The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Θ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

τε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος.

Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.

Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

Δόξα... Καὶ νν... Θεοτοκίον

Πάντων, προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Ἢ Σταυροθεοτοκίον

βρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ Παντὸς Ποιητήν, βλέπουσα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου τὸ πλάσμα Δέσποτα, φέρεις, ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

Ἀπολυτίκιον Ἦχος δ'

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος, Ἱερομάρτυς Παγκράτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών.

Ποίημα Θεοφάνους.

Ὠδὴ α' Ἦχος α'

Ὠδὴν ἐπινίκιον

πέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῷ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τοῦτό σου τιμᾷ, τὴν μνήμην σήμερον.

Μονάδα τρισάριθμον, ἑνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεΐας ἀχλύν, καὶ φωτοβόλοις διδαχαῖς, λαοὺς ἐφώτισας.

Νεώσας ἀρότρῳ σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῷ, γονίμους ἔδειξας σαφῶς, διὰ τῆς πίστεως.

Θεοτοκίον

κ σοῦ ἀνατέταλκεν, ὁ φωτοδότης, φωτίζων τὰ πέρατα, Ἰησοῦς ὁ Κύριος, ἄχραντε Δέσποινα, δι' οὗ οἱ ἐν σκότει καὶ σκιᾷ φῶς ἐθεάσαντο.

Ὠδὴ γ'

Στερεωθήτω ἡ καρδία μου

πὸ τοῦ Πνεύματος σθενούμενος, πονηρὰ ἐδίωξας πνεύματα, καὶ τῷ μοχλῷ τῶν προσευχῶν, τὰ τεμένη ἠδάφισας, τῶν εἰδώλων, Ἐκκλησίας ἀνιστῶν ἀξιάγαστε.

Τῷ τμητικῷ σου λογῳ ἔτεμες, δυσφημίας Ὅσιε ἄκανθαν, καὶ κατεφύτευσας ψυχαῖς, τὰ σωτήρια δόγματα, ἀρετῶν εὐθυνομέναις, τῇ αὐξήσει Παγκράτιε.

Σκεῦος εὑρὼν σε θείου Πνεύματος, καθαρὰς ἀκτῖνας δεχόμενον, ὁ κορυφαῖος μαθητής, πρὸς τὴν δύσιν ἀπέστειλεν, ἀθεΐας ἐκμειῶσαι, τὴν ἀχλὺν πανσεβάσμιε.

Θεοτοκίον

Σὲ τὴν νεφέλην τὴν ὁλόφωτον, καὶ Θεοῦ τὴν στάμνον τὴν πάγχρυσον, καὶ πλατυτέραν οὐρανοῦ, καὶ μετάρσιον κλίμακα, ἀπειρόγαμε Παρθένε, οἱ πιστοὶ μακαρίζομεν.

Ὁ Εἱρμὸς

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανὸν στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Εὐσεβείας πρόμαχος, τροπαιοφόρος, Ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νῦν τῷ Κυρίῳ, πρεσβεύων σωθῆναι ἡμᾶς.

Θεοτοκίον

ν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τοὺς δούλους σου.

Ἢ Σταυροθεοτοκίον

πὶ ξύλου βλέπουσα, προσηλωμένον, σὸν Υἱὸν καὶ Κύριον, καὶ θρηνῳδοῦσα μητρικῶς, ὀδυρομένη ἐκραύγαζες· Οἴμοι! πῶς πάσχεις, Υἱέ μου παμφίλτατε!

Ὠδη δ'

Ἐν πνεύματι προβλέπων

Πυρὶ τοῦ Παρακλήτου, πυρίπνοος δειχθείς, τὴν ἀπάτην ἔφλεξας, Παγκράτιε σοφέ, καὶ ἀναλάμψας ὡς λύχνος, τοὺς ἐν θαλάσσῃ, βυθιζομένους τῆς ἀγνοίας, πρὸς λιμένας θείου ἐμβιβάζεις θελήματος.

κ πέτρας ἀκροτόμου, ὁ Πέτρος ἀρδευθείς, καὶ πλησθεὶς ὡς ἄλλον σε, ἐκπέμπει ποταμόν, κεχερσωμένας ἀρδεύειν ψυχὰς θεόφρον, καὶ ἀσεβείας ποταμοὺς ἀποξηραίνειν, ῥεύμασι τοῦ θείου κηρύγματος.

βίος σου ταῖς θείαις ἀστράπτων καλλοναῖς, πάντων ἀπημαύρωσε, δαιμόνων τὰς ὁρμάς, καὶ διαλύσας τὸ σκότος τῆς ἀθεΐας, Υἱοὺς ἡμέρας ἐναπέδειξας, τοὺς πόθῳ σοῦ ταῖς διδαχαῖς εὐπειθήσαντας.

Θεοτοκίον

Σαρκούμενον τὸν Λόγον, οὐσίαις ἐν δυσί, Κόρη καὶ θελήμασιν, ἐκύησας ἁγνή, τὸν τὰς εἰσόδους γνωρίσαντα παραδόξως, τῆς σωτηρίας, τοῖς τῇ πλάνῃ δουλωθεῖσιν, ἄχραντε Παρθένε πανύμνητε.

Ὠδὴ ε'

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν

Θαυμάτων ἐπιδείξεσιν, ἐζώγρησας λαούς, λόγῳ δὲ ναοὺς κατηδάφισας, καὶ ἐδομήσω ἱερώτατε, Ἐκκλησιῶν τὰ κάλλη, εἰς καινισμὸν ἀνθρώπων.

Τοῖς αἵμασιν ἐφοίνιξας στολὴν τὴν ἱεράν, λύθρον δὲ δαιμόνων ἐξήρανας, καὶ νικηφόρος ἀνελήλυθας, πρὸς οὐρανὸν τῆς νίκης, ἀπολαβεῖν τὸ στέφος.

ρράγη πρὸ προσώπου σου, φραγμὸς εἰδωλικός, θύρα δὲ ἠνοίχθη τοῖς ἔθνεσι, καὶ διεδόθη χάρις ἔνθεος, ταῖς τῶν πιστῶν καρδίαις, ἱερομύστα Πάτερ.

Θεοτοκίον

ς ὄμβρος ἐν τῇ μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, Ἄχραντε καὶ ὄμβρους ἐξήρανε, πολυθεΐας καὶ ἐπήγασε, θεογνωσίας ὕδωρ, τοῖς ἐν φλογμῷ ἀπάτης.

Ὠδὴ ς'

Τὸν Προφήτην Ἰωνᾶν

Χαριτώσας σου τὸν νοῦν, καὶ λαμπρύνας δαψιλῶς, Ἰησοῦς ὁ φωτισμός, τῶν ἁπάντων καὶ Θεός, τῷ λόγῳ σου, τῆς ἀλογίας λαοὺς ἐρρύσατο.

αντισμῶν εἰδωλικῶν, καὶ αἱμάτων ἐναγῶν, ἐλυτρώσω τοὺς λαούς, καὶ τυθεὶς ὥσπερ ἀμνός, Παγκράτιε, θυσία ζῶσα Θεῷ προσήνεξαι.

ερουργήσας Θεοῦ, Εὐαγγέλιον σοφέ, τὰς ἐνθέους διδαχάς, σφραγισάμενος λαμπρῶς, τῷ αἵματι, ἱερομύστα, Μάρτυς Παγκράτιε.

Θεοτοκίον

Συμπνιγέντα προσβολαῖς, τῶν ἀκάρπων λογισμῶν, ἐπανάγαγε πρὸς φῶς, σωτηρίας καὶ ζωῆς, Πανάμωμε, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα.

Ὁ Εἱρμὸς

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου, ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· δόξα σοι.

Συναξάριον

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.

Στίχοι

Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,

θλήσεως ἤγειρεν οἶκον ἐκ λίθων.

Παγκράτιος δ' ἐνάτῃ δῶμ' ἔδρακε παγκρατέοντος.

Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Τοὺς ἐν καμίνῳ Παῖδας

ν αἵματι βεβάπτισται τῷ σῷ, Παγκράτιε, πρότερον ἐν ὕδατι λαοὺς βεβαπτικώς, καὶ πρὸς Χριστὸν μετῆλθες χαίρων, μεθ' οὗ αὐλιζόμενος, θέσει θεοῦσαι λαμπρῶς ἀειμακάριστε.

Τοὺς ἅλμῃ συγχωσθέντας τῶν δεινῶν, ἀγκίστρῳ σου τῶν λόγων ἀνηγάγου Ἱερέ, καὶ προσευχῶν ἱερωτάτῃ ἐπομβρίᾳ, θολερὸν ἐξήρανας, κακοπιστίας βυθὸν Ἱερομύστα Χριστοῦ.

πέτρα σε ἡ ὄντως ἀρραγής, θεμέλιον ἔθετο καὶ βάσιν ἀρραγῆ, τῆς Ἱερᾶς Ἱεροφάντορ Ἐκκλησίας, ἐν ᾗ ἐδαφίζεται, πᾶσα κακία σοφὲ τοῦ νηπιώδους ἐχθροῦ.

Θεοτοκίον

Καθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθεὶς πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν ἐξ ἀκρασίας κακῶν.

Ὠδὴ η'

Ὃν φρίττουσιν Ἄγγελοι

Πυρὶ λιπαινόμενος, ποικίλων πειρασμῶν, ἀνάλωτος ἔμεινας, στομούμενος τὸν νοῦν, λαμπραῖς θεωρίαις, καὶ ὡράθης Σοφέ, ξίφος διακόπτον, ὕλην πολυθεΐας.

Λαοὺς εἰς ἐπίγνωσιν, προσάγων τοῦ Χριστοῦ, σημεῖα καὶ τέρατα, ἐτέλεις ἐμφανῶς, προλέγων τὸ μέλλον, ὡς προφήτης Θεοῦ, ταῖς τοῦ Παρακλήτου, θεόφρον ἐπιπνοίαις.

Εἰκόνα τοῦ κτίσαντος, δεικνύων τοῖς λαοίς, ἑκὼν ἣν ἐφόρεσεν, ἑνούμενος ἡμῖν, σημείων δυνάμεις, δι' αὐτῆς ἐκτελεῖς, τῆς πολυθεΐας, τὸ μῖσος ἀναστέλλων.

Θεοτοκίον

ς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.

Ὁ Εἱρμὸς

ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Τὴν ζωοδόχον πηγὴν

Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς πεπτωκότας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα.

Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους Ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν.

ερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, Ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ, Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.

Θεοτοκίον

Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον γέννησιν, πειρασμῶν ῥυόμενος καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς ἱκέτας, ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.

Ὁ Εἱρμὸς

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὴν σκηνὴν τὴν ἔμψυχον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Ἐξαποστειλάριον

Φῶς ἀναλλοίωτον

Πέτρος ἡ πίστεως πέτρα, Παγκράτιε κραταιὰν σε, κρηπῖδα Μάρτυς καὶ βάσιν, καθίστησιν, Ἐκκλησίας, μεθ᾽οὗ καὶ σὺ τὴν σὴν ποίμνην, φύλαττε Πάτερ, ἐκ τῶν τῆς Ἄγαρ ἀβλαβῆ.

Θεοτοκίον

Πάντες πιστοὶ σε μεσῖτιν, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, νῦν προβαλλόμεθα μόνην, οἱ συσταυρούμενοι τούτῳ· διὸ μὴ παύσῃ πρεσβεύειν Θεογεννῆτορ, ὑπὲρ τῶν πίστει σε ἀνυμνούντων.

 

Καὶ ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.