The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Γ΄

Στιχηρὰ προσόμοια Σταυρώσιμα

Ἦχος γ'

Μεγάλη τῶν Μαρτύρων σου

κτίσις καθηγίασται μόνε Μακρόθυμε, τιμίω Αἵματί σου, καὶ ὕδατι ἁγίω, ποταμοὶ δὲ ἐξηράνθησαν πολυθεϊας, καὶ ὁ Ἀδὰμ σέσωσται, τῆς καταπτώσεως, τὴ Σταυρώσει σου Λόγε.

πάσης ὧν τιμῆς ἐπέκεινα Φιλάνθρωπε, ὑπὲρ ἡμῶν ὑβρίσθης, καὶ ὄξος ἐποτίσθης, καὶ ὑπέμεινας Σταυρὸν ἐθελουσίως, ὅπως φθορὰς ἅπαντας, τῶ θανάτω σου, Εὐεργέτα λυτρώσης.  

ν ξύλῳ ἀνηρτήθης θέλων Ὑπεράγαθε, καὶ τῶ Πατρὶ θυσία, ὑπὲρ ἡμῶν ἀνήχθης, καὶ κατέπαυσας θυσίας τῶν εἰδώλων, καὶ τὸ κράτος ἔλυσας, τοῦ κακογνώμονος, Βασιλεῦ τῶν αἰώνων.

Ἔτερα Προσόμοια τῆς Θεοτόκου

Σταυροφανῶς Μωϋσῆς

τοῦ φωτὸς τοῦ ἀδύτου νεφέλη, θεοχαρίτωτε Κόρη, εὐλογημένη Μαρία, λάμψον μοὶ φῶς μετανοίας, τῶ σκότει τῆς ἁμαρτίας ἀφρόνως συνεχομένω, καὶ ῥύσαι ταὶς δεήσεσι ταὶς σαίς, πυρὸς γεέννης καὶ σκότους ἀφεγγούς, καὶ ἡμέρας δεῖξον τῆς ἀνεσπέρου, κοινωνόν, προσφυγόντα μὲ τὴ σκέπη σου Πανάχραντε.

Τὸν θελητὴν τοῦ ἐλέους τεκοῦσα, παντελεῆμον Παρθένε, αὐτὸν ἀεὶ ἐκδυσώπει, τὴν ταπεινὴν ἐλεῆσαι ψυχήν μου, τὴν εἰς βυθὸν ἀπωλείας κατολισθήσασαν, ὄντως ἐπηρείαις τοῦ ἐχθροῦ, μὴν οὖν βδελύξη τὴν δέησίν μου νύν, μηδὲ ἀποστρέψης ἀπὸ τοῦ δούλου σου, τοὺς ἀμέτρους Κόρη οἰκτιρμούς σου, δι' οἶκτον ἀμέτρητον.  

ἐν Ἐδὲμ τὸν Ἀδὰμ ἀπατήσας, ἵνα Θεοῦ παρακούση, οὗτος καμὲ δελεάσας, ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκκλῖνας, εἰς ἀνοδίας ἔρριψε βόθρον, πολλῶν ἁμαρτιῶν, καὶ κομπάζει ὁ δεινός, καταπτωθέντα ἰδὼν μὲ παντελῶς, πρεσβειῶν σου ξίφει, τοῦτον οὖν πάταξον Παρθένε, καὶ ῥύσαι τῶν αὐτοῦ με, παγίδων ὡς εὔσπλαγχνος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

ρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα. Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;

Ἀπόστιχα Σταυρώσιμα

Ἦχος γ'

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Ξύλον παρακοῆς τῶ κόσμω θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν, διὸ σὲ προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.

Μαρτυρικὸν

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις, ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἀλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

κόσμος ἠλεήθη Λόγε τὴ Σταυρώσει σου, ἡ κτίσις ἐφωτίσθη, τὰ ἔθνη σωτηρίαν εὗρον Δέσποτα, ἡ Πάναγνος ἐβόα, ἐγὼ δὲ νὺν τέτρωμαι, καθορώσά σου τὸ ἑκούσιον πάθος.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοί.

ν κυπαρίσσῳ καὶ πεύκη καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσης τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεός, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὴν ὡραιότητα

Χαρὰν ἡ σύμπασα, κτίσις ὁρώσά σε, χαίρει μακρόθυμε, Σταυρῶ ὑψούμενον, ἡ πανακήρατος Ἁγνή, ἐβόα καὶ πανάμωμος, λύτρωσιν γὰρ εὔρατο, διὰ σοῦ τέκνον φίλτατον, ξύλω γὰρ ἰάτρευσας, τὴν τοῦ ξύλου κατάκρισιν, ἐγὼ δὲ νὺν τὰ σπλάγχνα δονοῦμαι, μὴ φέρουσα ὁρᾶν σὲ θανατούμενον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα  ὅμοια

Τὴν ὡραιότητα

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον; διὸ ὡς ζωοδότη βοώμέν σοί. Δόξα Χριστὲ τὴ εὐσπλαγχνία σου.

Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, ταῦτα ὑπέμεινας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σώμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε, τότε καὶ Ληστὴς ἰδών, ἐν Σταυρῷ σὲ ἀνύμνησε, βοῶν σοὶ εὐλαβῶς, Μνήσθητί μου, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

ἀπειρόζυγος, καὶ θεία δάμαλις, κατανοήσασα, μόσχον τὸν ἴδιον, ἐθελουσίως ἐν Σταυρῷ, τὸ πάθος ὑπομένοντα, οἴμοι τέκνον! ἔλεγε, τὶ τὸ ξένον μυστήριον; πῶς ὁ ὧν ἀθάνατος, κατεδέξω τὸν θάνατον, ὑμνῶ σου τό, μακρόθυμον Λόγε, δοξάζω τὸ ἀμέτρητον ἔλεος.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τὴν ὡραιότητα

Τὰ ἐπουράνια, ἰδόντα ἔφριξαν, καὶ τὰ ἐπίγεια, φόβω ἐτρόμαξαν, ὅτε ὑψώθης ἐν Σταυρῷ, ἑκὼν ὁ ἀναμάρτητος, ἥλιος ἐσκότασε, καὶ σελήνη ἠμαύρωται, τότε καὶ ἡ Μήτηρ σου, θρηνωδοῦσα ἐφθέγγετο. Υἱέ μου, τὶ τὸ ὅραμα τοῦτο; πῶς ὑπὲρ πάντων μόνος πέπονθας;

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς,

Καύχημα πιστῶν Σταυρὸς ἐστι καὶ κλέος. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

Χέρσον ἀβυσσοτόκον, πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῶ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι Ἄσωμεν τῶ Κυρίω, ἐνδόξως γὰρ δεδόξασται.

Κύματα θαλάσσης, τὴ ῥάβδω ἔπηξας, καὶ διήγαγες λαόν, προμηνύων τὸν Σταυρόν σου, δι' οὗ ἔτεμες ὕδωρ τῆς πλάνης, καὶ πρὸς γὴν Οἰκτίρμον, θεογνωσίας ἔσωσας, ἅπαντας τοὺς ἐν πίστει, ὑμνούντάς σου τὴν δύναμιν.

βυσσον ὁ ποιήσας, τὴ προστάξει σου, ὑπερῷα δυνατέ, ὁ στεγάζων ἐφ' ὑδάτων, ὁ τὴν γαίαν κρεμάσας, κρεμᾶσαι ἐπὶ ξύλου, καὶ σαλεύεις, πᾶσαν τὴν κτίσιν νεύματι, πάντων δὲ τὰς καρδίας, στηρίζεις ἐν φόβῳ σου.

Μαρτυρικὰ

Υἱοὶ κατὰ μέθεξιν, θεῖοι Μάρτυρες, χρηματίζετε Θεοῦ, καὶ οἰκήτορες τῆς ἄνω Σιών, καὶ κληρονόμοι, ἐν ἢ καὶ στεφανηφοροῦντες, περιφανῶς κραυγάζετε. Ἄσωμεν τῶ Κυρίω, ἐνδόξως γὰρ δεδόξασται.

Χείρας ἐκτμηθέντες, καὶ πόδας Μάρτυρες, καὶ ξεόμενοι δεινῶς, καὶ πυρὶ προσομιλοῦντες, οὐκ ἠρνήσασθε ὅλως, Χριστὸν τὸν Θεὸν ὄντα τῶν ὅλων, ἀλλὰ θερμῶς ἐκράζετε Ἄσωμεν τῶ Κυρίω, ἐνδόξως γὰρ δεδόξασται.

Σταυροθεοτοκίον 

περικαλλὴς καὶ Παρθένος Δέσποινα, ὃν ἐκύησεν Υἱόν, θεωρήσασα ἐν ξύλῳ ὑψωθέντα βουλήσει, ἠλάλαζε βοῶσα ἐν ὀδύνῃ, Θεὲ τῶν ὅλων εὔσπλαγχνε, Κύριος ὧν τῆς δόξης, πῶς ταῦτα πάσχεις Δέσποτα;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου

Ὁ Εἱρμὸς

σωμεν τῶ Κυρίω, τῶ ποιήσαν τὶ θαυμαστὰ τέρατα, ἐν ἐρυθρᾷ θαλάσση, πόντω γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

νοερὰ νεφέλη, τῆς οὐρανίου αἴγλης, ἀκτῖνα ἀνατείλασα ἀρρήτως, θείας ἐπιγνώσεως φῶς, καὶ μετανοίας, κατέλαμψε πάσιν ἡμῖν ἡ μόνη Θεοτόκος, καὶ σωτηρία ἡμῶν.

Καταφυγὴν ταχεῖαν, καὶ ὀχύρωμα, τεῖχος, καὶ προπύργιον, καὶ ἀσφαλῆ λιμένα, σὲ τὴν Θεομήτορα πάντες κεκτημένοι, οἱ ἐν πελάγει τῶν δυσχερῶν καὶ θλίψεων σαλεύοντες, κινδύνων λυτρούμεθα.

Χαῖρε ἀρρήτου, δόξης οἰκητήριον. Χαῖρε ἐνδιαίτημα, τοῦ νοητοῦ Ἠλίου. Χαῖρε τὸ κειμήλιον, τὸ τῆς παρθενίας. Χαῖρε τὸ θεῖον ὄχημα, τοῦ Λόγου τῆς θεότητος. Χαῖρε τροφὲ τῆς πάντων ζωῆς.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῶ τιμίω σου αἵματι.

Μίαν σύνθετον, φέρων ὑπόστασιν Λόγε, ὑπέμεινας σταύρωσιν ἀτιμοτάτην, τοὶς τιμώσί σε, τιμῆς οὔσαν πρόξενον.

πελύθησαν, οἱ γηγενεῖς τῆς κατάρας, κατάρα σου Δέσποτα γεγενημένου, καὶ Σταυρῶ, τὴν εὐλογίαν πηγάσαντος.

Μαρτυρικὰ

Παρεπίδημοι, πάσης τῆς γῆς γεγονότες, οὐράνιοι ὤφθητε ὄντως πολῖται, καὶ Χριστοῦ, συγκληρονόμοι πανεύφημοι.

σχυρότατον, ὅπλον Σταυρὸν κεκτημένοι, οἱ Ἅγιοι ἅπασαν τὴν δυναστείαν, τοῦ ἀλάστορος, ἐχθροῦ ἐτροπώσαντο.

Σταυροθεοτοκίον

Συντετήρηται, καὶ μετὰ τόκον παρθένος, ἡ Θεὸν ἁγνὴ τέξασα σεσαρκωμένον, τὸν Σταυρῶ, προσηλωθέντα βουλήματι.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ὅτι οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.

ἀκηλίδωτος Ἀμνὰς καὶ Παρθένος, τὸν ἀμνὸν τὸν αἴροντα πᾶσαν νόσον, Θεοτόκε κυήσασα, σῶζε τὴν ποίμνην σου.

Σὺ τὸν οὐράνιον καρποφορήσασα βότρυν, καὶ κρατήρα πλήσασα τῆς μετανοίας, ἁμαρτωλοὶς τὴν συγχώρησιν ἐγεώργησας.

Οἱ ἐν πελάγει θαλαττεύοντες ἁμαρτίας, καὶ πταισμάτων ἅλμη καταποθέντες, τῶ γλυκασμῶ σὴς πρεσβείας, συγκαταφεύγομεν.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου, Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθῶν, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῶ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Τὴν ἔκπτωσιν τοῦ Ἀδάμ, νέος Ἀδὰμ γεγονῶς, μόνος ἀνέστησας Χριστέ, ἐπὶ Σταυροῦ τὰς χείρας προσηλούμενος, καλάμω τε τυπτόμενος θέλων, καὶ ὄξους καὶ χολῆς γευόμενος, ὑπερυψοῦμεν τὸ ὕψος τῆς μεγίστης εὐσπλαγχνίας σου.

ς πρόβατον εἰς σφαγὴν σε, ὁ Προφήτης ὁρᾷ, καὶ ὡς ἀμνὸν σε, Λόγε Θεοῦ ἐρίζοντα οὐδόλως, οὐδὲ κράζοντα, καὶ γὰρ ἐθελουσίως, ἠνέσχου σταυροῦσθαι, τοὺς θελήσει πταίσαντας, ὅπως λυτρώσης τούτους ὡς πολυεύσπλαγχνος.

Μαρτυρικὰ

Νεώσαντες τὴν ψυχήν, ἀρότρω πίστεως, σπόρον οἱ Μάρτυρες Χριστοῦ, ὑπομονὴ βασάνων κατεβάλοντο, καὶ στάχυν μαρτυρίου, πολύχουν ἑδρέψαντο, πιστῶν συστήματα, τὸν διατρέφοντα, ὅθεν ἀεὶ δοξάζονται.

Στενούμενοι συνοχή, τῶν ἀνυποίστων δεινῶν, τὴ προσδοκία τῶν τερπνῶν, πρὸς πλατυσμὸν τῆς ἄνω, Βασιλείας Χριστοῦ οἱ Μάρτυρες κατήντησαν, ὅθεν πλατύνουσιν, ἡμῶν τὰ στόματα, τοῦ τὰ αὐτῶν ἀνενδότως ὑμνεῖν παλαίσματα.

Σταυροθεοτοκίον

Τὸν ἄνθρακα ὡς λαβίς, τὸν θεῖον δέδεξαι, οὐ καταφλέγοντα ὅλως, δροσίζοντα δὲ μᾶλλον, Μητροπάρθενε τὴν ἄφθορον καὶ θείαν νηδύν σου, ὃν βλέπουσα σαρκὶ ὑψούμενον, ἐθελουσίως ἐν ξύλῳ, ὕμνοις ἐδόςαζες.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἀκοὴν

Πολυέλεον, τὴν εἰς ἐμὲ δεῖξον εὐσπλαγχνίαν σου, τοῦ γὰρ πάντων Ἐλεήμονος, ἐχρημάτισας Μήτηρ.

Φωταγώγησον, τὸν ἐν νυκτὶ με, τῆς ἁμαρτίας Ἀειπάρθενε πλανώμενον, ὡς φωστήρα τεκοῦσα.

πὲρ δούλων σου, τὸν τῶν ἁπάντων, Δεσπότην δυσωποῦσα, ἐξιλέωσαι, προστασία τοῦ κόσμου.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

ς εἶδεν Ἡσαϊας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένω Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὧ τάλας, ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

νέπαυσάς με Λόγε τὸν κεκμηκότα, κόπω παραπτώσεων, ἀναπεπαυμένος ἐν ξύλῳ Δέσποτα, καὶ ἤρας ὄνειδός μου, οἷς ὑπέστης Ἰησοῦ ὀνειδισμοίς. Ὑμνῶ σου τὸ κράτος, καὶ τὰ θεία παθήματα.

φήψας ὥσπερ λύχνον ἐν τῷ Σταυρῶ, τὴν σάρκα καὶ ἐζήτησας, τὴν ἀπολλυμένην δραχμὴν φιλάνθρωπε, καὶ πάσας καλεῖς τὰς φίλας σου δυνάμεις, ἐν τῇ ταύτης εὑρέσει, ὑμνῆσαι τὸ κράτος, Χριστὲ τῆς δυναστείας σου.

Μαρτυρικὰ

ηγνύμενος ὁ πλάνος τῶν ἀπλανῶν, πρὸς πόδας Ἀθλοφόρων Χριστοῦ, νεκρὸς καθορᾶται καὶ ἀνενέργητος, αὐτοὶ δὲ τοὶς ἀπλανέσι, συναρίθμιοι ὑπάρχουσιν, Ἀγγέλοις νύν, τῆς ἀρρήτου χαρὰς ἀποπληρούμενοι.

Οἱ Ἅγιοι τῶ κρύει τῶν χαλεπῶν, βασάνων καὶ τῶν θλίψεων, καὶ τῶν ἀλγηδόνων σφοδρῶς πηγνύμενοι, πρὸς θάλψιν μετῆλθον θείαν, οὐρανίου Βασιλείας ἀληθῶς, καὶ θερμοὶ προστάται, τῶν πιστῶν ἀεὶ δείκνυνται.

Σταυροθεοτοκίον

Σταυρούμενον ἐν ξύλῳ, καὶ τὴν πλευράν, τὴ λόγχη ὀρυττόμενον, τὸν ἐκ πλευρᾶς πάλαι δημιουργήσαντα, τὴν Εὔαν, ἁγνὴ Παρθένε, θεωροῦσα ἀνεβόας μητρικῶς. Πῶς θνησκεις Υἱέ μου, ἡ ζωὴ ἡ ἀθάνατος;

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τὴν σὴν εἰρήνην

τοῦ Ὑψίστου δύναμις ἐπισκιάσασα, τὴν σὴν γαστέρα ἁγνή, χωρίον ἔδειξε Θεοῦ τοῦ ἀχωρήτου, καὶ μητέρα σὲ ζωῆς, καὶ σωτηρίαν πάντων ἡμῶν.

Πηγὴν σὲ θείαν κτώμενον, τῆς σωτηρίας μου, μὴ καταιγὶς πονηρὰ καταποντίσαι με, μηδὲ καταπιέτω ἁμαρτίας μὲ βυθός, ὑπεραγία Δέσποινα.

Τῆς παρθενίας ἄρουρα, ἡ ἀγεώργητος γῆ, ἀνεδείχθης τῶ κόσμω Ἀειπάρθενε, ἐξ ἦς ἀρρήτω λόγῳ ἐγεννήθη γεωργός, ὁ πλαστουργὸς πάντων ἡμῶν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

βόησέ σοί, ἰδὼν ὁ πρέσβυς, τοὶς ὀφθαλμοὶς τὸ σωτήριον, ὁ λαοὶς ἐπέστη, ἐκ Θεοῦ, Χριστὲ σὺ Θεός μου.

Εκῶν ἐτύθης, ὥσπερ ἀρνίον, τὸν βρώσει ξύλου τεθνήξαντα, ἑκουσίως πάλαι, πρὸς ζωήν, Χριστὲ ἐπανάγων.

Σταυρῶ ὑψώθης, καὶ κατεπτώθη, δαιμόνων πλάνη, ὑψώθη δέ, τῶν πιστῶν τὰ πλήθη, ἀνυμνούντά σε ζωοδότα.

Μαρτυρικὰ

Τὴ πορφυρίδι, τὴ ἐξ αἱμάτων, πεποικιλμένοι οἱ Μάρτυρες, Βασιλεῖ τῶν ὅλων, νὺν παρίστανται στεφηφόροι.

άσεις πᾶσι, τοὶς ἀσθενοῦσιν, ἀναπηγάζει τὰ λείψανα, τῶν σεπτῶν Μαρτύρων, καὶ παθῶν ἑσμὸν κατακλύζει.

Θεοτοκίον

Νοεῖν οὐ σθένει, τὸ ὑπὲρ φύσιν, τοῦ τοκετοῦ σου Πανύμνητε, νοὺς ἀνθρώπων Κόρη, ὑπὲρ νοῦν δὲ σὺ ἀποτίκτεις.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Ἐβόησα ἐν στεναγμοῖς

Τὰ ἔργα μου καταδίκης μοὶ δίκη, γεγόνασι Δέσποτα, ἀλλὰ σὺ τῶ ξύλω τῶ τοῦ Σταυροῦ προσηλωθείς, δικαιώσεως προεξένησας πλοῦτον.

Καθαίρεται τὴ πρεσβεία σου πᾶσα, τῆς ἁμαρτίας ἡ ἀχλύς, τὸ γὰρ φῶς ἐκλάμψαν ἐκ σοῦ τὸ ἄχρονον Χριστός, διεσκέδασε τῶν πταισμάτων τὸν ζόφον.

Σοὶ τὴν ἐμὴν ἀνεθέμην ἐλπίδα, καὶ ἀναμένω Ἀγαθή, τὴν ἐκ σοῦ πρὸς τὸν ἐκ σοῦ ἱλαστήριον χάριν, δι' ἦς μὲ οἴκτειρον, Παναγία Παρθένε.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παίδας θεολογήσαντας, καὶ Παρθένω ἀκηράτω ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κέδρω ἀνυψώθης, πεύκη τε, καὶ κυπαρίσσω Δέσποτα, τῆς Τριάδος εἷς ὑπάρχων, καὶ ἀνύψωσας, τοὺς εἰς βάθη μυρίων, ἡδονῶν συμπτωθέντας. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Αἵματι τιμίω Κύριε, τὴν κτίσιν ἀνεκάθηρας, ἐξ αἱμάτων φερομένων αἰσχροῖς δαίμοσι, καὶ ἔπαυσας θυσίας, ἐναγεῖς Θεοῦ Λόγε, τυθεὶς ὡς ἄκακος ἀμνός. Δόξα τῶ κράτει σου.

Μαρτυρικὸν

σταντο τυράννων ἐμπροσθεν, ὡς στῦλοι ἀπερίτρεπτοι, περιτρέποντες τὴν πλάνην καὶ στηρίζοντες, τῶν πιστῶν τὰς καρδίας, οἱ ἀθληταὶ μελωδοῦντες. Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Σταυροθεοτοκίον

Κύησιν Ἁγνὴ ἀσύγκριτον, καὶ τόκον ἀνερμήνευτον, μόνη ἔσχες τὸν Δεσπότην σωματώσασα, τὸν σαρκὶ σταυρωθέντα, ὃν ὑμνοῦντες βοῶμεν. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ

κ σοῦ Παρθενομῆτορ, ὁ ὑπέρφωτος Ἥλιος, ἀνατείλας, καὶ φωτίσας τὰς καρδίας ἡμῶν, ἀναμέλπειν διδάσκει. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Φαιδρύνεται ἡ κτίσις, τὴ ἀσπόρω συλλήψει σου, καὶ μεγαλύνει σου τὸν τόκον, καὶ δοξάζει αὐτόν, εὐσεβῶς μελωδοῦσα. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

κτίστης τῶν ἁπάντων, καὶ ὑπέρθεος Κύριος, προσλαβῶν τὸ καθ' ἡμᾶς ἐκ σοῦ Πανύμνητε, καὶ Θεώσας πρὸς ὕψος, συνεδριάζει τῶ Πατρί, καὶ θείω Πνεύματι.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

στέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προεστῶτες Νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς ἀπειθὴς καὶ ἀγνώμων, γνώμη εὐπειθεῖ σὲ βουληθέντα, σταυρωθῆναι καταδικάζει τεθνάναι, ὅπως τοὺς θελήματι, νεκρωθέντας Λόγε ζωώσης, ὑμνούντάς σε, καὶ δοξολογοῦντας εἰς πάντας τοὺς αἰῶνας.

κτεῖνας Σταυρῶ τὰς παλάμας, ξύλω ἀκρατῶς τὰς ἐκταθείσας, πρὸς τὸ ξύλον τῆς βρώσεως, τοῦ πρωτοπλάστου ἰώμενος Δέσποτα, καὶ ὁρῶν σε, φόβω ἀκτῖνας συνέστειλεν ἥλιος, καὶ πᾶσα ἡ κτίσις ἐσαλεύθη.

Μαρτυρικὰ

μβροις ἱερῶν παλαισμάτων, ῥεῖθρα ἀσεβείας, προχοάς τε ἀθεϊας, ἐξήραναν οἱ Ἀθλοφόροι, καὶ πηγὴν ἀνέβλυσαν ἰαμάτων, ῥύπον παθημάτων πλύνουσαν, καὶ πιστῶν καρδίας, ἀρδεύουσαν πλουσίως.

Σύμμορφοι σεπτῶν παθημάτων, θείων πληρωταὶ παραγγελμάτων, Ἀθλοφόροι, τῶν ἀσωμάτων συμπολῖται, πολιτογραφεῖσθαι νύν, ἐν τῇ ἄνω πόλει, Θεὸν δυσωπήσατε, τούς ὑμᾶς τιμῶντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον 

Στάμνον σε, χρυσῆν καὶ λυχνίαν, τράπεζαν καὶ ῥάβδον, θεῖον ὄρος καὶ νεφέλην, παλάτιον τοῦ Βασιλέως, καὶ θρόνον πυρίμορφον Θεοτόκε, πάντες πιστοὶ ὀνομάζομεν, τὴν καὶ μετὰ τόκον, Παρθένον φυλαχθεῖσαν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τὸν ἐν φλογὶ τοὶς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκὴ διαδικασία, καὶ ὀφθέντα Κύριον, Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν τῷ Σταυρῶ τὴν ἡμῶν σωτηρίαν, κατεργασάμενος ὁ Υἱός σου Παρθένε, κραυγάζειν προτρέπεται, Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταπιεῖν ὁ ἐχθρὸς μὲ πειρᾶται, ταὶς ἁμαρτίαις, ἀλλὰ σὺ Θεοτόκε, ἐξελοῦ καὶ ῥύσαί με, τῆς αὐτοῦ τυραννίδος, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Δεινὴ μὲ νὺξ συγκαλύπτει πταισμάτων, Παρθένε ἄχραντε, οὐ γὰρ ἔχω λαμπάδα, τὴν ψυχήν μου φωτίζουσαν, εὐποιϊας ἐλαίω, διὸ καὶ τῆς ἄνω ἀπερρίφην παστάδος.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

ν νόμῳ, σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον μητρί, ἀπειράνδρω, μεγαλύνομεν.

κρίω παγείς, ὁ πήξας Ἰησοῦ, ἐπ' οὐδενὸς πᾶσαν γήν, ἰλὺϊ μὲ παγέντα, ἁμαρτίας γνώμη πονηρά, ὡς ἀγαθὸς καὶ οἰκτίρμων, Χριστὲ ἀνείλκυσας, καὶ δι' ἀτίμου θανάτου, πολυέλεε ἐτίμησας.

ράθης Θεὸς ἀόρατος φύσει, σαρκὶ ὑψούμενος, ἐχθρῶν τῶν ἀοράτων, ὅπως ῥύση κόσμον ὁρατόν, καὶ οὐρανίους τοὺς κάτω, ἀποτελέσης Χριστέ. Δοξολογοῦμεν τὸ κράτος,

τῆς μεγίστης ἐξουσίας σου.

Μαρτυρικὰ

Στρατὸς ἱερῶν Ἁγίων, ἁγία παρεμβολὴ ἐκλεκτή, παράδεισος ἐν μέσῳ ζωῆς, ξύλον ἔχων τὸν Χριστόν, Θεοτερπὴς Ἐκκλησία, σύλλογος τίμιος, πανευκλεείς, Ἀθλοφόροι, τοῦ Σωτῆρος ἀνεδείχθητε.

μῶν τῶν ἐν γῆ ὑμῶν μεμνημένων, μέμνησθε Ἅγιοι, τῶ θρόνω τοῦ Δεσπότου, παρεστῶτες νὺν περιφανῶς, καὶ ταὶς ἐκεῖθεν πλουσίαις, μαρμαρυγαίς, ἱερῶς καταλαμπόμενοι, ὅπως, ὀφλημάτων λύσιν εὔρωμεν.

Σταυροθεοτοκίον

Φωστῆρες τὴν σὴν ὁρῶντες, Υἱέ μου σταύρωσιν ἔδυσαν, καὶ πῶς Ἑβραίων δῆμος, οὐ κατέδυσεν ὁ ἀπειθής, παραδοὺς σὲ θανάτω, τὸν Ἀρχηγὸν τῆς ζωῆς; ἡ Θεοτόκος ἐβόα, ἣν ἀπαύστως μεγαλύνομεν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Σὲ τὴν ἀκατάφλεκτον Βᾶτον, καὶ ἁγίαν Παρθένον, τὴν Μητέρα τοῦ Φωτός, καὶ Θεοτόκον, τὴν ἐλπίδα πάντων ἡμῶν μεγαλύνομεν.

Χείρας ἑκουσίως ἁπλώσας, ἐν τῷ θείω Σταυρῶ σου, τὴν ἐκταθεῖσαν ἐν Ἐδὲμ τὴ παραβάσει, ἐν ξύλῳ χείρα ἰάσω τοῦ Προπάτορος.

λην ταὶς δειναὶς ἁμαρτίαις, τὴν ψυχήν μου τρωθεῖσαν, καὶ ἀνίατον ἄλγος νενοσηκυίαν, τὴ μοτώσει τῆς πρεσβείας σου, ταύτην ἴασαι.

Χαῖρε ὁ τῆς δόξης Κυρίου, θεῖος ἔμψυχος οἶκος, Χαῖρε ὅπλον νοητόν, τῆς μετανοίας. Χαῖρε πύλη, δι'  Ἧς ἁμαρτωλοὶ σωζόμεθα.

Ἀπόστιχα τῶν Αἴνων  Σταυρώσιμα

Σταυροφανῶς Μωϋσῆς ἓν τῶ ὄρει, χείρας ἐκτεῖνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῶ τῶ τιμίω, ἐνηγκαλίσω μὲ σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοὶ σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου, διὰ τοῦτο Λόγε, προσκυνῶ, τὸν Σταυρόν σου τὸν τίμιον.

Φθόνω τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὸν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβῶν δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι καὶ σώζεις με, εἰς δόξαν εἰσάγεις με. Λυτρωτὰ μου δόξα σοί.

Μαρτυρικὸν

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου

Δακρύων προχοὰς κενοῦσα ἡ Πανάμωμος, ἐστέναζεν, ἐθρήνει, βοῶσα ἐκ βαθέων ψυχῆς. Φῶς γλυκύτατον, πῶς ἔδυς Ἰησοῦ μου; ὁ κτίσας λόγῳ πάντα, πῶς νεκρὸς ἄφωνος ἐν Σταυρῷ νὺν ὁρᾶσαι;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.  

Καθορῶν σὲ ἐν σταυρῷ, ἥλιος Κύριε, ἐσκότασε τὸ φῶς, πέτραι ἐσχίσθησαν Δέσποτα, γῆ ἐσαλεύθη πᾶσα, τὸ καταπέτασμα δὲ τοῦ ναοῦ, διερράγη μέσον, ἀδίκως πάσχοντα, βλέψαντά σε Σωτήρ, τὸν ἀκατανόητον.

πὲρ πάντων Ἰησοῦ, ἤχθης εἰς θάνατον, τῶν ζώντων ἡ ζωή, ὅπως τοὶς θείοις σου πάθεσι, τοὺς τὴ τοῦ ξύλου βρώσει, θανατωθέντας σώσης ὡς Θεός, καὶ Παραδείσου δείξης οἰκήτορας, ὅθεν πίστει τὰ σά, Πάθη μεγαλύνομεν.

Μαρτυρικὸν

Τοῦ παθόντος δι' ἡμᾶς, καὶ τὰ ὀνείδη ἀφελόντος τῶν βροτῶν, πάθη μιμούμενοι Μάρτυρες, διὰ πολλῶν βασάνων, κατεπαλαίσατε τὸν δυσμενῆ, καὶ τῆς ἄνω δόξης ἐτύχετε, ὅθεν θεοπρεπῶς, Ἅγιοι δοξάζεσθε.

Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὑμνήσωμεν πιστοί, ἐν ἀσυγχύτῳ θεότητι, μίαν ἀρχὴν καὶ δόξαν, θεοπρεπῶς προσκυνοῦντες καὶ σεπτῶς, ὀρθοδόξω πίστει καὶ κράζοντες. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Καὶ νύν... Θεοτοκίον

Πάθη φέροντα σαρκί, ἐθελουσίως καθορῶσα ἐν Σταυρῷ, τὸν σὸν Υἱὸν Παναμώμητε, διεδονήθης ὅλη, καὶ θρηνωδοῦσα ἔκραζες Ἁγνή. Οἴμοι τέκνον ἐμόν! πῶς τέθνηκας, τοὺς θανόντας Σωτήρ, ζωῶσαι βουλόμενος;