The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ ΠΛ.Α΄

Στιχηρὰ Προσόμοια Σταυρώσιμα

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Παῦσαι τοὺς πόνους θέλων βροτῶν, καὶ τὰ ὀνείδη, ὑπεράγαθε Κύριε, Σωτήρ μου σταύρωσιν φέρεις, τὴν ἐπονείδιστον, χολῆς δὲ ἐγεύσω ἀνεξίκακε, ἡμῶν τὴν πικρίαν, πᾶσαν ἐξαίρων τὴν κάκιστον, ἐπλήγης λόγχη, τὴν πλευρὰν τὴν ἀκήρατον, τὰς πληγὰς ἡμῶν, ὡς Δεσπότης ἰώμενος, ὅθεν νὺν ἀνυμνούμέν σου, τὴν ἔνδοξον σταύρωσιν, καὶ προσκυνοῦντες τιμῶμεν, λόγχην, τὸν σπόγγον, τὸν κάλαμον, δι' ὧν ἐδωρήσω, σοῦ τῶ κόσμω τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

Πάθος τὸ σὸν Χριστὲ προτυπῶν, Μωσὴς ὁ μέγας σου θεράπων ἀνύψωσεν, οἰκτίρμον χαλκοῦν τὸν ὄφιν, ὄφεων βλάβης βροτούς, ἰοβόλου δήγματος ἐξαιρούμενος, καὶ νύν σταυρωθέντος σου, ἐπὶ ξύλου μακρόθυμε, κόσμος ἐκ βλάβης, ἐλυτρώθη τοῦ ὄφεως, καὶ ἀνυψώθη, ἀπὸ γὴς πρὸς οὐράνια, ὅθεν καὶ ἀγαλλόμενοι, ὑμνοῦμεν τὸ κράτος σου, καὶ τὸν Σταυρόν σου τιμῶμεν, καὶ προσκυνοῦμεν φιλάνθρωπε, δι' οὗ πᾶσα κτίσις, εὗρεν ἄπονον ἀξίαν, καὶ μέγα ἔλεος.

Θέλων τὰς διαθέσεις Ἀδάμ, τοῦ πρωτοπλάστου ἐξηλῶσαι φιλάνθρωπε, εἰς τέλος πᾶσαν ὀδύνην, ὁ πλαστουργὸς τοῦ Ἀδάμ, ἤλοις προσηλώθης ἀναμάρτητε, Χριστὲ καὶ τὴ λόγχη, θείαν πλευρὰν τρωθεὶς δι' ἡμᾶς, κωλύεις Λόγε, τὴν ῥομφαίαν τὴν φλέγουσαν, μὴ κωλύειν ἡμῖν, τοὶς σοὶς δούλοις τὴν εἴσοδον, ὅθεν δοξολογούντές σε, ὑμνοῦμεν τὸ κράτος σου, καὶ τὸν Σταυρόν σου τιμῶμεν, καὶ προσκυνοῦμεν φιλάνθρωπε, δι' οὗ πᾶσα κτίσις, εὗρεν ἄπονον ἀξίαν, καὶ μέγα ἔλεος.

Ἔτερα τῆς Θεοτόκου  ὅμοια

χων πεφορτισμένον ἀεί, τὸ τῆς ψυχῆς μου ἐπαυχένιον Δέσποινα, ἐκ πλήθους ἁμαρτημάτων, καὶ συμφορῶν χαλεπῶν, οὐ τολμῶ πρὸς ὕψος ἄραι ὄμματα, διὸ νενευκῶς εἰς γήν, ἐκ καρδίας κραυγάζω σοί, Ἐλέησόν με, ἡ Θεὸν πολυεύσπλαγχνον, ἀνατείλασα, ἐξ ἀχράντου νηδύος σου, δεῖξον τῶν θαυμασίων σου, τὸ πλῆθος τὸ ἄπειρον, καὶ τὰς ἀχράντους καὶ θείας, πρὸς τὸν Υἱόν σου ἐκτείνασα, Παρθένε παλάμας, σωτηρίαν μοὶ παράσχου, ταὶς ἱκεσίαις σου.

Λαῖλαψ ἁμαρτιῶν χαλεπή, ἐν τῷ πελάγει μὲ τοῦ βίου κατέλαβε, καὶ ζάλη καὶ τρικυμία, καὶ πρὸς βυθὸν συνωθεῖ, τὴν ἐμὴν καρδίαν ἀπογνώσεως. Ἁγνὴ ταὶς πρεσβείαις σου, τὴν ζωήν μου κυβέρνησον, πρὸς τὸν λιμένα, τῆς ζωῆς τὸν ἀκύμαντον, πρὸς μετάνοιαν, καὶ τελείαν διόρθωσιν, ἴδε μου τὴν ἀσθένειαν, καὶ πρόσχες τὴ κρίσει μου, δίδου μοὶ χείρα κειμένω, σὴς βοηθείας Πανύμνητε, Χριστὸν ἡ τεκοῦσα, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.

λην ἁμαρτιῶν χαλεπῶν, ἐπισυνάξας ἐμαυτῶ ἐθησαύρισα, καὶ τρέμω ἀπὸ προσώπου, τοῦ σοῦ Υἱοῦ Ἀγαθή, πῶς ὑποίσω τότε τὸ κριτήριον, καὶ γὰρ ποταμὸς πυρός, ἕλκει βήματος ἔμπροσθεν, καὶ μυριάδες, τῶν Ἀγγέλων παρίστανται, τοὺς ἀνομοῦντας, ἐν αὐτῷ ἀπορρίπτοντες, ὅθεν πρὸ τῆς ἐξόδου μου, τοῦ βίου Πανάχραντε, καθικετεύω πρεσβεῦσαι, ὑπὲρ ἐμοῦ τὸν φιλάνθρωπον, κριτὴν ἐλεῆσαι, καὶ συγχώρησίν μοὶ δοῦναι, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

λην ἀναλαβῶν τὴν ἐμήν, μορφὴν ὁ πλάστης καὶ Θεὸς ἐνεδύσατο, μορφῶσαι τὴν πρὶν πεσοῦσαν μορφὴν Ἀδὰμ βουληθείς, ἐν Σταυρῷ ὑψώθη, ὡς ὑπεύθυνος, ἑκὼν καὶ τὰς χείρας, προσηλωθεὶς νὺν ἰάσατο, τὰς πρὶν τῶ ξύλω, παρειμένας τῆς βρώσεως, ὃν ἡ Πάναγνος, θεωροῦσα ἠλάλαζε. Τὶς ἐστιν ἡ τοσαύτη σου, Υἱέ μου ἀνείκαστος, μακροθυμία; οὐ φέρω, ἐπὶ Σταυροῦ ἀναρτώμενον, ὁρᾶν σὲ τὸν πάντα, τὴ δρακὶ διακρατοῦντα, Χριστὲ τὰ σύμπαντα.

Ἀπόστιχα, Σταυρώσιμα

Κύριε, ἐπὶ Μωσέως ποτὲ τοῦ Προφήτου, μόνος ὁ τύπος τοῦ Σταυροῦ σου δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου, νὺν δὲ αὐτὸν τὸν Σταυρόν σου κατέχοντες, βοήθειαν αἰτοῦμεν, κράτυνον τὴν Ἐκκλησίαν σου, καὶ δώρησαι τοὶς Βασιλεύσιν ἡμῶν, ὡς Κωνσταντίνω τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Σταυρός σου Κύριε, εἰ καὶ ξύλον ὁρᾶται τὴ οὐσία, ἀλλὰ θείαν περιβέβληται δυναστείαν, καὶ αἰσθητῶς τῶ κόσμω φαινόμενος, νοητῶς τὴν ἡμῶν θαυματουργεῖ σωτηρίαν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῶ κόσμω τὴν εἰρήνην αἰτήσασθε, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Χαίροις ἀσκητικῶν

Λόγχη σου τὴν πλευρὰν ὧ Υἱέ, Ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινὴ ῥομφαία, καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστώσα τῶ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε, ποῦ μοὶ τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαίρέ μοὶ λέξας; ποῦ ἡ λοχεία ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τὴ ἀφάτω μακροθυμία σου.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. α'  Τὸ ξένον τῆς Παρθένου

Τὸ ξύλον τοῦ Σταυροῦ σου, Σωτῶ κόσμω ἀνεδείχθη τὴρ ἡμῶν, σωτήριον, ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ πάντων ζωή. Κύριε δόξα σοί.

Τὸν συνάναρχον Λόγον

κουσίως οἰκτίρμον Σταυρὸν ὑπέμεινας, καὶ τὴν πάλαι κατάραν τὴν διὰ βρώσεως, ὡς παντοδύναμος Θεὸς σὺ ἐξηφάνισας, διὸ τὰ θεία καὶ σεπτά, πάθη σου Δέσποτα Χριστέ, ὑμνοῦμεν καὶ προσκυνοῦμεν, δοξολογοῦντες ἀπαύστως, τὴν ὑπὲρ νοῦν οἰκονομίαν σου.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τῶ Σταυρῶ τοῦ Κυρίου παρισταμένη, θρηνωδοῦσα ἐβόα ἡ Θεοτόκος. Οἴμοι Τέκνον θεῖον, φῶς μου γλυκύτατον! πῶς ἐτανύθης ἐν Σταυρῷ, ὁ τεῖνας θεϊκῶς τὸν οὐρανόν ὡσεὶ δέρριν, καὶ ἐκ θαλάσσης ἀνάγων, πηγὰς ὑδάτων τῶ σῶ προστάγματι.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὸν συνάναρχον Λόγον

Σταυρὸν ὑπομεῖνας ἑκουσία βουλή, καὶ φθορὰς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν σε, ὅτι ἐφώτισας ἡμᾶς, τὴ δυνάμει τοῦ Σταυροῦ, καὶ φόβω δοξάζομέν σε, φιλάνθρωπε καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον.

Τόπος Κρανίου, Παράδεισος γέγονε, μόνον γὰρ ὡς ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

ν τῷ Σταυρῶ σὲ ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως παγέντα ἀμνὸν ὡς ἄκακον, θρῆνον ἐκίνει γοερόν, καὶ κατετρύχετο, Οἴμοι! βοῶσα τὸ ἐμόν, πῶς ἀπεσβέσθης φῶς πικρῶς; καὶ πῶς ὡς ἄδικος θνήσκεις, μέσον κακούργων Υἱέ μου, ὁ Βασιλεὺς πάσης κτίσεως;

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὸν συνάναρχον Λόγον

κ τοῦ ξύλου πικρίαν Ἀδὰμ ἐτρύγησε, πρὸς φθορὰν ὀλισθήσας φθόνω τοῦ ὄφεως, σου δὲ παγέντος Ἰησοῦ, ζωὴν ἐτρύγησε, καὶ διὰ ξύλου τοῦ Σταυροῦ, πάλιν οἰκεῖ τοὺς οὐρανούς, καὶ κατηργήθη ὁ ὄφις, καὶ ἡ φθορὰ κατεπόθη, καὶ πάντες δόξαν σοὶ προσάγομεν.

Μαρτυρικὸν

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων, ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει, διὸ πρεσβεύουσι τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὸν συνάναρχον Λόγον

Γαβριὴλ μοὶ τὸ Χαῖρε πρὶν προσεκόμισε, μέτ' ἐμοῦ σὲ φωνήσας ἔσεσθαι Κύριε, ἡ Θεοτόκος ἐν κλαυθμῷ πικρῶς ἐφθέγγετο, πῶς οὖν εἰς λύπην ἡ χαρά, νὺν μοὶ ἐγένετο Υἱὲ; καὶ πῶς ὡς ἄπαις φανοῦμαι, ἡ ἀπειράνδρως τεκοῦσα, σὲ τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.

Παθῶν μὲ σώζεις τῶ πάθει σου, Χριστέ μου, τὸν Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος πλ. α'

Ὁ Εἱρμὸς

Τῶ Σωτήρι Θεῷ, τῶ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι καὶ Φαραὼ πανστρατιὰ καταποντίσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

Παθοκτόνον Χριστέ, ἐθελουσίως αὐτός, ὑπέστης πάθος, καὶ ἀπέκτεινας τὸν ἀποκτείναντα, πάλαι ἐν Παραδείσῳ ἡμᾶς, διό σου δοξάζομεν, τὴν ἀγαθότητα.

νυψώθης Σταυρῶ, καὶ κατεπόθη ἐχθρός, καὶ οἱ πεσόντες ἀνυψώθημεν, καὶ Παραδείσου πολῖται, Χριστὲ γεγόναμεν, τὸ κράτος δοξάζοντες, τῆς εὐσπλαγχνίας σου.

Μαρτυρικὰ

Θυρεῶ τοῦ Σταυροῦ, καθοπλισθέντες καλῶς, πρὸς πάλην πᾶσαν τοῦ ἀλάστορος, προσεχωρήσατε σοφοὶ Μεγαλομάρτυρες, καὶ τοῦτον νικήσαντες, δόξης ἐτύχετε.

ς ἀρνία σεμνά, τῶ δι' ἡμᾶς Ἀθληταί, ἀμνῶ τυθέντι προσηνέχθητε, τὰς ἐναγεῖς περιφανῶς θυσίας παύοντες, διὸ μακαρίζομεν, ὑμᾶς πανεύφημοι.

Σταυροθεοτοκίον

Νέον βρέφος ἡμῖν, τὸν παλαιὸν ἡμερῶν, ἁγνὴ Παρθένε ἀπεκύησας, παλαιωθεῖσαν τὴν φύσιν ἀνακαινίσαντα, ἀνθρώπων Πανάμωμε, τῶ θείω πάθει αὐτοῦ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς

Πέμπτη δέησις τὴ Θεοτόκω πέλει.

Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ἄδοντα.

Πύλη τοῦ ἀπροσίτου, φωτὸς Πανάμωμε, μετανοίας τὰς πύλας τὴ ψυχή μου διάνοιξον, καὶ δίδου τὴν εἴσοδον, τῆς ἐκεῖσε Κόρη, ἀγαλλιάσεως καὶ τερπνότητος.

χων σὲ Θεοτόκε, προστάτιν ἄμαχον, καὶ ἀπόρθητον τεῖχος, καὶ σκέπην ἀνυπέρβλητον, ῥυσθείην τοῦ δράκοντος, τοῦ δολίου Πάναγνε, τοῦ πάλαι ἐκζητοῦντος, καταπιεῖν μὲ σφοδρῶς.

Μὴ μὲ ἀπογυμνώσης, τῆς θείας σκεπης σου, μὴ κενὸν ἀποδείξης, τῆς χάριτός σου Ἄχραντε, μηδὲ ἀποπέμψης, κατησχυμένον Δέσποινα, ἀλλὰ παράσχου μοὶ τὸ σὸν ἔλεος.

Παῦσον τῆς ταλαιπώρου, καὶ παναθλίας μου, Θεοτόκε καρδίας, πόνον τὸν ἀφόρητον, καὶ τοῦ σωτηρίου σου παράσχου μοί, Θεομῆτορ, θείαν αἴγλην καὶ σωτήριον.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Δυνάμει τοῦ Σταυροῦ σου, Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον νὺν Σταύρωσιν.

Μαραίνεις τὸν καρπὸν τῆς φθορᾶς, ἐν ξύλῳ Σωτὴρ ἀνυψούμενος, καὶ ἀφθαρσίας πηγὰς ἡμῖν, ἐκ πλευρᾶς ἐκβλύζεις Δέσποτα.

τύθης ἐν Σταυρῷ ὡς ἀμνός, φλοιὰς σφραγίζων τῶν ψυχῶν ἡμῶν, θείω σου αἵματι Δέσποτα, ὅθεν φόβω σὲ δοξάζομεν.

Μαρτυρικὰ

Στρεβλούμενοι Χριστοῦ Ἀθληταί, καὶ πολυτρόπως αἰκιζόμενοι, καὶ τοὶς θηρίοις ῥιπτόμενοι, ἀπερίτρεπτοι ἐμείνατε.

ς βότρυες ἀμπέλου ζωῆς, τοῦ μαρτυρίου οἶνον ἔβλυσαν, πιστῶν καρδίας εὐφραίνοντες, τοῦ Θεοῦ ἡμῶν οἱ Μάρτυρες.

Σταυροθεοτοκίον

Ζωῆς ἡμῖν πρόξενος Ἁγνή, θανῶν ἐν ξύλῳ ἀναδέδει κται, ὁ σὸς Υἱός τε καὶ Κύριος, δοξάζων τοὺς ὑμνούντάς σε.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

πήξας ἐπ' οὐδενός, τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Τοῦ κόσμου τὸ προσφύγιον σὺ εἶ Πανάχραντε, καὶ ἐν σοὶ προστρέχων, ἐκ διανοίας θερμῆς, πᾷς τὶς ἐκλυτροῦται τῶν δεινῶν, διὸ μὲ προσδραμόντα, ἐν τῇ σὴ σκέπη ἀπολύτρωσαι, πάσης πονηρὰς ἐνοχλήσεως.

μόνη τῶν γηγενῶν ἁπάντων ἀντίληψις, σὺ ἀντιλαβοῦ μου ἰλέω ὄμματι, Δέσποινα τοῦ κόσμου ἀγαθή, καὶ φρούρησον τὴ θεία, ἐπισκοπή της δυναστείας σου, ἔχεις γὰρ ἰσχὺν ἀνυπέρβλητον.

Δυνάμει τὴ σὴ χειρὸς μὲ τοῦ πολεμήτορος, καὶ τῆς τυραννίδος τούτου ἀφάρπασον, Δέσποινα τοῦ κόσμου ἀγαθή, μὴ μὲ ἰσχύσας λάβη, καὶ καταπίη, καὶ πρὸς ὄλεθρον, ἄξη αἰωνίου κολάσεως.

ν φόβῳ καὶ ἐν τρόμῳ προσπίπτων κραυγάζω σοί, Θεοτόκε. Σὺ μοὶ γενοῦ βοήθεια, Δέσποινα τοῦ κόσμου ἀγαθή, ἐν ὥρα τοῦ θανάτου, ἡνίκα τῶν βεβιωμένων μοί, μέλλω τὰς εὐθύνας εἰσπράττεσθαι.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα. Δόξα τὴ δυνάμει σου, Κύριε.

τε ἔδυς ἐν Σταυρῷ, δικαιοσύνης Ἤλιε Χριστέ, φῶς ἀνέσπερον ἀνέτειλας ἡμῖν, τοὶς ὑμνούσί σου Λόγε, τὴν φρικτὴν συγκατάβασιν.

στάμενος πρὸ δικαστικοῦ, Χριστέ μου βήματος ποτέ, κατεδίκασας τὸν ἄδικον ἐχθρόν, καὶ ἐσταυρώθης μέσον καταδίκων, ἡμᾶς δικαιῶν.

Μαρτυρικὰ

Στεφανούμενοι νικητικῶς, οἱ τοῦ Χριστοῦ Ἀθληταί, τὸν ἀόρατον κατήσχυναν ἐχθρόν, καὶ ἐκραύγαζον. Δόξα τὴ δυνάμει σου Κύριε.

Τὰ ἀμάραντα ἄνθη πιστοί, τοῦ νοητοῦ Παραδείσου, τὰ πολύτιμα σκεύη τοῦ Χριστοῦ, δεῦτε τοὺς Ἀθλοφόρους, ἐν ὕμνοις εὐφημήσωμεν.

Σταυροθεοτοκίον

ς ἑώρακας ἐν τῷ Σταυρῶ, Χριστὸν ὃν ἔτεκες Ἁγνή, ἀπεθαύμαζες τὴν ἄφατον αὐτοῦ, μακροθυμίαν, ὅθεν σὺν αὐτῷ σὲ δοξάζομεν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

πάντων γεννητῶν ὑπερέχουσα, ὡς τὸν Δεσπότην καὶ Θεόν, ἐν τῇ γαστρί σου βαστάσασα, τὸν ὑπὲρ πάντας ἀνθρώπους, ἐξαμαρτάνοντά με κατοικτείρησον.

Σαρκός μου τὰς ἀτάκτους κατάσβεσον, ὀρέξεις ὄμβροις σῶν εὐχῶν, καὶ τῆς ψυχῆς μου διάναψον, τὸν λύχνον τὸν ἐσβεσμένον, πυρὶ τοῦ θείου ἔρωτος Πάναγνε.

σχὺς τῶν ἀσθενούντων Πανάμωμε, ἀπεγνωσμένων ἡ ἐλπίς, καὶ τῶν πενθούντων παράκλησις, χαροποιὸν μοὶ παράσχου πένθος, δι' οὗ εὑρήσω τὴν ἄφεσιν.

Σὲ τεῖχος καὶ ἀσφάλειαν Δέσποινα, σὲ προστασίαν ἀψευδῆ, σὲ πύργον ἀκαταμάχητον, πιστῶς ἀεὶ κεκτημένος, ἐλπίζω διὰ σοῦ σωτηρίας τυχεῖν.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

ρθρίζοντες βοώμέν σοί, Κύριε. Σῶσον ἡμᾶς. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Πέτραι σὲ ἐπὶ ξύλου αἰσθόμεναι, ὑψωθέντα Χριστέ, διεσχίσθησαν, καὶ γὴς ἐσείσθη θεμέλια.

πέθετο λαμπάδα ὁ ἥλιος, ὑψωθέντος σου, ἐν ξύλῳ Ἤλιε, δικαιοσύνης μακρόθυμε.

Μαρτυρικὰ

Θαυμάτων ἀπαστράπτεσθε Ἅγιοι, λαμπηδόνας, τὸ σκότος διώκοντες, τῶν νοσημάτων ἐν χάριτι.

τέμνεσθε τὸ σῶμα, ὧ Μάρτυρες, τὸ δὲ πνεῦμα θείας ἀγαπήσεως, ἄτμητον εἴχετε ἅγιοι.

Σταυροθεοτοκίον

δοῦσα ἐπὶ ξύλου ὑπνώσαντα, τὸν Δεσπότην, θρηνοῦσα ἠλάλαζες, Παρθενομῆτορ πανάμωμε.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Τίς μου τὸ χειρόγραφον, τῶν παραπτώσεων, καὶ τῶν ἀμέτρων πλημμελημάτων, Ἁγνὴ διαρρήξειεν, εἰμὴ σὺ προφθάσης, καὶ δώης μοὶ τὴν λύτρωσιν.

λθον εἰς ἀπόγνωσιν, ἐξ ἀπορίας πολλῆς, τὴν τῶν κακῶν μου, πληθὺν Παρθένε ἀναλογιζόμενος, διὸ σοὶ κραυγάζω. Ἐλέησον καὶ σώσόν με.

Θεοῦ Μῆτερ ἄφθορε, Θεοῦ λοχεύτρια, Θεοῦ τοῦ πάντα νεύματι μόνω, ἐκτελοῦντος ῥύσαί με, τῆς αἰωνιζούσης, καταδίκης τὸν δούλόν σου.

χουσα τὸ καύχημα, παρθενίας φαιδρόν, ὡς Μήτηρ αὖθις Θεοῦ γεραίρη, ὑπερτέρως Ἄχραντε, διὸ σοὶ τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

κύκλωσέ με ἄβυσσος, ταφὴ μοὶ τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου, Κύριε.

Σταυρὸς ἐν γῆ ἐπήγνυτο, καὶ πτῶσις δαιμόνων ἐγίνετο, καὶ πίστεως ἔδρασμα ἀρχὴν ὑπεδέχετο, καὶ ἡ κακία ἐκ μέσου ἀπελήλατο.

ἥλιος ἐσβέννυτο, τὴν σάρκα ὡς λύχνον ἀνάψαντος, ἐν ξύλῳ σου Κύριε, δραχμὴ δὲ εὑρίσκετο, ἡ κεχωσμένη, ἐσκοτισμένοις πάθεσι.

Μαρτυρικὰ

ψούμενος φιλάνθρωπε, ἐν ξύλῳ χοροὺς ἑπομένους σου, τοὶς ἴχνεσιν ἔσχηκας, Μαρτύρων τὸ πάθος σου, ἐκμιμουμένους, τὸ ἀπαθείας πρόξενον.

Χειμάρρους ἐξηράνατε, τῆς πλάνης, αἱμάτων τοὶς ῥεύμασι, καὶ πὺρ ἀπεσβέσατε, δαιμόνων ἀλλότριον, τὴ θεία δρόσω, στεφανηφόροι Μάρτυρες.

Σταυροθεοτοκίον

ομφαία τὴν καρδίαν σου, διῆλθεν ἡνίκα σταυρούμενον τὸν κτίστην τεθέασαι, Παρθένε πανάμωμε, καὶ λόγχη θείαν, πλευρὰν ἐξορυττόμενον.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρω Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

ζωὴν κυήσασα, οὐσιώδη, Δέσποινα ἁγνή, νοητοῦ θανάτου μὲ ἐξάρπασον, καὶ τῆς ζωῆς, τῆς αἰωνίου ἀξίωσον.

Τὴν ὄντως ἀσύγκριτον, ἐν τῷ κάλλει, πάντων γεννητῶν, σὲ αἰτοῦμαι Δέσποινα Θεόνυμφε, τῆς εἰδεχθοῦς κακίας μὲ ἐλευθέρωσον.

Οὐκ ἔχω ἀντίληψιν, ἐν τῷ κόσμω, πλήν σου ἀγαθή, διὸ σοὶ προσπίπτω καὶ κραυγάζω σοί. Μὴ ἀποστής, ἀπὸ τοῦ δούλου σου Πάναγνε.

Κακουργῶν ὁ δόλιος, ταὶς ἡδοναίς, τὸν νοῦν μου ἀεί, ἐκταράσσει. Δέσποινα βοήθει μοί, καὶ τῆς τούτου, πονηρίας μὲ ἐξάρπασον.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παίδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

να ῥυσθῶμεν ἡμεῖς, τῆς ἐνηδόνου ἁμαρτίας, χολῆς ἐγεύσω Χριστέ, ὁ γλυκασμὸς τῆς ζωῆς.

Σοῦ ἐν Σταυρῷ Ἰησοῦ, τραυματισθέντος ἰατρεύθη, τὰ τραύματα τοῦ Ἀδάμ, τὰ πολυχρόνια.

Μαρτυρικὰ

Τετιμηκότες Χριστόν, δι' ἐπιπόνου ἀτιμίας, τῆς ἀνωτάτω τιμῆς ἐτύχετε Ἀθληταί.

θελουσίοις ὁρμαίς, κεχωρηκότες πρὸς τὸ πάθος, οἱ Ἀθληταὶ νικηταί, ἐναπεφάνθησαν.

Θεοτοκίον

Μετὰ τόκον Ἁγνή, ὡς πρὸ τοῦ τόκου διαμένεις, Θεὸς γὰρ ἣν ὁ τεχθείς, ἵνα Θεώσῃ βροτούς.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεομακάριστε, Θεοτόκε πάναγνε, ψυχῆς μου τὴν κάκωσιν, ἴασαι καὶ δώρησαι, γαλήνην σωτηρίας, καὶ ζωῆς τὴν εὐφροσύνην.

Πύλη ἀδιόδευτε, λόγοις ματαιότητος, τὰς πύλας ἀπόκλεισον, δι' ὧν μοὶ ὁ θάνατος, καὶ ὁ τῆς ἁμαρτίας, ὄλεθρος ὑπεισέδυ.

βλυσεν ὁ τόκος σου, ἀφθαρσίας νάματα, ἀλλὰ ταὶς πρεσβείαις σου, βλύσαι παρασκεύασον, καμοὶ τῆς συμπαθείας, τὸν αὐτοῦ ἄμετρον πλοῦτον.

Λύτρωσαί με Πάναγνε, ἐκ πάσης κακώσεως, βίου περιστάσεων, συμφορῶν καὶ θλίψεων, καὶ νόσων καὶ κινδύνων, καὶ δεινῆς συκοφαντίας.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ παρθένου Μητρός, Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

τὴν κατάραν του ξύλου, διὰ ξύλου ἰασάμενος, καὶ εὐλογίαν πηγάσας, τοὶς ἀνθρώποις ὑπεράγαθε, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

περαιρόμενον ὄφιν, τῶ Σταυρῶ σου ἐταπείνωσας, καὶ τὸν δεινῶς συμπτωθέντα, ταπεινούμενον ἀνύψωσας, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Μαρτυρικὰ

Τοὺς καθαιρέτας τῆς πλάνης, καὶ προμάχους θείας πίστεως, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ στερροὺς ὄντως ἀδάμαντας, τοὺς Χριστοῦ ὁπλίτας, πιστοὶ τοὺς Ἀθλοφόρους, τιμήσωμεν ἐν ὕμνοις. 

Οἱ εὐκλεεῖς Ἀθλοφόροι, ὥσπερ ἥλιος ἐκλάμψαντες, τῶν ἀλγηδόνων τὰ νέφη, διεσκέδασαν ἐν χάριτι, καὶ τῆς ἀσεβείας, διέλυσαντόνζόφον, τὴ πίστει τῆς Τριάδος.

Θεοτοκίον

Νυμφαγωγὸς σοὶ Παρθένε, Γαβριὴλ ἀποστελλόμενος, Χαῖρε ἐβόησε λέγων, φωτεινότατον παλάτιον, τοῦ παμβασιλέως Χριστοῦ, ἐν ὧ οἰκήσας, βροτοὺς Θεώσει πάντας.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν τοῖς πειρασμοίς, εὕρημοί σε προστάτιν, ἐν θλίψεσι πρόμαχον, ἐν συμφοραῖς βοηθόν, ἐν τοῖς κινδύνοις σωτήριον λιμένα, καὶ ἐν πάσῃ λύπη, Σεμνὴ παραμυθίαν.

δε τὴν ἐμήν, σεμνὴ Παρθένε πίστιν, ἴδε τὸν πόθον μου, ὃν εἰς σὲ κέκτημαι, ἴδε ψυχῆς μου τὸν ἔρωτα τὸν θεῖον, καὶ τὴν σὴν μοὶ δίδου, πολυπλασίως χάριν.

Φῶς τὸ νοητόν, σὺ ἐν γαστρὶ λαβοῦσα, φώτισον τὰ ὄμματα, τὰ τῆς καρδίας μου, λύσον τὸν ζόφον τῶν ἐμῶν ὀφλημάτων, καὶ τῶν παθημάτων, σκέδασον τὴν ὁμίχλην.

τὴν ὑπὲρ νοῦν, τεκοῦσα σωτηρίαν, τὸν πᾶσι βραβεύοντα, τὴν σωτηρίαν βροτοίς, Κόρη τὴν θείαν δίδου μοὶ σωτηρίαν, τῶν ἁμαρτημάτων, ἀναστέλλουσα λύμην.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον, ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

σχὺς τοῦ ἐχθροῦ, καὶ κράτος ἀφήρηται, κραταιὲ μόνε Κύριε, Σταυρῶ ὑψωθέντος σου, καὶ δακτύλους, ἐν τούτῳ αἱματώσαντος.

ρυξαν Χριστέ, χείρας καὶ πόδας σου, καὶ ὀστά σου ἠρίθμησαν, σταυροῦντες οἱ ἄνομοι, καὶ χολὴν μετὰ ὄξους σὲ ἐπότισαν.

Μαρτυρικὰ

Στόματι λαμπρῶ, Θεὸν ἐκηρύξατε, χρηματίσαντα ἄνθρωπον, τυράννων ἐνώπιον, Ἀθλοφόροι καὶ δόξαν ἐκληρώσασθε.

λγησαν ἐχθροί, ἀλγείνοντες μάστιξι, καὶ ποικίλαις κολάσεσιν, ὑμᾶς πανσεβάσμιοι, ἰατροὶ ἀλγηδόνων θεῖοι Μάρτυρες.

Σταυροθεοτοκίον

Φῶς ἡμῖν ἐκ σοῦ, Ἁγνὴ ἀνατέταλκεν, Ἰησοῦς καὶ ἐφαίδρυνε, τὴν κτίσιν σταυρούμενος, καὶ δαιμόνων τὸ σκότος ἀπεδίωξε.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

σαϊα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

λγεινοὶς κυκλούμενος, πολλοὶς γόνυ, κλίνω σοὶ Σεμνή, τὸ πρόσωπον εἰς γὴν ῥίπτω δυστυχῶς, δακρύων κραυγάζω σοί. Τῶν ζητούντων ῥύσαι Ἀγαθή, καὶ θυμηδίας μοί, ἀνατολὴ ἐπιφάνηθι.

Τὸ τῆς ἀπογνώσεως, ἐνισχύει, κράτος ἐν ἐμοί, χειλέων ἐκ ῥυπαρῶν, ποία σοὶ ὠδὴ; καρδίας αἰτήματος κεχραμένης, τὶς ἀποδοχή, ἀλλὰ θαυμάστωσον, τοὶς ἀθλίοις τὰ ἐλέη σου.

λλοιώθην θλίψεσιν, ἠμαυρώθη νοὺς καὶ ὀφθαλμός, κυκλούσί μου τὴν ζωήν, ἄλγη χαλεπά, πρὸς τούτοις ἐκτήκει με, τὰ ἐκεῖθεν δείματα Σεμνή, ὧν μὲ διάσωσον, τάς ὀδύνας μεταβάλλουσα.

βραχὺς ἀνήλωται, τῆς ζωῆς μου, βίος ἐν κακοῖς, καὶ πλήθει τῶν λυπηρῶν, καὶ τῶν ἀλγεινῶν, διὸ ἡ κυήσασα, Θεοτόκε πάντων τὴν χαράν, ταῦτα πρεσβείαις σου, εὐπροσδέκτοις ἐπικούφισον.

 

Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα

Μόνον παγέντος τοῦ ξύλου Χριστὲ τοῦ Σταυροῦ σου, ἡ πλάνη πεφυγάδευται, καὶ ἡ χάρις ἐξήνθησεν, οὐ γὰρ ἔτι καταδίκης ἐστὶ τιμωρία, ἀλλὰ τρόπαιον ἐδείχθη ἡμῖν σωτηρίας. Σταυρὸς ἡμῶν στήριγμα. Σταυρὸς ἡμῶν καύχημα. Σταυρὸς ἡμῶν ἀγαλλίαμα.

Σταυρός σου Χριστέ, καὶ τοῦ Ἄδου κατήργησε τὸ κράτος, καὶ τὸ γένος διέσωσε τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς τὸν κόσμον ῥυσάμενος, τῶ Ληστὴ Παράδεισον ἤνοιξεν, ὃν προσκυνοῦντες, δοξάζομέν σε, Σωτήρ, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Εὐλογημένος ὁ στρατὸς τοῦ Βασιλέως τῶν οὐρανῶν, εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθᾶσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαὶς αὐτῶν, Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Παῦσον τὸ ἄλγος τῆς πολυωδύνου ψυχῆς μου, ἐβόα ἡ Ἄμεμπτος ὀδυρομένη Χριστῷ, εἰ γὰρ βροτοὺς ἐν τῷ πάθει σώζεις, ἀλλὰ τιτρώσκεις ψυχὴν ἐμὴν Λόγε. Σὺ φῶς μου γλυκύτατον, σὺ τέκνον καὶ πλάστης μου, ἀνυμνῶ σου τὸ μακρόθυμον.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας, ἐν τῇ Μνήσθητι μου Κύριε βοῶν, Βασιλεία σου.

Θανατωθεὶς ἐπὶ Σταυροῦ, τοὺς διὰ βρώσεως πεσόντας ἡμᾶς, ἀνεζώωσας, Ζωοδότα οἰκτίρμον, καὶ πολίτας πάλιν Ἀγαθέ, παραδείσου ἀνέδειξας.

Προσηλώθης τῶ Σταυρῶ, Χριστὲ ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ἀπέσταξας πόμα σωτηριῶδες, ἐπευφραῖνον πάντων τῶν πιστῶν, καρδίας ὑμνούντων σε.

Μαρτυρικὸν

Τυμπανιζόμενοι σοφοί, καὶ μεληδὸν κατατεμνόμενοι, εἰκονίσατε τὴν σφαγὴν τοῦ Δεσπότου, διὰ τοῦτο Μάρτυρες Χριστοῦ, ἀεὶ μακαρίζεσθε.

Δόξα...

πὶ Σταυροῦ ὁ τοῦ Πατρός, καὶ θείου Πνεύματος ἀχώριστος, ἐθελούσιον καθυπέμεινε πάθος, πάθη πάντα τὰ φθοροποιά, ἡμῶν ἐξαιρούμενος.

Καὶ νύν... Σταυροθεοτοκίον

Θρήνοις συνέκοπτες σαυτήν, ὁρῶσα Δέσποινα ἐν ξύλῳ Σταυροῦ, τὴν ζωὴν ἡμῶν ἑκουσίως θανοῦσαν, ὅθεν πάντες θείαις σὲ φωναίς, ἀεὶ μακαρίζομεν.