The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΣΑΒΒΑΤΟ ΗΧΟΣ ΠΛ.Α΄

Στιχηρὰ Δεσποτικὰ

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ἀληθῶς

Φεῖσαι τοῦ σοῦ οἰκέτου Χριστέ, ἡνίκα μέλλει ἡ ψυχή μου τοῦ σώματος, προστάξει σου χωρισθῆναι, τοῦ ἀγαγόντος εἰς ἕν, τὸν χοῦν καὶ τὸ πνεῦμα, θείω νεύματι, ἐχθρῶν ἀοράτων, ἐπιδρομῆς καὶ κακώσεως, ἐνεδρευόντων, ἀφειδῶς διασπάσαί με, καὶ κατάβρωμα, ἑαυτῶν ἀπεργάσασθαι, ῥύσαί με καὶ ἀξίωσον, τυχεῖν ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, καὶ στεναγμός, ἔνθα πέφυκε, τρυφῆς ὁ χειμάρρους, καὶ φωνὴ ἑορταζόντων, καὶ ἀγαλλίασις.

ραν τῆς τελευτῆς δεδοικῶς, καὶ τῶν δαιμόνων τὴν φρικτὴν ἐπανάστασιν, βοῶ σοὶ ἐκ κατωδύνου, ψυχῆς ὁ τάλας ἐγώ. Τὰς αὐτῶν παγίδας καὶ τὰ σκάνδαλα, τὴ σὴ δυναστεία, Δέσποτα Κύριε σύντριψον, καὶ μὴ ἐάσης, τῆς αὐτῶν μὲ σκαιότητος, παρανάλωμα, χρηματίσαι τὸν δούλόν σου, ἴδε μου τὴν κατήφειαν, καὶ πρόσχες τὴ θλίψει μου, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν ὀδυνῶν ἐλευθέρωσον, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

σπερ ἡ Χαναναία Σωτήρ, καγῶ βοῶ σοί. Τὴν ψυχήν μου θεράπευσον, καὶ ῥύσαι δαιμόνων βλάβης, καὶ ἐπηρείας ἐχθρῶν, τῶν παρὰ τὴν φύσιν ἐνοχλούντων με, ἀεὶ καὶ φθειρόντων, τὸ κατ' εἰκόνα σου Κύριε, καὶ ἐξελκόντων, λογισμοῦ τὸ κριτήριον, εἰς ἀνόνητα, καὶ ψεκτὰ ἐνθυμήματα, ἅπερ ἐκ τῆς καρδίας μου ἐξάλειψον δέομαι, καὶ ἐν αὐτῇ μοὶ τὸν φόβον, σοῦ τὸν ἁγνότατον φύτευσον, καὶ δὸς ἐν εἰρήνῃ ἐκτελέσαι μου τὸν βίον, ἐν ταπεινώσει ψυχῆς.

Ἔτερα Μαρτυρικὰ Αὐτόμελα

Τὸν θυρεὸν τῆς πιστεως περιβαλλόμενοι, καὶ τῶ τύπω τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταὶς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῶ κόσμω τὴν εἰρήνην κατάπεμψον, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν. 

κορέστω διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινὴ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε, ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... καὶ νύν... Θεοτοκίον

ν τῇ Ἐρυθρὰ θαλάσση, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Ἀπόστιχα Μαρτυρικὸν

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῶ κόσμω τὴν εἰρήνην αἰτήσασθε, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Νεκρώσιμα

μνήσθην τοῦ Προφήτου βοῶντος. Ἐγὼ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστὰ τὰ γεγυμνωμένα, καὶ εἶπα, Ἄρα τὶς ἐστι; Βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.

Σὺ ἔπλασάς με, Κύριε, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χείρά σου, καὶ ἐνετείλω μοί, καὶ εἴπας. Εἰς γὴν πάλιν πορεύση. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοὶ τὰ πλημμελήματά μου, καὶ ἄνες μοὶ δέομαι, ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. α'

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταὶς παρακλήσεσι, παράσχου ταὶς ψυχαὶς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Τὸν συνάναρχον Λόγον

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῶ, τὸν ἀσώματον ἐχθρόν, τὴ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ. Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἔτερα Καθίσματα

μετὰ τὸν Ἄμωμον

Μαρτυρικὸν

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταὶς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Νεκρώσιμον

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαίς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν συνάναρχον Λόγον

Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτήρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον αὐτόν, σὺν Προφήταις ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.

Σοὶς Χριστέ, δούλοις τοὺς δὲ τοὺς ὕμνους φέρω. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς

Γὴν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνὴν τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ἄδοντα ψάλλοντα ἐπινίκιον ὠδήν.

Σώματα προϊέμενοι, τοὶς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ἄδοντας, ἐπινίκιον ὠδήν.

σιοι καὶ Δίκαιοι, καὶ Ἱεράρχαι εὐκλεεῖς, τελέσαντες τὰ προστάγματα Θεοῦ, ἐποίμαναν λαούς, καὶ καλῶς ὡδήγησαν ἐφ' ὕδωρ γνώσεως, ἀξίως ἀκαὶ χειμάρρους τῆς τρυφης, πειλήφασι, βρύοντες πάντοτε, ἰαμάτων ποταμούς.

θυνὸν με, Κύριε, πρὸς τοὺς λιμένας τῆς ζωῆς, δεήσεσι Προφητῶν πανευκλεῶν, σοφῶν Ἱεραρχῶν, ἱερῶν Γυναίων τε τῶν ἀθλησάντων στερρῶς, καὶ τὸν ἄρχοντα ἀεί, ἀνδρεία πατησάντων φρενί, ἄδοντα ψάλλοντα, ἐπινίκιον ὠδήν.

Νεκρώσιμον

Σὲ καθικετεύομεν, τὸν εὐδιάλλακτον Θεόν, ἀνάπαυσον ἐν τοῖς κόλποις Ἀβραάμ, τοὺς δούλους σου, Χριστέ, οὓς πιστῶς μετέστησας, ἐκ τῆς τοῦ βίου ταραχῆς, καὶ ἀξίωσον αὐτούς, φωτὸς διαιωνίζοντος, τούτων τὰ πταίσματα, παρορῶν ὡς ἀγαθός.

Θεοτοκίον

Χαίρέ σοὶ κραυγάζομεν, τὴ κυησάση τὴν χαράν, Πανύμνητε, φωταγώγησον ἡμῶν, τὸν νοῦν καὶ τὴν ψυχήν, καὶ πρὸς τρίβους γνώσεως, πάντας ὁδήγησον, καὶ πταισμάτων ἱλασμόν, δοθῆναι πάσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.

Θεοφάνους ὁ πέμπτος εἰς νεκροὺς κανών.

Ὁ Εἱρμὸς

Τῶ σωτήρι Θεῷ, τῶ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραω πανστρατιὰ καταποντίσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται

Θειοτάτη στοργή, οἱ Ἀθλοφόροι Χριστοῦ, τυράννων θράσος κατηδάφισαν, τοὶς μεταστάσι δὲ πιστοις, οἱ συμπαθέστατοι, αἰτοῦνται, τὴν ἄφεσιν καὶ τὴν ἀνάστασιν.

ν Ἁγίων σκηναίς, ἐν ταῖς αὐλαίς σου Χριστέ, τοὺς μεταστάντας κατασκήνωσον, τὴν ὀφειλὴν ὑπὲρ αὐτῶν καταβαλλόμενος, τὸ αἴμά σου Δέσποτα τὸ τιμιώτατον.

σοφίας Θεοῦ, χαρακτὴρ ὁ ἀκριβής, ὁ πάντα φέρων τοῦ Γεννήτορος, οὓς προσελάβου οἰκτίρμον, αὐτὸς ἀνάπαυσον, διδοὺς τὴν ἀϊδιον μακαριότητα.

Θεοτοκίον

Φωτοφόρος σκηνή, χρυσοειδὴς κιβωτός, τὸν Θεὸν Λόγον περιέχουσα, σεσαρκωμένον δι' ἡμᾶς τὸν καταλύσαντα, θανάτου τὴν δύναμιν, ὤφθης Πανάμωμε.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Σαλευομένη τὴν καρδίαν μου, Κύριε, τοὶς κύμασι τοῦ βίου, στερέωσόν με, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.

αβδιζομένου οὐκ ἐφείσασθε σώματος, πανεύφημοι ὁπλῖται νευρούμενοι, ταὶς ἐλπίσι Μάρτυρες, τῶν αἰωνίων τερπνῶν.

εραρχίας στολὴν ἐφαιδρύνατε, ἰδέαις ἐναρέτοις ποιμάναντες, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐπὶ νομὰς ζωηράς.

Σάρκα νεκροῦντες ἐγκρατεία οἱ ὅσιοι, ζωῆς θείας μετέσχον, αὐτῶν Χριστέ, ἱεραῖς δεήσεσι, κινδύνων ῥύσαι ἡμᾶς.

Νεκρώσιμον

Τοὶς κοιμηθείσι τὴν ἐκεῖθεν ἀνάπαυσιν, Φιλάνθρωπε παράσχου, ἃ ἔπραξαν, ἐπὶ γῆς ὀφλήματα, παρορῶν ὡς Θεός.

Θεοτοκίον

Εὐλογημένη γυναικῶν σὲ ὡς ἔβλεψε, κατάλογος γενναίως ἐνήθλησε, καὶ τῶ σῶ προσήνεκται, Παρθενομῆτορ Υἱῶ.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ὁ Θεὸς τὴ σήδυνάμει, καὶ κατάβαλε Αἱρετικῶν τὰ φρυάγματα, καὶ ἀνύψωσον τὸ κέρας ἡμῶν.

νδρείως ταὶς τυράννων ὁρμαίς, ἀνθεστηκότες ἠγωνίσαντο, οἱ Ἀθληταί, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν κεκοιμημένων Χριστέ.

Νομίμοις ἐντραφέντας τοὶς σοίς, τοὺς μεταστάντας Ὑπεράγαθε, ἐν φωτεινοῖς σου σκηνώμασι, προσδεξάμενος ἀνάπαυσον.

μόνος ἐλεήμων Θεός, οὓς ἐξελέξω καταξίωσον, τῆς τῶν Ἁγίων λαμπρότητος, παρορῶν αὐτῶν τὰ πταίσματα.

Θεοτοκίον

μνοῦμεν τὸν σὸν τόκον Ἁγνή, δι' οὗ τῆς πρώην κατακρίσεως, καὶ τῆς κατάρας ἐρρύσθημεν, καὶ θανάτου ἐλυτρώθημεν.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

κήκοα, Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Δυνάμει σου, Κύριε, οἱ Ἀθλοφόροι ἐχθρῶν δυνάμεις κατεπάτησαν, καὶ ἰσχὺς γεγόνασι τῶν πιστῶν, καὶ μέγα κραταίωμα.

Οἱ Ὅσιοι ἅπαντες, ἀγαλλιάσει, ἀγαλλιῶνται, καὶ ἐνδέδυνται οἱ Ἱερεῖς οἱ ἔνθεοι, δικαιοσύνην ὥσπερ ἱμάτιον.

μνήσωμεν ἅπαντες, τοὺς θεηγόρους Θεοῦ Προφήτας, καὶ τιμήσωμεν Γυναικῶν κατάλογον, τὸν καλῶς τὸν δρόμον τελέσαντα.

Νεκρώσιμον

Λιμένι σου Δέσποτα, τῆς Βασιλείας ἐγκαθορμίσας, οὓς μετέστησας ταραχῆς καὶ κλύδωνος, τοῦ παρόντος βίου ἀνάπαυσον.

Θεοτοκίον

Ἄχρονος γέγονε, νὺν ὑπὸ χρόνον ἐκ σοῦ Παρθένε, τοῦτον αἴτησαι διαλύσαι ἅπαντα, τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα.

Κανὼν τῶν Κοιμηθέντων

Εἱρμὸς ὁ αὐτὸς

Συναϊδιὸν σὲ τῶ Πατρὶ ὁμολογοῦντες εὐσεβῶς, ἀνηρέθησαν οἱ Μάρτυρες Χριστέ, καὶ βοώσί σοί. Σῶσον οὖς προσελάβου δούλους σου.

γενόμενος ἐν τοῖς νεκροῖς, νὲ καὶ νεκρὸς ἐλεύθερος Χριστε, κροὶς ζωὴν αἰώνιον διδούς, τὴν ἀνάπαυσιν δὸς νύν, τοὶς μεταστάσι δούλοις σου.

Παραγενόμενος εἰς τὸ σῶσαι, τὸ πλανωμενον Χριστέ, τὸν Παράδεισον ἀξίωσον οἰκεῖν, οὓς μετέστησας, πίστει δικαιώσας καὶ χάριτι.

Θεοτοκίον

πεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ Παράδεισον εἰργάσατο ζωῆς, ξύλον ἔχουσα, μέσον τὸν μεσίτην καὶ Κύριον.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῶ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον, νοητὲ Ἤλιε, ἡμεροφαεὶς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.

άσεις τοὶς νοσοῦσι, πηγάζει Μαρτύρων τὰ ὀστά, μὴ συντριβέντα γὰρ κακία, ὡσεὶ χνοῦν ἐλέπτυναν, τὰ τῆς δυσσεβείας ἅπαντα ὀστά, καὶ τὴν ἡμῶν ἀνορθοῦσι συντριβήν.

Τοὺς νόμους συντηροῦσαι, Ἱεραρχίαι ἐποίμαναν λαούς, καὶ καθωδήγησαν, Οἰκτίρμον, πρὸς ζωὴν τὴν μένουσαν, οἱ δὲ Ὅσιοι, ἐνέκρωσαν παθῶν, τυραννίδα τελείωνοϊ.

Τιμάσθωσαν Προφῆται, καὶ σὺν αὐτοῖς πάντες Δίκαιοι πιστῶς, καὶ εὐφημείσθωσαν ὁσίως αἱ πολιτευσάμεναι, καὶ διὰ βασάνων λάμψασαι ἐν γῆ, θεῖαι Γυναῖκες, ὡς δοῦλαι Χριστου.

Νεκρώσιμον

Οὓς ἐκ γῆς προσελάβου, ἐν οὐρανίοις κατάταξον σκηναίς, πιστοὺς οἰκέτας σου, τούτων παρορῶν τὰ πταίσματα, διυπερβολὴν χρηστότητος τῆς σῆς, ὁ σαρκωθεὶς διημάς τοὺς βροτούς.

Θεοτοκίον

μνούμέν σε Παρθένε, δι' ἦς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτὸς γενόμενος. Χαῖρε γῆ εὔκαρπε, ἡ καρποφορήσασα στάχυν μυστικὸν ἡμῖν, τὸν διατρέφοντα πᾶσαν πνοήν.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

ρθρίζοντες βοώμέν σοί, Κύριε. Σῶσον ἡμᾶς. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Μαρτύρων προσδεξάμενος Κύριε, τὰς αἰτήσεις, ψυχὰς ἃς μετέστησας, τοὶς ἐκλεκτοίς σου συναρίθμησον.

Προέφησας οὐκ ὄψεται θάνατον, ὁ πιστεύσας εἰς σέ, διὸ Δέσποτα, τοὺς μεταστάντας ἀνάπαυσον.

Τερπνότητος τοῦ οἴκου σου Κύριε, τοὺς σοὺς δούλους τυχεῖν καταξίωσον, καὶ τῆς γλυκείας μεθέξεως.

Θεοτοκίον

Λόγος ὁ Πατρὶ συναϊδιος, σαρκωθεὶς ἐκ Παρθένου ἐνέκρωσε, διὰ θανάτου τὸν θάνατον.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

ς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω, Κύριε, καμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν σου.

Σώματα προδόντες αἰκισμοίς, οἱ Μάρτυρες, τυράννων χερσίν, ἠγάλλοντο τὴ ψυχή, τὴν θείαν γὰρ ἔβλεπον, ὄντως αἰώνιον ἀπόλαυσιν, καὶ τὰς θείας ἀντιδόσεις.

Δόξα σοφῶν Ἱεραρχῶν, καὶ τῶν Ὁσίων σὺ ὑπάρχεις Χριστέ, ταὶς ἱκεσίαις αὐτῶν, τὸν σὸν λαὸν οἴκτειρον, ὃν πὲρ ἰδίω σου αἵματι, ὡς φιλάνθρωπος ἐκτήσω.

κ σοῦ λαμπόμενοι τὸν νοῦν, Προφῆται Κύριε, δηλοῦσι μακράν, τὰ ἐσόμενα τρανῶς, Γυναῖκες δὲ σθένει σου, κράτος ἐχθροῦ καταλύουσιν, ἐν ἀσκήσει καὶ ἀθλήσει.

Νεκρώσιμα

Τοὺς μεταστάντας ἐξ ἡμῶν, πιστοὺς οἰκέτας σου, χοροὶς ἐκλεκτῶν, συναριθμῶν Ἀγαθέ, ἀνάπαυσον Κύριε, πάντα τὰ τούτων ἐγκλήματα, παρορῶν δι' εὐσπλαγχνίαν.

Θεοτοκίον

διαπλάσας κατ' ἀρχάς, τὴν Εὔαν Κύριε, Παρθένου νηδύν, καθυποδὺς τὴν ἐμήν, ἐργάζη ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος, ὁ Δεσπότης τῶν ἁπάντων.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

κύκλωσέ με ἄβυσσος, ταφὴ μοὶ τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου, Κύριε.

Στρατεύματα Μαρτύρων σου, τὰς ἄνω Δυνάμεις μιμούμενα, Χριστὲ δυσωπούσί σε, παράσχου φιλάνθρωπε, τοὶς μεταστάσι τὴν παρὰ σοῦ ἀπόλαυσιν.

ν τόποις ἀναψύξεως, ἐν τόποις Ἁγίων λαμπρότητος, ἐν τόποις ἀνέσεως, ὡς μόνος φιλάνθρωπος, οὓς προσελάβου ἐγκατάταξον οἰκέτας σου.

λάσθητι τοὶς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου δεόμεθα, ζωῆς καταξίωσον τῆς ἀνωλέθρου, καὶ μακαρίας λήξεως.

Θεοτοκίον

Συλλήψεως ἀσπόρου σου, τὶς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ ἐγέννησας, δι' εὐσπλαγχνίαν ἡμῖν ἐπιδημήσαντα.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινος, κῆρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.

μεῖς πυρούμενοι, σφοδρῶν βασάνων φλογί, τὸ φίλτρον θερμότερον, Μάρτυρες ἔνδοξοι, ἐδείκνυτε τὸ πρὸς Κύριον, καταδροσίζον ὑμᾶς λογισμῶ εὐσεβεῖ.

Σοφία Πνεύματος, καλλωπισθέντες σοφοί, λαοῦ προηγήσασθε, ἱερουργήσαντες, τῆς χάριτος τὸ Εὐαγγέλιον, καὶ ὡς Χριστοῦ λειτουργοὺς εὐφημοῦμεν ὑμᾶς.

μεῖς νεκρώσαντες, τὴν σάρκα πόνοις πολλοίς, ζωῆς ἠξιώθητε, μελλούσης Ὅσιοι, πρεσβεύοντες αὐτῆς τυχεῖν ἡμᾶς, τοὺς νεκρουμένους ἀεί, ταὶς τῶν παθῶν προσβολαίς.

Μακαριώτατος, χορὸς Θεοῦ Προφητῶν, Γυναίων κατάλογος, ἀγωνισάμενος, δι' ἀσκήσεώς τε καὶ ἀθλήσεως, καὶ καθελῶν τὸν ἐχθρόν, εὐφημοῦμεν ὑμᾶς.

Νεκρώσιμον

Νεκροῖς ὁμιλήσας, ἡ πάντων Λόγε ζωή, τοὺς νὺν καταλείψαντας, βίου τὸν τάραχον, λιμένι σου θείω καθόρμισον, τὰς ἁμαρτίας αὐτῶν παρορῶν Ἀγαθέ.

Θεοτοκίον

Οἱ Θεοτόκον σε, φρονοῦντες γνώμη εὐθεῖα, πυρὸς αἰωνίζοντος, καὶ σκότους Δέσποινα, ῥυσθεῖ ἡ μὲν τὴ μεσιτεία σου, καὶ ἀοράτων ἐχθρῶν πολεμούντων ἡμᾶς.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παίδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Νὺν ἀπροσίτου φωτός, ἐμφορηθῆναι δίδου, Σῶτερ, τοὶς μεταστάσι, λιταὶς τῶν Ἀθλοφόρων σου.

ν Ἐκκλησίᾳ, Χριστέ, τῶν πρωτοτόκων τοὺς ἐν πίστει, τελειωθέντας, Οἰκτίρμον συναρίθμησον.

Κεκοσμημένους στολαίς, τῆς ἀφθαρσίας τοὺς σοὺς δούλους, τοὺς μεταστάντας πρὸς σέ, Σῶτερ ἀνάπαυσον.

Θεοτοκίον

ύμην θανάτου Ἁγνή, ζωὴν ἀσπόρως συλλαβοῦσα, τὴν οὐσιώδη Πανάμωμε διέκοψας.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

γγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευϊται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

περνηξάμενοι, βασάνων πέλαγος, τὴ κυβερνήσει τοῦ Λόγου Ἀθληταί, ῥείθροις τῶν αἱμάτων, ἐβυθίσατε πάσας, τὰς φάλαγγας τοῦ πλάνου, καὶ ζῆτε εἰς αἰῶνας.

Σοφοὶ γενόμενοι, Ἱερουργοὶ πιστῶς, ὀρθοδοξίας ἐφ' ὕδωρ τὴν ὑμῖν, πιστευθεῖσαν ποίμνην, ἐξεθρέψατε, ὄντως, τρυφῆς τερπνὸν χειμάρρουν, τρυφᾶτε εἰς αἰῶνας.

Φωστῆρες Ὅσιοι, πιστῶν ἐδείχθητε, ὡς ἐκτελέσαντες ἔργα τοῦ φωτός, καὶ πρὸς θεῖον φέγγος μετετέθητε, σκότους ἡμᾶς ἐλευθερῶσαι, Χριστὸν ἐκδυσωπεῖτε.

Εὐφραίνου σύλλογος, Γυναικῶν στάδιον, πλῆρες παντοίων ἀνύσας αἰκισμῶν, καὶ χορὸς ἀγάλλου, Προφητῶν καὶ Δικαίων, τῶν εὐαρεστησάντων, Χριστῷ εἰς τοὺς αἰῶνας.

Νεκρώσιμον

ομφαίαν Δέσποτα, τὴν στρεφομένην, δίδου τοὶς σοὶς δούλοις, ἀκωλύτως διελθεῖν, μεταστάσι τοῦ βίου, ἔνδον τοῦ Παραδείσου, αὐτοὺς κατασκηνώσας, ὡς μόνος ἐλεήμων.

Θεοτοκίον

ς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς εὐδιάβατον κλίμακα Θεοῦ, τῶν σωζομένων ἀπλανῆ ὁδηγίαν, τὴν Κεχαριτωμένην ὑμνήσωμεν Παρθένον.

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

τῶν ἁγίων Μαρτύρων, τοὺς ἀγῶνας προσδεξάμενος, καὶ δι' αὐτῶν ἀναπαύων, τοὺς ἐν πίστει κοιμηθέντας τὴ σή, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

περκοσμίου σου δόξης, λαμπηδόσι καταστράπτεσθαι, τοὺς ἐξ ἡμῶν μεταστάντας, καταξίωσον ὡς εὔσπλαγχνος, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Σὺν ταὶς ἁγίων χορείαις, οὓς μετέστησας κατάταξον, καὶ Ἀβραὰμ ἐν τοῖς κόλποις, τῶ Λαζάρω συναρίθμησον, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Κεκοσμημένη τῶ κάλλει, τῆς ἁγνείας Μητροπάρθενε, καλλοποιὸν εὐπρεπείας, ἐνδιαίτημα γεγένησαι, ὅθεν σὲ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

τι ἐποίησέ σοὶ μεγαλεῖα ὁ Δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς Ποιητήν, διὸ σε, Θεοτόκε, μεγαλύνομεν.

ερουργοὶ Ποιμένες, Προφητῶν ἁγίων χορός, Δικαίων ἀναρίθμητον πλῆθος, Μαρτύρων σύλλογος, ἱεραῖς μελωδίαις μακαριζέσθωσαν, πρεσβεύοντες σωθῆναι τὰς ψυχάς ἡμῶν.

ς θαυμαστῶς ἀσκήσας, τῶν Ἁγίων δῆμος ὁ σοφός, θαυμάτων ἐπιδείξεσι πολλῶν, νὺν τεθαυμάστωται, ταὶς αὐτῶν ἱκεσίαις, θαυμαστὲ Κύριε, θαμάστωσον εἰς πάντας τὰ ἐλέη σου.

Σὺν Ἱερομάρτυσι, τελεσάντων δρόμον καλῶς, Γυναίων ἀναρίθμητος πληθύς, ἤ τε ἀθλήσασα, καὶ ἀσκήσασα πόθω, μακαριζέσθω πιστῶς, Ἀγγέλων ταὶς χορείαις συνυπάρχουσα.

Νεκρώσιμον

τῶν ἁγίων πάντων, δυσωπεῖ σὲ Λόγε πληθύς, ἀνάπαυσον τὰ πλήθη τῶν πιστῶς, μετατεθέντων ἐκ γῆς, διὰ πλῆθος ἐλέους, τὰ πεπραγμένα αὐτοῖς ἅπαντα, ἐν βίῳ παραβλέπων πολυέλεε.

Θεοτοκίον

Φρενοβλαβῶς Παρθένε, ἁμαρτίας πράξας πολλάς, τὴν κόλασιν ἐκδέχομαι λοιπόν, ἀφ' ἦς μὲ λύτρωσαι, ἀδιστάκτω καρδία τὴ θεία σκέπη σου, προστρέχοντα, τῆς μόνης προστασίας τῶν πιστῶν. 

Κανὼν τῶν Κοιμηθέντων

Ὁ Εἱρμὸς

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον, ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

θλων ἱερῶν οἱ Μάρτυρες ἔπαθλα, εἰληφότες δωρήσασθαι, σὲ νὺν ἱκετεύουσι, τοὶς πιστῶς μεταστάσι Σῶτερ ἄνεσιν.

Νέκρωσιν ὑπέστης μόνε Ἀθάνατε, ὁ νεκροῖς τὴν Ἀνάστασιν, παρέχων ὡς εὔσπλαγχνος, καὶ τῆς ἀθανασίας τὴν λαμπρότητα.

ρθωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, καὶ ζωὴν τὴν αἰώνιον, ἐλπίζειν ἐδίδαξας, ἢς τυχεῖν τοὺς σοὺς δούλους Σῶτερ δώρησαι.

Θεοτοκίον

Νόμου αἱ σκιαί, παρῆλθον τῶ τόκω σου, ἡ ἀλήθεια ἔλαμψεν, ἡ χάρις δεδώρηται, Θεοτόκε, διὸ σὲ μεγαλύνομεν.

Στιχηρὰ τῶν Αἴνων, Μαρτυρικὰ

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἤγωνίσαντο, τῶ ἀέρι ἐνεκαρτέρησαν, τῶ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή, δι' ἤλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ταὶς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.  

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταὶς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταὶς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῶ κόσμω σου, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

ν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῶ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή, εὐχαὶς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Νεκρώσιμον

Οὐκ ἔστι τῶν ἐν βίῳ τερπνῶν οὐδέν, ὃ οὐ παρελεύσεται, οὐ πλοῦτος, οὐ τυραννίς, οὐ νεότητος ἄνθος, ὁ γὰρ θάνατος πάντα ἐπίσης λυμαίνεται, διαδέχεται δὲ τὰ μὴ σαλευόμενα, σπείρεται γὰρ ἐν φθορᾷ, ἐν ἀφθαρσίᾳ ἐγείρεται, σπείρεται ἐν ἀτιμίᾳ, ἐν δόξῃ ἀνίσταται. Διὸ Χριστέ, οὖς προσελάβου δούλους σου, μετὰ δικαιων ἀνάπαυσον ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδης ἐν περιστάσει, ἄλλ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Ἀπόστιχα Προσόμοια

Χαίροις ἀσκητικῶν ἀληθῶς

Αἴγλη τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας, ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀπολαύσεως, ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρῶς ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμενοι, πάντων Δικαίων οἱ δῆμοι, περὶ τὴν σὴν ἀγαθότητα, μεθ' ὧν ἀριθμήσας, τοὺς οἰκέτας σου παράσχου, τὸ μέγα ἔλεος.

Ψάλλειν παναρμονίω φωνή, δοξολογεῖν τε τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων, πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητα, τοῦ σοῦ κάλλους ἑλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾶν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι, μεθ' ὧν τοῖς σοὶς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.

που τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ' αἰῶνος, δικαιωθέντες τῶ σῶ, σωτηρίω πάθει καὶ τῶ αἵματι, δι' οὗ ἐξηγόρασας, τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον, μόνος γὰρ ἀναμάρτητος, ἐν γῆ πεπολίτευσαι, ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος, διὸ τοὶς σοὶς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Νόμω τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας, Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην, καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, δι' οὗ δικαιούμεθα, δωρεά τε καὶ χάριτι, ὃν νὺν δυσώπει, τὰς ψυχὰς τῶν εἰδότων σε, θεομήτορα, βίβλω ζώντων ἐγγράψασθαι, ὅπως τὴ μεσιτεία σου, σωθέντες Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλεία σου.

Τὸν ἀρχέκακον ἐχθρόν, θανέντες Μάρτυρες ὠλέσατε, καὶ δι' ἤλθετε πρὸς τὰ ἄνω στεφθέντες, θείαις νίκαις τῶ παμβασιλεῖ, Θεῷ παριστάμενοι.

ερωσύνης τῶ φωτί, οἱ Ἱεράρχαι λαμπρυνόμενοι, ἐδοξάσθησαν, καὶ Ὁσίων τὰ πλήθη, ἀϊδίου ἔτυχον ζωῆς, ὅθεν μακαρίζονται.

Νεκρώσιμον

Σὺν τοὶς χοροὶς τῶν ἐκλεκτῶν, ἐν τόπῳ Δέσποτα ἀνέσεως, οὓς μετέστησας, κατασκήνωσον Λόγε, παραβλέψας τούτων τὰ ἐν γῆ, Σῶτερ πλημμελήματα.

Δόξα...

Τριάς, Ἱεραρχῶν, καὶ τῶν Μαρτύρων τοὶς ἀγῶσι σεπτῶν, δυσωπήθητι, καὶ τοὶς πίστει θανοῦσι, σωτηρίαν δώρησαι ψυχῆς, καὶ τὸ μέγα ἔλεος.

Καὶ νύν... Θεοτοκίον

τὸν Ἀχώρητον παντί, θεοχαρίτωτε, χωρήσασα, καὶ κυήσασα ὑπὲρ φύσιν καὶ λόγον, τοῦτον πάσιν ἵλεων ἡμῖν, γενέσθαι ἱκέτευε.