The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Γ΄

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἦχος γ'

Σώσόν με Κύριε ὁ Θεός μου

μαρτον Κύριε ὁ Θεός μου, ἥμαρτόν σοί, ἱλάσθητί μοί, μὴ ἀπώση με, μὴ βδελύξη μὲ Λόγε, ἀλλ' ὡς μόνος συμπαθής τε καὶ ἐλεήμων, πρόσδεξαί με μεταγνόντα, καὶ τὰ σὰ ποιεῖν μὲ Σῶτερ δικαιώματα, ὡς μόνος εὔσπλαγχνος ἐνδυνάμωσον.

Πρόφθασον Κύριε ἐξελοῦ με, ἐκ χειρὸς τοῦ ἀντικειμένου, καὶ γὰρ θέλων ἐδουλώθην τῶ πλάνω, καὶ ἀπέστην ἐκ τῶν ἐντολῶν σου οἰκτίρμον, δὸς μοὶ χρόνον μετανοίας, καὶ πρὸς φῶς εἰσάγαγέ με κατανύξεως, ὅπως πενθήσω μου τὴν ἀπόπτωσιν Σῶτερ.

Λύτρωσαι Κύριε ὁ Θεός μου, ἐκ πωρώσεως τὴν ψυχήν μου, καὶ παράσχου τῶν δακρύων μοὶ ὄμβρους, ἵναπλύνω τῶν ἀνομιῶν μου τὰ αἴσχη, αὐγασὸν μὲ τὸν ἐν τῷ σκότει, φῶς τῆς σῆς δώρησαι Σῶτερ ἐπιγνώσεως, ὅπως πορεύσωμαι, ἐν σεπταῖς ἐντολαίς σου.

Ἔτερα Στιχηρὰ τῶν Ἀσωμάτων

Μεγάλη τοῦ Σταυροῦ σου

Χορείας Ἀσωμάτων, Κύριε ὑπέστησας, τὸν πλούτόν σου δεικνύων, πᾶσι τῆς ἀγαθότητος, καὶ παρήγαγες ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, τῆς ὑπὲρ νοῦν δόξης σου, τοῦ νὺν δοξάζειν σε, ἐν φωναῖς ἀσιγήτοις.

Μεγάλη τῶν Ἀγγέλων σου, Χριστὲ ἡ δύναμις, ἀσώματοι γὰρ ὄντες, τὸν κόσμον διατρέχουσι, περιέποντες τὰς Ἐκκλησίας ἐν ἰσχύϊ, τὴ παρὰ σοῦ Δέσποτα, καὶ πρεσβεύουσιν, ὑπὲρ τῆς οἰκουμένης.

Δυνάμεις, Ἐξουσίαι, Ἄγγελοι, Ἀρχάγγελοι, καὶ Σεραφεὶμ καὶ θρόνοι, Ἀρχαὶ καὶ Κυριότητες, Χερουβεὶμ δόξης τῆς ἀνεκφράστου καὶ τελείας, σοφίας τε τῆς ὄντως, νὺν ἱκετεύσατε, ὑπὲρ τῆς οἰκουμένης.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.

Ἀπόστιχα Κατανυκτικὰ

σπερινὸν ὕμνον προσφερομὲν σοὶ Χριστέ, μετὰ θυμιάματος καὶ ὤδών πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Σώσόν με Κύριε ὁ Θεός μου, σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων μὲ τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν μὲ βυθίζει, δὸς μοὶ χείρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Μαρτυρικὸν

Μεγάλη τοῦ σταυροῦ σου Κύριε ἡ δύναμις, ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἀλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

γιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνωδία, Προφητῶν περιοχή, Δέσποινα, πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος γ'

Παροικοῦσα ἐν τῇ γῆ, ψυχή μου μετανόησον, χοὺς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, πρὶν μὲ καταδικάσης, φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

ως πότε ψυχή μου, ἐπιμένεις τοὶς πταίσμασιν, ἐως τῖνος λαμβάνεις, μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῶ Θεῷ, Καρδιογνώστα ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε Μαρία Μήτηρ καὶ Παρθένε, τὸ ὄρος τὸ ἅγιον, ὁ ἐν Ἐδὲμ Παράδεισος, ἐξ ἦς ἐτέχθη Χριστὸς ὁ Θεὸς ἄνευ σπορᾶς ὁ μόνος, δι' οὗ ζωὴ τῶ κόσμω ἐβλάστησε.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα

πὶ τῆς δίκης τῆς φοβερᾶς ἄνευ κατηγόρων ἐλέγχομαι, ἄνευ μαρτύρων κατακρίνομαι, αἱ γὰρ βίβλοι τοῦ συνειδότος ἀναπτύσσονται, καὶ τὰ ἔργα τὰ κεκρυμμένα ἀνακαλύπτονται, πρὶν οὖν ἐν ἐκείνῳ τῶ πανδήμω θεάτρω, μέλλης ἐρευνῆσαι τὰ ἐμοὶ πεπραγμένα, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σώσόν με.

Φοβερὸν δικαστήριον περιμένει μὲ Κύριε, ἐμοῦ γὰρ σιωπῶντος, βοῶσι τὰ ἔργα μου, ἀλλὰ προφθάσας, πεπλανημένον ζήτησον Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θείας πίστεως

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τὴ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον ῥερυπωμένον, σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια, λόγῳ παρήγαγες, ὡς παντοδύναμος, οἱ τῶν Ἀγγέλων δὲ χοροί, σὺν τρόμω παρεστηκότες, ἄπαυστον τὴν αἴνεσιν σοὶ προσφέρουσι Δέσποτα, πάντα καταυγάζοντες, τῶ φωτί σου τὰ πέρατα, δι' ὧν σοὶ καὶ ἡμεῖς ἐκβοῶμεν. Σῶσον ἡμᾶς τὴ εὐσπλαγχνία σου.

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν ὡραιότητα

Τὰ ἐπουράνια, φόβω ἠγάλλοντο καὶ τὰ ἐπίγεια τρόμω ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ὑπήλθέ σοὶ Θεοτόκε, μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτε τόν πρωτόπλαστον, ὁ Δεσπότης ἐρρύσατο, διὸ σὺν τῶ Ἀγγέλω βοώμέν σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

Κανὼν Κατανυκτικὸς

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

Φαραὼ τὰ ἅρματα, βυθῶ καλύψας Κύριε τὴν θάλασσαν διέρρηξας, καὶ ἔσωσας ἄσμασιν ὑμνούντά σε, λαὸν Ἰσραηλίτην.

γκλημάτων ῥύσαί με, μυρίων ἀναμάρτητε ἀφρόνως ὧν πὲρ ἔπραξα, παρέχων μοὶ δάκρυα κατανύξεως, καθὼς ποτε τὴ Πόρνη.

Γεγονότα σπήλαιον, ληστῶν ἀτόποις πράξεσι, δι' ἀρετῶν ἀνάδειξον φιλάνθρωπε, οἴκόν σου ὁ θελήματι, τεχθεὶς ἐν τῷ σπηλαίω.

Μαρτυρικὰ

Κυβερνήσει Πνεύματος, τοῦ θείου παρεδράμετε, βασάνων τὸ κλυδώνιον, θεόπνευστοι μάρτυρες, καὶ πρὸς ἔνθεον, ἐφθάσατε λιμένα.

Λαμπρυνθέντες μάρτυρες, τοῦ Πνεύματος τὴ χάριτι, τὸ σκότος τὸ βαθύτατον, ἐξέφυγον χαίροντες, οἱ πανεύφημοι, τῆς εἰδωλομανίας.

Θεοτοκίον

Παναγία ἄχραντε, ἁμαρτωλῶν βοήθεια, πιπτόντων ἐπανόρθωσις, μετάνοιαν δίδου μοί, κατανύξεως, πολλὰ ἡμαρτηκότι.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχὶς

Ἄγω τρίτον μέλισμα τοὶς Ἀσωμάτοις.

Ὁ Εἱρμὸς

Ἄσμα καινόν.

ναρχον φῶς καὶ περιεκτικόν, φάους ὑπάρχων παντὸς Χριστὲ ὁ Θεός, τὴν ἐμὴν διάνοιαν, τὴ ἐπιστασία φωταγώγησον, τῶν σῶν Δυνάμεων.

Γεγηθότες ἀγγελοπρεπῶς, τὴ πανολβίω μεθέξει, οἱ τῶν Ἀγγέλων χοροί, τῆς σῆς κρυφιότητος, τοὶς ὡραιοτάτοις ἐναστράπτονται, θείοις χαρίσμασιν.

ς ἀγαθὸν καὶ ζωοποιόν, ἀγαθοδότως τὸ Πνεῦμα, πανσθενὲς τοῦ Πατρός, οὐρανῶν τὴν δύναμιν, ἐν ἀμεταπτώτοις ἐστερέωσε, θείαις λαμπρότησι.

Θεοτοκίον

Ταξιαρχῶν θεῖε Γαβριήλ, ταὶς Ἀσωμάτοις χορείαις, καὶ νὺν πανόλβιε, φωνὴν τὴν χαρμόσυνον, τὴ Κεχαριτωμένη ἀναβόησον. Χαῖρε Πανάμωμε.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνωδίαν, τοῦ δοξάζειν σὲ Σωτὴρ εἰς αἰῶνα αἰῶνος.

ς Πέτρον βυθιζόμενον, διέσωσας φιλάνθρωπε, οὕτως ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν μου ἐπανάγαγε.

Νεκρώσας μὲ ὁ δόλιος, τοὶς πάθεσιν ἀπέκτεινεν, αὐτὸς μὲ ζωοδότα, μετανοίας τρόποις ζώωσον.

Μαρτυρικὰ

Πυρὶ ἐνύλω μάρτυρες, ἀδίκως φλογιζόμενοι, ἀϋλως τοῦ ἀϋλου, ἀνεφλέξασθε τῶ ἔρωτι.

Οἱ μάρτυρες στρεβλούμενοι, τὰς στρέβλας καὶ τὰ ἔνεδρα, ἠφάνισαν τοῦ πλάνου, καὶ στεφάνων ἠξιώθησαν.

Θεοτοκίον

Μαρία κυριώνυμε, πολλοὶς κυριευθέντα με, πάθεσι ψυχοφθόροις, ἐλευθέρωσον πρεσβείαις σου.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Τόξον ἔθραυσας ἐχθρῶν, καὶ θυρεοὺς συνέτιψας ἐν ἰσχύϊ, Δέσποτα Χριστέ, τὸ στερέωμα ἡμῶν, ἅγιος εἶ Κύριε.

εῖθρα βλύζων ἀγαθέ, καὶ ποταμοὺς χρηστότητος, τοὺς Ἀγγέλων ἔδειξας χορούς, κρυφιότητος τῆς σῆς, αἴγλη διαλάμποντας.

να δείξης ἐμφανῶς, τοὺς θησαυροὺς τοῦ πλούτου σου, καὶ ἰσχύος Δέσποτα Χριστέ, τῆς σῆς δόξης κοινωνούς, τοὺς νόας παρήγαγες, ῥόμω σοὶ λειτουργικῶς, Ἀγγελικαὶ λαμπρότητες, παρεστῶσαι μέλπουσιν ἀει, τὴν σὴν δύναμιν, Χριστέ, τὴν ἀπειροδύναμον.

Θεοτοκίον 

λον εἴληφεν ἐκ σοῦ, ἀνελλιπῶς τὸν ἄνθρωπον, ὁ Δεσπότης τοῦδε τοῦ παντός, Θεομῆτορ καὶ πηγήν, χάριτός σε ἔδειξεν.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Μὴ ἐν ποταμοῖς, ὀργισθὴς Κύριε, μὴ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου.

Λύσον τοὺς δεσμούς, τῶν παθῶν μου Κύριε, καὶ τὴ μετανοία συνδήσας, μέτοχον ποίησον τῶν ἀγαθῶν σου.

Λάμψον φωταυγεῖς, μετανοίας τρόπους μοί, Ἤλιε Χριστέ, τῶν κακῶν μου, ἀποδιώκων νύκτα βαθεῖαν.

Μαρτυρικὰ

φθητε σοφοί, ἀθληταὶ ὡς ἄνθρακες, ὕλην ἀθεϊας τεφροῦντες, καὶ τοὺς ἐν σκότει φωταγωγοῦντες.

Νέκρωσιν Χριστοῦ, ἐκμιμούμενοι μάρτυρες, πόνοις ὡμιλεῖτε ποικίλοις, ὅθεν τὴν θείαν ζωὴν κληροῦσθε.

Θεοτοκίον

Δίδου μοὶ ἁγνή, ἀληθῆ μετάνοιαν, παῦσον τῶν παθῶν μου τὸν σάλον, ἁμαρτανόντων ἡ προστασία.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Τὸ ξένον καὶ ἀπόρρητον.

Νεφέλαι τὴν τρισήλιον, φωταυγίαν δεχόμεναι, παρηνέχθητε θεία βουλήσει, τριαδικοὶ διάκοσμοι, κυβερνώμενοι σθένει τοῦ Πνεύματος.

Μυοῦνται κρυφιότητα, τὴν ἄϋλον οἱ Ἄγγελοι, τὴ ἐγγύτητι τῆς θεαρχίας, τῆς σῆς Χριστὲ λαμπόμενοι. Τὴ δυνάμει σου δόξα κραυγάζοντες.

ν κόσμῳ πρὸς τοὺς μέλλοντας, πιστεύειν σοὶ ἐκπέμπονται, ὥσπερ φύλακες τῆς σωτηρίας, τῶν εὐσεβῶν οἱ Ἄγγελοι, περιέποντες Σῶτερ τοὺς δούλους σου.

Λαμπάδες συστρεφόμεναι, τὴν ἄδυτον λαμπρότητα, τῆς θεότητος τῆς ὑπερθέου, πρωτοφανῶς πλουτίσασαι, τῶν Ἀγγέλων αἱ τάξεις κηρύττονται.

Θεοτοκίον

κέτης νὺν προσέρχομαι, τὴ σκέπη σου Πανάμωμε, ἀλλὰ ῥύσαί με Θεογεννῆτορ, τῆς τῶν παθῶν συγχύσεως, ἀπαθείας ὡς αἴτιον τέξασα.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τὴ ταπεινή μου ψυχή, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

Μὴ στήσης μὲ γυμνὸν ἔργων καλῶν, ἐπὶ τοῦ βήματός σου φιλάνθρωπε Χριστέ, ἀλλ' ἀμφίασον θείων πράξεων, καταστολαίς, διὰ μετανοίας.

πλήγην τὴ ῥομφαία τῶν παθῶν, καὶ ἀπογνώσεως βόθρω ἐμπέπτωκα βαθεῖ, μὴ παρίδης με, ἀλλ' ἴασαι, ἐπιστροφῆς Δέσποτα φαρμάκω.

Μαρτυρικὰ

Καὶ ὄνυξι ξεόμενοι δεινῶς, καὶ ξίφεσιν ἀθληταὶ τυμπανιζόμενοι, καὶ ταὶς μάστιξι δαπανώμενοι, οὐ τοὶς γλυπτοὶς ἐκάμψατε γόνυ.

κόσμος τοὶς παθήμασιν ὑμῶν, κατακοσμεῖται σύμπας ἅγιοι Μάρτυρες, καὶ γὰρ ὑπερκόσμιον εὔρατε, διαγωγὴν μετὰ τῶν Ἀγγέλων.

Θεοτοκίον

μόνη διὰ λόγου ἐπὶ γῆς, τὸν Λόγον τέξασα, καὶ παρθενεύουσα, τῶν ἀλόγων μὲ ῥύσαι πράξεων, λόγοις σεπτοίς, ὅπως ἀνυμνῶ σε.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

πὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοὶς βροτοὶς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος, πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνούμέν σε Φιλανθρωπε.

Σὺν τῶ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τρισσοφεγγεῖ φωτὶ λελαμπρυσμένοι, πιστοὶ ὑμνήσωμεν, τὴν μία θεότητα, σὺν Ἀγγέλων τοὶς στρατεύμασιν.

Μίαν ἀρχὴν ὑπεράρχιον σέβειν, οἱ Σεραφεὶμ διδάσκουσι βοῶντες, φωνὴν τὴν τρισάγιον, ἐμφανῶς τῶ Πνεύματι, φωτιζόμενοι οἱ Ἄγγελοι.

Θεοτοκίον

νευ σπορᾶς ὁ Ἀρχάγγελος Κόρη, σοὶ Γαβριὴλ τεκεῖν τὸν ζωοδότην, εὐηγγελίσατο Θεοτόκε Πάνσεμνε, οὐρανόθεν ἀφικόμενος.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδης. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην.

περαρθεὶς τὴ διανοία, ὡς ὁ πάλαι Φαρισαῖος πρίν, πτῶμα κατέπεσα δεινόν, καὶ ὁρῶν ὁ πλάνος τέρπεται Χριστέ, ὁ ταπεινώσας τοῦτον Σταυρῶ, ταπεινωθέντα δεινῶς οἴκτειρόν με.

Φιλαμαρτήμων ἐγενόμην, ὡς οὐδεὶς ἐν βίῳ πώποτε, καὶ ἐδαπάνησα τὴν σήν, μακροθυμίαν ὁ ταλαίπωρος, καὶ ἔτι δὲ ὑπάρχω ἀναισθητῶν, ἐπίστρεψόν με τὴ σὴ εὐσπλαγχνία.

Μαρτυρικὰ

ταμωτάτη προαιρέσει, οἱ παράνομοι τοὺς εὔφρονας, καταδικάζοντες πυρί, καὶ πριστήρσι καὶ στρεβλώσεσι, χρυσίου λαμπροτέρους, ὡς ἀληθῶς ἀπέδειξαν, καὶ Χριστοῦ κληρονόμους.

Στάδιον πλῆρες παλαισμάτων, καὶ ἀγώνων παμμεγίστων, καὶ ὑπὲρ φύσιν αἰκισμῶν, ὑπελθόντες ἑνικήσατε, τὸν ἄρχοντα τοῦ σκότους, καὶ ἐκ Θεούεδέξασθε, Ἀθληταὶ τοὺς στεφάνους.

Θεοτοκίον

Τὴν κιβωτὸν τῆς Διαθήκης, τὴν ἁγίαν ὄντως τράπεζαν, τὸ ἱλαστήριον ἡμῶν, τὸν ναὸν Θεοῦ τὸν ἔμψυχον, τὴν πάγχρυσον λυχνίαν, τὴν ἀληθῆ Μητέρα σε, τοῦ Πλαστουργοῦ ἀνυμνοῦμεν.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Σκηνώσεως Ἰωνάς, τῆς ἐν κατωτάτῳ ἄδου τῆς φύσεως, σύμβολον γεγονῶς ἐβόα, ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε.

Τὸ πρῶτον καὶ παντουργόν, τῆς ἀγαθαρχίας φέγγος, Ἀρχάγγελοι, Ἄγγελοι, δυνατῶς ὑμνεῖτε, κραυγάζοντες, σὺν Ἀρχαίς, Ἐξουσίαις, Δυνάμεσιν.

κόσμον τὸν νοητόν, ἐν παναρμονίῳ τάξει, κοσμήσας ἀόρατε, τούτου ἐκμιμεῖσθαι τὸ εὔτακτον, τὴν σεπτὴν Ἐκκλησίαν εὐδόκησον.

Θεοτοκίον

άσεών σε πηγήν, ὁ ἐν σοὶ σκηνώσας Λόγος, ἀέναον ἔδειξε, τῆς ἐμῆς ψυχῆς οὖν τὰ τραύματα, Θεοτόκε Παρθένε θεράπευσον.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

χρόνος μου πληροῦται, ἐπὶ θύραις ἡ ἔξοδος, μετανοίας ὧ ψυχή, καρποὺς ἐπίδειξαι, πρὶν ἂν κλεισθῶσιν αἱ θύραι, ἀναβοῶσα τῶ Χριστῷ. Κύριε σώσόν με.

Νεώσωμεν ἀρότρω, ἀληθοῦς ἐπιγνώσεως τὰς καρδίας, μετανοίας σῖτον φέροντες, ὅπως θερίσωμεν στάχυν δικαιοσύνης, ἐν Χριστῷ τῷ γεωργῶ τῶν ψυχῶν ἡμῶν.

Μαρτυρικὰ

Λαμπτῆρες εὐσεβείας, ἀσεβείας ἀντίπαλοι, τῶν ἀπόρων πλουτισταί, Κυρίου μάρτυρες, τὴν ἀθλίαν μου ψυχήν, στερουμένην ἀρετῶν καταπλουτίσατε.

σώσας τὸν Τελώνην, ἀπὸ βάθους στενάξαντα, τὸν μικρόν μου στεναγμὸν δέξαι καὶ σώσόν με, διὰ τῶν ἀθλοφόρων, τῶν δοξασάντων σὲ Χριστὲ οἰκείοις μέλεσι.

Θεοτοκίον

κρήνη ἡ τὸ ὕδωρ, τῆς ἀφέσεως βρύουσα, τὰς ἐκβλύσεις τῶν ἐμῶν πταισμάτων ξήρανον, παρεχομένη μοὶ ὄμβρους δακρύων, ὅπως σὲ ἀεὶ ὡς Θεοτόκον ὑμνῶ.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Σοβαρὸς ὁ τύραννος

Σταθερῶ φρονήματι, καὶ εὐτόνω βλέμματι βλέποντες, τὴν ἀρχικὴν λαμπρότητα, μεθέξει γίνεσθε φῶτα δευτέρα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός, οἱ τῶν Ἀγγέλων χοροί.

κλινεῖ τῶ ἔρωτι, ἀνενδότω σχέσει τε νεύοντες, ταὶς καλλοναὶς τοῦ κτίσαντος, τὴ θέσει γίνεσθε φῶτα δεύτερα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός, οἱ τῶν Ἀγγέλων χοροί.

Θεοτοκίον

Σαρκωθέντα τέτοκας, Θεοτόκε, Λόγον τὸν ἄναρχον, τὸν ἐκ Πατρὸς ἀμήτορα, τὴν πρὸ αἰώνων θείαν γέννησιν. Εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς κοιλίας σου.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Τὸν ἐν φλογὶ τοὶς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκὴ τὴ δυνάμει, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Γέλωτι Χὰμ πατρικὴ ἀποφάσει, δοῦλος γεγένηται, τὶ ποιήσεις ψυχή μου, δουλωθεῖσα πάθεσι, καὶ ἀτάκτως γελῶσα, καὶ μὴ αἰδουμένη, τὸν οὐράνιον Πατέρα;

πιμανεὶς Κάϊν ἀδελφοκτόνος, ἀφρόνως γέγονε, τούτου ὤφθης Ὁμοία, οὐκ ἄλλον φονεύσασα, ἑαυτὴν δὲ ψυχή μου, ταὶς φιληδονίαις, καὶ ἀπάταις τοῦ βίου.

Μαρτυρικὰ

Τοὺς ἐκλεκτοὺς μαργαρίτας Κυρίου, σκεύη τὰ τιμία, τὰς λαμπούσας λαμπάδας, αἴγλην θείας χάριτος, τοὺς Χριστοῦ ἀθλοφόρους, πίστει συνελθόντες, τιμήσωμεν ἀξίως.

τῶν σοφῶν ἀθλοφόρων τὸ αἷμα, ὑπὲρ θυμίαμα προσδεξάμενος Λόγε, ταὶς αὐτῶν δεήσεσι, τοὺς ἐν μετανοίᾳ σοί, προσπίπτοντας, σῶσον, ὡς μόνος ἐλεήμων.

Θεοτοκίον

Νόσω πληγεῖς ἁμαρτίας τῶ ἅδη, νυνὶ προσήγγισα, ὑπερβάλλουσαν Κόρη, εὐσπλαγχνίαν ἔχουσα, ὡς Θεὸν τὸν εὔσπλαγχνον, ἀρρήτως τεκοῦσα, οἰκτείρασά με σῶσον.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

νύλου φλόγα πυρός, δὶ' Ἀϋλου κατεμάραναν, θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ς πάντων Δημιουργός, τοὺς Ἀγγέλους ἐνενόησας, τοῦ παρειστήκειν καὶ φόβω κραυγάζειν σοί. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μεθέξει θείου πυρός, ὥσπερ φλόγες χρηματίζοντες, ἐπουράνιοι Νόες κραυγάζουσιν. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ϋλους καὶ νοερούς, τοὺς Ἀγγέλους προϋπέστησας, τῶν ὀρωμένων ἁπάντων σοὶ κράζοντας. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον

Τὸν Λόγον τὸν τοῦ Πατρός, ὑπὲρ λόγον σωματούμενον, Θεογεννῆτορ Παρθένε γεγέννηκας, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

ν Σιναίῳ τῶ ὄρει κατείδέ σε, ἐν τῇ βάτω Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πὺρ τῆς θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σὲ εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαϊας κέκραγε, τὴν ἐκ ῥίζης Δαυϊδ,

ακὼβ πρωτοτόκια εἴληφε, δι' ἐγκράτειαν ποτέ, καὶ Ἡσαὺ τὰ πρωτεῖα ἀπέδοτο, μὴ κρατήσας τῆς γαστρός. Ὡς κακὸν ἀκρασία! Ὡς μέγα ἐγκράτεια! Φεῦγε τὴν μίμησιν τῶν κακῶν, στέργε ὧ ψυχὴ τῶν καλῶν τὴν ἐπίδοσιν.

ς πολλὰ ὑπομεῖνας ὁ ἄμεμπτος, ἐστεφάνωται Ἰώβ, πειρασμῶν γὰρ συρρεύσαντες χείμαρροι, οὐκ ἐσάλευσαν αὐτοῦ, τῆς καρδίας τὸν πύργον, τοῦτον ζήλου πάντοτε, ἄτρωτος μένουσα, τοὶς τοῦ πονηροῦ, ὧ ψυχὴ μηχανήμασι.

Μαρτυρικὰ

Στομωθέντες πυρὶ θείου Πνεύματος, ξίφη ὤφθητε σαφῶς, ἐναντίας συγκόπτοντες φάλαγγας, ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ μεγάλως ταὶς νίκαις κατακλεϊζόμενοι, ἐστεφανώθητε, τὴ παντοδυνάμω χειρὶ τοῦ Παντάνακτος.

πληθὺς τῶν Μαρτύρων ἡ ἄμεμπτος, τῶν ἀμέτρων μου κακῶν τὴν πληθύν, ἐξαλεῖψαι ἱκέτευε, τὸν Δεσπότην καὶ Θεόν, τῶν ὑμῶν τοὺς ἀπείρους, καμάτους δεξάμενον, καὶ τοὶς στρατεύμασι, τοὶς τῶν Ἀσωμάτων ὑμᾶς ἀριθμήσαντα.

Θεοτοκίον

Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, οἶκον δείξόν με φωτός, ἀδιόδευτε Πύλη, ὑπάνοιξον μετανοίας μοὶ ὁδούς. Γῆ ἁγία πρὸς γὴν με, πραέων ὁδήγησον Δέσποινα, πάσης μὲ δεῖξον, δεσποτείας παθῶν ἀπελεύθερον.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Οἱ τῶ γλυκεῖ τοῦ Ἀχράντου σου Τόκου, Βέλει τρωθέντες Ἁγνή, σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες, ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε, ὡς μητέρα Θεοῦ μεγαλύνομεν.

Οἱ τῶ φωτὶ τῶ μεγάλω καὶ πρώτω, νὺν παρεστῶτες χοροί, πρέσβεις δυνατώτατοι γίνεσθε πάσιν ἡμῖν, τοὶς ὑμᾶς ὡς ἐφικτόν, ὧ θειότατοι, ὡς Ἀγγέλους Θεοῦ μεγαλύνουσιν.

σοσθενὴ τὴν Τριάδα δοξάζειν, ἀξιωθέντες τρανῶς, ταύτης ταὶς ἑλλάμψεσι, πρώτως πυρσούμενοι, λάμπειν δευτεροφανῶς ἀξιώσατε, τοὺς ὑμᾶς εὐσεβῶς μεγαλύνοντας.

Θεοτοκίον

Σὲ τῆς ἡμῶν σωτηρίας κρηπῖδα, πάντες γινώσκομεν, σοῦ γὰρ ὁ πανάχραντος τόκος διέσωσεν, αἵματι θεουργικῶ τοὺς ὑμνούντάς σε, Θεοτόκε πιστῶς καὶ δοξάζοντας.

Ἀπόστιχα τῶν Αἴνων τὰ Κατανυκτικὰ

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσαν μου καρδίαν καθάρισον, ὡς τῶ Πέτρω διδοὺς μοὶ μετάνοιαν, ὡς τῶ Τελώνη στεναγμόν, καὶ ὡς τὴ πόρνη δάκρυα, ἵνα μεγάλῃ τὴ φωνὴ κραυγάζω σοί, ὁ Θεὸς σώσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Πολλάκις τὴν ὑμνωδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τὴ μὲν γλώττη ἄσματα φθεγγόμενος, τὴ δὲ ψυχὴ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας καὶ σώσόν με.

Μαρτυρικὰ

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου

γγέλων οὐρανίων ὄντως ὑπερέχουσα, τῶν ἐπὶ γῆς ἀνθρώπων, προσάγαγε τὴν δέησιν, Παναγία τῶ Δεσπότη τῶν ἁπάντων, σωθῆναι τοὺς ἐν πίστει, ὁμολογοῦντας σε, ἀληθῆ Θεοτόκον.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Τῶν κακῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου Χριστέ, παραβλεψάμενος σώσόν με, καὶ ἐν ἡμέρα δίκης, τῆς καταδίκης ῥύσαί με Σωτήρ, καὶ τῆς αἰωνίου κολάσεως, ὅπως ὑμνολογῶ, σοῦ τὴν ἀγαθότητα.

Χερουβείμ, καὶ Σεραφείμ, θρόνοι, Ἀρχάγγελοι, Δυνάμεις καὶ Ἀρχαί, καὶ Κυριότητες, Ἄγγελοι καὶ Ἐξουσίαι πᾶσαι, ἐκδυσωπεῖτε τὸν Δημιουργόν, παριδεῖν μου τότε τὰ σφάλματα, ὅταν μέλλη τὴν γὴν κρίναι, ὡς φιλάνθρωπος.

Μαρτυρικὸν 

ξ αἱμάτων ἱερῶν, πορφύραν βάψαντες, Χριστοῦ οἱ Ἀθληταί, τῶ Βασιλεῖ τῶν δυνάμεων, συμβασιλεύειν ὄντως, κατηξιώθησαν θεοπρεπῶς, καὶ ἡμῖν αἰτοῦνται πταισμάτων ἄφεσιν, τοὶς ἀξίως αὐτούς, πάντοτε γεραίρουσι.

Δόξα...

Τρισυπόστατον πιστοί, μίαν θεότητα, ὑμνοῦντες εὐσεβῶς, Πατέρα, Λόγον, σὺν Πνεύματι, τῶ Παρακλήτω πάντες, ἀγγελικαὶς βοήσωμεν φωναίς, ἀσιγήτως. Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νὺν... Θεοτοκίον

τὸ Φῶς τὸ ἐκ Φωτός, κυοφορήσασα, Νεφέλη φωτεινή, ἐσκοτισμένον μὲ πάθεσι, καὶ ἡδοναὶς τοῦ βίου, τὴ μετανοία φώτισον Ἁγνή, καὶ τυχεῖν τῆς δόξης ἱκέτευε, ἢς ἐπέτυχον οἱ καλῶς βιώσαντες.