The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ ΠΛ.Β΄

Στιχηρὰ Προσόμοια Σταυρώσιμα

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

Μακρόθυμε φιλάνθρωπε, Θεέ μου πολυέλεε, καὶ οἰκτίρμον, πῶς ὑπήνεγκας σφαγήν, καὶ νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; Δοξολογούμέν σου τὸ εὔσπλαγχνον.

απίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις Ὑπεράγαθε.

νῆλθες ὁ ποιμὴν ἐν Σταυρῷ, καὶ ἔτεινας τὰς χείρας βοῶν. Δεῦτε πρὸς με, καὶ φωτίσθητε βροτοί, οἱ πλάνη σκοτισθέντες, ἐγὼ γὰρ φῶς ὑπάρχω. Δόξα σοὶ μόνε φωτοπάροχε.

Ἔτερα τῆς Θεοτόκου

Ἡ ἀπεγνωσμένη

Κατακαμπτομένην δυσφορωτάτω, βάρει τὴν ψυχήν μου, τῶ τῶν πταισμάτων, καὶ κατασυγκύπτουσαν, ἀνόρθωσον Παρθένε, σὺ γὰρ τὸν τοὺς κατερραγμένους, ἀνορθοῦντα Σωτήρα, ἔχεις πειθόμενον εὐκόλως, μητρικὴ παρρησία, καὶ διάρρηξον σὴ μεσιτεία, τῆς ἁμαρτίας τὸ χειρόγραφον δέομαι, διὰ τὸ μέγα σου ἔλεος.

Τὸν κατεγνωσμένον ταὶς ἁμαρτίαις, καὶ ἐσπιλωμένον ταὶς ἀνομίαις, τὸν καταφρονήσαντα, Θεοῦ τῶν προσταγμάτων, ἴδε καὶ μὴ μὲ ἀπορρίψης, ἀπὸ τοῦ σοῦ προσώπου, σὺ γὰρ ὑπάρχεις Θεοτόκε, ἐλπίς μου καὶ προστάτις, διὸ πρόσχες μου ταὶς ἱκεσίαις, ἀπὸ πάσης μὲ κηλῖδος καθάρισον, διὰ τὸ μέγα σου ἔλεος.

νοιξὸν μοὶ θύραν τῆς μετανοίας, δὸς μοὶ Παναγία πηγὴν δακρύων, παράσχου κατάνυξιν, καὶ σώφρονα καρδίαν, σὲ γὰρ βεβαίαν προστασίαν, ἐπιγράφομαι μόνην, πᾶσαν ἐπὶ σὲ προσδοκίαν, τὴν ἐμὴν ἀναφέρω, μὴ ἀπώση μὲ κατησχυμμένον, ἀλλάπροσδέχου, καὶ διάσωσον Δέσποινα, διὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ

ρώσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα. Ὧ Υἱέ μου καὶ Θεέ, τὶ τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὁ ὑπομένεις διὰ οἶκτον πολύν;

Ἀπόστιχα Σταυρώσιμα

Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῶ λαῶ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῶ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταὶς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ

Παρίστατο τῶ ξύλω ποτέ, καιρῶ τῶ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένω μαθητή, καὶ κλαίουσα ἐβόα. Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. β'

Σήμερον τὸ προφητικόν, πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις της Θεοτόκου, μόνε φιλάνθρωπε.

Μόνον ἐπάγη, τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθω ὁ ἅδης, ἀπέλυσε τρόμω. Ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογούμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

μόνη ἄμωμος Ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἀγνῶν, σαρκωθέντα ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη, ἐν δάκρυσι πικροῖς, Υἱέ μου ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοὶς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοὶ προσπίπτομεν. Ἐλέησον ἡμᾶς.

Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτω, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδω πεζεύσαντες, Σταυρῶ σὲ προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοὶ προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσης, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Παρισταμένη τῶ Σταυρῶ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν σαρκωθέντος, ἐκραύγαζε δακρυρροοῦσα μητρικῶς, οὐ φέρω σὲ νεκρὸν κρεμάμενον ὁρᾶν, πνοὴν τὸν παρεχόμενον, τοὶς ζῶσιν ἐπὶ γῆς, ὧ Υἱὲ καὶ Θεέ μου.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα ἕτερα

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Σταυρὲ δαιμόνων ἐλατήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, Βασιλέων τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον.

Μαρτυρικὸν

Φῶς δικαίοις διὰ παντός, οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταὶς εὐχαίς, σὺ φωτιεὶς λύχνον μου Κύριε, καὶ σώσόν με.

Δόξα... καὶ νύν... Θεοτοκίον

Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπης με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσης με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Κανὼν Σταυρώσιμος οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.

Πάθος τὸ σεπτὸν αἰνέσω τοῦ Δεσπότου. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπόγήν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἰνεάνιδες, τῶ Κυρίω ἄσωμεν. Ἐνδόξως γάρ δεδόξασται.

Πάθει σου τιμίω, τὴν ἀτιμασθεῖσαν φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος, διὸ τιμώντές σε φόβω, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν. Ἐνδόξως γὰρ δεδόξασται.

Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε, διὸ πὲρ δοξάζομεν σωζόμενοι τὸ κράτος σου.

Μαρτυρικὰ

Θήρας αἱμοβόρους, ἐνίκησεν ὄντως ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις, πυρὸς ὑπέταξε φύσιν, δροσισμῶ ἐνθέου χάριτος, καὶ σφοδρὸν κλυδώνιον, πολυθεϊας ἔπαυσε.

μβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε κόσμω, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες, ἐντεῦθεν μακαρίζεσθε.

Σταυροθεοτοκίον

Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει, οὐδ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοούσά σε Κόρη τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἠλάλαζε, καὶ πόθω σὲ ἐδόξαζε.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς κατ' Ἀλφάβητον

Εἱρμὸς ὁ αὐτὸς

χραντε Παρθένε, κεχαριτωμένη Μαρία ἔνδοξε, τῆς χαρᾶς πρόξενε, τοὺς ὑμνητάς σου ἐνθέως, θείαις χάρισι χαρίτωσον, ὅπως χαριστήριον ὠδὴν σοὶ ἀναπέμψωμεν.

Βαβαὶ Θεομῆτορ, τῶν σῶν μυστηρίων! τῶν ποιημάτων γάρ, ἐδείχθης Δέσποινα, ὃν οὐ τολμᾷ ἀτενίσαι τῶν Ἀγγέλων τὰ στρατεύματα, ἐν ἀγκάλαις φέρουσα, διὸ σὲ μακαρίζομεν.

Γένος βροτῶν ἄπαν, φθορὰ τοῦ θανάτου καταδεδίκασται, τὴ τῆς προμήτορος, ἀπογεύσει τοῦ ξύλου, διὰ σοῦ δὲ ἀνακέκληται, ὡς ζωὴν τεκούσης σου, Ἁγνὴ τὴν ἀδιάφθορον.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γὴν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίω κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζουσα.

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γὴν ἀσχέτως, ἐν ξύλῳ ὑψωθέντα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, κατανοῶν ὁ ἥλιος συνεσκοτίζετο, πάντων φωτισμὸν γινώσκων σε.

Τέτρωταί σου τοὶς ἤλοις, μακρόθυμε ὁ Παραδείσω πάλαι τρώσας Ἀδὰμ κακοῦργος, καὶ πληγωθεὶς ἀνιάτρευτος, εἰς τὸν αἰῶνα ἔμεινε, πιστοὶ δὲ εὔρομεν, πάντων τῶν τραυμάτων ἴασιν.

Μαρτυρικὰ

τε χορὸς Ἀγγέλων, ἑώρακε Μαρτύρων τὰς ἀγέλας, ὑπὲρ Ἀμνοῦ τυθέντος, συγκοπτομένας ἐθαύμαζε, πῶς δυσμενεῖς οἱ ἔνυλοι, ἀϋλους ἔτρεπον νίκης στέφος κομιζόμενοι.

Σθένος ἐνδεδυμένοι, οἱ Ἅγιοι τοῦ ἐν ἰσχὺϊ μόνου, τὰ πάντα δυναμοῦντος, τῶ δυσμενεῖ συνεπλέκοντο, καὶ τὴν αὐτοῦ ἀνίσχυρον ἐπάτουν δύναμιν, στέφος ἐκ Θεοῦ δεχόμενοι.

Σταυροθεοτοκίον

Σὺ τὸν ἐκ σοῦ τεχθέντα ὡς ἔβλεψας τιτρωσκόμενον λόγχη, ἐτρώθης τὴν καρδίαν, Ὑπεραγία Πανάμωμε, καὶ θαμβουμένη ἔλεγες. Τὶ σοὶ ἀπέδωκε, Τέκνον δῆμος ὁ παράνομος;

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Δόλω μὲ δελεάσας, Θεώσεως ἐχθρὸς τῶ πόθω πάλαι, ἐξ Ἐδὲμ Θεομῆτορ, εἰς γὴν ἑρπύσας συνέτριψεν, ἀλλ' ὁ Χριστὸς οἰκτείρας με, ἐκ τῆς νηδύος σου, σάρκα προσλαβῶν ἀνέπλασεν.

λύθη τῆς κατάρας, τῆς ἔκπαλαι ἡ δίκη Θεομῆτορ, ἐν τῇ σὴ μεσιτεία, ἐπιφανεῖς γὰρ σοὶ Κύριος, πάσιν ἀφθόνως ἔβλυσεν, ὡς ὑπεράγαθος, πᾶσαν εὐλογίαν Πάναγνε.

Ζωῆς ὠράθης πύλη, Προφήτη πρὶν Ἰεζεκιὴλ Κόρη, ἣν ὁ Κύριος μόνος, σεσαρκωμένος διώδευσε, καὶ κεκλεισμένην πάλιν σε, Ἁγνὴ τετήρηκεν, ὡς αὐτὸς οἶδεν ὁ Ὕψιστος.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκῶς ἐβόα. Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοὶς ἐν Ἅδη, ὡς Παντοδύναμος.

κτεταμένης χειρὸς Κύριε, τὴν ὁρμήναναιρών, πρὸς τὴν τοῦ ξύλου γεῦσιν, νεκροὺς ἐν ξύλῳ τέθυσαι, σῶσαι βουληθείς, ἐκ πλευρᾶς δ' ἀποστάζεις, δεσμώταις ἄφεσιν.

Παθεῖν ἠνέσχου Ὑπεράγαθε, ὅπως λύσης ἡμᾶς, παθῶν τῆς ἀλογίας, χολῆς ἐγεύσω, βρύων μοί, θεῖον γλυκασμόν, ἐνεκρώθης ζωὴν μοί, παρέχων Δέσποτα.

Μαρτυρικὰ

Τὸ πὺρ τῆς θείας ἀγαπήσεως, ἐν ψυχῇ λογική, προσφέροντες τὴν φλόγα, παρανομούντων ἔσβεσαν, καὶ φωτιστικαί, οἱ Χριστοῦ Ἀθλοφόροι, λαμπάδες ὤφθησαν.

Οἱ θεῖοι φίλοι τοῦ Παντάνακτος, σαρκικῆς ἑαυτούς, χωρίσαντες φιλίας, πρὸς ἅπασαν ἐχώρησαν, βάσανον στερρῶς, καὶ νικήσαντες, δόξη ἐστεφανώθησαν.

Σταυροθεοτοκίον

κτὸς σὲ πάθους ἀπεκύησα, καὶ πῶς βλέπω σὲ νύν, πάθει προσομιλοῦντα; πῶς φέρεις τοῦτο ἔκραζεν, ἄναρχε Υἱὲ; ἡ Παρθένος, δοξάζω σου τὸ μακρόθυμον.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

ἐκλεκτή τε καὶ ὑπέρτιμος, ἐκ πασῶν γενεῶν, ἀναφανεῖσα μόνη, ἡ ἀρεταὶς ἐκλάμψασα, Ἄχραντε, σεμνή, τοὺς σὲ ὑμνολογοῦντας, αἴγλη σου λάμπρυνον.

Θεὸν σαρκὶ Παρθένε τέτοκας, ἐξ ἀγνῶν σου σεμνή, αἱμάτων Θεομῆτορ, Σωτήρα τὸν λυτρούμενον, πάντας ἐκ δεινῶν, τοὺς ὑμνούντάς σε, Κόρη θεοχαρίτωτε.

ερουργεῖ τῶ θείω τόκω σου, Θεοτόκε ἁγνή, ἡ τῶν Ἀϋλων φύσις, καὶ τῶν βροτῶν τὸ σύστημα, πόθω σὲ ὑμνεῖ, ἀλλὰ σοῦ τὴ ἑλλάμψει, ἡμᾶς καταύγασον.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῶ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοὶ φιλάνθρωπε.

Νεκρὸς ὁρᾶσαι, ἐπὶ τοῦ Κρανίου, τῶ πάθει ὁ νεκρώσας τὸν Ἅδην, τῆς σαρκός σου, καὶ εἶδος Χριστέ, οὐδὲ κάλλος σὺ εἶχες κρεμάμενος, καλλωπίσαι μὲ θέλων ὡς φιλάνθρωπος.

δὰμ τοῦ πρώτου, ἐξηλῶσαι θέλων, ἐμπαθεῖς διαθέσεις, τοὶς ἤλοις προσηλοῦσαι, καὶ λόγχη τρωθείς, τὴν φλογίνην ῥομφαίαν κωλύεις Χριστέ, μὴ κωλύειν τὴν εἴσοδον τοὶς δούλοις σου.

Μαρτυρικὰ

χνηλατοῦντες, πάθη τοῦ Δεσπότου, οἱ χοροὶ τῶν Μαρτύρων, ἐν ξύλῳ προσηλοῦνται, καὶ χείρας ὁμοῦ, ἀφαιροῦνται καὶ πόδας, πρὸς τρίβον σεπτοῦ, μαρτυρίου εὐθυνούμενοι.

Νοϊ τελείω, νοῦν τὸν ἀλαζόνα, ἐπαιρόμενον θράσει, καθείλετε τελείως, ταπεινωθέντες, ἐν μιμήσει τοῦ πάντας ὑψώσαντος, ταπεινώσει καρδίας Χριστομάρτυρες.

Σταυροθεοτοκίον

κ ῥίζης Κόρη, Ἱεσσαὶ βλαστάνεις, καὶ ὡς ἄνθος προσφέρεις, τὸν φυτουργὸν τοῦ κόσμου, παραφυάδας ξηράναντα, θείω φυτῶ τοῦ Σταυροῦ, ὃν σαρκὶ κατεδέξατο ὡς εὔσπλαγχνος.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαίας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.

Κλῖμαξ φανεῖσα τυπικῶς, τῶ Ἰακὼβ πρὸς ὕψος ἐπηρμένη, τοῦ σοῦ Θεονύμφευτε ὑπέφηνε, τοκετοῦ τὸ ὄντως ἐξαίσιον, διὰ σοῦ γὰρ ὄντως Θεός, ἡμῖν ὡμίλησε, συγκαταβάσει, τὴ θεία καὶ πρὸς ζωήν, πάλιν ἐπανήγαγε.

Λελυτρωμένοι διὰ σοῦ, τῆς μητρικῆς λύπης Θεοκυῆτορ, θυμηδίας ἔμπλεοι γεγόναμεν, εὐφροσύνην πᾶσι κυήσασα, καὶ παγκόσμιον χαρμονήν, διὸ Πανύμνητε τοὺς σούς ὑμνολόγους, κινδύνων, ταὶς σαὶς πρεσβείαις διαφύλαξον.

Μυσταγωγούμενος τὴν σήν, θεοπτικῶς ὁ Μωϋσῆς εἰκόνα, προετῶ πυρὶ ὥρα βᾶτον ἀκατάφλεκτον, Παρθένε Πανάμωμε, ἐν σοὶ γὰρ ὁ πλαστουργός, οἰκήσας οὐκ ἔφλεξέ σε τὴν ἀνωτέραν, ἁπάντων τῶν ποιημάτων θεονύμφευτε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητώοις Ἰωνάς, σοῦ τοῦ παθὸν γὰρ τὸν τύπον φέρων, τὸς καὶ ταφὴ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τὴ κουστωδία. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.

ναλλάττων, χείρας προετύπου, πάλαι Σταυρὸν ὁ Ἰακώβ, ἐπευλογῶν τοὺς παίδας, ὅθεν Ὕψιστε ἐν τούτῳ βαίνων, ἀρὰς τῆς πάλαι λύεις τὸ ἀνθρώπινον, καὶ πηγάζεις νὺν τὴν εὐλογίαν, τοὶς εὐλογούσί σε μόνε Εὐλογητέ, καὶ Δημιουργὲ καὶ Ὑπεράγαθε.

Σοῦ τὸ πάθος, προτυπῶν ὁ μέγας, Λόγε Μωϋσῆς ἀνυψοῖ, χαλκοῦν τὸν ὄφιν πάλαι, ἐξαιρούμενον τοὺς καθορῶντας, τοῦ ἰοβόλου δήγματος τῶν ὄφεων, καὶ γὰρ Δέσποτα σοῦ σταυρωθέντος, βλάβης τοῦ ὄφεως ἅπαντες οἱ πιστοί, τοῦ θεοστυγοῦς ἀπελυτρώθημεν.

Μαρτυρικὸν

σπερ ἄλλου, πάσχοντος οἱ θεῖοι, πάλαι καὶ σεπτοὶ Ἀθληταί, διέκειντο ἀθλοῦντες, προορώμενοι τὰς ἀντιδόσεις, τὰς αἰωνίους καὶ τὴν ἀγαλλίασιν. Ταὶς εὐχαίς αὐτῶν Χριστὲ οἰκτίρμον, τοὺς ἀνυμνούντάς σε λύτρωσαι πειρασμῶν, καὶ ἁμαρτιῶν καὶ περιστάσεων.

Τοὺς χειμάρρους, ἔπαυσαν τῆς πλάνης, ῥείθροις αἱμάτων οἱ σεπτοί, καὶ θεῖοι Ἀθλοφόροι, καὶ πηγαὶ πιστοὶς θεογνωσίας, βλύζουσαι ὕδωρ, ὄντως ἀνεδείχθησαν. Ταὶς εὐχαὶς αὐτῶν Σωτὴρ τοῦ κόσμου, ὄμβρισον ἄφεσιν ἅπασι καὶ ζωήν, καὶ τὸν ἱλασμὸν καὶ μεγα ἔλεος.

Σταυροθεοτοκίον

Τὸν Ποιμένα, πάντων καὶ Δεσπότην, ξύλω ὁρῶσα ἡ Ἀμνάς, ἐναπηωρημένον, θρηνωδοῦσα μητρικῶς ἐβόα, Τὶ τοῦτο Τέκνον τὸ καινὸν μυστήριον; πῶς ἀθάνατος τὸ κατ' οὐσίαν ὑπάρχων, θάνατον δέδεξαι τοὺς βροτούς, θέλων ἐκ φθορᾶς ἀπολυτρώσασθαι;

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Νομικοὶ σε, τύποι Θεοτόκε, καὶ αἱ προρρήσεις σαφῶς, τῶν Προφητῶν ἐδήλουν, τεξομένην τὸν τοῦ κόσμου ῥύστην, καὶ εὐεργέτην ἀπάσης τῆς κτίσεως, τὸν πολυμερῶς καὶ πολυτροπως, εὐεργετήσαντα τοὺς πίστει τε καὶ στοργή, Δέσποινα ἁγνὴ δοξολογούντάς σε.

Ξενωθέντας, πάλαι ἐξ ἀπάτης, τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, Θεοῦ τοὺς πρωτοπλάστους, τῆς τρυφῆς τοῦ Παραδείσου μόνη, Θεογεννῆτορ αὖθις ἐπανήγαγες, πρὸς Παράδεισον ἀποτεκοῦσα, Σωτήρα Κύριον σταύρωρωσιν καὶ ταφήν, θεία ἐξουσία ὑπομείναντα.

βουλήσει, θεία καὶ δυνάμει, δημιουργικὴ ἑαυτοῦ, τὰ πάντα ἐκ μὴ ὄντων, συστησάμενος Ἁγνὴ προῆλθεν, ἐκ σῆς νηδύος καὶ Θεὸς καὶ ἄνθρωπος, καὶ τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας, τὸ πρὶν ὑπάρχοντας λάμψεσι θεϊκαίς, Δέσποινα ἁγνὴ φαιδρὼς κατηύγασεν.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

φραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παίδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελωδούντων. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.  

τε Σταυρῶ σε, δῆμος Ἑβραίων κατέκρινε, θεωροῦσα ἔφριξεν ἡ γῆ, ἥλιος τὸ φῶς, τὸ ἴδιον ἔπαυσε, καὶ οἱ ἐν σκότει φῶς εἶδον μελωδοῦντες. Λυτρωτὰ ὁ Θεός, εὐλογητός εἶ.

βριν ὑπέστης, καλάμω Σῶτερ τυπτόμενος, καὶ ἀκάνθαις οἵα Βασιλεύς, βουλήσει Χριστέ, ὁ Θεὸς στεφόμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελωδούντων. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Μαρτυρικὰ

Δεσμεῖσθε πᾶσαν, τοῦ διαβόλου Πανεύφημοι, τὴν ἀπάτην λύοντες σαφῶς, φέρετε ποινάς, καὶ θάνατον ἄδικον, ζωὴν ποθοῦντες τὴν ἄνω καὶ βοῶντες. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

στητε μέσον, φλογὸς Πανεύφημοι Μάρτυρες, τὴν ἀπάτην φλέγοντες σαφῶς, καὶ τῶ δροσισμῶ, τῆς ἐνθέου χάριτος, μὴ φλογισθέντες, βοᾶτε μελωδοῦντες, Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον

Σταυροῦσαι θέλων, ἡ Θεοτόκος ἐκραύγαζε, καὶ ὁρῶσα ἄναρχε Υἱέ, λύπη τὴν ψυχήν, νὺν καταβαπτίζομαι, θνήσκεις παρέχων ζωὴν τοὶς μελωδοῦσι. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Πεποικιλμένην, σὲ κεκτημένην διάχρυσον, Θεομῆτορ κόσμον εὐπρεπῆ, ἔστερξεν ὁ σός, Υἱός τε καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν σοὶ βοώντων, ὁ καρπός σου Ἁγνή, εὐλογημένος.

όδον ἐν μέσῳ, τῶν ἀκανθῶν εὑρῶν Ἄχραντε, ὁ Δεσπότης, ἔπλησεν ἡμᾶς, ὀσμαίς σου τερπναίς, χαρίτων τοῦ Πνεύματος, τοὺς ἐκβοῶντας αὐτῷ ἐν κατανύξει. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Σύμβολα πάντες, θεῖοι Προφῆται Θεώμενοι, τοῦ σοῦ θείου, τόκου εὐκλεῶς, ἐβόων Ἁγνή, ὁ Θεὸς ἐλεύσεται, ἐκ τῆς Παρθένου, τοῦ σῶσαι τοὺς βοῶντας. Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφω σμικρῶ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πίνεις ποτήριον Χριστέ, ὁ ἐπεθύμησας, διὰ πάθους τοῦ Σταυροῦ, πηγὰς μοὶ προχέων ἀφέσεως, ἐκ ζωηφόρου πλευράς, τῶ διὰ πλευρὰς θανατωθέντι, διόπερ ἀνυμνῶ σε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

τε σὲ ἄνομος λαός, μέσον κατέκρινε, σταυρωθῆναι Ἰησοῦ, ἀνόμων ζωοδότα Κύριε, διεδονήθη ἡ γῆ, καὶ πάντες ἀνέμελπον ἐν φόβῳ, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικὰ

Τίμιος ἔναντι Θεοῦ, ὑμῶν ὁ θάνατος, ἀπεφάνθη Ἀθληταί, πολλοὶς γὰρ ὁμιλοῦντες πάθεσι, πάθους σεπτοῦ κοινωνοί, βοῶντες ἐδείχθητε ἐμφρόνως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ντως οὐ σαρκικὰ ὑμῶν, τὰ ὅπλα Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, ἐλπὶς δὲ πίστις καὶ ἀληθεια, δι' ὧν τυχόντες Θεοῦ, Ἀγγέλων χοροὶς συναριθμεῖσθε, βοῶντες τῶ Δεσπότη. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

ψιστε ἄναρχε Υἱέ, φέρεις ἐμπτύσματα, καὶ ὀνείδη καὶ Σταυρόν, καλάμω παικτικῶς τυπτόμενος, ἡ Θεοτόκος ἐβόα, δοξάζω τὴν σὴν μακροθυμίαν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Τῶ θεολήπτω Δανιήλ, σὺ προτεθέασαι, ἁλατόμητον ὄρος, ἐκ σοῦ γὰρ Κόρη λίθος τέτμηται, Χριστὸς ὁ μόνος Θεός, Παρθένε ἄνευ χειρὸς ἀνθρώπου, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.

μνοις τὸν Τόκον σου Ἁγνή, ἀεὶ δοξάζουσιν, οἱ τῶν ἄνω Στρατηγοί, καὶ σὲ δὲ Κόρη ἀειπάρθενε, χαρμονικῶς σὺν ἡμῖν, ὡς Θεομήτορα ἀνυμνοῦσιν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Φέγγους σου ταὶς μαρμαρυγαίς, τοὺς σὲ φρονοῦντας νύν, Θεοτόκον ἀληθῆ, Μαρία φωταυγεῖς ἀπέργασαι, φωτογεννῆτορ Ἁγνή, φωτὸς γὰρ σκηνὴ ὤφθης Παρθένε, τοίς πίστει σοὶ βοῶσι. Χαῖρε εὐλογημένη, καὶ δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθω, σὲ μεγαλύνοντας.

να τὸν βρώσει φθαρέντα, ἐνηδόνω τοῦ ξύλου, μόνε Σωτὴρ ὡς ἀγαθός, λυτρώση τῆς φθορᾶς, σταυρωθῆναι σαρκί, θανατωθήναί τε, κατεδέξω, ὑμνοῦμεν, ἀπαύστως Ἰησοῦ, τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ δυναστείαν σου.

πῶς ὑπέστης ὀδύνας, ἐν Σταυρῷ ἡπλωμένος, τῶν ὀδυνῶν τῶν χαλεπῶν, ἐξαίρων μὲ Σωτήρ! πῶς ἀκάνθας στεφθεῖς, πάσας ἔκαυσας τῶν παθῶν τὰς ἀκάνθας! πῶς ὄξος ποτισθείς, εὐφροσύνης κρατήρα, ἡμῖν ἐκέρασας!

Μαρτυρικὰ

Στενοχωρούμενοι πάντες, καὶ εἱρκταὶς ὁμιλοῦντες, καὶ μεληδὸν οἱ Ἀθληταί, τεμνόμενοι δεινῶς, καὶ τροχοὶς ἀπηνῶς κατατεινόμενοι, καὶ βορὰ τοὶς θηρίοις διδόμενοι, Χριστόν, τὸν ἁπάντων Δεσπότην, οὐκ ἐξηρνήσασθε.

λιακῶν λαμπηδόνων, πλειοτέρως ἐκλάμπει, τῶν Ἀθλητῶν ἡ παμφαής, καὶ εὔσημος μνήμη, καὶ ψυχὰς εὐσεβῶν φωτίζει πάντοτε, καὶ διώκει τὸ σκότος, παθῶν καὶ πειρασμῶν, καὶ δαιμόνων σκεδάζει, ζόφον βαθύτατον.

Σταυροθεοτοκίον

Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ; τὸν ἐκ χειρός, ῥυσαμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου, ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας, ἡμᾶς ῥυσάμενον.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Χαρὰς ἡμῖν αἰωνίου, καὶ ζωῆς ἀνεδείχθης, ὑπερφυῶς Θεογεννῆτορ, πρόξενος Ἁγνή, τὸν Σωτήρα πάντων κυοφορήσασα, τὸν τῆς γῆς ἐκ προσώπου, πᾶν δάκρυον σαφῶς, ἀφελόντα καὶ πᾶσι, χαρὰν βραβεύσαντα.

Ψάλλων Δαυϊδ σὸς προπάτωρ, κιβωτὸν σὲ προέφη, συμβολικῶς καὶ θείου μάννα, χρυσῆν στάμνον Μωσὴς ὁ θεόπτης, καὶ γὰρ ἐχώρησας, τὸν ἐν κόλποις πατρώοις, ὑπάρχοντα ἀεί, Θεοτόκε, διὸ σὲ ὕμνοις δοξάζομεν.

ς ἀληθῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις, τὸν γὰρ Θεὸν τῶν ἁπάντων, ἐκύησας σαρκί, διὸ σὲ προστάτιν ἔχομεν Δέσποινα, καὶ ἐλπίδα βεβαίαν, καὶ τεῖχος ὀχυρόν, διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζοντες.

Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα

ν τῷ Σταυρῶ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ. Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

Οἱ τῶ Σταυρῶ τειχιζόμενοι, τῶ ἐχθρῶ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας, ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τὴ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.

Μαρτυρικὸν

Κύριε, ἐν τῇ μνήμη τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοὶς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοὶς ἀνθρώποις. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... καὶ νύν... Θεοτοκίον

πάγην μὲν ὡς ἄνθρωπος, ἐν ξύλῳ καὶ νενέκρωμαι, καὶ ἐν τάφῳ κατετέθην ὡς θνητός, ἀλλ' ὡς Θεὸς ἐν δόξῃ, Μήτηρ ἁγνὴ Παρθένε, πάλιν ἀνίσταμαι τριήμερος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.

φαπλώσας, τὰς παλάμας ἐπὶ ξύλου, ἠγκαλίσω τὰ ἔθνη ὑμνούντά σου, τὴν εὐσπλαγχνίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Προσηλώθης, ἑκουσίως ἐπὶ ξύλου, καὶ τὰ κέντρα Χριστὲ τοῦ ἀλάστορος, τὴ σὴ δυνάμει, τελείως ἐξήλειψας.

Μαρτυρικὸν

Ταὶς βασάνοις, ἐντρυφῶντες Ἀθλοφόροι, Παραδείσου τρυφῆς ἠξιώθητε, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως δεόμενοι.

Δόξα...

πὸ πάσης, ἐξελοῦ ἡμᾶς βασάνου, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ σύνθρονον, Πνεῦμα τὸ θεῖον, τοὺς δούλους σου Κύριε.

Καὶ νύν... Σταυροθεοτοκίον

Καθορῶσα, σὲ Σταυρῶ ἐφηπλωμέκνον, ἡ Παρθένος δακρύουσα ἔστενεν, ἢς ταὶς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.