τῆς ἁμαρτίας χειμαζομένην ἀεί. 

ωμαλέως τὸν ἐχθρόν, κατεπάτησας Σοφέ, ὃν συντρίβειν καὶ ἡμᾶς, σαὶς ἐνίσχυσον εὐχαίς, Νικόλαε, τοὺς σὲ προστάτην, θεῖον πλουτήσαντας.

ς τῶν Μύρων γεγονῶς, ἀληθὴς ἀρχιερεύς, εὐωδίασον ἡμῶν, τὰς αἰσθήσεις τῆς ψυχῆς, τὰ βλάπτοντα, δυσώδη πάθη, Πάτερ διώκων ἀεί.

Θεοτοκίον

Μεγαλεῖα σοὶ Χριστός, ἐποιήσατο Ἁγνή, ὃν ἱκέτευε ἀεί, μεγαλύναι ἐν ἐμοί, τὰ πλούσια, αὐτοῦ ἐλέη, θεοχαρίτωτε.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παίδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πηγὴ ζωῆς, Ἰησοῦς ὁ Κύριος, ὑπάρχων ὥσπερ ποταμούς, ἐπαφῆκε τοὺς Μαθητάς, νάμασιν ἀρδεύοντας, πᾶσαν τὴν ὑφήλιον, θεογνωσίας καὶ μέλποντας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πὺρ νοητόν, ἐν καρδίᾳ φέροντες, τὴν θείαν χάριν τοῦ Χριστοῦ, ἐνεπρήσατε Μαθηταί, ὕλην ἀθεότητος, ὅθεν τὰ ὑλώδη μου, βοῶντος πάθη συμφλέξατε, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῆς τοῦ πυρός, τιμωρίας ῥύσαί με, ταὶς ἱκεσίαις ὁ Θεός, τῶν ἐνδόξων σου Μαθητῶν, καὶ μὴ ἀπορρίψης με, ἀπὸ τοῦ προσώπου σου, ἐν μετανοίᾳ κραυγάζοντα, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον

Φθοροποιῶν, ἐξελοῦ μὲ Κύριε, ἁμαρτημάτων καὶ παθῶν, ὁ ἀφθόρως ἀποτεχθείς, ἐκ τῆς Θεομήτορος, πάσιν ἀφθαρσίαν τε, τοὶς μελωδοῦσι δωρούμενος, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τοὺς ἐν καμίνῳ Παίδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πύρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες, Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ρειστικὴ πρεσβεία σου σοφέ, καρδίας μου ἔρεισον τὰς βάσεις ἀσφαλῶς, πέτρα Θεοῦ τῶν ἐντολῶν τῶν φανωτάτων, σώζων ἀπερίτρεπτον, μεθοδειῶν βλαβερῶν, τοῦ ἀρχεκάκου ἐχθροῦ.

Λύσιν ἡμῖν τῶν ἁμαρτιῶν πρυτάνευσον, πάντων τε τῶν τοῦ βίου δυσχερῶν, καὶ πειρασμῶν τῶν ἐπερχομένων, ἱερὲ Νικόλαε, πάντων προστάτα πιστων, καὶ Ἀρχιερέων ἔρεισμα.

κατακρύψας δοῦλος πονηρὸς τὸ τάλαντον, ὁ εἰς ἐργασίαν ἀγαθὲ ἀπείληφεν, ἐγὼ ὑπάρχω, καὶ πτοοῦμαι τὸ ἐκεῖ κριτήριον, ἐν ὧ Θεὲ τοῦ παντὸς μὴ κατακρίνης με.

Θεοτοκίον

Σὲ Παναγία ἄχραντε ἁγνή, οἱ δούλοί σου, πάντοτε, ἡμέρας καὶ νυκτός, συντετριμμένη διανοία δυσωποῦμεν, Λύτρωσιν ἁμαρτημάτων τῶν πολλῶν, λιταίς σου δίδου ἡμῖν ἀγαθή.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῶ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ς ἀκτῖνας Ἥλιος ἡμᾶς, ἐξήπλωσεν ὁ μέγας, εἰς πᾶσαν τὴν οἰκουμένην, καταυγάζοντας πιστοὺς βοῶντας, Ἀπόστολοι. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ς ποιμένες ὄντες λογικοί, ὡς ἄρνες τοῦ Ποιμένος, ὡς θρέμματα τοῦ Ἀμνοῦ, καὶ λυτρωτοῦ ἡμῶν Θεοῦ, θεόπται Ἀπόστολοι, νοητοῦ μὲ λύκου ῥυσθῆναι, πρεσβεύσατε ἀπαύστως, καὶ τῆς τῶν ἐρίφων ὀδυνηρὰς μερίδος.

Παναθλία στέναξον ψυχή, καὶ βόησον Κυρίω. Ἥμάρτηκα ὑπὲρ πάντας, καὶ ἠνόμησα δεινῶς, καθάρισον σώσόν με, ὡς τὴν πόρνην, ὡς τὸν Τελώνην, ὡς τὸν Ληστήν, Οἰκτίρμον, ταὶς τῶν Ἀποστόλων πρεσβείαις εὐπροσδέκτοις.

Θεοτοκίον

Σὺν Ἀγγέλοις Μῆτερ τοῦ Θεοῦ, καὶ σὺν τοὶς Ἀποστόλοις, καὶ Μάρτυσι καὶ Προφήταις, ἐκδυσώπησον Χριστόν, σῶσαι τοὺς κραυγάζοντας. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν ὄρει ἱστάμενος τῶν θείων ἀρετῶν, τοὶς πέρασι γνώριμος θαυμάτων ὑψηλῶν, Νικόλαε ὤφθης, ἐπιδείξεσιν, ὅθεν πᾶσα γλῶσσα, τιμᾷ σὲ εἰς αἰῶνας.

Γευσάμενος Ὅσιε τοῦ θείου γλυκασμοῦ, πικρίαν ἐμίσησας παντοίων ἡδονῶν, ἐξ ὧν ἡμᾶς ῥύσαι, ἱκετεύων Χριστόν, ἐπανισταμένους, κινδύνους καταπαύειν.

ς στῦλος ἀκράδαντος καὶ ἔρεισμα πιστῶν, ἀεὶ μὲ κλονούμενον τοῦ βίου τοὶς κακοίς, καὶ ταὶς τῶν δαιμόνων ἐπιπνεύσεσι, στήριξον παμμάκαρ, Νικόλαε εὐχαίς σου.

Θεοτοκίον

άτρευσον δέομαι τὰ πάθη τῆς ἐμῆς, καρδίας κυήσασα τὸν πάντων Ἰατρόν, καὶ τῆς τῶν δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βᾶτος ἔδειξεν ἄφλεκτος, καὶ νὺν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε, Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Θεῖαι τοῦ ἁγίου Πνεύματος, καὶ φωταυγεῖς λαμπάδες ἀποδεικνύμενοι, ἐφωτίσατε, ταὶς φωταυγείαις, μακάριοι, τοῦ σεπτοῦ καὶ πανσόφου κηρύγματος, πᾶσαν τὴν οἰκουμένην, σκότος εἰδώλων ἐκμειώσαντες.

Θεία τῆς ἀμπέλου κλήματα, τῆς νοητῆς ὑπάρχοντες, θείους βότρυας, ἐβλαστήσατε, ἀναπηγάζοντας ἔνδοξοι, τὸν σωτήριον οἶνον, Ἀπόστολοι, διὸ μὲ ἐκ τῆς μέθης, τῶν ἡδονῶν ἀπολυτρώσατε.

Τρέμω ἐννοῶν ὁ ἄθλιος, τὸ φοβερὸν ἐκεῖνο, Χριστέ μου, βήμά σου, πράξεις γὰρ αἰσχρὰς καὶ ῥυπαρὰς νὺν περίκειμαι, καὶ πρὸ δίκης ὑπάρχω κατάδικος, διὸ μὲ ταίς πρεσβείαις, τῶν Ἀποστόλων σου οἰκτείρησον.

Θεοτοκίον

Μόνη τοὺς βροτοὺς ἐθέωσας, σωματωθέντα Λόγον ἀποκυήσασα, ὃν ἱκέτευε, σὺν Ἀποστόλοις καὶ Μάρτυσι, Παναγία Παρθένε Θεόνυμφε, ὑπὲρ ἡμῶν τῶν πίστει, μακαριζόντων καὶ τιμώντων σε.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τὴν φωτοφόρον νεφέλην, ἐν ἢ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ Οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δὶ ἡμᾶς, γενόμενος Ἄνθρωπος, τὴν Ἄχραντον μεγαλύνομεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνή.

ς τοῦ Χριστοῦ Ἱεράρχην, καὶ φωτοβόλον ἀστέρα, ὡς τῶν θαυμάτων αὐτουργόν, ὡς πηγὴν ἰαμάτων, ὡς τὸν ἐν λύπαις βοηθόν, ὡς πρέσβυν θερμότατον, τῶν καλούντων ἐν ἀνάγκαις σὲ Πάτερ, εὐφημοῦμεν μελωδίαις ἱεραῖς.

Σὲ τὸν ποιμένα τὸν μέγαν, καὶ μιμητὴν κατὰ πάντα, τοῦ ἀρχιποίμενος Χριστοῦ, ἐκτενῶς δυσωποῦμεν, ἐξ ὑψωμάτων ἱερῶν, Νικόλαε ποίμανον τοὺς δούλους σου, ἐκλυτρούμενος πάντων, τῶν τοῦ βίου δυσχερῶν διηνεκῶς.

δη τὸ τέλος ἐγγίζει, τὶ ἀμελεῖς, ὧ ψυχή μου; τὶ οὐ σπουδάζεις τῶ Θεῷ, εὐαρέστως δουλεῦσαι; σπεῦσον ἀνάνηψον λοιπόν, καὶ κράξον, Φιλάνθρωπε οἰκτείρησον, Νικολάου πρεσβείαις, κυβερνῶν μου τὴν ζωὴν ἐν ἀγαθοῖς.

Θεοτοκίον

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον μὲ πάσαις, ταὶς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ ῥαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν, Πανάμωμε φώτισον, ὁδηγοῦσα πρός καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

Ἀπόστιχα Ἀποστολικὰ

Ἦχος α'

τῶν Ἀποστόλων παναρμόνιος λύρα, ἐξ ἁγίου Πνεύματος κινουμένη, τὰς τῶν στυγερῶν δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων, καὶ προσκυνεῖν ἐδίδαξε Τριάδα ὁμοούσιον.

Τῶν οὐρανίων ταγμάτων

Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.

Μαρτυρικὸν

γαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγώνατόν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεύσι, καὶ τυράννους ἑνικήσατε, πὺρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνωδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομισασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων

Προφητικῶς τὴν Παρθένον ἀνευφημήσωμεν, στάμνον χρυσῆν τοῦ μάννα, ἀκατάφλεκτον βᾶτον, καὶ τράπεζαν, καὶ θρόνον, λυχνίαν χρυσῆν, τὸ λαμπάδιον ἔχουσαν, καὶ ἁλατόμητον ὄρος, καὶ κιβωτόν, ἁγιάσματος καὶ πύλην Θεοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ, μνήσθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

Οἱ τὰ πέρατα φωτίσαντες, θείαις ἀκτίσι, τῶν δογμάτων ὑμῶν, τὸν σκοτασμὸν τῆς πονηρᾶς, ἀσεβείας διελύσατε, καὶ πρὸς φῶς τὸ ἄδυτον, μεταβάντες ἀεὶ μακαρίζεσθε.

Τοῦ Πατρὸς τὴν ἐνυπόστατον, σχόντες σοφίαν μαθηταὶ τοῦ Χριστοῦ, πάντας σοφίζουσαν ὑμᾶς, τὴ μωρία τοῦ κη ῥύγματος, κόσμον ἐφωτίσατε, καὶ πρὸς γνῶσιν θείαν μετηγάγετε.

Μαρτυρικὸν

Τὰς βασάνους ὑπομείναντες, καθάπερ ἄσαρκοι Χριστοῦ ἀθληταί, πάντας ἀσάρκους δυσμενεῖς, κατὰ κράτος ἑνικήσατε, ὅθεν μακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε.

Δόξα...

Τὴν Τριάδα προσκυνήσωμεν, σὺν τῶ Πατρί, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν, τὴν ἀδιαίρετον πιστοί, καὶ ἀχώριστον καὶ σύνθρονον, Μονάδα κραυγάζοντες. Ἅγιος εἶ Θεὲ τρισάγιε.

Καὶ νύν... Θεοτοκίον

Μακαρίζομέν σε Πάναγνε, ὡς προεφήτευσας Ἁγνή, Θεὸν γὰρ ἐκυοφόρησας, χορὸς Ἀποστόλων ὃν ἐκήρυξε, μεθ' ὧν ἡμῖν αἴτησαι, τῶν πταισμάτων λύτρωσιν πανάμωμε.