The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ B΄

Στιχηρὰ προσόμοια Σταυρώσιμα Δεσποτικὰ

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Σῶτερ τῶ Σταυρῶ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμω διεσχίζοντο, ὁρᾶν μὴ σθένουσαι, κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

λος καταβέβληται εἰς γήν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου Φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σώζεται, ὁ πρὶν κατάκριτος, ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας σου ἀξίωσον.

τε σὲ ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλω ἀνήρτησε, τότε κτίσις ἅπασα, φόβω ἐτρόμαξε, τὰ τοῦ ἄδου βασίλεια, καὶ κράτος θανάτου, πάντα ἐξηφάνισται, θεία δυνάμει σου, τότε καὶ Ἀδὰμ ὁ προπάτωρ, χαίρων ἀνεβόα σοί. Δόξα, τὴ συγκαταβάσει σου, Φιλάνθρωπε.

Ἔτερα τῆς Θεοτόκου, ὅμοια

Νεῦσον ταὶς δεήσεσιν Ἁγνή, τῶν σῶν οἰκετῶν, καὶ παράσχου, πηγὰς δακρύων ἡμῖν, ἵνα ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν, τὰς κηλῖδας Πανάμωμε, καὶ σβέσωμεν φλόγα, τοῦ διαιωνίζοντος, καὶ πικροτάτου πυρός, σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας, Σὲ τὴν τοῦ Δεσπότου Μητέρα, ἐπικαλουμένων τὰς δεήσεις πληροῖς.

Ζάλη ἐναντίον λογισμῶν, καὶ ταὶς τρικυμίαις τοῦ βίου, κλυδωνιζόμενος, πνεύμασιν ἀτάκτοις τε περιφερόμενος, τοῦ δεινοῦ κοσμοκράτορος, βοῶ σοὶ Παρθένε. Σπεῦσον ἐξελέσθαι με, τῶν κατεχόντων δεινῶν, ὅπως εὐχαρίστω καρδία, σοῦ τὰ μεγαλεῖα κηρύττω, πᾶσι τοὶς πιστοὶς θεοχαρίτωτε.

δε τὴν ἀσθένειαν ἐμήν, καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου, ταλαιπωρίαν Ἁγνή, καὶ τὴν τῆς καρδίας μου, κάκωσιν Δέσποινα, καὶ βουλὰς διασκέδασον, ἐχθρῶν ἀοράτων, τῶν ἐπεμβαινόντων μοί, καὶ πολεμούντων δεινῶς, σὺ γὰρ τὸν Θεὸν τετοκυία, τοὶς ἐν τοῖς κινδύνοις τελοῦσι, δύνασαι παρέχειν ἀπολύτρωσιν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

τῆς ἀγαθότητος τῆς σῆς! ὧ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὧ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὁλοφυρομένη, πῶς ὁ ὧν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Ἀπόστιχα Σταυρώσιμα

Σώσόν με Χριστὲ Σωτήρ, τὴ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσση, καὶ ἐλέησόν με ὁ Θεός.

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοὶς πιστεύουσιν εἰς σε, καὶ δι' αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τὴ ἁμαρτία, διὸ βοώμέν σοί. Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοί.

Μαρτυρικὸν

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυϊας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος β'

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Εὐσπλαγχνίας

Καθορῶσα νεκρούμενον Χριστόν, θρηνωδοῦσα ἐβόα ἡ ἀμνὰς καὶ Παρθένος. Ὦ μιαιφονίας τόλμημα! Κρύψον σου τὸ φέγγος νὺν ὁ ἥλιος, ὁ κτίσας γὰρ ἅπαντα, νεκροῦται βουλήματι, καὶ ὁρᾶται ὡς κριτός, ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τὴν ἄχραντον Εἰκόνα σου, Προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

περδεδοξασμένη ὑπάρχεις, θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ς ὁ ληστὴς ὁμολογῶ, καὶ βοῶ σοὶ τῶ ἀγαθῶ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλεία σου, καὶ σὺν αὐτῷ μὲ συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταὶς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Παρεστώσα τῶ Σταυρῶ σου, ἡ ἀσπόρως τεκούσά σε, Χριστέ, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῶ, καὶ ἀνεβόα σοί. Πῶς πάσχεις ὁ τὴ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.

Σταυροῦ παγέντος, δαιμόνων πίπτει πλάνη, Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς

τριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. Τῶ Κυρίω ἄσωμεν, ὅτι δεδόξασται.

Σταύρωσιν κατεδέξω, καὶ ἤλοις προσεπάγης ἀτίμως Λόγε, πάντας τιμῆσαι θέλων τοὺς βροτούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.

Τεῖνας Σταυρῶ παλάμας, ὁ τεῖνας πόλον Σῶτερ, καθάπερ δέρριν, ἐνηγκαλίσω ἔθνη καὶ λαούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.

Μαρτυρικὰ

ραντες ἐπὶ ὤμων, Σταυρὸν οἱ ἀθλοφόροι, τῶ σταυρωθέντι, ἀκολουθῆσαι εἴλοντο Χριστῷ, τούτου συμμορφούμενοι, τοὶς θείοις πάθεσιν.

μνησαν τῶν Ἀγγέλων, δυνάμεις κατιδοῦσαι ὑμῶν τοὺς ἄθλους, ἐθρήνησε δαιμόνων δὲ πληθύς, νικηφόροι Μάρτυρες, θοειδέστατοι.

Σταυροθεοτοκίον

ῆσις σεπτοῦ Προφήτου, πεπλήρωται, ῥομφαία γὰρ τὴν καρδίαν τὴν σὴν διῆλθεν, ὅτε ἐν Σταυρῷ λογχευθέντα Δέσποινα, τὸν σὸν Υἱὸν ἔβλεψας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.

Τοὺς προστρέχοντας εἰς σὲ σῶζε, Παρθένε.

Ὁ Εἱρμὸς

Δεῦτε λαοὶ ἄσωμεν

Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, ὁμολογοῦντα Ἄχραντε, ψυχὴ καὶ στόματι, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, νὺν μὲ διάσωσον.

λην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν, διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τὴ σκέπη σου τὴ θεία διασωζόμεθα.

πὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ χαλεπῶν πειρασμῶν.

Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

ν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμα μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

βότρυς ἐπὶ ξύλου τῆς ἀφθαρσίας, κρεμάμενος, ἀπέσταξε θεῖον γλεῦκος, καρδίας κατευφραῖνον τὰς τῶν ἀνθρώπων, κακίας παῦον δέ, τὴν μέθην πάντοτε, Ἰησοῦς ἡ λύτρωσις τῶν ψυχῶν ἡμῶν.

ψώθης ἐπὶ ξύλου ἐθελουσίως, καὶ πᾶσαν διαβόλου κακοπραγίαν, κατέρραξας, πεσόντας δὲ τοὺς ἀνθρώπους, εἰς τὴν ἀπώλειαν, γνώμης στρεβλότητι, Ἰησοῦ ἀνύψωσας, πολυέλεε.

Μαρτυρικὰ

Πυρὶ τοῦ θείου πόθου προσαναφθέντες, τὸ πὺρ οὐκ ἐδειλίασαν οἱ γενναῖοι, οὐκ ἔπτηξαν τὸν θάνατον ἀθανάτους, ἀποσκοπούμενοι δωρεὰς λήψεσθαι, καὶ χαρὰν μὴ λήγουσαν, καὶ φῶς ἄδυτον.

Αἱμάτων ἐξ οἰκείων οἱ Ἀθλοφόροι, ὑπέρλαμπρον ἐπέχρωσαν πορφυρίδα, καὶ ταύτην στολισάμενοι δεξιά τε, ὡς σκῆπτρον φέροντες, χειρὶ τὸν τῶ Κυρίω πάντοτε θεῖον Σταυρόν, συμβασιλεύουσιν.

Σταυροθεοτοκίον

Γεραίρουσί σε τάξεις τῶν Ἀσωμάτων, τὸν πάντων γὰρ Δεσπότην σωματοφόρον, ἐκύησας τὸν λύσαντα διὰ ξύλου, δεσμίους ἅπαντας, Κόρη Θεόνυμφε, καὶ πιστοὺς συνδήσαντα τὴ στοργὴ αὐτοῦ.  

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλω νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων Σε.

Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐϊλατον σοὶς ἱκέταις, τοὶς προστρέχουσι τὴ σκέπη σου, καὶ πιστῶς προσκυνούσί σου τὴν κύησιν.

ημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασώζουσα.

λην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν μὲ Θεονύμφευτε.

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεομῆτορ, ἐξ ἀγνοίας καὶ πωρώσεως, λυτρωθῆναι ἡμᾶς νὺν καθικέτευε.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί. Δόξα τὴ δυνάμει σου Κύριε.

κρέμασο ἐπὶ ξύλου, κρεμάσας ἐν ὕδασι, τὴν γὴν Παντοδύναμε, λόγχη πλευρὰν ὀρυττόμενος, αἴμά τε σὺν ὕδατι, ἐναποστάξας εἰς πάντων ἀπολύτρωσιν.

Νυγείσης σου τῆς πλευρᾶς, ἰατρεύθη τὸ ἄλγος μου, χειρὶ ῥαπισθέντος σου, ἐλευθερίας ἐπέτυχον, χολῆς γευσαμένου δέ, τῆς ἐνηδόνου ἐρρύσθην Χριστὲ βρώσεως.

Μαρτυρικὰ

Τοὶς τραύμασι τραυματίσαντες, ὄφιν τὸν δόλιον, ἰάσθαι τραύματα, τῶν καρδιῶν ἡμῶν πάντοτε, χάριν ἀναβλύζοντες, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος θεῖοι Μάρτυρες.

λόσωμον τῶ ἐχθρῶ, τὴν πληγὴν προσηνέγκατε, πληγαὶς αἱματούμενοι, ἐπὶ τροχοῦ τε τεινόμενοι, καὶ τυμπανιζόμενοι, θεοειδεῖς Ἀθλόφοροι πανσεβάσμιοι.

Σταυροθεοτοκίον

Σεσάρκωται, ἐξ ἀγνῶν σου αἱμάτων ὁ Ὕψιστος, ὃν βλέπουσα Πάναγνε, ξύλω ἀδίκως ὑψούμενον, ἔστενες δακρύουσα, καὶ τὴν αὐτοῦ εὐσπλαγχνίαν ἐμεγάλυνες.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύση τοὺς κραυγάζοντας, Δόξα τὴ δυνάμει σου Κύριε.

Τῶν τραυμάτων μου Δέσποινα τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα,

ιπιζόμενον πάθεσι καὶ λογισμοίς, βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.

κ περιστάσεως ῥύσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταὶς σαὶς ἱκεσίαις μόνη Πανύμνητε.

Χειμαζόμενον κλύδωνι βιωτικῶ, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα καθοδηγούσά με.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

ἄνθραξ τῶ Ἡσαϊα, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοὶς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Δι' οἶκτον προσομιλήσας τῶ Σταυρῶ, Δέσποτα ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν ἀνέσπασας, καὶ ἐτίμησας συνεδρία τὴ πατρική, ἀτιμασθεὶς θελήματι.

κάνθαις στεφανωθεὶς ὁ στεφανῶν, ἄνθεσι πᾶσα τὴν γήν, τὴν τῶν παθῶν μου ἄκανθαν, ἀποτέμνεις ῥιζόθεν Λόγε, καὶ ἐμφυτεύεις μοὶ τὴν σὴν ἐπίγνωσιν.

Μαρτυρικὰ

σχὺϊ τοῦ τὴν ἀσθένειαν ἡμῶν Ἅγιοι, ἐθελοντὶ περιθεμένου Μάρτυρες, δυναμούμενοι, τῶν δαιμόνων, τὴν δυναστείαν παντελῶς ὠλέσατε.

Μεγάλως ἀγωνισάμενοι ἐν γῆ Ἅγιοι, ἐν οὐρανοῖς μεγίστην δόξαν εὔρατε, καὶ μεγίστων ἡμᾶς κινδύνων, ἀπολυτροῦσθε τοὺς ὑμᾶς γεραίροντας.

Σταυροθεοτοκίον

νώτοις Χερουβικοὶς ἐν οὐρανοῖς, θεοπρεπῶς ὡς ἀληθῶς ὀχούμενος, ταὶς ἀγκάλαις σου ἐποχεῖται, καὶ σταυρωθεὶς πάντας φθορὰς διέσωσε.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς, ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.

πλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν πάσης ἐπηρείας, λυτρούμεθα σαφῶς, οἱ σὲ Θεοτόκον ἀεὶ ἐπιστάμενοι.

Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβεὶμ τέτοκας, τὸν τοῦ Θεοῦ ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενή, ὃν ὑπὲρ τῶν δούλων τῶν σῶν ἐκδυσώπησον.

Τὸν τοῦ παντὸς ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν ταὶς σαὶς ἱκεσίαις, εὐϊλατον δίδου, τοὶς νὺν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.

πὸ στενώσεως, καὶ κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνη τὴ τεκούση, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σώσόν με.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

χου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα ψυχῆς, ἐπακούσας, τῶν δεινῶν μὲ λύτρωσαι, μόνος γὰρ εἶ, τῆς ἡμῶν σωτηρίας αἴτιος.

Νῶτον παρέχων εἰς μάστιγας, καὶ σιαγόνας σου εἰς ῥαπισμόν, πρόσωπον δὲ Σῶτερ, εἰς ἐμπτύσματα, ἔσωσάς με τὸν πολλά, ἀφρόνως σοὶ πταίσαντα.

σπερ ἀρνίον τοῦ θύεσθαι, ἦλθες Χριστέ μου, λύκου νοητοῦ, ἰοβόλω δήγματι, τοὺς θνήξαντας ἐπανάγων πρὸς ζωήν. Δόξα τὴ σταυρώσει σου.

Μαρτυρικὰ 

Νόμους τῇ ῥοῦντες οἱ Μάρτυρες, τοὺς τοῦ Δεσπότου, ἄνομον βουλήν, παρανόμων παντελῶς ἐξέκλιναν, καὶ θανόντες, τῆς ζωῆς τῆς μελλούσης ἔτυχον.

Παραταξάμενοι Ἅγιοι, πρὸς ἐναντίας χαίροντες ἀρχάς, θείοις ὅπλοις, ταύτας ἐτροπώσασθε, καὶ στεφάνους ἐκ Θεοῦ, νίκης ἐκομίσασθε.

Σταυροθεοτοκίον

να Θεώσῃ τὸν ἄνθρωπον, ἐκ σοῦ Παρθένε τίκτεται Θεός, καὶ σταυροῦται, καὶ θανάτου γεύεται, ἀποκτείνων τὸν ἐμέ, τὸ πρὶν ἀποκτείναντα.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὴν θάλασσαν, ἐπικαλοῦμαι Δέσποινα, κυβερνήτιν ψυχῆς μου γενέσθαι σε.

νεδύθην στολὴν κακουχούμενος, Μήτηρ Ἀειπάρθενε, τῆς ἀφροσύνης μου, ἀλλ' ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοί.

ερὰς πολιτείας ἐκπέπτωκα, ἀθυμῶν ὁ δείλαιος, ἀλλ' ἐπανάγαγε, εὐλογημένη Δέσποινα, προσταγαὶς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.

Συμπαθείας μὲ θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῶ ἰδίω αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος, καὶ ὑπερένδοξος.

Πτωθέντα μὲ ἥγειρας τὴ παραβάσει, Σταυρῶ ἀνυψούμενος, ἡ πάντων ἐξανάστασις, καὶ πτώσας τὸν πτώσαντα, Λόγε πολέμιον, ὅλον ἀνενέργητον, νεκρὸν ὑποδεικνύεις. Δόξα τῶ κράτει σου.

Τοὶς ἤλοις ἐξήλωσας τὴν ἁμαρτίαν, Χριστὲ τοῦ προπάτορος, καλάμω δὲ τυπτόμενος, ὑπέγραψας ἅπασιν ἐλευθερίαν βροτοίς. Δόξα τοὶς παθήμασι τοὶς σοίς, δι' ὧν μυρίων παθῶν ἐρρύσθημεν.

Μαρτυρικὰ

τέμνοντο σώματα τῶν μιαιφόνων, χερσὶν οἱ καλλίνικοι, Χριστοῦ Μεγαλομάρτυρες, καὶ ἔμενον Πνεύματι Θεοῦ, ἀχώριστοι, τέμνοντες τὸν δόλιον ἐχθρόν, ἀνδρείας ξίφει, καὶ κατασφάττοντες.

σχὺν ἀπροσμάχητον τὸν σταυρωθέντα, Χριστὸν ἐπαγόμενος, στρατὸς ὁ ἀκατάπληκτος, ὀλέθριον στράτευμα κατεξωλόθρευσεν, ἔπαθλον ληψόμενος, ζωὴν τὴν μακαρίαν τε καὶ ἀνώλεθρον.

Θεοτοκίον

Παλάτιον ἔμψυχον τοῦ Βασιλέως, καὶ θρόνος πυρίμορφος, Παρθένε ἀναδέδειξαι, ἐν ὧ καθεζόμενος πάντας ἐξήγειρε, τοῦ προτέρου πτώματος βροτούς, καὶ συνεδρία Πατρὸς ἐτίμησε.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρὰ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Σταυρῶ προσπαγείς, ὁ ἐκ σοῦ, σωματωθεῖς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον, ὃν νὺν Παρθένε δυσώπησον, πάσης πονηρίας ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

λπὶς ἀγαθή, προστασία φοβερὰ ὑπάρχεις Δέσποινα, καὶ νὺν δεόμεθά σου δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοὶς εἰς σὲ πεποιθόσι, καὶ τῶ Υἱῶ σου κραυγάζουσιν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σκοτία δεινή, τὴ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον, τὴ σὴ Παρθένε λαμπρότητι, λύσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιεσάμενος ἀπημαύρωσα, δι' ἀμελείας ὁ δείλαιος, νὺν δὲ σοὶ προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.

Ζωῆς ἐκπεσῶν, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται, διὰ τοῦ Τόκου σου, νὺν δὲ Πάναγνε, τὸν ἀρρωστία κρατούμενον, σῶσον ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοί. Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

 

Ὠδὴ η'  Ὁ Εἱρμὸς

νδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζώσαν, Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον. Ἡ οὐσιωθεῖσα ὑμνείτω, τὸν Κύριον πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.  

Λαὸς ὁ ἀπειθής, ἀδεῶς τε τὰ παράνομα πάντα πράττων, μέσον ἀνόμων Οἰκτίρμον, τὸν δικαιούντά σε παρανομοῦντας, ξύλω ἀνυψοῖ σταυρούμενον, ὃν πᾶσα κτίσις δοξάζει ὡς Κύριον, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.  

Αἱματώσας Χριστέ, τοὺς δακτύλους σου ἐν ξύλῳ προσηλωμένος, τὸ δαίμοσιν αἷμα προσαγόμενον τοῖς πάλαι, ἐπ' ἀπωλεία τῶν προσαγομένων ἔπαυσας, ὅθεν σὲ δοξάζει, ἡ σύμπασα κτίσις, Θεὲ τῶν ὅλων, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.

Μαρτυρικὰ

Ναμάτων ζωτικῶν, ὄντες ἔμπλεοι οἱ Μάρτυρες τοὺς χειμάρρους, τοὺς τῆς ἀπάτης ἀπεξήραναν, θείοις ῥείθροις τοὶς τῶν αἱμάτων, πίστει ἀκλινεῖ κραυγάζοντες. Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ἄπειρος πληθύς, τῶν αἱμάτων ὑμῶν ἅγιοι, ἀσεβείας τὸ πὺρ κατέσβεσε, καὶ Ἑλλήνων τὴν πολύθεον ἔλυσε πλάνην, πάντας δὲ πιστοὺς ἐφώτισε μελωδοῦντας. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

ἄμωμος ἀμνάς, Προφητῶν τε καὶ Μαρτύρων ἡ ὡραιότης, ὥσπερ ἀμνὸν σὲ ἀναρτώμενον ἐπὶ ξύλου θεασαμένη, ἔκλαιε πικρῶς καὶ ἔλεγεν. Ἡ οὐσιωθεῖσα ὑμνείτω τόν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοὶς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα, Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ξασθενεῖ μου νὺν ὁ νούς, εἰς τὰ βάθη ἐμπεσῶν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοίς, ἀλλὰ σὺ μὲ Παρθένε θεράπευσον, τῶ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σὲ πάντες, διασωζόμεθα νύν, ὑμνοῦντες τὸν τόκον, σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

θανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σὲ Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.

εῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοὶς πιστοὶς ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν ἀπαρυόμενοι, σοῦ ὑμνοῦμεν τὸν τόκον Πανάχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοὺς καὶ ὑπερκόσμιος, ὑμνεῖν σὲ Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

να τυπώσῃ πάλαι, Ἰσαὰκ σοῦ τὸ πάθος, δεσμεῖται Λόγε, λύεται δεθέντος δέ, προβάτου ἀντιτύπου, ἐν φυτῷ Σαβὲκ ἀφέσεως, καὶ ἀπελύθη, τῆς ἀκουσίως τότε, θυσίας ἀληθοῦς, σοῦ δὲ ἐθελουσίως τυθέντος, κακῶν ἐρρύσθημεν.

ραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, Χριστὲ ὑπάρχων, κάλλος οὐκ ἐκέκτησο, οὐδὲ εἶδος ἐν τῷ πάσχειν, ξύλω τοῦ Σταυροῦ κρεμάμενος, καὶ καλλωπίζων, τὴν ἀμορφίαν πᾶσαν τοῦ γένους τῶν βροτῶν. Δόξα τὴ εὐσπλαγχνία σου μόνε, εὔσπλαγχνε Κύριε.

Μαρτυρικὰ

Σιὼν τῆς ἄνω ὤφθητε, οἰκήτορες θεῖοι, καὶ τῶν Ἀγγέλων Μάρτυρες ἰσάγγελοι, ὡς ὄντες συμπολῖται, καὶ τὴν Ἐκκλησίαν Ἅγιοι τῶν πρωτοτόκων, περιφανῶς φαιδρύνετε, λάμποντες φωτὶ θείω, καὶ μαρτυρίου στεφάνω, καλλωπιζόμενοι.

γαπημένοι φίλοι, τοῦ ἡμᾶς παραδόξως πεφιληκότος, ῥύσασθε φιλίας μὲ δολίας, τῆς πρὸς σάρκα, ἅγιοι Κυρίου Μάρτυρες, ἁγιασμόν τε καὶ φωτισμόν, καὶ λύσιν πταισμάτων χαλεπῶν, πᾶσι τοὶς ἐκτελοῦσι τὴν μνήμην ὑμῶν αἰτήσασθε.

Σταυροθεοτοκίον

Φωστήρων κάλλος δρόμου, τοῦ συνήθους ἀπέστη, ὅτε σὲ εἶδεν Ἤλιε τῆς δικαιοσύνης, ἐπηρμένον ἐπὶ τοῦ Σταυροῦ θελήματι, ἡ δὲ Παρθένος, σὺν μαθητὴ παρθένω, ἠλάλαζε πικρῶς. Οἴμοι! ἀναβοῶσα, τὶ τοῦτο τὸ ξένον θέαμα;

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτω σοφία, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορὰ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ Ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν, προθύμως ἀνατίθημι ἐν σοί, σώσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀϊδίου, πλησθῆναι καθικέτευσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθω, σὲ ὕμνοις μεγαλύνοντα.

πιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταὶς ἀϋλοις ἀστραπαίς, αὔγασον, πύλη τοῦ θείου φωτός, καὶ τρυφῆς αἰωνίου, πλησθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθω, σὲ ὕμνοις μεγαλύνοντα.

Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τὴ εὐσπλαγχνία σου Δέσποινα, θεραπεύσασα λύσον, τῶν νὺν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σὲ ὕμνοις, ἀπαύστως μεγαλύνομεν.

ν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὄνπερ ἐγέννησεν, Υἱὸς τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ, ἔδειξεν ἡμῖν, τοὶς πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν σου γέννησιν.

Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ἠτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστὲ φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.

κουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσης, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοί.

Μαρτυρικὸν

πὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὧ Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνηθως βοῶμεν. Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν

τε ἐν Σταυρῷ σὲ ἡ Ἀμνάς, ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἤλοις, ὠλοφύρετο ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε. Πῶς θνήσκεις, Υἱέ μου, θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι, καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον, δόξα, τὴ οἰκονομία σου Φιλάνθρωπε.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ καὶ βοώμέν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία 

σου.

Σταυρωθεὶς Ἀναμάρτητε, ἐν Κρανίῳ συνέθλασας, κάραν τοῦ δολίου ἐχθροῦ, καὶ κόσμον διέσωσας.

ξερρίζωσας Δέσποτα, τῆς κακίας τὴν ἄκανθαν, στέφος ἑκὼν ἀκανθών, φορέσας Μακρόθυμε.

Μαρτυρικὸν

Συντριβόμενοι Μάρτυρες, τοῦ ἐχθροῦ συνετρίψατε, πᾶσαν τὴν πλάνην σαφῶς, καὶ στέφος ἐδέξασθε.

Δόξα...

αντισμῶ θείου αἵματος, οἱ πιστοὶ φωτιζόμενοι, μίαν ἐν Προσώποις τρισί, θεότητα σέβομεν.

Καὶ νύν... Σταυροθεοτοκίον

ς ἀρνίον κρεμάμενον, ἐπὶ ξύλου Πανάμωμε, βλέπουσα Χριστόν, ἐν κλαυθμῷ, αὐτὸν ἐμεγάλυνες.