The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΡΤΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Η’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφυλάκτου, Ἐπισκόπου Νικομηδείας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.

Ἦχος α’  Πανεύφημοι Μάρτυρες. 

Πάτερ Θεοφύλακτε Θεοῦ, φυλακαῖς φρουρούμενος, διεφυλάχθης ἀλώβητος, καὶ πύργος ἄσειστος, Ἐκκλησίας ὤφθης, πειρασμοῖς ἀκλόνητος, τοῖς τῶν αἱρετικῶν μηχανήμασι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Θεοφύλακτε τῆς γῆς, μεταστὰς ἀνέδραμες, πρὸς οὐρανὸν καὶ οὐράνια, οἰκεῖν σκηνώματα, ἠξιώθης μάκαρ, ἐξορίας ἕνεκεν, ἣν διὰ τὸν Χριστὸν ἐκαρτέρησας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Θεοφύλακτε Θεόν, νῦν ὁρῶν μακάριε, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, Ἱεράρχα παμμακάριστε, τοῖς Ἀγγέλοις νῦν συναυλιζόμενος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ἡμᾶς ἀπαλλάξαντα.

Ἢ Σταυροθεοτοκίον.

ομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Εἰς τὸν Στίχον, τὸ ἐν τῷ Τριῳδίῳ Ἰδιόμελον καὶ τὰ λοιπά.

Ἀπολυτίκιον, λεγόμενον εἰ οὐκ ἔστι Τεσσαρακοστή.

Ἦχος πλ. β’

Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον.

Λαθὼν ἐβίωσας Παναοίδιμε· ἀλλ' ὁ Χριστὸς σε πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθεὶς τὴν νοητήν, καὶ πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι' ὧν καταύγασον ἡμᾶς.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν λέγονται οἱ Κανόνες κατὰ τὴν τάξιν.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Θεῖον Θεοφύλακτον ἐν ᾠδαῖς εὐφημήσω.

Ποίημα Θεοφάνους.

Ὠδὴ α’ Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς.

σωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

Θρόνῳ τῷ τοῦ Δεσπότου, Πάτερ θεοφόρε Θεοφύλακτε, παριστάμενος πίστει, τοὺς τελοῦντας τὴν μνήμην σου φύλαττε.

χρισὲ σε ἀξίως, χάρις ἡ τοῦ Πνεύματος Πανόλβιε, ἕνεκεν ἀληθείας, καὶ τὸν τρόπον σου χάριν χρηστότητος.

να τῶν οὐρανίων, Μάκαρ ἐπιτύχῃς τὰ ἐπίγεια, κατεπάτησας πάντα, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας.

Θεοτοκίον.

λος ἐπιθυμίᾳ, ὁ ἐκ τῆς γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμός τε καὶ φῶς Ἁγνὴ ἄδυτον.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Νόμοις σὺ πειθόμενος, τοῖς τοῦ Δεσπότου σου ἔνδοξε, Ἀρχιερεῦ, νόμων παρανόμων, βασιλέων ἠλόγησας.

Θεῖον ἐξεικόνισμα, Χριστοῦ καὶ ἄχραντον ἔσεβες, τὰς τῶν ἀσεβούντων ἀσεβείας ἀρνούμενος.

τλης τὸ μαρτύριον, τῆς συνειδήσεως πρότερον, ἀσκητικῶς, καὶ νῦν τῶν Μαρτύρων, ἀνεδήσω τὸν στέφανον.

Θεοτοκίον.

να τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσαν, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας.

Κάθισμα.  Ἦχος πλ. δ’

Τὴν Σοφίαν.

ξασκήσας ὁσίως Πάτερ σοφέ, Ἱεράρχης ἐχρίσθης ἱερουργεῖν, τὰ θεῖα μυστήρια, εἰς ψυχῶν περιποίησιν, τὴν Χριστοῦ δὲ εἰκόνα, τιμήσας ὑπήνεγκας, ἐξορίας θλίψεις, καὶ χρόνιον κάθειρξιν· ὅθεν μετὰ τέλος, ἀναβλύζων ἰάσεις, ἰᾶσαι τοὺς κάμνοντας, καὶ φωτίζεις τοὺς ψάλλοντας, Ἱεράρχα Θεοφύλακτε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου, πλῦνον ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Οὐ τὸ πῦρ ἐδειλίασας, τὸ τῶν πειρασμῶν παμμάκαρ θεόπνευστε, οὐκ ἐχαύνωσε τὸν τόνον σου, τῆς τρυφῆς τὸ λεῖον Θεοφύλακτε.

Φυλακήν σου τῷ στόματι, ἔθετο Χριστὸς καὶ χείλεσιν, Ὅσιε· ὅθεν ἔμεινας ἀσάλευτος, ἀσεβῶν συστάντων ἐναντίον σου.

πομένων ὑπέμεινας, τὸν ἐπὶ τὴν πέτραν πόδας σου στήσαντα, καὶ προσέσχε σοι ὁ Ὕψιστος, τὴν αὐτοῦ εἰκόνα προσκυνήσαντι.

Θεοτοκίον.

Λυτρωθέντες τῷ τόκῳ σου, τοῦ τῆς ἁμαρτίας χρέους πανάμωμε, χαριστήριον ἐφύμνιον, ἀναμέλπομέν σοι Θεονύμφευτε.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

ρθρίζοντες βοῶμέν σοι Κύριε, σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Αἱ χεῖρές σου ὁσίως θεόπνευστε, πρὸς τὸν Θεόν, Πάτερ ἐπαιρόμεναι, τοὺς δυσσεβεῖς ἐτροπώσαντο.

Κρατήσας τῆς χειρός σου ὁ Κύριος Θεοφόρε, Πάτερ καθωδήγησε, πρὸς οὐρανίαν ἀπόλαυσιν.

Τὴν τρίβον τὴν στενὴν Θεοφύλακτε, διαπερῶν, πρὸς πλάτος κατήντησας, τοῦ Παραδείσου θεόπνευστε.

Θεοτοκίον.

Οἱ μὴ σε Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ πάναγνε.

 

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Νεκρώσας τὰς αἰσθήσεις ἐγκρατῶς, παθῶν ἐβασίλευσας, καὶ νῦν Θεοφύλακτε, ἀπαθείας ἐντρυφᾷς ταῖς λαμπρότησιν.

Εἰκόνα τοῦ Σωτῆρος προσκυνεῖν, τοὺς πάντας ἐδίδαξας, ἔργοις καὶ δόγμασι, διαπρέψας ἐμφανῶς Θεοφύλακτε.

Νεφέλην σε τὸν ὄμβρον τῆς ζωῆς, ὁ Χριστὸς ἀνέδειξε, Πάτερ πηγάζουσαν, Ἱεράρχα τοῦ Χριστοῦ Θεοφύλακτε.

Θεοτοκίον.

ραῖος παρὰ πάντας τοὺς βροτούς, ὁ Υἱός σου Πάναγνε, κάλλει Θεότητος, εἰ καὶ σάρκα δι' ἡμᾶς ἀνελάβετο.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφυλάκτου Ἐπισκόπου Νικομηδείας.

Στίχοι

Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος,

Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ.

λυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου Πλουσιάδος τοῦ Ὁμολογητοῦ.

Στίχοι

Σάλπιγξ σιωπᾷ Παῦλος ὁ Πλουσιάδος,

Σάλπιγγος ἠχὴν τὴν τελευταίαν μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἑρμοῦ, οὗ μέμνηται ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.

Στίχοι

ρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,

ρμῷον ἔμπνουν ἐκ λόγων διαγλύφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Δίων μαχαίρᾳ τελειοῦται.

Στίχοι

Κἄν δεξιὰ σφάττει σε δεινὴ τοῦ πλάνου,

δεξιὰ στέφει σε Δεσπότου Δίων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Δομέτιος τῆς τελευτῆς τὸ χρέος,

Δι' ἐκβιβαστῶν ἐξέτισεν Ἀγγέλων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Παῖδες Ἑβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Δρόμον τὸν θεῖον ἐκτελέσας, καὶ τὴν πίστιν σου τηρήσας μέχρι τέλους, τῶν σῶν πόνων Σοφέ, τὸν στέφανον ἐκτήσω, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

ρματι θείων ἀρετῶν σου, ἐποχούμενος πρὸς ὕψος ἀνηνέχθης, τῷ Θεῷ δὲ τανῦν παρέστηκας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

δεν ὁ πλάσας κατὰ μόνας, τὰς καρδίας τῶν ἀνθρώπων Θεοφόρε, τῆς καρδίας τῆς σῆς, τὸ ἔνθεον καὶ θρόνοις, διδασκαλίας ἵδρυσε, Θεοφύλακτε τρισμάκαρ.

Θεοτοκίον.

Σοὶ νῦν προσφεύγω Θεοτόκε, καὶ τῇ σκέπῃ σου καὶ θείᾳ προστασίᾳ, λυτρωθῆναι δεινῶν, δεόμενος πταισμάτων, εὐλογημένη πάναγνε, ἡ Θεὸν σαρκὶ τεκοῦσα.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εὐφραινομένων ἔνθα νῦν, κατοικία κατῴκησας, Ὁμολογητὰ τῆς ἀληθείας πρόμαχε, καὶ φῶς σοι ἀνέτειλεν, οἷα δικαίω πάνσοφε, καὶ τοὺς τῶν Μαρτύρων ἠθληκότι ἀγῶνας, μεθ' ὧν νῦν ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πομονῆς τὸν στέφανον, ἐκομίσω θεόληπτε· τὰς ὑπερορίας γὰρ πικρῶς κατῴκησας, μισθὸν ἐκδεχόμενος, ἀπολαβεῖν τῶν ἄθλων σου, καὶ τῆς ἀγαθῆς οὐ διεψεύσθης ἐλπίδος, Χριστῷ ἀνακραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφανῶς ἡ μνήμη σου, θεοφόρε τελεῖται νῦν, τῆς ὁμολογίας φωτισμοῦ πυρσεύουσα· ἁγίαν εἰκόνα γάρ, τὴν τοῦ Χριστοῦ ἐτίμησας, καὶ τῆς Θεοτόκου, τῶν Ἁγίων τε πάντων, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Θεομήτωρ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες.

Μεγάλων χαρισμάτων, ὄντως ἠξιώθης, ὑπὲρ Χριστοῦ κινδυνεύσας φρονὴματι, καρτερικῷ θεοφόρε θεομακάριστε.

μᾶς τοὺς σὲ ὑμνοῦντας, Μάκαρ ἐποπτεύεις, ἐκ πειρασμῶν καὶ κινδύνων λυτρούμενος, καὶ τῶν αἱρέσεων θραύων τὰ μηχανήματα.

Σωφρόνως καὶ δικαίως, ὡς Ἱεροφάντωρ, πολιτευσάμενος Μάρτυς ἐγένου λαμπρός, τὴν σὴν πορφύραν ὑφάνας ἐκ τῶν αἱμάτων σου.

Θεοτοκίον.

ς ὄρθρος τοῖς ἐν σκότει, καὶ πεπλανημένοις, δικαιοσύνης τὸν Ἥλιον ἔχουσα, ἐν ταῖς ἀγκάλαις Παρθένε Χριστὸν ἀνέτειλας.

Τὸ Φωταγωγικὸν τοῦ ἤχου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, τὸ ἐν τῷ Τριῳδίῳ Ἰδιόμελον καὶ τὰ ἑπόμενα τούτῳ.

Ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, καὶ Ἀπόλυσις.