The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ ΗΧΟΣ ΠΛ.Β΄

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἦχος πλ. β'  Ὅλην ἀποθέμενοι

πάντων βουλόμενος, οὐχὶ τὸν θάνατον Λόγε, ἀλλὰ τὴν μετάνοιαν, τῶν ἡμαρτηκότων σοὶ πολυεύσπλαγχνε, Χριστὲ καὶ Κύριε, καὶ ποιῶν ἔλεος, μετεμοῦ ἀεὶ τοῦ δούλου σου, μετανοοῦντι μοί, καὶ τὴν τῶν κακῶν μοὶ συγχώρησιν, δι' ὧν σὲ παρεπίκρανα, ἐξαιτεῖν τολμῶντι συμπάθησον, ἐν ἐμοὶ γὰρ δείξης, τὴν ἄβυσσον τῶν θείων οἰκτιρμῶν, ἐὰν ἀνάξιον ὄντα με, σώσης ὡς φιλάνθρωπος.

μόνος φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς λελυπηκότας σε, πρὸς μετάνοιαν, μὴ μνησθὴς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ! τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ τῶν σῶν χειρῶν ἀναπόδραστον, ὅθεν νὺν προσπίπτω, στενάζων καὶ πενθῶν, καὶ νοητῶς, τῶν σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι, καὶ μὴ ἀπορρίψης με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα, ὑπὲρ πᾶσαν φύσιν, τῶν ἀνθρώπων, ἐκ νεότητος, διὸ προσπίπτω σοί, κλίνων μου τὸ γόνυ σὺν δάκρυσι, σπλαγχνίσθητι ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέησου, Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν, μὴ μὲ ἀπώση τὸν ἄθλιον, τὸν παρακαλούντά σε.

Ἔτερα, τῶν Ἀσωμάτων  ὅμοια

χον ἑορτάσιμον, Ἀγγελικαὶ σοὶ χορεῖαι, ἀσιγήτοις στόμασιν, αἰωνίως μέλπουσιν, Ὑπεράγαθε, σοῦ τρανῶς βλέπουσαι, τὸ ὡραῖον κάλλος, καὶ τῆς αἴγλης ἐμφορούμεναι, τὴ πρὸς τὰ χείρονα, νεύσει οὐδαμῶς ἐμφερόμεναι, ἀεὶ δὲ ἐν τοῖς ἔμπροσθεν, μᾶλλον ἀκλινῶς ἀνανεύουσαι, καὶ τὰς πανολβίους, δεχόμεναι προθύμως ἀστραπάς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τείχισον τὴν ποίμνην σου, Ἀγγελικαὶς προστασίαις, ὁ τὰ τούτων τάγματα, λόγῳ συστησάμενος καὶ βουλήματι, πειρασμὸν ἅπαντα, καὶ βαρβάρων θράσος, ἐκδιώκων καὶ αἱρέσεων, τῶ σῶ γὰρ αἵματι, ταύτην ἀληθῶς ἐξηγόρασας, καὶ νόμου τὸ κατάκριμα, καὶ τῆς ἁμαρτίας ἐξήλειψας, ὅπως λυτρωθεῖσα, τῶν νὺν παρενοχλούντων λυπηρῶν, ἐν ὀρθοδόξῳ φρονήματι, Σῶτερ μεγαλύνη σε.

ρχαὶ Κυριότητες, καὶ Σεραφεὶμ σὺν τοὶς θρόνοις, Χερουβεὶμ τὰ ἄχραντα, Ἄγγελοι, Ἀρχάγγελοι, τὸν σεβάσμιον, καὶ σεπτὸν θρόνον σου, καὶ τὴν θείαν δόξαν, μετὰ δέους περιέπουσι. Δυνάμεις πᾶσαι δέ, σὺν ταὶς Ἐξουσίαις γεραίρουσι, τὴν σὴν μεγαλοπρέπειαν, καὶ τῆς σῆς προνοίας τὸ ἄφραστον, καὶ τὴν ἐν τοῖς οὔσι, σοφίαν σου θαυμάζουσι Χριστέ, καὶ παρρησία πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... καὶ νύν... Θεοτοκίον  ὅμοιον

Γνώμη ὀλισθήσας τε, καὶ ὑποκύψας τῶ πλάνω, ἀπάτη Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ μὲ λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σώσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθω ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.

Ἀπόστιχα Κατανυκτικὰ

Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα, διὰ τοῦτο, ἱκετεύω σὲ Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δούναί μοὶ μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

ν τῇ φρικτὴ παρουσία σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς, τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῶ Σωτήρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταὶς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Δόξα... καὶ νύν... Θεοτοκίον

ρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἦς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τὴ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Μετὰ τὴν α'  Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ  Ἦχος πλ. β'

ννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῶ ἀθανάτω Βασιλεῖ, ποία δὲ παρρησία ἀτενίσω τῶ Κριτή, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσης Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσης μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνης μὲ ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα... καὶ νύν... Θεοτοκίον

λπὶς καὶ σκέπη καὶ λιμήν, τῶν εἰς σὲ προστρεχόντων, Θεοκυῆτορ ἀγαθή, προστασία τοῦ κόσμου, ἱκέτευε σὺν Ἀσωμάτοις ἐκτενῶς, ὃν ἔτεκες φιλανθρωπότατον Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν ὡς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν. Ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νὺν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες τὸ ὄνομά σου ἔργα χειρῶν σου, καὶ ἐπικεκλήμεθα.

Δόξα... καὶ νύν... Θεοτοκίον

ρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν, ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν. Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ψυχή, ῥαθύμως τὴν ζωὴν διανύουσα πᾶσαν, ἡμέραν κρίσεως φρικτήν, κατὰ νοῦν οὐ λαμβάνεις, ἀνάνηψον, καὶ τὴν μετάνοιαν ἑλοῦ, ἐπίστρεψον, καὶ βόησον Χριστῷ. Οἰκτίρμον, μὴ μνησθὴς ἡμῶν πολλῶν ἁμαρτιῶν, ἐν ὥρα καταδίκης.

Μαρτυρικὸν

Φῶς δικαίοις διὰ παντός, οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταὶς εὐχαίς, σὺ φωτιεὶς λύχνον μου Κύριε, καὶ σώσόν με.

Δόξα... καὶ νύν... Θεοτοκίον

Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδία καὶ στόματι, Θεοτόκον αὐτὴν ὁ μολογοῦντες, ὡς κυρίως γεννήσασαν Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς

Τῶν ὀμμάτων μου, Χριστέ, τὸν κλαυθμὸν δέχου Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς

αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθῶν, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα, Κύρίω τῶ Θεῷ ἡμῶν ἄσωμεν, ὅτι δεδόξασται.

Τὸν ἐμπεσόντα Χριστέ, ληστῶν εἰς χείρας πονηρῶν, καὶ πληγαὶς ψυχοφθόροις, ἡμιθανῆ γενόμενον, συμπαθείας, ἐλαίω θεραπεύσας οἰκτείρησον, ἵνα δοξάζω σε.

ς ἁμαρτήσας πολλά, σπήλαιον γέγονα ληστῶν, ὁ τεχθεὶς ἐν σπηλαίῳ, δακρύων ὄμβρους δίδου μοί, καὶ καθάρισον, ὅπως τοῦ ἁγίου σου Πνεύματος, ναὸς γενήσωμαι.

Μαρτυρικὰ

Νεανικῶς τὸν ἐχθρόν, καταβαλόντες Ἀθληταί, θεοπλόκοις ἀληθῶς, στεφάνοις ἐκοσμήθητε, καὶ Θεῷ ἐν ὑψίστοις, μέτ' Ἀγγέλων παρίστασθε, δόξης πληρούμενοι.

Οἱ τῶν αἱμάτων βυθῶ, τὸν Φαραὼ τὸν νοητόν, ἀποπνίξαντες ποτέ, σεπτοὶ Μεγαλομάρτυρες, πρὸς γὴν ἐπαγγελίας, οὐρανίου μετέβητε, Χριστὸν δοξάζοντες.

Θεοτοκίον

Μετὰ Μαρτύρων Ἁγνή, μετὰ τῶν θείων Προφητῶν, μετὰ πάντων Ἀγγέλων, τὸν κτίστην τῶν ἁπάντων, ἐκδυσώπει σωθῆναι, τοὺς σὲ δοξάζοντας, Θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων, οὐ ἡ Ἀκροστιχίς.

Ἕκτη πέφυκε τῶν Νόων μελω δία

 

Ὁ Εἱρμὸς

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ὠδήν, ἐβόα ἄσωμεν.

πουρανίου χορείας ἀνευφημῶν, τὴν τερπνὴν εὐπρέπειαν, ταὶς αὐτῆς φωτιστικαίς, ἀστραπαὶς φαιδρύνεσθαι βοῶ, ἱκετεύων σὲ Χριστέ, τὸν μόνον εὔσπλαγχνον.

Κατακοσμήσας τῶ Λόγῳ καὶ τῶ ἐκ σοῦ, παναγίω Πνεύματι, τῶν Ἀγγέλων τοὺς χορούς, σὲ τὸν πάντων αἴτιον ὑμνεῖν, παρεσκεύασας αὐτοὺς ὡς παντοδύναμος.

Θεοτοκίον

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

ν τῇ στερρὰ τῆς πίστεώς σου πέτρα, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε, σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.

Μετανοῶν Χριστῷ συνεταξάμην, καὶ τῶν κακῶν οὐδόλως ἐπαυσάμην, τὶς γένωμαι τύφλωσιν, περικείμενος πολλήν. Υἱὲ Θεοῦ σὺ με, οἴκτειρον.

ποσκοπῶν Θεοῦ μακροθυμίαν, ἐκδαπανῶ ζωὴν τὴ ῥαθυμία, καὶ δέδοικα πάντοτε, μὴ ἐξαίφνης ἡ τομή, ἡ τοῦ θανάτου προφθάση με.

Μαρτυρικὰ

Τοὺς διωγμούς, τοὺς πόνους, τοὺς κινδύνους, ὥσπερ τρυφὴν οἱ Μάρτυρες ποθοῦντες, ἠγάλλοντο βλέποντες, διανοίας ὀφθαλμοίς, τὴν δι' αἰῶνος ἀπόλαυσιν.

ς τὴ στερρὰ τῆς εὐσεβείας πέτρα, τὸν λογισμὸν ἑδράσαντες πανσόφως, μοχλεύσεσιν ἅγιοι, πολυτρόπων αἰκισμῶν, οὐκ ἀνετράπητε Μάρτυρες.

Θεοτοκίον

Νέος ἡμῖν Παράδεισος ἐδείχθης, ζωῆς ἁγνὴ τὸ ξύλον μέσον ἔχων, ἐξ οὗ φαγῶν Ἄχραντε, τῆς νεκρώσεως Ἀδάμ, τῆς πονηρᾶς ἀπολύεται.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.

πᾶσαν φύσιν λογικήν, ἐκ μὴ ὄντων βουλήσει, πλαστουργήσασα Φύσις, τρισαγίαις ἐν φωναῖς, ὑμνολογεῖται τριττοίς, ἐν προσώποις, καὶ δοξολογεῖται πιστῶς.

Πηγάζων σὺ τὸ ἀγαθόν, Δέσποτα τῶν ἁπάντων, καὶ πλουσίως ἐκχέων, τὴ μεθέξει ἀγαθούς, τοὺς ἀσωμάτων χορούς, τῶν Ἀγγέλων ἔδειξας φιλάνθρωπε.

Θεοτοκίον

δόθη ἄφεσις ἡμῖν, διὰ σοῦ Θεοτόκε, ὁ γὰρ νόμου Δεσπότης, ὁ ἐκ σοῦ σωματωθεῖς, τὰ πάθη ὑπὲρ ἡμῶν, ὑπομεῖνας, πάντας ἐλυτρώσατο.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, καὶ τῆς σῆς αἰνέσεως Κύριε, τὰ πάντα πεπλήρωται.

Μὴ κατακρίνης ἡμᾶς, τοὺς πταίοντάς σοὶ πολλά, ἀλλὰ τῶ συνήθει σου Δέσποτα, ἐλέει οἰκτείρησον.

δὸς ὑπάρχων ζωῆς, θανατηφόρους ὁδούς, Σῶτερ, ἁμαρτίας ἐκκλίνειν με, ἀεὶ καταξίωσον.

Μαρτυρικὰ

φάπτουσαν αἰκισμῶν, καθυπελθόντες πυράν, δρόσω θείου Πνεύματος, Μάρτυρες ἐμείνατε ἄφλεκτοι.

Χειμάρρουν θείας τρυφῆς, τρυφᾶτε περιφανῶς, Μάρτυρες αἱμάτων τοὶς ῥεύμασιν, αὐτὴν κληρωσάμενοι.

Θεοτοκίον

αθύμως μου τὴν ζωήν, ἐκδαπανήσας Ἁγνή, πρὸς τὴν σὴν προστρέχω ἀντίληψιν, οἰκτείρησον σώσόν με.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.

Φθορὰς ἀπρόσδεκτον, τὴν φύσιν ἔχοντες, οἱ θειότατοι Νόες σου τὸν σεπτόν, θρόνον περιέπουσιν, ἀθανασίας σὲ πηγήν, κληρωσάμενοι φιλάνθρωπε.

πὸ τοῦ Πνεύματος, ἁγιαζόμενοι, τῶν Ἀγγέλων οἱ δῆμοι πρὸς τὸ κακόν, μένουσιν ἀκίνητοι, ταὶς πρὸς τὸ πρῶτον Ἀγαθόν, ἀναβάσεσι Θεούμενοι.

Θεοτοκίον

Κατάρα λέλυται, ἡ τῆς προμήτορος, διὰ σοῦ Θεομῆτορ, σὺ γὰρ ἡμῖν, Ἄχραντε πανάμωμε, τῆς εὐλογίας τὴν πηγήν, τὴν ἀέναον ἐκύησας.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

τὸ φῶς ἀνατέλλων τῶ κόσμω, Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτὸς σοὶ κραυγάζοντος, καὶ σώσόν με.

εσσαὶ ἐκ τῆς ῥίζης βλαστήσας Χριστέ, ξήρανον τὰ βλαστήματα τῶν παθῶν μου, φυτεύων μοὶ τὸν φόβον σου.

Στεναγμὸν ὡς ὁ τελώνης κτησώμεθα, καὶ κακῶν ἀποσχώμεθα, στεναγμὸν ὅπως φύγωμεν αἰώνιον.

Μαρτυρικὰ

Τετρωμένοι τῶ θείω σου ἔρωτι, τιτρωσκόμενοι ἔχαιρον, ταὶς βασάνοις οἱ Μάρτυρές σου Κύριε.

κ περάτων τῶ σώματι οἱ Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε.

Θεοτοκίον

Τὴν οὐράνιον πύλην ὑμνήσωμεν, δι' ἦς πάντες εἰσέρχονται, ἁμαρτωλοὶ πρὸς εἰσόδους συγχωρήσεως.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Τῶ θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

πὶ τοῦ θρόνου τῶν Χερουβείμ, βλέπων ὁ Προφήτης σε, παντεπόπτα τὸν Κτίστην καὶ Κύριον, ἐπιβεβηκότα διὰ συμβόλων τὴν σήν, μυεῖται δεσποτείαν καὶ κυριότητα.

Ταὶς μυριάσιν ὁ Δανιήλ, καὶ ταὶς χιλιάσι, τῶν Ἀγγέλων κυκλουμένω σοὶ Δέσποτα, βλέπων ἡνωμένην τὴν τῶν ἀνθρώπων μορφήν, τὸ κράτος σοῦ τῆς δόξης μεμυσταγώγηται.

Θεοτοκίον

ραῖος κάλλει ὁ σὸς Υἱός, παρὰ τοὺς υἱοὺς τῶν γηγενῶν, ὤφθη πανύμνητε Δέσποινα. Λόγος γὰρ ὑπάρχει τοῦ ἐπὶ πάντων Θεοῦ, εἰ καὶ φύσιν ἀνθρώπου ἐκ σοῦ ἀνέλαβε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Τῶ κήτει καταποθεῖς, τῶ τῆς ἁμαρτίας, κραυγάζω σοὶ Χριστέ, Ὡς τὸν προφήτην, ἐκ φθορᾶς μὲ ἐλευθέρωσον.

ὀμματώσας τυφλούς, τῆς ψυχῆς μου ἄνοιξον ὄμματα, ὅπως τὸ φῶς σου βλέψω, καὶ παθῶν σκότους ῥυσθήσωμαι.

Ναμάτων ζωοποιῶν, μετανοίας ἔμπλεων ποίησον, Οἰκτίρμον τὴν ψυχήν μου, ποταμοὺς διδοὺς δακρύων μοί.

Μαρτυρικὰ

Κοιλάδες μαρτυρικαί, κρίνα ἰαμάτων ἐκφύουσι, καὶ πάντων τὰς καρδίας, εὐσεβῶν εὐωδιάζουσι.

Λυόμενοι αἰκισμοίς, σῶμα τὸ φθειρόμενον ἅγιοι, τῶ πόθω τοῦ Κυρίου, τὴν καρδίαν συνεδήσατε.

Θεοτοκίον

γία Μῆτερ Θεοῦ, τὴν βεβηλωθεῖσαν καρδίαν μου, πράξεσιν ἐναγέσι, συμπαθεῖα σου ἁγίασον.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμῶν, βοῶ σοί. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.

Νοὸς καθαρότητι, καταβαίνοντας ὁρῶν, ὁ Ἰακὼβ ἐν κλίμακι, τοὺς Ἀγγέλους σου Δέσποτα τηλαυγῶς, τὴν σὴν ἐδιδάσκετο, ἐν σαρκὶ παρουσίαν προδηλότατα.

Νοήσας τὴν ἔνθεον, τῶν Ἀγγέλων καὶ φαιδράν, παρεμβολὴν ἠγάλλετο, ὁ θεράπων σου Δέσποτα Ἰσραήλ, εὐρύθμως χορεύουσαν, καὶ τὴν ἄρρητον δόξαν περιέπουσαν.

Θεοτοκίον

ρέων ὑπέρτερον, αἰωνίων ἀληθῶς, ἀγγελικῶν Δυνάμεων, ἀνεδείχθη τὸ ὄρος τὸ ἐμφανές, σὴ γαστὴρ χωρήσασα, τῆς Θεότητος αἴγλην, Κόρη Δέσποινα.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

τῶν ὁσίων σου Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε.

πὸ τῆς ἄγαν κακίας, τὸν νοῦν ἀπετυφλώθην, καὶ οὐκ ἔβλεψα μετανοίας τὸ φέγγος. Χριστὲ Σωτήρ μου σώσόν με.

Θαρρῶν τὴ σὴ εὐσπλαγχνία, προσπίπτω σοὶ Οἰκτίρμον, ἐξαιτούμενος τῶν κακῶν μοὶ τὴν λύσιν, μὴ μὲ παρίδης Δέσποτα.

Μόνος ἐγὼ ἐγυμνώθην, ἐξ ἔργων δικαιούντων, μόνος ἔπραξα πᾶσαν ἄτοπον πρᾶξιν, μόνος Χριστὲ σὺ μὲ οἴκτειρον.

Μαρτυρικὰ

ὑπερκόσμιον δόξαν, ἐνδύσας τοὺς Ἁγίους, τοὺς ἀθλήσαντας ἐν τῷ κόσμω, πρεσβείαις αὐτῶν, Χριστέ μου σώσόν με.

Νομοθεσίας ἀδίκου, δικαίου νόμου ὄντες, θεῖοι φύλακες κατεπτύσατε πίστει, νομίμως ἐναθλήσαντες.

Θεοτοκίον

Δούλου μορφὴν ὑποδύντα, Δεσπότην Κόρη τίκτεις, ὃν ἱκέτευε τῶν παθῶν τῆς δουλείας, Ἁγνὴ ἐλευθερώσαί με.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

ραιότητι φαιδρύνεσθε πανάγιοι, Ἄγγελοι τοῦ παντοκράτορος, πλησιάζοντες, τὴ ἀφράστω δόξη τοῦ Χριστοῦ, καὶ πόθω κραυγάζοντες ἀεί, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοερῶς περὶ σὲ Δέσποτα στρεφόμενοι, Ἄγγελοι τὴν ἀκατάληπτον, φωτοφανείαν, ἀϊδίως δέχονται τὴν σήν, ὑμνοῦντες καὶ λέγοντες ἀεί. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Μετὰ σοῦ εὐλογημένη ὁ Ἀσώματος, Κύριος ἔφη ὁ Γαβριήλ, τὴν καταφθαρεῖσαν γὰρ ἀναπλᾶσαι φύσιν βουληθείς, τὴν μήτραν σου ὤκησεν Ἁγνή. Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνω, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

ζήλωσα ἀσπλάγχνου πλουσίου τρόπους, καὶ παρορῶ μου πτωχεύσαντα, τὸν νοῦν πρὸ θυρὼν τῆς μετανοίας, κακία ἠλκωμένον. Χριστε μὴ μὲ εἰς πὺρ πέμψης ἄσβεστον.

Χειμώνι καὶ σαββάτω καλῶν ἀργίας, μὴ μὲ τοῦ βίου ἀνέτοιμον λάβης, χειμῶνα τῆς ἁμαρτίας ὁ καταπαύσας Οἰκτίρμον, ἀλλ' ἐπιστροφὴν θείαν δίδου μοί.

Μαρτυρικὰ

Οἱ Μάρτυρες τὴν πλάνην καταπατοῦντες, τὴ ἀπλανεῖ πίστει ἅπασαν, βασάνων, ἤνεγκαν τρικυμίαν, εὐλογοῦντες, ὑμνοῦντες, καὶ ὑπερυψοῦντες τὸν Κύριον.

φάπτουσαν βασάνων ἤνεγκαν φλόγα, ὑπομονῆς δρόσω οἱ Ἅγιοι, ὕλην ἔφλεξάν τε ἀσεβείας, θείας ζήλω ἀγάπης, πυρούμενοι καλλίνικοι Μάρτυρες.

Θεοτοκίον

πάρχουσα Ἀγγέλων τιμιωτέρα, Θεὸν τὸν ἅγιον τέτοκας, ὑπερβαλλόντως ἁγιασθεῖσα, Θεοτόκε Παρθένε, διό μου τὴν ψυχὴν καθαγίασον.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

κ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

λισσαῖον ὡς πάλαι σοῦ τὸν θεράποντα, στρατιαῖς ἀσωμάτοις περιετείχισας, οὕτω δὴ καὶ νύν, Χριστὲ τὴν Ἐκκλησίαν σου, σὲ ὑπερυψοῦσαν εἰς πάντας τοὺς αἰῶνας.

Λυτρωθῆναι πταισμάτων καθικετεύσατε, Ἀρχιστράτηγοι θεῖοι, ὡς παριστάμενοι, θρόνω τῶ φρικτῶ, τοὺς ἐν πόθῳ δοξάζοντας, καὶ ὑπερυψοῦντας Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

ς Μητρὶ καὶ Παρθένω Χαίρέ σοὶ κράζομεν, Γαβριὴλ σὺν τῶ θείω Θεομακάριστε. Λόγον γὰρ ἡμῖν, Θεοῦ σαρκὶ γεγέννηκας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

τὸ Χαῖρε δι' Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῶζε τοὺς σὲ μεγαλύνοντας.

ωσὴφ μὲν σωφρονήσας σιτοδότης, ἐγνωρίσθη, ἐγὼ ἀσωτεύων δέ, λιμῶ κρατοῦμαι ἐναρέτων πράξεων.

ς ὁ Πέτρος μεταγνοῦς Χριστὲ δακρύω, ὡς ὁ Τελώνης στενάζω, ὡς ὁ Ἄσωτος ἐκ βάθους κράζω. Ἥμαρτον, συγχώρησον.

Μαρτυρικὰ

Συμμαχία τοῦ Θεοῦ καταβαλόντες, τὴν κακίαν σοφοὶ τοῦ ἀλάστορος, στεφάνους νίκης ἐξ ὕψους ἐδέξασθε.

ἁγία τῶν σεπτῶν Μαρτύρων μνήμη, ἁγιάζει ἐν ἁγίῳ Πνεύματι, τοὺς ὀρθοδόξως αὐτὴν ἁγιάζοντας.

Θεοτοκίον

Φώτισόν με ἁμαρτία σκοτισθέντα, ἀπαθείας τὸ φῶς ἡ κυήσασα, ἵνα ὑμνῷ σὲ ἁγνὴ Ἀειπάρθενε.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ, τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Δαυϊδ Προφήτη τῶ σῶ ὡς ἔπαυσας, τὸν σὸν λαὸν πατάσσοντα ῥομφαία σου Ἄγγελον, οὕτως Οἰκτίρμον βράβευσον, εἰρήνην Χριστέ, πάσαις ταὶς ἐκκλησίαις, τὸν ἐπικείμενον νύν, ἐπικουφίζων πειρασμὸν ὡς πολυέλεος.

δὼν λαοῦ σου Χριστὲ τὴν κάκωσιν, ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων θεράπευσον, ἱκεσίαις Δέσποτα, τῶν σῶν Λειτουργῶν, τῶν νὺν περικυκλούντων, σὲ τὸν Παντάνακτα, φωναίς τε ἀπαύστοις ὡς Θεὸν δοξολογούντων σε.

Θεοτοκίον

ρχαί, Ἀρχάγγελοι, Κυριότητες, καὶ Σεραφείμ, Δυνάμεις, Ἐξουσίαι καὶ Ἄγγελοι, θρόνοι πολυομμάτοις σὺν τοὶς Χερουβείμ, νὺν τὸν δεδοξασμένον, Τόκον σου σέβοντες, σὲ Παρθενομῆτορ εὐλαβῶς ἀεὶ δοξάζουσι.

Ἀπόστιχα τῶν Αἴνων Κατανυκτικὰ

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοί, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοὶς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοὶ δάκρυα μετανοίας, διδοὺς μοὶ τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

Γυμνὸν μὲ εὑρῶν τῶν ἀρετῶν ὁ ἐχθρός, τῶ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Κύριε, ἐν τῇ μνήμη τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοὶς Ἀγγέλοις καὶ ἡ γῆ εὐφραίνεται σὺν τοὶς ἀνθρώποις. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νύν... Θεοτοκίον

ρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.

Πάριδέ μου, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα Ἰησοῦ φιλάνθρωπε, καὶ σωζομένων, μερίδι μὲ σύνταξον.

λαμπρύνας, τῶν Ἀγγέλων τὰς χορείας, ταὶς ἐκείνων Χριστὲ παρακλήσεσι, τὸ ὀπτικόν μου, τῆς καρδίας φώτισον.

Μαρτυρικὸν

Πᾶσαν πείραν, ἀλγεινῶν ὑπενεγκόντες, Ἀθλοφόροι τὰ ἄλγη καὶ τραύματα, τὰ τῶν ἀνθρώπων, ἀεὶ θεραπεύετε.

Δόξα...

Τὴν Τριάδα, τὴν ἁγίαν προσκυνοῦμεν, ὑμνουμένην Ἀγγέλων στρατεύμασιν, αὐτὴ βοῶντες. Σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νύν... Θεοτοκίον

Λύτρωσαί με, τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοὶ Θεογεννῆτορ, ὅπως μακαρίζω σε.