The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ ΠΛ.Α΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου 

Ἦχος πλ. α'

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ἤσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές. (Δὶς)

O τὴν Ἀνάστασιν διδοὺς τῶ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἄδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοὶς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοὶς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τὴ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Δόξα... Kαὶ νύν... Θεοτοκίον

Δογματικὸν  Ἦχος πλ. α' 

Τὴν θεοπρεπῆ, καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβείμ, ὁ γὰρ Δημιουργὸς τῶν ὅλων, ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ὤκησεν ἀφράστως. Ὦ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τὶς οὐκ ἐκπλαγὴ ἐν τούτῳ ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπή, ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ προφήτης λέγει. Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τῆς Θεοτόκου

Χαίροις ἀσκητικῶν

Σὲ τὸν Σαρκωθέντα Σωτήρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ἀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἄδου πύλας, τριήμερος ἀνέστης, σώζων τὰς ψυχὰς ἡμῶν.

Χείρας ἐπανατείνω πρὸς σέ, καὶ ῥυπαρὰ χείλη ἀνοίγω πρὸς δέησιν, καὶ κάμπτω καρδίας γόνυ, καὶ νοητῶς τῶν ποδῶν, σοῦ τῶν παναχράντων νὺν ἐφάπτομαι, Ἁγνὴ καὶ προσπίπτω σοί, τὰς ὀδύνας μου ἴασαι, τὰ χρόνιά μου, τὰ πολλὰ καὶ ἀνίατα, ἀγαθότητι, σὴ θεράπευσον τραύματα, ῥύσαι ἐξ ὀρωμένων με, ἐχθρῶν ἀοράτων τε, κούφισον Κόρη τὸ βάρος, τῆς ῥαθυμίας μου, ὅπως σε, ὑμνῶ καὶ δοξάζω, δι' ἦς εὔρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.

Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα Πανάμωμε, καὶ τοῦτον σαρκὶ τεκοῦσα, τὸ καθ' ἡμᾶς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα, ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον, ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται, ὡς ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστὸς ὃν δυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σωζομένων, ἡ φλογοφόρος λαβίς, τῆς ἀρᾶς ἡ λύσις Παντευλόγητε, γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις, ἁγιωτέρα, Χερουβεὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα, δυσθεώρητον ὅραμα, ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα, ἅρμα τοῦ Λόγου, νεφέλη, ἐξ ἦς ἀνέτειλεν Ἥλιος, ἡμᾶς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

Δόξα... Kαὶ νύν... Θεοτοκίον

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή, ὁ μὲν γὰρ σὲ τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ἢ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βᾶτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ὤκησε τὸ πὺρ τῆς θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὅρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διὸ σὲ δοξάζομεν, διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ἤσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

O τὴν Ἀνάστασιν διδοὺς τῶ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἄδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοὶς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοὶς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τὴ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

σπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τῶ ἀνεσπέρω Φωτί, τῶ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῶ κόσμω, καὶ μέχρις Ἄδου κατελθόντι, καὶ τὸ ἐκεισε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοὶς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοί.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν, αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσῶν ἀνίσταται, διάβολος κατήργηται.

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκτοῦ μνημείου ἐσυλήθη ὁ νεκρός, Τὶς εἶδε, τὶς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἑσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφω τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτὸς ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Κύριε ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῶ Σταυρῶ τῶ τιμίω, ἐλέησον ἡμᾶς.

Θεοτοκίον

ν τῇ ἐρυθρὰ θαλάσση τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Ἀπόστικα

Ἦχος πλ. α'

Σὲ τὸν Σαρκωθέντα Σωτήρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ἀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἄδου πύλας, τριήμερος ἀνέστης, σώζων τὰς ψυχὰς ἡμῶν.

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πάσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφω δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῶ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν. Φιλάνθρωπε Κύριε, δόξα σοί.

Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ἄδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει, σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῶ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας, διὸ καὶ ἡμῖν τοὶς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

O δι' ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ὡς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοὶς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τὴ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

ΕΙΣ ΤΟ ΜΕΣΟΝΥΚΤΙΚΟΝ

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς:

Κανὼν ὁ πέμπτος Φωτὶ τῶ τρισηλίω. 

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς  Ἵππον καὶ ἀναβάτην

Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν. Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον.

νω σὲ τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ἄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.

Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τὴ ψυχή μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως.

Θεοτοκίον

σπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε.

Ὠδὴ γ'  Ὁ πήξας ἐπ' οὐδενὸς

Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνωδοὺς ἀπαύστους τῆς σῆς θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν Ἱκεσίαν ὡς εὔσπλαγχνος.

πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοὶς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.

Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφὴ θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπή, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.

Θεοτοκίον

φάνης τῶ Μωϋσῆ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, δι' ἦς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.

Κάθισμα

Τὸν συνάναρχον Λόγον

Eλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε, ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος, διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοίς, βαρούμενοι κεκραγότες. Ἱλάσθητι τοὶς σοὶς δούλοις, καὶ ῥύσαι πάντας πάσης κολάσεως.

Δόξα... Kαὶ νύν... Θεοτοκίον

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νὺν ἀντίληψιν, δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σώζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταὶς μητρικαίς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

Ὠδὴ δ'  Τὴν θείαν ἐννοήσας σου

Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δὶς)

Πηλίνοις τοὺς ὑμνούντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τὴ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.

Θεοτοκίον

Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὁ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σὴς Παρθένε συλλήψεως.

Ὠδὴ ε'  Ὁ ἀναβαλλόμενος

δι' ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατ' εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.

Σὺ μὲ καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἑλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος.

Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοὶς χαρακτήρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταὶς αἴγλαις σου.

Θεοτοκίον

ς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθὺς σὲ ἐπέγνω, Θεοῦ κατοικητήριον.

Ὠδὴ ς'  Μαινομένην κλύδωνι

Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας, ὡς σύμμορφος καὶ ἰσουργός, καὶ κατ' οὐσίαν καὶ βούλησιν. (Δὶς)

κανῶς ἐδήλωσεν, ὁ Προφήτης ἄδων τῶ Πατρί, σῶ φωτὶ ὀψόμεθα, τῶ Πνεύματι φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον.

Θεοτοκίον

Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων Δέσποτα Θεέ, ἑνικὲ καὶ τρίφωτε, κατάπεμψον σοὶς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος.

Κάθισμα

Τὸν συνάναρχον Λόγον

Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νὺν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς, καὶ ἠλέησε, καὶ ἐρρύσατο φθοράς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ Βασιλείαν ἡμῖν παρέσχετο.

Δόξα... Kαὶ νύν... Θεοτοκίον

πορήσας ἐκ πάντων πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τό. Ἥμαρτον, ἀλλ' ἐπιμένω τοὶς χείροσιν, ἀναισθητῶν ὁ ἄθλιος, ἐλέησον μὲ πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥύσαι, πάσης κολάσεως τὸν ἀνάξιον.

Ὠδὴ ζ'  Ὁ ὑπερυψούμενος

ς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σὲ ὑμνοῦντας, τριλαμπὴ Θεὸν τῶν ὅλων. Δὶς

Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεὸν σὲ καὶ Κύριον, ὑμνοῦντες βοώμέν σοί, Παράσχου τοὶς σοὶς δούλοις, ἱλασμὸν ἁμαρτημάτων.

Θεοτοκίον

άδαμνον ἐβλάστησας, τῶ Πατρὶ συνάναρχον, ἄνθος τῆς θεότητος, βλαστὸν συναϊδιον, Παρθένε τὸν διδοῦντα, τὴν ζωὴν πάσιν ἀνθρώποις.

Ὠδὴ η'  Σοὶ τῶ παντουργῶ

να τῆς μιᾶς, ἀνακαλύψης πάλαι, σαφῶς Κυριότητος, τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνούντι, σὸν κράτος ἑνιαῖον.

Σὺ μὲ πρὸς τὰς σᾶς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοί, ἀεὶ Κύριε πάντων.

Θεοτοκίον

στραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ἡσαϊα χόρευε

Λαλιαὶ σὲ βρότειαι, κατ' ἀξίαν Ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῶ σῶ κράτει καὶ τὴν αἴνεσιν. (Δὶς)

σορρόπω δόξη σε, τὸν μονάρχην τρίφωτον Θεόν, δοξάζει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, ἀχράντοις ἐν στόμασι, μεθ' ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας.

Θεοτοκίον

ς ἁγνὴ καὶ ἄμωμος, καὶ παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς, ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νὺν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α'

γγελικὴ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκὴ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοὶς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοὶς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.

ΕΝ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Καθίσματα  Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοὶς ἐν ἅδῃ φῶς ἀνέτειλε.

Δόξα...

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κιενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοί.

Καὶ νύν... Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βᾶτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοί. Γυναῖκες ἀπετόλμησαν, καγῶ ἐδειλίασα. Ληστὴς ἐθεολόγησε, καγῶ ἠρνησάμην σε, ἄρα καλέσεις μὲ τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις μὲ ἀλιέα βυθοῦ; ἀλλὰ μετανοούντά με δέξαι, ὁ Θεὸς καὶ σώσόν με.

Δόξα...

Κύριε, ἐν μέσῳ σὲ προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχη τὴν πλευράν σου ἐξεκέντησαν, ὧ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ἄδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἕδραμον Γυναῦκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοί.

Καὶ νύν... Θεοτοκίον

πειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνούμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀράς, καὶ νύν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ  Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῶ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τὶ τὰ μύρα, συμπαθῶς τοὶς δάκρυσιν, ὧ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφω Ἄγγελος, προσεφθέγγετο ταὶς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωί, Μυροφόροι ἕδραμον, πρὸς τὸ μνήμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνήμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὦς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιὰ τῇ οὐσία, σὺν τοὶς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νύν... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τὴ Εὔα, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α'

γγελικὴ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκὴ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοὶς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοὶς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

ν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ἄδω σοὶ Σωτήρ μου. Ῥύσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

Τοὶς ἐρημικοὶς ζωὴ μακαρία ἐστί, θεϊκῶ ἔρωτι πτερουμένοις.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοὶς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β'

Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

Δεξιά σου χεὶρ καμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νούς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ'

πὶ τοῖς εἰρηκόσι μοί. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρὰς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

πὶ οἶκον Δαυϊδ, τὰ φοβερὰ τελεσιουργεῖται, πὺρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

Προκείμενον

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Στίχ. ξομολογήσομαί σοί, Κύριε, ἐν ὅλη καρδία μου.

Κανὼν Ἀναστάσιμος

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ἄδοντα.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

γειρὰς μὲ πεσόντα, τῶ βόθρω ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθοράς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρω μὲ εὐωδίασας.

Θεοτοκίον

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοὶς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πάσιν ἀνθηφοροῦσα, Χριστὸν τοὶς πέρασι.

Κανὼν Σταυροαναστάσιμος

Τῶ σωτήρι Θεῷ

Τῶ βουλήσει Σταυρῶ, προσηλωθέντι σαρκί, καὶ τῆς ἀρχαίας ἀποφάσεως, τὸν διὰ ξύλου πεσόντα ἐλευθερώσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

Τῶ ἐκ τάφου νεκρῶ, ἐξαναστάντι Χριστῷ, καὶ τὸν πεσόντα συνεγείραντι, καὶ συνεδρία Πατρικὴ κατακοσμήσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

Θεοτοκίον

χραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς:

Φῶς ἡ τεκοῦσα, φώτισόν με Παρθένε. 

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην

Φῶς τὸ κατασκηνώσαν, ἐν σοὶ Πανάχραντε, καὶ φωτίσαν τὸν κόσμον, μαρμαρυγαὶς θεότητος, Χριστὸν ἐκδυσώπησον, φωτισθῆναι ἅπαντας, τοὺς ὑμνοῦντας σὲ Μητροπάρθενε.

ς ὡραϊζομένη, τῶ κάλλει τῶν ἀρετῶν, ἡ κεχαριτωμένη, καλλοποιὸν εὐπρέπειαν, τὴ αἴγλη τοῦ Πνεύματος, ὑπεδέξω Πάναγνε, τὸν τὰ σύμπαντα καλλωπίσαντα.

Σὲ πάλαι προτυποῦσα, ἡ Βᾶτος ἡ ἐν Σινᾷ, οὐκ ἐφλέχθη Παρθένε, τῶ πυρὶ ὁμιλήσασα. Παρθένος γὰρ τέτοκας, καὶ παρθένος ἔμεινας, ὑπὲρ ἔννοιαν Μητροπάρθενε.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

πήξας ἐπ' οὐδενὸς τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῶ ἐν τῇ ἐρήμω τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοὶ ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Οἱ πάλαι φωτοειδεῖ νεφέλη σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοὶς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

Θεοτοκίον

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὤδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

Κανὼν Σταυροαναστάσιμος

Δυνάμει τοῦ Σταυροῦ

νέστης ἐκ τοῦ τάφου Χριστέ, φθορὰς θανάτου λυτρωσάμενος, τοὺς ἀνυμνοῦντας ζωοδότα, τὴν ἑκούσιόν σου σταύρωσιν,  

Μυρίσαι σου τὸ σῶμα Χριστέ, αἱ Μυροφόροι κατηπείγοντο, καὶ μὴ εὑροῦσαι ὑπέστρεφον, ἀνυμνούσαί σου τὴν ἔγερσιν.

Θεοτοκίον

κέτευε ἀπαύστως ἁγνή, τὸν σαρκωθέντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνούντάς σε Παρθένε ἁγνή.

Τῆς Θεοτόκου

Ὁ πήξας ἐπ' οὐδενός

κλῖμαξ ἤ, πρὸς ἡμᾶς, κατέβη ὁ Ὕψιστος, τὴν φθαρεῖσαν φύσιν ἐπανορθώσασθαι, σὺ ἀριδηλότατα σεμνή, πᾶσι νὺν καθωράθης, διὰ σοῦ γὰρ ὁ ὑπεράγαθος, κόσμω ὁμιλῆσαι ηὐδόκησε.

Τὸ πάλαι προορισθέν, Παρθένε μυστήριον, καὶ πρὸ τῶν αἰώνων προγινωσκόμενον, τῶ πάντα γινώσκοντι Θεῷ, χρόνων νὺν ἐπ' ἐσχάτων, ἐν τῇ νηδυϊ σου Πανάμωμε, πέρας εἰληφὸς ἀναδέδεικται.

λύθη ἡ τῆς ἀρᾶς, τῆς πάλαι κατάκρισις, τὴ σὴ μεσιτεία Παρθένε ἄχραντε, ἐπὶ σοὶ γὰρ Κύριος ὀφθείς, πᾶσι τὴν εὐλογίαν, ὡς ὑπεράγαθος ἀνέβλυσε, μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορὰς δὲ θανάτου, τὸ αἴμά σου τὸ θεῖον ἐξέχεας.

Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Κανὼν Σταυροαναστάσιμος

Εἰσακήκοα τὴν ἀκοήν

ς ἐπάγη ἐπὶ γῆς, ἐν τῷ Κρανίω ὁ Σταυρός, συνετρίβησαν μοχλοί, καὶ πυλωροὶ αἰώνιοι, καὶ ἐβόησαν. Δόξα τὴ δυνάμει σου Κύριε.

ς κατῆλθεν ὁ Σωτήρ, πρὸς τοὺς δεσμίους ὡς θνητός, συνανέστησαν αὐτῷ οἱ ἀπ' αἰῶνος θανέντες, καὶ ἐβόησαν. Δόξα τὴ δυνάμει σου Κύριε.

Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ μήτηρ μὲν ἐστι, παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.

Τῆς Θεοτόκου

Τὴν θείαν ἐννοήσας

Καρδία, νῶ, ψυχή τε καὶ στόματι, ὁμολογῶν πανευσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, τὴν σωτηρίαν καρποῦμαι, καὶ σώζομαι Παρθένε πρεσβείαις σου.

κτίσας ἐκ μὴ ὄντων τὰ σύμπαντα, ἐκ σοῦ κτισθῆναι τῆς ἁγνῆς, ὡς εὐεργέτης ηὐδόκησε, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθω σὲ ὑμνούντων Πανάμωμε.

μνοῦσι τὸν σὸν τόκον Πανάμωμε, οἱ ὑπερκόσμιοι Χοροί, τὴ σωτηρία γηθόμενοι, τῶν ἀληθῆ Θεοτόκον, φρονούντων σὲ Παρθένε ἀμόλυντε.

Σὲ ῥάβδον Ἡσαϊας ὠνόμασεν, ἐξ ἦς ἐβλάστησεν ἡμῖν, ὡραῖον ἄνθος Χριστὸς ὁ Θεός, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθω προστρεχόντων τὴ σκέπη σου.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφή, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοὶ δόξαν, ἀφράστως προμηθούμενος.

Σὺ μεμετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορὰς θανάτου ἀδιαφθόρως, τὴ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

Θεοτοκίον

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀράς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

Κανὼν Σταυροαναστάσιμος

Ὀρθρίζοντες βοώμέν σοί

ξέτεινας τὰς χείρας Σωτὴρ ἡμῶν, ἐπὶ τοῦ ξύλου πάντας προσκαλούμενος, πρὸς ἑαυτὸν ὡς φιλάνθρωπος.

σκύλευσας τὸν Ἅδην Σωτὴρ ἡμῶν, τὴ ταφή σου, καὶ τὴ Ἀναστάσει σου, χαρὰς τὰ πάντα ἐπλήρωσας.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνούμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῶ κόσμω ἐκύησας.

Τῆς Θεοτόκου

Ὁ ἀναβαλλόμενος φῶς

παντες Προφήταί σε σαφῶς προήγγειλαν, γενησομένην Θεοῦ Μητέρα, Θεοτόκε πάνσεμνε, μόνη γὰρ εὑρέθης ἁγνή, τελείως ἄμωμος.

Φωτεινὴν νεφέλην σὲ τοῦ ζῶντος ὕδατος, ἡμῖν τὸν ὄμβρον τῆς ἀφθαρσίας, τὸν Χριστὸν ὀμβρήσασαν, τοὶς ἀπεγνωσμένοις, σεμνὴ ἐπιγινώσκομεν.

ς πλησίον ὅλην σὲ καλὴν καὶ ἄμωμον, ἐσφραγισμένην τὴ παρθενία, καθαρῶς ἠγάπησεν, ἐν σοὶ ὁ σκηνώσας Θεός, ὡς μόνος εὔσπλαγχνος.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρω, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

ζωὴ κατήντησας, πρὸς τὸν Ἅδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῶ φθείραντι γενόμενος, διὰ φθορὰς ἐπήγασας τὴν Ἀνάστασιν.

Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

Κανὼν Σταυροαναστάσιμος

Ἐκύκλωσέ με ἄβυσσος

ξέτεινας παλάμας σου, συνάγων μακρὰν διεστώτά σου, ἐθνῶν τὰ συστήματα, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῶ ζωηφόρω Σταυρῶ σου ὡς φιλάνθρωπος.

σκύλευσας τὸν θάνατον, καὶ πύλας τοῦ Ἄδου συνέτριψας. Ἀδὰμ δὲ ὁ δέσμιος, λυθεὶς ἀνεβόα σοί. Διέσωσέ με ἡ δεξιά σου Κύριε.

Θεοτοκίον

Βᾶτον σὲ ἀκατάφλεκτον, καὶ ὄρος καὶ Κλίμακα ἔμψυχον, καὶ Πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.

Τῆς Θεοτόκου

Μαινομένην κλύδωνι

Τοῦ παντὸς ὁ αἴτιος, καὶ τὸ εἶναι, πᾶσι παρασχῶν, ὡς αἰτίαν ἔσχηκε, σαρκούμενος τὸ καθ' ἡμᾶς, σὲ Θεομῆτορ πανάμωμε.

αμάτων Δέσποινα, ψυχοτρόφων, βρύουσαν πηγήν, τοὶς πιστῶς προστρέχουσι, τὴ σκέπη σου τὴ εὐκλεεῖ, γινώσκομέν σε Πανάμωμε.

Σωτηρίας αἴτιον, ζωοδότην, τέτοκας ἡμῖν, αἰωνίαν λύτρωσιν, δωρούμενον τοὶς ἀληθῆ, σὲ Θεοτόκον κηρύττουσι.

Κοντάκιον  Ἦχος πλ. α'

Μιμητὴς ὑπάρχων Πρὸς τὸν Ἅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε, διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος

κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαία τοῦ κηρύξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Ὠδὴ ζ

Ὁ Εἱρμὸς

Οὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρω δέλεαρ, τὴ θεία δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ὧ πάντες μελωδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταὶς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελωδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανὼν Σταυροαναστάσιμος

Ὁ ἐν καμίνῳ πυρός

διὰ ξύλου Σταυροῦ, τὴν τῶν εἰδώλων λύσας πλάνην, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ἀναστὰς ἐκ νεκρῶν, καὶ τοὺς ἐν Ἅδη συνεγείρας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ἐκ Παρθένου τεχθείς, καὶ Θεοτόκον ταύτην δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς Θεοτόκου

Ὁ ὑπερυψούμενος

ἀπεριόριστος, διαμεῖνας ἄτρεπτος, σαρκὶ καθ' ὑπόστασιν, ἡνώθη ὡς εὔσπλαγχνος, ἐν σοὶ τὴ Παναγία, ὁ μόνος εὐλογημένος.

Νύμφην σὲ πανάμωμον, Θεοτόκε Δέσποινα, συμφώνως δοξάζομεν, καὶ θρόνον τοῦ Κτίστου σου, ὧ πάντες μελωδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Μήτηρ τοῦ Παντάνακτος, ἁγνισθεῖσα Πνεύματι, Παρθένε γεγένησαι, τοῦ σὲ πλαστουργήσαντος, ὧ πάντες μελωδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

σωσέ μὲ Κύριος, Θεομῆτορ ἄχραντε, σαρκὸς περιβόλαιον, ἐκ σοῦ περιθέμενος, ὧ πάντες μελωδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις, δυσὶ γὰρ καταλλήλαις, φέρεις ταὶς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Σοῦ τοῦ παντουργοῦ, τὴ καταβάσει Ἅδης, Χριστὲ καταγέλαστος, γεγονῶς ἤμεσε, πάντας τοὺς πάλαι, τὴ πλάνη νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῶ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων

Τὸν ἐν Σταυρῷ ἑκουσίως, τὰς παλάμας ἐκπετάσαντα, καὶ τὰ δεσμὰ τοῦ θανάτου διαρρήξαντα, Χριστὸν τὸν Θεόν, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Τὸν ὡς νυμφίον ἐκ τάφου, ἀνατείλαντα Χριστὸν τὸν Θεόν, καὶ Μυροφόροις ὀφθέντα, καὶ χαρὰν αὐταῖς φθεγξάμενον, Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τῶν Χερουβεὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου

Σοὶ τῶ παντουργῶ

Πέπαυται τανῦν, ἡ προπατόρων λύπη, χαρὰν τεξαμένης σου, τῆς Θεομήτορος, ὅθεν ἀπαύστως, ὑμνούμέν σε Παρθένε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

δει σὺν ἡμῖν, τῶν Ἀσωμάτων δῆμος, Παρθένε τὸν τόκον σου τὸν ἀκατάληπτον, μίαν χορείαν, στησάμενοι σὺν πόθω, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

εῖθρον διαυγές, ἀθανασίας Κόρη, ἐκ σοῦ ἐξελήλυθεν ὁ πάντων Κύριος, ῥύπον ἐκπλύνων, τῶν πίστει σὲ ὑμνούντων, καὶ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας.

Θεῖον ἀληθῶς, καὶ φωτοφόρον θρόνον, καὶ πλάκα τῆς χάριτος, ὁμολογούμέν σε, Λόγον Παρθένε, Πατρὸς ὡς δεξαμένην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

σαϊα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχῶν, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοίς ἀχράντοις σου παθήμασι.

Θεορρήτω αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευράς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.

Θεοτοκίον

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῶ Πνεύματι.

Κανὼν Σταυροαναστάσιμος

Σὲ τὴν ὑπὲρ νοῦν

Σὲ τὸν ἐν Σταυρῷ, τὰ πάθη δεξάμενον, καὶ θανάτω συντρίψαντα τοῦ Ἄδου τὴν δύναμιν, οἱ πιστοὶ ὀρθοδόξως μεγαλύνομεν.

Σὲ τὸν ἀναστάντα, ἐκ τάφου τριήμερον, καὶ τὸν Ἅδην σκυλεύσαντα, καὶ κόσμον φωτίσαντα, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Θεοτοκίον

Χαῖρε Θεοτόκε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας αἴτησαι, πταισμάτων τὴν ἄφεσιν, δωρηθῆναι τοὶς πίστει ἀνυμνούσί σε.

Τῆς Θεοτόκου

Ἡσαϊα χόρευε

ξ ἀγνῶν αἱμάτων σου, ἐτυρώθη σάρξ ὑπερφυῶς, τῶ πάντων Δημιουργῶ, καὶ μονογενεῖ, Υἱῶ τοῦ Γεννήτορος, οὐκ ἐξ ἀνδρός, ἄνευ δὲ σποράς, ἔννους καὶ ἔμψυχος, Θεοτόκε ἀειπάρθενε.

Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, γεννήσασα σαρκικῶς, ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον, ἢ προσβαλῶν, στόματι πικρῶ, Ἅδης κατήργηται, Παναγία Μητροπάρθενε.

ν θρόνῳ καθήμενος, ὁ Υἱός σου τῶ δεσποτικῶ, χρυσοῖς σὲ ἐν κροσσωτοῖς, θείαις ἀρεταίς, φαιδρὼς διαλάμπουσαν, ἐκ δεξιῶν, ἔστησεν αὐτοῦ, νέμων τὰ αἴσια, ὡς Μητρὶ σοὶ Παναμώμητε.

Αἶνοι  Ἦχος πλ. α'

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ἤσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοὶς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοὶς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὁ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπῶν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Κύριε, αἱ Γυναῖκες ἕδραμον ἐπὶ τῶ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἠμας παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῶ φόβω κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων, Ἀνέστη ὁ Κύριος, εἴπατε τοὶς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυϊδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ Ἄδου ἐλευθερώσης πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου, ἐν γὰρ τῶ Σταυρῶ σου, τῶ Ληστὴ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Τάφη σου, τοὺς μοχλοὺς τοῦ Ἄδου συνέτριψας, καὶ ἓν τὴ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοί.

Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωϊ, ἐπεζήτουν σὲ μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοὶς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοίς, Ἀποστόλοις μηνύσαι ἔμφανώς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῶ κόσμω ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον. Ὧ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὧ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθῶν, τὸν λίθον ἀπεκύλισεν, οὐ τῶ φόβω νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν, οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ Ἄδου τε τὴν κένωσιν. Τὶ τὸν τὸ νῖκος τοῦ Ἄδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοὶς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι. Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλεία σου. 

Τὸν ἐν τῷ ξύλω τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῶ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτήρα καὶ Δημιουργόν, συμφώνως ὑμνήσωμεν.

Τῶ θανάτω σου Χριστέ, θανάτου ἔλυσας τὴν δύναμιν, καὶ συνήγειρας τοὺς ἀπ' αἰῶνος θανέντας, σὲ ὑμνοῦντας τόν, ἀληθινὸν Θεόν, καὶ Σωτήρα ἡμῶν.

πὶ τὸ μνήμά σου Χριστέ, παραγενόμεναι Γυναῖκες σεμναί, ἐπεζήτουν σὲ ζωοδότα μυρίσαι, καὶ ὤφθη ταύταις Ἄγγελος βοῶν. Ἀνέστη ὁ Κύριος.

Σταυρωθέντος σου Χριστέ, ἐν μέσῳ δύο καταδίκων ληστῶν, ὁ μὲν εἷς βλασφημῶν σε, κατεκρίθη δικαίως, ὁ δὲ ἄλλος σὲ ὁμολογῶν, Παράδεισον ὤκησε.

Τῶν Ἀποστόλων τῶ χορῶ, παραγενόμεναι Γυναῖκες σεμναί, ἀνεβόησαν, ὁ Χριστὸς ἀνέστη, ὡς Δεσπότην καὶ Δημιουργόν, αὐτὸν προσκυνήσωμεν.

Δόξα...

Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὲ ὑμνοῦμεν τὸν ἀληθινὸν Θεόν, καὶ Σωτήρα ἡμῶν.

Καὶ νύν... Θεοτοκίον

Χαῖρε ἔμψυχε ναὲ Θεοῦ, καὶ πύλη ἀδιόδευτε, χαῖρε ἄφλεκτε καὶ πυρίμορφε θρόνε, χαῖρε Μήτηρ τοῦ Ἐμμανουήλ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.