The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ ΠΛ Δ΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος πλ. δ'

σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. (Δίς)

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.  

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Δόξα... Καὶ νῦν... Θεοτοκίον Δογματικὸν

Ἦχος πλ. δ'

Πῶς μή σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ μὴ ἀνυμνήσωμεν Ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου! Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως, τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου Ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ Ἀπειρόγαμε, μείνας μέν, ὅπερ ὑπῆρχε, φύσει Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτόν ἐν ἑκατέρᾳ μορφῇ∙ ἑκατέρα γὰρ φύσις, ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστικα

Ὢ τοῦ παραδόξου θαύματος

νῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν· πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Χαῖρε Θεοτόκε πάνσεμνε. Χαῖρε πηγὴ τὴν ζωήν, τοῖς πιστοῖς ἡ πηγάζουσα. Χαῖρε πάντων Δέσποινα, καὶ Κυρία τῆς κτίσεως, εὐλογημένη, Χαῖρε Πανάμωμε, δεδοξασμένη, χαῖρε Πανάχραντε. Χαῖρε παλάτιον. Χαῖρε θεῖον σκήνωμα. Χαῖρε Ἁγνή. Χαῖρε Μητροπάρθενε. Χαῖρε Θεόνυμφε.

Χαῖρε Θεομῆτορ ἄχραντε. Χαῖρε πιστῶν ἡ ἐλπίς. Χαῖρε κόσμου καθάρσιον. Χαῖρε πάσης θλίψεως, ῥυομένη τοὺς δούλους σου, ἡ τῶν ἀνθρώπων, χαῖρε παράκλησις, ἡ ζωηφόρος, χαῖρε ἀντίληψις. Χαῖρε προπύργιον, τῶν προσκαλουμένων σε. Χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα καὶ ὄρος ἅγιον.

Χαῖρε Θεοτόκε Δέσποινα. Χαῖρε ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις. Χαῖρε καταφύγιον, καὶ λυχνία ἀείφωτος, ἠγλαϊσμένον, χαῖρε λαμπάδιον, ἡγιασμένον, χαῖρε παλάτιον. Χαῖρε Παράδεισε. Χαῖρε θεῖον σκήνωμα. Χαῖρε πηγή, βρύουσα τὰ νάματα, τοῖς προσιοῦσί σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον Δογματικὸν

ν οὐρανὸς οὐκ ἐχώρησε, Παρθένε Θεοτόκε, ἐν γαστρί σου ἀστενοχωρήτως ἐχωρήθη, καὶ ἔμεινας ἁγνή, ἀρρήτῳ λόγῳ, μηδὲν τῆς παρθένίας λυμανθείσης. Σὺ γὰρ μόνη γέγονας ἐν γυναιξί, καὶ Μήτηρ καὶ Παρθένος, καὶ σὺ μόνη Πάναγνε, ἐγαλούχησας Υἱὸν ζωοδότην, καὶ ἀγκάλαις σου ἐβάστασας, τὸ ἀνύστακτον ὄμμα, ἀλλ' οὐ διέλιπε τοῦ κόλπου του Πατρικοῦ, ὡς προϋπῆρχε πρὸ τῶν αἰώνων, ἀλλ' ἄνω ὅλως, Θεὸς μετὰ Ἀγγέλων, καὶ κάτω ὅλως, ἐκ σοῦ μετὰ ἀνθρώπων, καὶ πανταχοῦ ἀνερμηνεύτως. Αὐτὸν ἱκέτευε, Δέσποινα Παναγία, τοῦ σωθῆναι τοὺς ὀρθοδόξως, ὁμολογοῦντάς σε Θεοτόκον ἁγνήν.

Ἀπολυτίκιον Ἦχος πλ. δ'

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ  

Στιχηρὰ

Ἦχος πλ. δ'

σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ Ἅδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς, Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, παντοδύναμε Σωτήρ, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ' ἐπάκουσον καὶ σῶσον ἡμᾶς, διὰ τῆς Ἀναστάσεώς σου Φιλάνθρωπε.

Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστικα

Ἦχος πλ. δ'

νῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ Ἅδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.

Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος πλ. δ'

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ  

Κανὼν Τριαδικὸς Μητροφάνους, οὗ ἡ Ἀκροστιχὶς

Τριὰς Μονάς, σῶσόν με τὸν σὸν οἰκέτην 

Ὠδὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι, καὶ προμηθεῖ τοῦ παντός, καὶ ἀγαθῷ μόνῳ, φυσικῶς ὑπάρχοντι, καὶ ἑνιαίαν ἔχοντι, τῆς Θεότητος δόξαν, Θεῷ Μονάρχῃ προσπίπτομεν, ὕμνον τὸν τρισάγιον ᾄδοντες.

ήσεις τὰς θείας, καὶ χρησμοὺς τοὺς ἄνωθεν, μεμυημένοι σαφῶς, θεαρχικὴν φύσιν, ἑνικὴν δοξάζομεν, ἀΐδιον συνάναρχον, ἐν τρισὶ τοῖς προσώποις, Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, δημιουργικήν, παντοδύναμον.

ερομύστης Ἀβραὰμ γενόμενος, ἱεροτύπως τὸ πρίν, τὸν Ποιητὴν πάντων καὶ Θεὸν καὶ Κύριον, τρισὶ μὲν ὑποστάσεσιν, ὑπεδέξατο χαίρων, τῶν δὲ τριῶν ὑποστάσεων, κράτος ἑνιαῖον ἐγνώρισεν.

Θεοτοκίον

πειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν καθ' ἡμᾶς δι' ἡμᾶς, εἰληφότα φύσιν, Πάναγνε καὶ ἄτρεπτον, κατ' ἄμφω διαμείναντα, ὃν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Ὠδὴ γ' Ὁ στερεώσας κατ' ἀρχὰς

Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἡσαΐας κατεῖδεν, ὑψηλοῦ καὶ Χερουβείμ, καὶ Σεραφεὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικόν τρισυπόστατον.

Μόνον πατρόθεν ὡς ἐκ Νοῦ, γεγεννημένον τὸν Λόγον, καὶ τὸ Πνεῦμα προελθὸν ἀπορρήτως, καταλλήλοις λογισμοῖς, καὶ γραφικοῖς διδάγμασι, κατειληφότες ἕνα, Θεόν τρισήλιον σέβομεν.

ὢν ἀγέννητος Πατήρ, καὶ τῆς ἰδίας οὐσίας, τὸ ἀπαύγασμα γεννήσας ἀρρεύστως, τὸν Υἱὸν φῶς ἐκ φωτός, ἐκπορευτῶς προβάλλεται, συμφυὲς φῶς τὸ Πνεῦμα, τὸ παντουργόν καὶ ὁμότιμον.

Θεοτοκίον

Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.

Κάθισμα

Τὸ προσταχθὲν μυστικῶς

Τῆς τρισηλίου καὶ σεπτῆς τελεταρχίας, τὰς δυναστείας οἱ πιστοὶ νῦν εὐφημοῦμεν, ὅτι νεύματι μόνῳ τὸ πᾶν συνέστησε, τὰς ἄνω χοροστασίας Ἀγγελικάς, τὰς κάτω Ἱεραρχίας Ἐκκλησιῶν, τοῦ κραυγάζειν· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ, Θεὲ Ὑπεράγαθε, δόξα, ὕμνος τῷ κράτει σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου, ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω σοι∙ Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.

Ὠδὴ δ' Σύ μου ἰσχύς, Κύριε

νατολή, δικαισύνης φανείς Χριστός, τοῖς ἐν σκότει, πᾶσαν διεσκέδασε, τὴν ἀφεγγῆ νύκτα τῶν παθῶν, καὶ δικαιοσύνης, τὸν Ἥλιον ἐξανέτειλεν, ἁπλοῦν μὲν κατ' οὐσίαν, τριλαμπῆ δὲ προσώποις∙ ὃ ὑμνοῦμεν ἀεὶ καὶ δοξάζομεν.

Σεραφικοῖς, στόμασι τὸν ἀνυμνούμενον, τοῖς πηλίνοις, χείλεσι δοξάζομεν, μοναδικόν, καὶ τριαδικόν, Κύριον τῆς δόξης, τῇ φύσει καὶ ὑποστάσεσι, βοῶντες∙ Ὦ Παντάναξ, τοῖς σοῖς δούλοις παράσχου, τῶν ποικίλων πταισμάτων συγχώρησιν.

Συνεκτική, πάντων τῶν ὄντων ἀόρατε, πανοικτίρμον, εὔσπλαγχνε φιλάνθρωπε, Τριὰς σεπτὴ καὶ θεαρχική, μή μου ἐπιλάθῃ, τοῦ σοῦ οἰκέτου τὸ σύνολον, μηδὲ διασκεδάσῃς ἣν διέθου σοῖς δούλοις, διαθήκην δι' ἄφατον ἔλεος.

Θεοτοκίον

ραίαν σε, Πάναγνε μόνην εὑράμενος, ἐξ αἰῶνος, Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, δι' εὐσπλαγχνίαν ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

Ὠδὴ ε' Ἵνα τί με ἀπώσω

Συναΐδια τρία, πρόσωπα δοξάζομεν, ἕνα δὲ Κύριον, σὲ τὴν θείαν φύσιν, διαιροῦντες ἁπλῶς καὶ συνάπτοντες, καὶ πιστῶς βοῶμεν∙ θεαρχικὴ Τριὰς ἁγία, τοὺς σούς δούλους ἐκ θλίψεως λύτρωσαι.

λοφύρομαι σφόδρα, διὰ τὴν ἀσθένειαν τῆς διανοίας μου, πῶς μὴ θέλων πάσχω, τὴν ἀβούλητον ὄντως ἀλλοίωσιν· διὰ τοῦτο κράζω∙ Ζωαρχικὴ Τριὰς ἁγία, τῶν καλῶν ἐν τῇ στάσει με σύνταξον.

Νυσταγμῷ βαρυνθέντα, τῷ τῆς ἁμαρτίας με καὶ συνωθούμενον, πρὸς θανάτου ὕπνον, ὡς φιλάνθρωπος καὶ ὑπεράγαθος, καὶ παντελεήμων, θεαρχικὴ Τριὰς ἁγία, κατοικτείρησον καὶ διανάστησον.

Θεοτοκίον

Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

Ὠδὴ ς' Ἱλάσθητί μοι Σωτὴρ

πουρανίων Νοῶν, ταξιαρχίας μιμούμενοι, μοναρχικὴ τοῦ παντός, Τριὰς ὑπερούσιε, τρισαγίοις ᾄσμασι, σὲ δοξολογοῦμεν, τοῖς πηλίνοις ἡμῶν στόμασι.

Τὸν κατ' εἰκόνα τὴν σήν, τὸν ἄνθρωπον διαπλάσαντα, καὶ ἐξ οὐκ ὄντων τὸ πᾶν, σοφῶς ὑποστήσαντα, Θεὸν τρισυπόστατον, προσκυνῶ καὶ σέβω, καὶ ὑμνῶ καὶ μεγαλύνω σε.

παντοκράτωρ Θεός, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοί, δι' ἄφατον ἔλεος, τρισήλιε Δέσποτα, καὶ καταύγασόν με, καὶ συνέτισον ὡς εὔσπλαγχνος.

Θεοτοκίον

Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κᾀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.

Καθίσματα

Τὸ προσταχθὲν

Πατέρα ἄναρχον πιστοί, Υἱὸν συνάναρχον, καὶ Πνεῦμα θεῖον, ἀληθῶς ὑμνολογοῦμεν, ἀσυγχύτως, ἀτρέπτως, καὶ ἀναλλοιώτως, Τριάδα ἁπλῆν ἁγίαν καὶ συμφυῆ, βοῶντες σὺν τοῖς Ἀγγέλοις∙ Ἅγιος εἶ, Πάτερ Υἱὲ σὺν τῷ Πνεύματι, τῷ παναγίῳ καὶ σεπτῷ, ἐλέησον οὓς ἔπλασας, κατ' εἰκόνα σου Δέσποτα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως∙ Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Ὠδὴ ζ' Θεοῦ συγκατάβασιν

Σοφίᾳ ἀρρήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριὰς Μονὰς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν. (Δίς)

νοῦς ὁ ἀγέννητος, Πατὴρ καὶ Λόγος ὁ γεννηθείς, ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ Μονάρχα τρισήλιε, ψάλλω σοι∙ Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον

Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω σοι πίστει, τῇ τετοκυίᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς σαῖς πρεσβείαις, τὸν δοῦλόν σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.

Ὠδὴ η' Ἑπταπλασίως κάμινον

φῶς ὑπάρχων ἄδυτον, τριλαμπὲς καὶ τρισήλιον, καὶ μοναρχικόν, μονοκρατές, ἁπλούστατον, Θεὸς ἀκατάληπτος, καὶ μονοκράτωρ Κύριος, νῦν τὴν σκοτεινήν, καὶ ζοφεράν μου καρδίαν, καταύγασον καὶ δεῖξον, φωταυγῆ καὶ φωσφόρον, ὑμνεῖν σὲ καὶ δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.

ερωτάταις πτέρυξι, Σεραφεὶμ οἱ θειότατοι, πρόσωπα καὶ πόδας, εὐλαβῶς καλύπτουσι, τὴν δόξαν μὴ φέροντες, τοῦ ἀμηχάνου κάλλους σου, ἀγαθαρχική, θεαρχικὴ Μοναρχία, Τριὰς ὑπεραγία, πλὴν ἡμεῖς ἀνυμνεῖν σε, τολμῶμεν καὶ δοξάζειν, πιστῶς εἰς τοὺς αἰῶνας.

Κυριαρχίαν ἄναρχον, πανσθενῆ καὶ πανάγαθον, τελεταρχικήν, ἀγαθουργὸν, ἀόριστον, αἰτίαν ἀναίτιον, ποιητικὴν ἀΐδιον, προνοητικήν, καὶ σωστικὴν τῶν ἁπάντων, Μονάδα κατ' οὐσίαν, καὶ Τριάδα προσώποις, δοξάζω σε Θεέ μου, πιστῶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

πὶ τῆς γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ παρθενικῆς γεννήσεως, πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς, καὶ ζοφερᾶς σκοτομήνης∙ διὸ καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.

Ὠδὴ θ' Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες ἁμαρτιῶν, συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίας τὴν ὁμόνοιαν. (Δίς)

μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σοὺς ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλανθρώπως, ταῖς Ἐκκλησίαις καὶ τὴν ἕνωσιν.

Θεοτοκίον

Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ 

Ἀπολυτίκιον Ἦχος πλ. δ'

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἦχος πλ. δ'

νέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Τὴν σοφίαν καὶ Λόγον

ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.

νθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

Δόξα...

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Καὶ νῦν... Θεοτοκίον

πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν∙ τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

κ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

Δόξα... Καὶ νῦν...

γίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β'

καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

πὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

Δόξα... Καὶ νῦν...

γίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ'

κέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.

πὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.

Δόξα... Καὶ νῦν...

γίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ'

δοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

Δόξα... Καὶ νῦν...

γίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Κανὼν Ἀναστάσιμος 

Ὠδὴ α' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.

Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος 

Ὑγρὰν διοδεύσας

πήρθησαν πύλαι ὀδυνηραί, καὶ ἔφριξαν ᾅδου, καθορῶντες οἱ πυλωροί, ἐν τοῖς κατωτάτοις τὸν ἐν ὕψει, τῆς τῶν ἁπάντων ἐπέκεινα φύσεως.

ξέστησαν τάξεις Ἀγγελικαί, ὁρῶσαι ἐν θρόνῳ, ἱδρυμένην τῷ Πατρικῷ, τὴν ἔκπτωτον φύσιν τῶν ἀνθρώπων, τὴν καθειργμένην, ἐν τοῖς κατωτάτοις τῆς γῆς.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς∙ τὸν κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας. 

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου Κατὰ Ἀλφάβητον 

Ἄσωμεν τῷ Κυρίῳ

χραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

Βότρυν σε ζωηφόρον, τὸν τῆς παγκοσμίου ἀποστάζοντα, γλυκασμὸν σωτηρίας, ἡ Παρθένος Χριστὲ ἀπεκύησε.

Γένος Ἀδαμιαῖον, πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ σοῦ ἀνηγμένον, Θεοτόκε ἀξίως δοξάζει σε.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

Θεοτοκίον

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Κανὼν Σταυροαναστάσιμος 

Οὐρανίας ἁψῖδος ὀροφουργὲ

πειθήσαντα πρῴην, τῇ ἐντολῇ Κύριε, τοῦ πεποιηκότος με ὄντως, σὺ ἀπεξένωσας, ὃν μορφωσάμενος, ὑπακοήν τε παιδεύσας, σεαυτῷ οἰκείωσας διὰ σταυρώσεως.

σοφίᾳ τὰ πάντα, προεγνωκὼς Κύριε, καὶ τῇ σῇ συνέσει, συμπήξας τὰ ὑποχθόνια, οὐκ ἀπηξίωσας, συγκαταβάσει σου Λόγε, τοῦ Θεοῦ ἀναστῆσαι τὸν κατ' εἰκόνα σου.

Θεοτοκίον

νοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῶς Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε Φιλάνθρωπε.

Τῆς Θεοτόκου 

Σὺ εἶ τὸ στερέωμα

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Εὔας τῆς προμήτορος, σὺ ἐπανόρθωσις γέγονας, τὸν ἀρχηγόν, τῆς ζωῆς τῷ κόσμῳ, Θεοτόκε κυήσασα.

Ζῶσον δυναστείαν με, ἡ ἀληθῶς Θεὸν Πάναγνε, τὴν τοῦ Πατρός, ἐν σαρκὶ τεκοῦσα, ἐνυπόστατον δύναμιν.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Κανὼν Σταυροαναστάσιμος

Εἰσακήκοα Κύριε

Τῷ Σταυρῷ σε προσήλωσαν, οἱ τῶν παρανόμων παῖδες Φιλάνθρωπε, δι' οὗ ἔσωσας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς σου τὰ παθήματα.

ναστὰς ἐκ τοῦ μνήματος, πάντας συνανέστησας τοὺς ἐν ᾅδῃ νεκρούς, καὶ ἐφώτισας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς σου τὴν Ἀνάστασιν.

Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία, τοῦτον δυσώπησον, τοῖς ἱκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Τῆς Θεοτόκου ὁ αὐτὸς

 

τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.

Θεοτόκον σε Πάναγνε, οἱ πεφωτισμένοι πάντες γινώσκομεν∙ τὸν γὰρ Ἥλιον ἐκύησας, τῆς δικαιοσύνης ἀειπάρθενε.

λασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

κ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Κανὼν Σταυροαναστάσιμος 

Φώτισον ἡμᾶς

δήγησον ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ σου Χριστέ∙ δι' αὐτοῦ γάρ σοι προσπίπτομεν, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

Κυβέρνησον ἡμῶν, τὴν ζωὴν νῦν ὁ Θεὸς ἡμῶν, τῶν ὑμνούντων σου τὴν Ἔγερσιν, καὶ τὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε.

Θεοτοκίον

Δυσώπησον Ἁγνή, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία σεμνή, τοῦ καταπέμψαι ἡμῖν, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Κανὼν τῆς Θεοτόκου 

Ὀρθρίζοντες βοῶμεν

Κατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα τὸν Κυβερνήτην καὶ Κύριον.

Λατρεύουσι τῷ τόκῳ σου ἄχραντε, Θεοτόκε, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν τὰ συστήματα.

Μαρία Θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας, τῶν ἐχθρῶν ματαίωσον, καὶ τοὺς ὑμνοῦντάς σε εὔφρανον.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

Θεοτοκίον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Κανὼν Σταυροαναστάσιμος 

Τὴν δέησιν ἐκχεῶ

Παλάμας ἐν τῷ Σταυρῷ ἐξήπλωσας, ἰατρεύων ἀκρατῶς τὴν ταθεῖσαν, ἐν τῇ Ἐδέμ, χεῖρα τοῦ πρωτοπλάστου, καὶ πικροῦ ξύλου χολῆς ἀντεγεύσω Χριστέ, καὶ ἔσωσας ὡς δυνατός, τοὺς δοξάζοντάς σου τὰ παθήματα.

Θανάτου ὁ Λυτρωτὴς ἐγεύσατο, τὴν ἀρχαίαν τε ἀπόφασιν ὅπως, καὶ τῆς φθορᾶς, τὸ βασίλειον λύσῃ, καὶ τοῖς ἐν ᾅδῃ φοιτήσας ἀνέστησε, καὶ ἔσωσεν ὡς δυνατός, τοὺς ὑμνοῦντας αὐτοῦ τὴν Ἀνάστασιν.

Θεοτοκίον

Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σε καὶ τὸν ἐκ σοῦ, σαρκωθέντα ἀφράστως δοξάζομεν.

Τῆς Θεοτόκου 

Χιτῶνά μοι παράσχου

Ναόν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.

Ξοάνων καταλύτης ὡς Θεός, γεγονὼς ὁ Τόκος σου, Μαρία Θεόνυμφε, προσκυνεῖται σὺν Πατρὶ καὶ τῷ Πνεύματι.

Λόγος τοῦ Θεοῦ σὲ τοῖς βροτοῖς, Θεοτόκε ἔδειξεν οὐράνιον κλίμακα∙ διὰ σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκε.

Κοντάκιον Ἦχος πλ. δ'

Ὡς ἀπαρχὰς τῆς φύσεως

ξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ Ἅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικὸν

πάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

Κανὼν Σταυροαναστάσιμος 

Οἱ ἐκ τῆς Ἰουδαίας

Σωτηρίαν εἰργάσω, μέσον τῆς οἰκουμένης προφητικῶς ὁ Θεός∙ ὑψωθεὶς γὰρ ἐν ξύλῳ, πάντας ἀνεκαλέσω, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ναστὰς ἐκ τοῦ τάφου, ὡς ἐξ ὕπνου Οἰκτίρμον, πάντας ἐρρύσω φθορᾶς, ἡ κτίσις δὲ πιστοῦται, διὰ τῶν Ἀποστόλων, κηρυττόντων τὴν ἔγερσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

σουργὸς τῷ τεκόντι, ἰσοδύναμος Λόγος καὶ συναΐδιος, ἐν μήτρᾳ τῆς Παρθένου Πατρὸς τῇ εὐδοκίᾳ πλαστουργεῖται καὶ Πνεύματος. Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Τῆς Θεοτόκου ὁ αὐτὸς

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν∙ διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον εὐχαρίστως κραυγάζομεν∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

άβδος ἔφυς Παρθένε, Ἱεσσαὶ ἐκ τῆς ῥίζης, ἡ Παμμακάριστος, καρπὸν ἀνθηφοροῦσα, σωτήριον τοῖς πίστει, τῷ Υἱῷ σου κραυγάζουσιν∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας, ἡ ἐνυπόστατος σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος 

Νικηταὶ τυράννου

Τὸν ἐπὶ τοῦ ξύλου, χεῖρά μοι ἐκτείναντα τῷ γυμνωθέντι, καὶ καλούμενόν με, τῇ αὐτοῦ εὐσχήμονι θάλψαι γυμνώσει, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐκ κατωτάτου, Ἅδου με ὑψώσαντα τὸν πεπτωκότα, καὶ τῇ ὑψιθρόνῳ, δόξῃ τοῦ Γεννήτορος τετιμηκότα, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτόν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης Θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου 

Τὸν Βασιλέα τῶν οὐρανῶν

Τῶν ἐναντίων τὰς θελκτικὰς καὶ φλογώδεις, καθ' ἡμῶν κατάσβεσον βολίδας, ὅπως σε ὑμνῶμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

περφυῶς τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε∙ ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτιστικήν σε καὶ χρυσαυγῆ τὸ σκηνῶσαν, ἐν σοὶ φῶς ἀπρόσιτον Παρθένε, ἔδειξε λαμπάδα, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.

Θεοτοκίον

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Κανὼν Σταυροαναστάσιμος 

Ἔφριξε πᾶσα ἀκοή

Θεοῦ σε φύσει τὸν Υἱόν, συλληφθέντα ἐν γαστρὶ ἐπιστάμεθα, τῆς Θεομήτορος, καὶ γεγονότα δι' ἡμᾶς ἄνθρωπον, καὶ ἐπαρθέντα ἐν Σταυρῷ, τῇ φύσει μὲν πάσχοντα τῆς ἀνθρωπότητος, ἀπαθῆ δὲ ὡς Θεὸν διαμείναντα.

Λέλυται σκότος ἀμειδές∙ ἐκ τοῦ ᾅδου γὰρ ἀνέτειλεν Ἥλιος, δικαιοσύνης Χριστός, τῆς γῆς φωτίζων πάντα τὰ πέρατα, λάμπων Θεότητος φωτί, οὐράνιος ἄνθρωπος, Θεὸς ἐπίγειος, ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.

Θεοτοκίον

ντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσμαηλίτην λαόν, καθυποτάττων τὸν πολεμοῦντα ἡμᾶς, φιλευσεβοῦντι Βασιλεῖ, ὡς ὅπλον ἀνίκητον, ἐπαγομένῳ σοι, σὺν τῇ λόγχῃ τὸν Σταυρὸν χαριζόμενος.

Τῆς Θεοτόκου 

Κυρίως Θεοτόκον

Χαρᾶς καὶ εὐφροσύνης, πλήρης σου ἡ μνήμη, τοῖς προσιοῦσιν ἰάματα βρύουσα, καὶ εὐσεβῶς Θεοτόκον σε καταγγέλλουσι.

Ψαλμοῖς σε ἀνυμνοῦμεν, Κεχαριτωμένη, καὶ ἀσιγήτως τό, Χαῖρε προσάγομεν∙ σὺ γὰρ ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.

ραῖος Θεοτόκε, ἔφυ ὁ καρπός σου, οὐχὶ φθορᾶς τοῖς μετέχουσι πρόξενος, ἀλλὰ ζωῆς τοῖς ἐν πίστει σε μεγαλύνουσι.

Αἶνοι Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

παθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.

Προσκυνῶ καὶ δοξάζω, καὶ ἀνυμνῶ Χριστέ, τὴν σὴν ἐκ τάφου Ἀνάστασιν, δι' ἧς ἠλευθέρωσας ἡμᾶς, ἐκ τῶν τοῦ Ἅδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεὸς ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Τὸ ζωοδόχον σου μνῆμα, φρουροῦντες παράνομοι, σὺν τῇ κουστωδίᾳ ἐσφραγίσαντο τοῦτο, σὺ δὲ ὡς ἀθάνατος Θεὸς καὶ παντοδύναμος, ἀνέστης τριήμερος.

Πορευθέντος σου ἐν πύλαις Ἅδου Κύριε, καὶ ταύτας συντρίψαντος, ὁ αἰχμάλωτος οὕτως ἐβόα∙ Τίς ἐστιν οὗτος, ὅτι οὐ καταδικάζεται ἐν τοῖς κατωτάτοις τῆς γῆς, ἀλλὰ καὶ ὡς σκηνὴν κατέλυσε τοῦ θανάτου τὸ δεσμωτήριον; ἐδεξάμην αὐτὸν ὡς θνητόν, καὶ τρέφω ὡς Θεόν. Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ Λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου βασιλείας σου.

κουε Ἀδάμ, καὶ χαῖρε σὺν τῇ Εὔᾳ, ὅτι ὁ γυμνώσας, πρὶν τοὺς ἀμφοτέρους, καὶ δι' ἀπάτης λαβὼν ὑμᾶς αἰχμαλώτους, ἐν τῷ Σταυρῷ Χριστοῦ κατήργηται.

Ξύλῳ προσπαγείς, Σωτὴρ ἡμῶν βουλήσει, ξύλου τὸν Ἀδάμ, κατάρας ἐλυτρώσω, ἀποδιδοὺς ὡς οἰκτίρμων τὸ κατ' εἰκόνα, καὶ Παραδείσου τὴν κατοίκησιν.

Σήμερον Χριστός, ἀνέστη ἐκ τοῦ τάφου, πᾶσι τοῖς πιστοῖς, παρέχων ἀφθαρσίαν, καὶ τὴν χαρὰν ἐγκαινίζει ταῖς Μυροφόροις, μετὰ τὸ πάθος καὶ τὴν Ἔγερσιν. 

Χαίρετε σοφαί, γυναῖκες Μυροφόροι, πρῶται τὴν Χριστοῦ, Ἀνάστασιν ἰδοῦσαι, καὶ τοῖς αὐτοῦ ἀπαγγείλασαι Ἀποστόλοις, παντὸς τοῦ κόσμου τὴν ἀνάκλησιν.

Φίλοι τοῦ Χριστοῦ, Ἀπόστολοι φανέντες, σύνθρονοι αὐτοῦ, ἐσόμενοι τῇ δόξῃ, ἐν παρρησίᾳ αὐτῷ ἡμᾶς παραστῆναι, ὡς Μαθηταὶ αὐτοῦ πρεσβεύσατε.

Δόξα...

ναρχε Τριάς, ἀμέριστε Οὐσία, σύνθρονε Μονάς, ὁμότιμε τῇ δόξῃ, ἡ ὑπεράρχιος φύσις καὶ Βασιλεία, σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον. Χαῖρε κιβωτέ, τῆς Νέας Διαθήκης. Χαῖρε ἡ ἔγχρυσος στάμνος, ἐξ ἧς τὸ Μάννα, πᾶσιν ἐδόθη τὸ οὐράνιον.