The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

 Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.

  

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

 Ἦχος πλ. δ'

 Κύριε εἰ καὶ κριτηρίῳ

Κύριε, εἰ καὶ Ἰωάννῃ παρέστης, ἐν Ἰορδάνῃ ὡς ἄνθρωπος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ βαπτισθεὶς δι' ἡμᾶς, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

Κύριε, εἰ καὶ Ἰορδάνου τὰ ῥεῖθρα, περιεβάλου ὡς ἄνθρωπος, ἀλλ' ἐμαρτυρήθης ἐξ ὕψους, τῇ καταβάσει τοῦ Πνεύματος, καὶ ἡ φωνὴ τοῦ Πατρός, Υἱὸν σε ἐμαρτύρησεν· ἀλλ' ἐμφάνηθι καὶ παράσχου, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, σὺ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννηθεὶς ὁ ἀναλλοίωτος, ἦλθες ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ μορφὴν δούλου ἀνέλαβες, καὶ τὴν εἰκόνα τὴν σήν, ὡς Κτίστης ἀνεκαίνισας· βαπτισθεὶς γὰρ ἐδωρήσω, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου

 Ἦχος α'

 Τῶν οὐρανίων ταγμάτων

Δαυϊτικῶς ὡς ἐκ λάκκου, ταλαιπωρίας Χριστός, καὶ ἐκ πηλοῦ ἰλύος, τῶν εἰδώλων τῆς πλάνης, ἀνήγαγέ σε Μάρτυς· ἔστησε γάρ, ἐπὶ πέτραν τοὺς πόδας σου, τῆς ἑαυτοῦ ἐπιγνώσεως μυστικῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.

Οὔτε συζύγου ὁ πόθος, οὔτε τῶν τέκνων στοργή, οὐ κηδεστοῦ ἀξία, οὔτε περιουσία, κτημάτων ἢ χρημάτων, σοῦ τὸ στερρόν, τῆς ψυχῆς παρεσάλευσαν, ἀπὸ τῆς Πίστεως ὄντως τῆς εἰς Χριστόν, παμμακάριστε Πολύευκτε.

Καὶ πρὸ τῆς χάριτος Μάκαρ, τῆς σῆς ἀθλήσεως, δικαιοσύνης ἔργοις, ἀληθῶς ἐκοσμήθης· ὅθεν μετὰ ταῦτα, Μάρτυς πιστός, ἠξιώθης γενέσθαι Χριστοῦ, ἐν τῷ ἰδίῳ σου αἵματι βαπτισθείς, εἰς τὸν θάνατον αὐτοῦ εὐσεβῶς.

 Δόξα... Τοῦ Ἁγίου

 Ἦχος α' Βύζαντος

Τὰ τῶν Ἀγγέλων στρατεύματα, σήμερον χορεύουσιν, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος Πολυεύκτου, καὶ τῶν ἀνθρώπων τὸ γένος, πιστῶς πανηγυρίζει, καὶ χαρμονικὼς ἐκβοᾷ. Χαίροις Πανεύφημε, ὁ τοῦ πολυπλόκου Βελίαρ, τὰ ἔνέδρα τροπωσάμενος, καὶ τῆς νίκης τὸν στέφανον, παρὰ Χριστοῦ ἀναδησάμενος. Χαίροις Στρατιῶτα τοῦ μεγάλου Βασιλέως, καὶ Σωτῆρος ἡμῶν, ὁ τοὺς βωμοὺς τῶν εἰδώλων καταστρεψάμενος. Χαίροις Μαρτύρων ἐγκαλλώπισμα. Πρέσβευε λυτρωθῆναι ἀπὸ πάσης ἀνάγκης, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 Καὶ νῦν... Τῆς Ἑορτῆς

 Ἦχος β'

Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος, τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.

Ἀποστιχα Στιχηρὰ Προσόμοια

 Ἦχος πλ. β'

 Τριήμερος ἀνέστης Χριστὲ

πέστης ἐν τοῖς ὕδασιν, ὁ πᾶσιν ἀκατάληπτος, τῷ Προδρόμῳ, ὑποκλίνας κεφαλήν· καὶ κόσμον ἁγιάσας, δουλείας ἐλυτρώσω, τῷ βαπτισμῷ σου Ἀναμάρτητε.

Στίχ. θάλασσα εἶδε καὶ ἔφυγεν , ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Υἱὸν ἀγαπητὸν ὁ Πατήρ, ἐκ τῶν ὑψίστων ἄνωθεν, καὶ τὸ Πνεῦμα ἐμαρτύρει σε Χριστέ· δι' οὗ τὸ τῆς Τριάδος, μυστήριον ἐγνώσθη, ἐν Ἰορδάνῃ βαπτισθέντος σου.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

γίασας τὰ ῥεῖθρα Σωτήρ, τοῦ Ἰορδάνου ἅπαντα, καὶ τὴν φύσιν, τῶν ὑδάτων ὡς Θεός· διὸ σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σὴν Ἐπιφάνειαν.

 Δόξα... Καὶ νῦν... Ἦχος δ'

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι' ἡμᾶς καθ' ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων, πρὸς κάθαρσιν δεόμενος, ἀλλ' ἡμῖν ἐν ἑαυτῷ, οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 Ἀπολυτίκιον

 Ἦχος δ′ Ταχὺ προκατάλαβε

Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

 Ἀπολυτίκιον τῆς ἑορτῆς Ἦχος α'

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

 Κάθισμα Ἦχος δ'

 Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος· καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

 Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

 Κάθισμα Ἦχος πλ. δ'

 Ἀνέστης ἐκ νεκρῶν

πέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.

 Τὴν σὴν δίδου μοι Μάρτυς εὐκταίαν χάριν

 Θεοφάνους

  Ὠδὴ α' Ἦχος πλ. δ'

κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

Τῆς πολυεύκτου, τρυφῆς ἐμφορούμενος, καὶ μακαρίας αἴγλης, ἔνδοξε πληρούμενος, καὶ τῆς Ἀγγελικῆς χορείας ἀξιούμενος, τοὺς τὴν σὴν εὐφημοῦντας Ἑορτήν, Πολύευκτε περίσῳζε, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

φωτοφόρος, καὶ εὔσημος μνήμη σου, φωτὸς τοῦ θειοτάτου, πλήρης ἀνατέταλκε, φωτίζουσα λαμπρῶς, τοὺς πίστει ἀνυμνοῦντάς σε, γενναῖε στρατιῶτα τοῦ Χριστοῦ, Πολύευκτε πανόλβιε, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

Νενευρωμένος, ἰσχύϊ τοῦ Πνεύματος, καὶ θείαν δυναστείαν, Μάκαρ ἐνδυσάμενος, ἐχώρησας στερρῶς, πρὸς τὴν πάλην τοῦ ἀλάστορος, καὶ τοῦτον κατὰ κράτος καθελών, προθύμως ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

 Θεοτοκίον

Σεσαρκωμένον, τὸν πρότερον ἄσαρκον, Παρθένε Θεοτόκε, τέτοκας πανάχραντε, πανάμωμος σαφῶς, Παρθένος διαμείνασα, τὸν πλούτῳ εὐσπλαγχνίας δι' ἡμᾶς, πτωχεύσαντα καὶ σώσαντα τοὺς αὐτῷ κραυγάζοντας· ἐνδόξως γὰρ δεδόξασται.

 Ὠδὴ γ'

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

 μειψας τὸ φρόνημα, πρὸς τὴν εὐσέβειαν ἄνωθεν, ἀξιωθείς, θείας ὀπτασίας, τοῦ Σωτῆρος Πολύευκτε.

Νίκης ἐφιέμενος, πάντων κατέπτυσας Ἔνδοξε, τῶν ἐπὶ γῆς, καὶ τῆς οὐρανίου, κληρουχίας ἠξίωσαι.

Δόξης ὀρεγόμενος, τῆς ὑπὲρ ἔννοιαν ὥρμησας, καρτερικῶς, καὶ τὴν τῶν ειδώλων, ἀδοξίαν κατέβαλες.

 Θεοτοκίον

θυνόν μοι Δέσποινα, τὰ διαβήματα, ἵνα σοῦ, πρὸς τὸν Υἱόν, δι' ἐπαινουμένης, πολιτείας πορεύσωμαι.

 Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

 Κάθισμα τοῦ Ἁγίου

 Ἦχος πλ. α'

 Τὸν συνάναρχον Λόγον

ς καλὸς στρατιώτης Χριστοῦ τοῦ πάντων Θεοῦ, ἐν τῇ χάριτι τούτου ἐνδυναμούμενος, ὅλον μετέθηκας σαυτόν, ἐν τῇ ἀγάπῃ αὐτοῦ, διὰ Νεάρχου τοῦ πιστοῦ, συστρατιώτου σου σοφέ· διὸ νομίμως ἀθλήσας, ἀξίως ἐστεφανώθης, παρὰ Κυρίου Μάρτυς Πολύευκτε.

 Δόξα... Καὶ νῦν...

 Τῆς Ἑορτῆς ὅμοιον

ορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὐτῷ τὴν τοῦ Ἀδάμ, φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ, παρακοῇ Λόγε Θεοῦ· διὸ σε ἀνευφημοῦμεν, καὶ τὴν ἁγίαν σου πάντες, δοξολογοῦμεν Ἐπιφάνειαν.

 Ὠδὴ δ'

Σὺ μου ἰσχύς, Κύριε, σὺ μου καὶ δύναμις, σὺ Θεός μου, σὺ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω, τῇ δυνάμει σοι δόξα φιλάνθρωπε.

Δι᾽ εὐσεβοῦς, ὁμολογίας Πανάριστε, τῷ Δεσπότῃ, σαυτὸν προσενήνοχας, τὴν δι᾽ αὐτόν, Ἔνδοξε σφαγήν, πόθῳ δεδεγμένος· καὶ μώμου παντὸς ἐλεύθερος, γενόμενος ἐντεῦθεν, τῷ Σωτῆρι κραυγάζεις. Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

γλυκασμός, τῆς εὐσεβείας ἠδύνθη σοι· ἐπτερώθης, θείας ἀγαπήσεως, τῷ καθαρῷ καὶ εἰλικρινεῖ, πόθῳ τετρωμένος, καὶ ἔρωτι πυρπολούμενος, τῆς ἄνω Βασιλείας, μελῳδεῖς τῷ Δεσπότῃ· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

περφυεῖ, ὁμοφροσύνῃ συνδούμενος, τῷ Νεάρχῳ, τούτου τε τοῖς ῥήμασι, κατηχηθείς, πρὸς τὴν εὐσεβῆ, πίστιν τῆς Τριάδος, θέοφρον Μάρτυς Πολύευκτε, τῆς ὄντως πολυεύκτου, καὶ τῆς πεποθημένης, ἠξιώθης Μαρτύρων φαιδρότητος.

Μαρτυρικοῖς συνηριθμήθης στρατεύμασι· βασιλείαν, ἔλαβες ἀσάλευτον, νεοσφαγής, ταύτης ἐπιβάς, ἔτι τῶν αἱμάτων, σταζόντων· ἤχθης δὲ Πάνσοφε, χαρᾶς ἀδιαδόχου, καὶ φωτὸς ἀνεσπέρου, καὶ μεγάλης εὐκλείας τευξόμενος.

 Θεοτοκίον

μοιωθείς, τοῖς ἐπὶ γῆς ὁ οὐράνιος, οὐρανίους, τούτους ἀπειργάσατο, καὶ πεπονθώς, φύσει παθητῇ, θείας ἀπαθείας, τὴν μέθεξιν ἐδωρήσατο· τὴν τοῦτον οὖν τεκοῦσαν, ἀπειρόγαμον Κόρην, Θεοτόκον εἰδότες δοξάζομεν.

 Ὠδή ε'

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾽ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

 να τῆς ἀϊδίου, τύχῃς ἀπολαύσεως Μακαριώτατε, τὰ τερπνὰ τοῦ βίου, καὶ τῆς φύσεως τὴν οἰκειότητα, καὶ τρυφὴν καὶ δόξαν, καὶ τὴν ζωὴν αὐτὴν παρεῖδες, καὶ ἐλπίδος τῆς σῆς οὐ διήμαρτες.

Μεμυσταγωγημένος, τὰ τῆς θείας ὄψεως θεῖα μυστήρια, σταθερᾷ τῇ γνώμῃ, πρὸς τελείους ἀγῶνες ἐχώρησας· καὶ τροπαιοφόρος, ἀναδειχθεὶς τῶν ἀκηράτων, ἠξιώθης στεφάνων Πολύευκτε.

θεώτατον σέβας, φύσει μισοπόνηρον ἔχων τὸ φρόνημα, εὐσεβῶς ἀπώσω, καὶ Θεοὺς τοὺς ματαίους κατέστρεψας, εὐσεβείας ζήλῳ πυρποληθεὶς καὶ προθυμίας, θεοπνεύστου πλησθεὶς Παναοίδιμε.

 Θεοτοκίον

ήσεσι τῶν χειλέων, Πάναγνε ἑπόμενοι σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.

 Ὠδὴ ς'

βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίας συνωθεῖ ἀπογνώσεως· ἀλλ᾽ αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ ἀνάγαγε.

Τάξεως Ἀγγελικῆς, ἠξιώθης ἀξιάγαστε Μάρτυς, ἀγγελικὸν τὸν ζῆλον, προφανῶς ἐνδειξάμενος· σὺν αὐτοῖς οὖν ἐκτενῶς, Μάκαρ ἱκέτευε λυτρωθῆναι, ἐκ πειρασμῶν τοὺς ἀνυμνοῦντάς σε.

 πνωσας ἀγαπητοῖς, Ἀθλητὰ τὸν ὀφειλόμενον ὕπνον, ἀποτμηθεὶς τὴν κάραν, διὰ ξίφους πολύαθλε· καὶ τανῦν ἐν οὐρανοῖς, κλῆρον ἀκήρατον ἐκληρώσω, μετὰ Μαρτύρων αὐλιζόμενος.

Σύμμορφος καὶ κοινωνός, παθημάτων τοῦ Σωτῆρος ἐγένου, τοῦ δι' ἡμᾶς τῷ πάθει, τοῦ Σταυροῦ ὁμιλήσαντος· καὶ νῦν Μάκαρ σὺν αὐτῷ, ὡς ἐπηγγείλατο βασιλεύεις, εἰς τὸν αἰῶνα τὸν ἀπέραντον.

 Θεοτοκίον

χουσα τὸ συμπαθές, ὡς τεκοῦσα τὸν φιλάνθρωπον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνον οἱ πιστοί, πάναγνε Δέσποινα προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.

 Ὁ Εἱρμὸς

βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίας συνωθεῖ ἀπογνώσεως· ἀλλ᾽Αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε.

 Κοντάκιον τοῦ Ἁγίου

 Ἦχος δ'

 Ἐπεφάνης σήμερον

Δεσπότης κλίνας μὲν ἐν Ἰορδάνῃ, κεφαλὴν συνέτριψε, τάς τῶν δρακόντων κεφαλάς· τοῦ Ἀθλοφόρου ἡ κάρα δέ, ἀποτμηθεῖσα τὸν δόλιον ᾔσχυνεν.

 Ὁ Οἶκος

ν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.

 Συναξάριον

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.

Στίχοι

Πολύευκτος, οὗ πάθος τομὴ Λόγε,

Πολλῆς δι᾽ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν.

μφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ.

Στίχοι

Κἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος,

Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

πέδειξας Δεσπότα, τῷ σῷ οἰκέτῃ τὴν δυναστείαν σου· διὰ τοῦτο προθύμως, πρὸς τοὺς ἀγῶνας, ἦλθεν αὐτόκλητος, καὶ νικηφόρος γενόμενος ἔψαλλεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κλητὴ καὶ πανεύσημος, ἡ ἑορτή σου Μάρτυς ἀνέτειλε· τῆς γὰρ ἐπιφανείας τοῦ σοῦ Δεσπότου, φῶς ἐπιφέρεται, καὶ καταυγάζει τοὺς πίστει κραυγάζοντας.·Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν πλοῦτον τὸν ἄσυλον, τὸ διαμένον εὗρες ἀξίωμα, καὶ τὸ μὴ διαπίπτον, ἀλλ' εἰς αἰῶνας ἀϊδιούμενον, εἴληφας κλέος, κραυγάζων θεσπέσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 Θεοτοκίον

νάρχῳ Γεννήτορι, τὸν συννημένως ἀεὶ νοούμενον, συλλαβοῦσα Παρθένε, σεσαρκωμένον Υἱὸν γεγέννηκας, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 Ὠδὴ η'

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ερουργεῖται σήμερον, ἡ πολύευκτος, μνήμη σου, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Πολύευκτε· Χριστῷ γὰρ εὐάρεστος, δεκτὴ θυσία γέγονας, τῷ σφαγιασθέντι, διὰ σὲ καὶ τυθέντι· ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

θλητικὴν τὴν ἔνστασιν, Ἀθλητὰ μέχρις αἵματος, ἐπιδεδειγμένος, ἐπὶ γῆς Πολύευκτε, παστάδα πολύφωτον, ἐν οὐρανοῖς ἐσκήνωσας, τῇ τῶν σῶν αἱμάτων, βαπτισθεὶς κολυμβήθρᾳ, καὶ μέλπων· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νενεκρωμένην πταίσμασι, τὴν ψυχήν μου ἀνάστησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ χρώμενος, τοῖς θείοις προστάγμασι, διαρρυθμίζων Ἔνδοξε, ἀξιοπρεπῶς, πρὸς ἀρετὴν ἐπιστρέφων, βοῶσαν· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 Θεοτοκίον

Χαῖρε δι' ἧς ἐσχήκαμεν, τὴν χαρὰν τὴν αἰώνιον. Χαῖρε τὸ τῆς Εὔας, σκυθρωπὸν ἡ λύσασα, Ἀδὰμ τὴν κατήφειαν, πρὸς τὸ φαιδρὸν ἡ τρέψασα. Χαῖρε ἡ Θεόν, σωματωθέντα τεκοῦσα, Παρθένε Θεοτόκε, τῶν πιστῶν ἡ προστάτις, τῶν σὲ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας.

 Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 Ὠδὴ θ'

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος. Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

γε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, ὃν συνεδόξασε, τῇ φωτωνύμῳ αὐτοῦ ὁ Ὕψιστος, Ἐπιφανείᾳ καὶ σεπτῇ, ἡμέρᾳ τετίμηκε, καὶ ἐστεφάνωσε, καὶ ἐνθέοις ἀρεταῖς κατεκόσμησε.

εύμασι τῶν μαρτυρικῶν, ἐκχυθέντων σου αἱμάτων ἀπέπνιξας, τὸν δυσμενέστατον, τὸν τὴν κακίαν δημιουργήσαντα· τὴν Ἐκκλησίαν δὲ Χριστοῦ, ἀρδεύων ἐφαίδρυνας, θεομακάριστε, τὴν ἐν πίστει σε ἀεὶ μακαρίζουσαν.

θι μοι Μάρτυς ἀρρωγός, πειρασμῶν με ἐκ ποικίλων ῥυόμενος, καὶ περιστάσεων, δεσμῶν τε λύων τῆς αἱρέσεως, καὶ χαλεπῆς ἐλευθερῶν, φρουρὰς ταῖς πρεσβείαις σου, τὸν ἀνυμνοῦντά σε, διανοίᾳ καθαρᾷ παναοίδιμε.

 Θεοτοκίον

Νόμου τε σὺ καὶ Προφητῶν, τὸ κεφάλαιον Χριστὸν καὶ τὸ πλήρωμα, Πάναγνε τέτοκας, δι᾽ εὐσπλαγχνίας, ἄπειρον πέλαγος, ἐνανθρωπῆσαι δι' ἡμᾶς, ἐκ σοῦ εὐδοκήσαντα, καὶ διασώσαντα, τοὺς ἐν πίστει σε ἀεὶ μεγαλύνοντας.

 Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

 Ἐξαποστειλάριον τοῦ Ἁγίου

 Ἐν πνεύματι τῷ ἱερῷ

Πολύευκτον κτησάμενος, ἐκ ψυχῆς Πολυεύκτου, τὸν πλοῦτον τὸν οὐράνιον, ὦ Πολύευκτε μάκαρ, καὶ δόξαν καὶ λαμπρότητα, ἐν Θεῷ γενόμενος· καὶ στέφος θεῖον ἐδέξω, ἐκ χειρὸς τοῦ Ὑψίστου, σὺν Μαρτύρων τοῖς χοροῖς, ὡς Μάρτυς τῆς ἀληθείας.

 Ἕτερον τῆς Ἑορτῆς ὅμοιον

ν δουλικῷ τῷ σχήματι, παραγέγονας Λόγε, καὶ Βάπτισμα ὁ ἄχρονος, ὡς βροτὸς ἐπεζήτεις· ἐξέστη γῆ καὶ οὐρανός, καὶ Ἀγγέλων τάγματα, καὶ τῶν ὑδάτων ἡ φύσις, ὁ δὲ Πρόδρομος πτήξας, ἐν δειλίᾳ καὶ χαρᾷ, τὴν λειτουργίαν ἐτέλει.

Ἀποστιχα Στιχηρὰ Προσόμοια

 Ἦχος πλ. β'

 Αἱ Ἀγγελικαὶ

Φράσον καὶ εἰπέ, ὦ Προφῆτα Ἡσαΐα· Τὶς ὁ κεκραγώς, ἐν ἐρήμῳ τῇ βοήσει; Ἀντλήσατε δὴ ὕδωρ, εὐφροσύνης καθάρσιον. Οὗτος Ἰωάννης ὁ βαπτίζων, ἐν τῇ ἐρήμῳ καὶ βοήσας· Χριστὸς ἔρχεται· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

  τῆς ὑπὲρ νοῦν, καὶ ἀφάτου εὐσπλαγχνίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι προσκλίνει, τὴν ἄχραντον καὶ θείαν, κορυφὴν τῷ βαπτίσματι! Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι, ἐν ᾧ ψάλλομεν· Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

ς ἐπιβλαβῶν, τῶν γηΐνων ἀπαχθέντες, δεῦτε νοητῶς, καθαρθῶμεν τάς αἰσθήσεις· καὶ τὸν Χριστὸν ἰδόντες ἐν σαρκὶ βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, πάντες σὺν αὐτῷ ὑμνολογοῦντες, πιστῶς κράξωμεν· Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.

 Δόξα... Καὶ νῦν... ὅμοιον

Τρυφὴ ζωτική, ἐκ χειμάρρου Ἰορδάνου, ἀνέβλυσεν ἡμῖν, τοῦ Βαπτίσματος ἡ χάρις, ἐν ᾧ οἱ φωτισθέντες, τῷ Βαπτίσματι λέγομεν· Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι· ᾧ καὶ ψάλλομεν. Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.