The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Η’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Καλλιόπης.

Ποίημα μοναχοῦ Γερασίμου Μικραγιαννανίτου

 

ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια τῆς Ἁγίας.

Ἦχος δ΄. ῾Ως γενναῖον ἐν Μάρτυσιν.

Φερωνύμως τὸ ἄχραντον, τοῦ Χριστοῦ καὶ ἀμήχανον, κάλλος ἐπεπόθησας καλλιπάρθενε· ἔνθεν σαυτὴν κατεκάλλυνας, ἁγνείας τοῖς κάλλεσι, καὶ ἀθλήσει ἱερᾷ, Καλλιόπη πανεύφημε, καἰ ἀνέδραμες, εἰς νυμφῶνας ζωῆς τῆς ἀϊδίου, τῇ στολῇ τῆς ἀφθαρσίας, περιφανῶς διαλάμπουσα.

Τῆς ψυχῆς τὴν λαμπρότητα, τῷ ὡραίῳ τοῦ σώματος, πᾶσιν ὑπεμφαίνουσα καλλιπάρθενε, κατηγγυήθης ὡς ἄφθορος, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ, ἀκλινῶς ἠκολούθησας, θείοις σκάμμασι, καθελοῦσα τοῦ σκότους τὸν προστάτην, Καλλιόπη μακαρία, τῇ στερροτάτῃ ἀθλήσει σου.

ς τρωθεῖσα τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, Καλλιόπη πάνσεμνε ἠνδραγάθησας, ἀνδρειοτάτῳ φρονήματι, ἀγῶσιν ἀθλήσεως, καὶ τὸν δόλιον ἐχθρόν, τὸν τὴν Εὔαν πτερνίσαντα, καταβέβληκας· διὰ τοῦτο τῆς δόξης τοῦ Κυρίου, ὡς περίδοξος παρθένος, καὶ ἀθληφόρος ἠξίωσαι.

Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, ὥσπερ ἂλλου πάσχοντος ἐκαρτέρησας, κραταιουμένη τῇ Χάριτι, Χριστοῦ τοῦ νυμφίου σου· ὅθεν ῎Αγγελος φωτὸς ἐπιστὰς οὐρανόθεν σοι, θείῳ νεύματι, τῶν τοιούτων ἰᾶται ὁδυνῶν σε, Καλλιόπη μακαρία, Παρθενομάρτυς πολύαθλε.

Τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ μαστίγων τὴν ἔφοδον, ψυχικῇ στερρότητι καὶ φαιδρότητι, καὶ τῶν ξεσμῶν τὴν δριμύτητα, ὑπέμεινας χαίρουσα, τῶν μελλόντων ἀγαθῶν, προορῶσα τὴν ἔλλαμψιν, καὶ τὴν ἄληκτον, εὐφροσύνην τῆς ἄνω βασιλείας, ᾽Αθληφόρε Καλλιόπη, ἧς ἐπαξίως τετύχηκας.

Τῷ οἰκείῳ σου αἵματι, φοινιχθεῖσα πανεύψημε, καὶ καλῶς τελέσασα τὸν ἀγῶνά σου, λαμπαδηφόρος ἀνέδραμες, Καλλιόπη ἔνδοξε, πρὸς παστάδα φωταυγῆ, πρὸς νυμφῶνα οὐράνιον, τὴν ἀθάνατον, καρπουμένη χαρὰν καὶ θυμηδίαν, τῆς τερπνότητος Κυρίου, τοῦ θαυμαστῶς σε δοξάσαντος.

Δόξα. Ἦχος πλ. β΄.

Τὸ πῦρ τῆς θείας ἀγάπης, δεξαμένη ἐν τῇ ψυχῆ, τῇ φωνῇ τοῦ νυμφίου Χριστοῦ ἠκολούθησας, Καλλιόπη θεόφρον· σεαυτὴν γὰρ ἀπαρνησαμένη, οὐρανίῳ φρονήματι, μαρτυρικὸν δίαυλον ἤνυσας, καὶ τῆς παρθενίας τὴν χλαῖναν, λαμπροτέραν ἀπειργάσω, τοῖς ὑπὲρ τῆς εὐσεβείας ἄθλοις· ὅθεν ἐν οὐρανίοις θαλάμοις χορεύουσα, ὡς παρθένος φρονίμη, καὶ μάρτυς ἠγλαϊσμένη, ἱκέτευε δεόμεθα, ὑπἐρ τῶν ψυχῶν ὴμῶν.

Τῆς Ἑορτῆς ἢ τὸ τῆς Θεοτόκου.

Καὶ νῦν.Τίς μὴ μακαρίσει σε.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, ᾽Ιδιόμελα. Ἦχος α΄.

Τῆς εὐσεβείας τὸ κάλλος, φερωνύμως γεωργοῦσα, ἔργῳ τὴν κλῆσιν ἐλάμπρυνας, Καλλιόπη πανεύφημε· ἀθλητικὸν γὰρ στάδιον διέδραμες, ἀρρενωθεῖσα ταῖς φρεσί, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ὲδόξασας, ταῖς μαρτυρικαῖς σου ἀριστείαις. ῞Οθεν κατ' ἀξίαν ἐδοξάσθης, καὶ τὸν καρπὸν τῆς θεώσεως, ἐπιτηδείως ὲτρύγησας βοῶσα· Κύριε δόξα σοι.

Ἦχος β΄.

Τὴν τοῦ θήλεος ἀσθένειαν ἐμφρόνως ἀπορρίψασα πρὸς ἀνδρικοὺς ἀγῶνας, ἐχώρησας, καλλιμάρτυς Καλλιόπη· ὅθεν τοὺς μὲν τυράννους ἐξέπληξας, τῆ ψυχικῇ ἐνατάσει σου, τοῦ δὲ Σταυροῦ τὴν δύναμιν ὑπέδειξας, ὑπὲρ ἥλιον φαίνουσαν, τῆ ἐπανθούσῃ σοι χάριτι, ἐν τῷ πικρῶς τιμωρεῖσθαί σε· ἀνωτέρα γὰρ ὤφθης, καὶ στρεβλώσεων καὶ πυρός, καὶ τῷ ἐνδυναμοῦντί σε Χριστῷ ἐβόας Κύριε δόξα σοι.

῏Ηχος γ΄.

Σώματος ὥρᾳ διαπρέπουσα, τὴν ψυχικήν σου καλλονήν, Χριστῷ ἀνατέθεικας, Καλλιόπη καλλιπάρθενε· τῇ γὰρ ὀσμῇ τῶν μύρων αὐτοῦ ἑπομένη, πάντων τῶν ἐπὶ γῆς καταπεφρόνηκας, καὶ νύμφη περίδοξος, ὡς ἀληθῶς αὐτοῦ ἀναδέδειξαι· καὶ ὡς προῖκα πολύτιμον, τοὺς τῆς ἀθλήσεως πόνους, καὶ τῶν αἱμάτων τὰ ρεῖθρα, αὐτῷ προσενήνοχας· ὅθεν ἐν τῷ αἰωνίῳ νυμφῶνι κατεσκήνωσας, ἀκαταπαύστως βοῶσα· Κύριε δόξα σοι.

῏Ηχος δ΄.

Μαρτυρικῶς ἀθλοῦσα,᾽Αγγελικῆς ἐπιστασίας ἔτυχες, εὐδοκίᾳ κρείττονι, Καλλιόπη θεόνυμφε· ὅθεν τῶν μὲν ἀπηνῶν, ἐν τῷ σώματι αἰκισμῶν, τὴν ἀπαλλαγὴν καὶ ἴασιν εὗρες, πρὸς δἐ τοὺς προκειμένους ἀγῶνας, πολλῷ πλείονι προθυμίᾳ ἐχώρεις· ἔρως γὰρ θεῖος κατασχών σε, ἅπαν εἶδος τιμωρίας, καταγέλαστόν σοι γἐγονεν, ἐν ἀγαλλιάσει Χριστῷ βοώσῃ Κύριε δόξα σοι.

Δόξα. Ἦχος ὁ αὐτός.

Τὴν ἐν παρθένοις μάρτυρα, ὡς ἀθλητικῶς ἀγωνισθεῖσαν καὶ τῷ Χριστῷ νυμφευθεῖσαν, Καλλιόπην τὴν θεόφρονα, ἀθλητικοῖς ἐπαίνοις στέψωμεν. Παρθενικῇ γὰρ ἐμπρέπουσα χάριτι, μαρτυρικὸν ἀγῶνα διήθλησε, καὶ ἐν ἀσθενείᾳ φύσεως, τὸν ἐν κακίᾳ ἰσχυρόν, κατεπάλαισε δράκοντα· ἀμαραντίνῳ δὲ τῆς νίκης, στεφάνῳ κοσμηθεῖσα, αἰτεῖται ταῖς ψυχαῖς ἡμῶν, φωτισμὸν καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ Θεοτοκίον.

᾽Εκ παντοίων κινδύνων.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις Παρθενομάρτυς Χριστοῦ, κάλλει ψυχῆς περιφανῶς διαλάμπουσα καὶ σώματος εὐπρεπείᾳ καθάπερ ἄνθος τερπνόν, ἠθῶν γεωργίᾳ καθαρότητος· σεμνότητος σκήνωμα παρθενίας ἀλάβαστρον, Πνεύματος θείου, τὸ εὐῶδες θησαύρισμα, λαμπὰς ἄσβεστος, θεϊκῆς ἀγαπήσεως· νύμφη Χριστοῦ ἀμόλυντος, καὶ μάρτυς ἀήττητος, τῆς Ἐκκλησίας φαιδρότης, τῶν εὐσεβῶν ἀγαλλίαμα, σεμνὴ Καλλιόπη, ἡ τοῖς πᾶσιν ἐξαιτοῦσα, τὸ μέγα ἔλεος.

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Πλούτῳ τῷ τῆς ἁγνείας σεμνή, πεποικιλμένη ὡς νεᾶνις θεόληπτος, εὐπνοίᾳ Χριστοῦ τῶν μύρων, τῶν νοητῶν γραφικῶς, ἀκορέστῳ πόθῳ ἠκολούθησας, καὶ τούτου τὸ ἄχραντον, Καλλιόπη ἐζήλωσας, καὶ θεῖον Πάθος, διὰ πάθους ἀθλήσεως, δι΄οὗ εὕρηκας, ἀπαθείας την ἔλλαμψιν· ὅθεν εἰς τὸν οὐράνιον, νυμφῶνα χορεύουσα, καὶ ἱερῶς θεουμένη, θεαρχικαῖς διαδόσεσιν, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

Πόνους ἀκαταπλήκτῳ ψυχῆ, τοὺς ἀνυποίστους τῆς σαρκὸς ὑπομένουσα, μαστίγων ὑπέστης πεῖραν, καὶ τῶν μαστῶν τὴν τομήν, ἀκαταφλέκτως καὶ τὰς καταφλέξεις τοῦ σοῦ σώματος· διὸ θεῖος ῎Αγγελος, ἐπιστάς σοι ἰάσατο, τῶν ἀλγηδόνων, Καλλιόπη πανεύφημε, ἐνισχύσας σε, πρὸς τὰ μέλλοντα σκάμματα, ἅπερ ἀνδρείως ἤνυσας, καὶ πάντας ἐξέπληξας, τῆ καρτερίᾳ σου Μάρτυς, καὶ τῷ λαμπρῷ παραστήματι· καὶ νῦν τῆς ἀλήκτου, εὐφροσύνης ἐντρυφῶσα, ἡμῶν μνημονευε.

Δόξα. Ἦχος πλ. δ '.

Τῆς εὐσεβείας τὸν ἄθλον, ἐν ἀνδρείᾳ ψυχῆς, Καλλιόπη καλλιπάρθενε, μαρτυρικῶς ἠγώνισαι· ὤ τοῦ θαύματος! πῶς τὸ εὐπαθὲς καὶ ἁπαλόν σου σῶμα, τομὰς καὶ καὑσεις ἤνεγκε, καὶ τὴν ὀφρὺν καθεῖλε, τοῦ πάλαι καθ΄ἡμῶν, ὠρυομένου ὡς λέοντος; ἀλλ' ἡ δυνάμει Χριστοῦ, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ῾Εορτῆς ἢ τὸ Θεοτοκίον.

Δέσποινα πρόσδεξαι.

Ἀπολυτίκιον.

Ἦχος α '. Τῆς ἐρήμου πολίτης.

Τοῦ Σωτῆρος τὸ κάλλος ἐκ ψυχῆς ἀγαπήσασα, καλλιπάρθενε κόρη, Καλλιόπη πανεύφημε, ἠγώνισαι στερρῶς ὑπὲρ αὐτοῦ, καὶ δόξης ἠξιώθης θεϊκῆς· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἐκβοῶντές σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ὴμῖν πταισμάτων ἄφεσιν.

Καὶ τὸ τῆς ῾Εορτῆς ἢ τὸ Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου...

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα.

Ἦχος α '. Τὸν τάφον σου Σωτήρ.

θλήσασα λαμπρῶς, Καλλιόπη θεόφρον, καθεῖλες τὴν ὀφρύν,τοῦ δολίου Βελίαρ· ἐντεῦθεν δεδόξασαι, τῇ τοῦ Πνεύματος χάριτι, καὶ παρίστασαι, τῷ σῷ νυμφίῳ καὶ Κτίστῃ, ἱκετεύουσα, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.

Τῆς ῾Εορτῆς ἢ τῆς Θεοτόκου.

Ανύμφευτε ῾Αγνή, Θεοτόκε Παρθένε, ἡ τέξασα ἡμῖν, ὑπὲρ νοῦν τε καὶ λόγον, σαρκὸς ὁμοιώματι, τὸν Ὑπέρθεον Κύριον, ἀποκάθαρον, τὴν μολυνθεῖσαν ψυχήν μου, καὶ καταύγασον, τὰ τῆς καρδίας μου Κόρη, τυφλώττοντα ὄμματα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τρωθεῖσα τῷ ἔρωτι, τοῦ σοῦ νυμφίου Χριστοῦ, τὸ κάλλος ἀκήρατον, τὸ τῆς ψυχῆς σου σεμνή, αὐτῷ διετήρησας· τοῦτο δὲ ἐπὶ πλεῖον, ὡραΐσασα Μάρτυς, ἄθλοις τοῦ μαρτυρίου, καὶ αἱμάτων σταγόσιν, ἀνέδραμες γηθομένη, πρὸς δόξαν οὐράνιον.

Τῆς ῾Εορτῆς ἢ τὸ τῆς Θεοτόκου.

Θεὸν τὸν ἀσώματον, ἐκ τῶν αἱμάτων τῶν σῶν, ῾Αγνὴ σωματώσασα, δίχα τροπῆς καὶ φυρμοῦ, ἡμᾶς ἀνεκαίνισας· ὅθεν τῇ σῇ κυήσει, τῆς ἀρᾶς λυτρωθέντες, ὤφθημεν Θεοτόκε, συμπολῖται ᾽Αγγέλων, μεθ' ὧν καὶ μεγαλύνομεν, τὴν ἄφραστον δόξαν σου.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα,

Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τῷ Χριστῷ νυμφευθεῖσα ψυχῆς θερμότητι, ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, ἠκολούθησας αὐτῷ ἀσχέτῳ ἔρωτι, καὶ τὴν ἄθλησιν τὴν σὴν, ὥσπερ προῖκα ἐκλεκτήν, προσήγαγες τούτῳ κόρη, παρ' οὗ λαμπρῶς δοξασθεῖσα, κινδύνων ρύῃ τοὺς ὑμνοῦντάς σε.

Τῆς ῾Εορτῆς ἢ τῆς Θεοτόκου.

ειπάρθενε Κόρη θεοχαρίτωτε, τῶν ἀνθρώπων ἡ σκἑπη καὶ τὸ προσφύγιον, τοὺς προστρέχοντας ἀεὶ τῇ προστασίᾳ σου, διατήρει ἀσινεῖς, ἀπὸ πάσης προσβολῆς, τοῦ ὄφεως Θεοτόκε, καὶ συμπαθῶς πᾶσι δίδου, τῆς σῆς εὐνοίας τὴν χρηστότητα.

Τὸ α' Αντίφωνον τοῦ Δ΄. Ἤχου

Τὸ Προκείμενον.

Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

 Εὐαγγέλιον τῶν δέκα Παρθένων.

Ζὴτει αὐτὸ τῷ δεκάτῳ ἑβδόμῳ Σαββάτῳ τοῦ Ματθαίου.

Ὁ Ν΄

Δόξα, Ταῖς τῆς ᾽Αθληφόρου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 ᾽Ιδιόμελον. Ἦχος πλ. β'.

ρηρεισμένη ἀκλινῶς, Καλλιόπη θεόφρον τῷ θεμελίῳ τῆς πίστεως πάσαις προσβολαῖς τῶν ἀντικειμένων, ἀτίνακτος ἔμεινας, καὶ καλῶς τὸν ἀγῶνα ἐτέλεσας· διὸ ἐν οὐρανίοις θαλάμοις χορεύουσα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα οἱ Κανόνες, τῆς ῾Εορτῆς ἢ τῆς Θεοτόκου, καὶ τῆς ῾Αγίας οὗ ἡ ἀκροστιχίς.

«Καλὴ ὤφθης Χριστῷ Καλλιόπη, Γερασίμου».

Ὠδὴ α'. Ἦχος πλ. δ'. ῾Υγρὰν διοδεύσας

Καμάτων σου Μάρτυς τὰς ἀμοιβάς, λαμπρῶς δεχομἐνη, Καλλιὁπη παρὰ Χριστοῦ, λόγον μοι πρυτάνευσον σοφίας, ὡς ἂν ὑμνήσω τὰ θεῖά σου σκάμματα.

θλήσει τὸ κάλλος τὸ τῆς ψυχῆς, λαμπρότερον Μάρτυς, ἀναδείξασα ἀληθῶς, νύμφη εὐκλεῶς ἠγλαϊσμένη, τοῦ Βασιλέως τῆς δόξης γεγἐνησαι.

Λυθεῖσα ἁπάσης τῶν ἐπὶ γῆς, καλῶν προσπαθείας, συνεδἐθης ὁλοσχερῶς, Μάρτυς τοῦ Χριστοῦ τῇ ἀγαπήσει, καὶ μαρτυρίου ἀγῶσι διέπρεψας.

Θεοτοκίον.

μόνη τεκοῦσα μετὰ σαρκός, τὸν πάντων Δεσπότην, δεσποτείας με τοῦ ἐχθροῦ, λύτρωσαι Παρθἐνε Θεοτόκε, καὶ τὸν παθῶν μου τὸν σάλον κατεύνασον.

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.

ς καλὴ καὶ ὡραία παρθενικαῖς χάρισι τῷ ἐκ τῆς Παρθένου τεχθέντι, Λόγῳ μεμνήστευσαι, καὶ ἐναθλήσασα τούτῳ ἡρμόσθης ἀΰλως, συναφείᾳ κρείττονι, Μάρτυς πολύαθλε.

Φωτισμῷ λαμπομένη, τοῦ Παντουργοῦ Πνεύματος, σκότος ἀπροσκόπτως διέβης, τὸ τῶν κολἀσεων, καὶ κατεσκήνωσας, ἐν τῷ φωτὶ τοῦ Κυρίου, πληρουμένη πάνσεμνε, θείας ἐλλάμψεως.

Θεϊκῷ πτερουμένη, ὡς ἀληθῶς ἔρωτι, Μάρτυς Καλλιόπη τῆς δόξης, τοῦ Παντοκράτορος, ἀνδρείως ἔφερες, τοὺς σπαραγμοὺς τῆς σαρκός σου, καὶ ἐχθρῶν τὴν δύναμιν, πᾶσαν ἐσπάραξας.

Θεοτοκίον.

Ἁγνὴ Θεοτόκος, ἡ τὸν Θεὸν τέξασα, τὴν μεμολυσμἐνην ψυχήν μου, τοῖς παραπτώμασι, κάθαρον δέομαι, καὶ διαρρύθμισον πᾶσαν, τὴν ζωὴν μου Δέσποινα, φόβῳ τῷ κρείττονι.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν ὡραιὁτητα, Χριστοῦ ἐπόθησας, καὶ τὰ φθειρόμενα, κάλλη ἐμίσησας, καὶ ἠγωνίσω ἀνδρικῶς, φρονήματι στερροτάτῳ, Καλλιόπη πάνσεμνε, τοῦ Χριστοῦ νύμφη ἄφθορε· ὅθεν πρὸς οὐράνιον, κατεσκήνωσας θάλαμον, τὸν σὸν ἐκδυσωποῦσα νυμφίον, σώζεσθαι πάσης ἡμᾶς βλάβης.

Τῆς ῾Εορτῆς ἢ τῆς Θεοτόκου.

Σάρκα γενόμενον, ἐκ σοῦ γεγέννηκας, τὸν ῾Υπερούσιον, θεοχαρίτωτε, καἰ ἐκαινούργησας ἡμᾶς, φθαρἐντας τῇ ἁμαρτίᾳ· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου ἡμῖν πάντοτε Κόρη, σώζουσα πάσης ἡμᾶς θλίψεως.

Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.

Σώματός σου τοὺς μώλωπας, Μάρτυς Καλλιόπη στερρῶς ὑπέμεινας, καὶ ἐχθρὸν τὸν πολυμήχανον, ἐν τοῖς τραύμασί σου ἐτραυμάτισας.

Χριστὸν μόνον ἠγάπηοας, καὶ αὐτοῦ τοῖς ἵχνεσιν ἠκολούθησας, διὰ πόνων τῆς ἀθλήσεως, δι΄ ὧν τὴν ζωὴν εὗρες τἠν ἄπονον.

ωμαλέῳ φρονήματι, ἀντιταξαμένη τοῖς ἀναγκάζουσιν, ἀποστῆναί σε τοῦ πλάσαντος, μαρτυρίου ἄθλοις ἠνδραγάθησας.

Θεοτοκίον.

ασαί μου τὰ τραύματα, τῆς ψυχῆς Παρθένε ἃ μοι ἐπἡγαγεν ἀμαρτίας ἡ ἀπόλαυσις, καὶ τῷ θείῳ φόβῳ με καθήλωσον.

Ὠδὴ ε'. Φώτισον ἡμᾶς.

Σθένει θεϊκῷ, αἰκισμοὺς σφοδροὺς ὑπήνεγκας, Καλλιόπη καλλιπάρθενε σεμνή, δι᾽ὧν πᾶσαν τοῦ ἐχθροῦ τὴν πλάνην ᾔσχυνας.

Τίς σου τὸ στερρόν, Καλλιόπη ἐπαινέσεται; ὡς γὰρ ἄσαρκος τοὺς πόνους τῆς σαρκὁς, δι' ἀγάπην τοῦ νυμφίου σου ὑπέμεινας.

φθη σοι σεμνὴ, θεῖος Ἄγγελος ἰώμενος, τοὺς κοπέντας σου μαστοὺς ὀδυνηρῶς, Καλλιόπη καὶ χαράν σοι παρεχόμενος.

Θεοτοκίον.

Κύριον Ἁγνή, καὶ Σωτῆρα πάντων τέτοκας τὸν τὸ εἶναι παρεχόμενον ἡμῖν, ᾽Ιησοῦν τὸν Ζωοδότην κόσμον σώζοντα.

Ὠδὴ στ'. Τὴν δέησιν.

μόλυντον, ἀληθῶς καὶ ἄφθορον, τῆς ψυχῆς διατηροῦσα τὸ κάλλος, κατηγγυὴΘης Χριστῷ Καλλιόπη, καὶ εἰς θαλάμους φωτὸς κατεσκήνωσας, ἀθλητικαῖς μαρμαρυγαῖς, καὶ ἁγνείας ἀκτῖσιν ἐκλάμπουσα.

Λαμπρύνασα, τῆς ψυχῆς τὰ ὄμματα, οὐρανίαις Καλλιόπη μελέταις, ἀνεπτερώθης πρὸς κάλλος τὸ θεῖον, τῆς οὐρανῶν βασιλείας καὶ ἔσπευσας, ἐπιτυχεῖν ταύτης σεμνή, ἀσφαλῶς διὰ πόνων άθλήσεως.

Λαμπρά σου, ἡ παρρησία ῾Αγία, καὶ ἀνδρεῖον τὸ παράστημα Μάρτυς· σὺ γὰρ τυράννων οὐκ ἔπτηξας θράσος, ἀλλ' ἀπτοήτῳ, καρδίᾳ ἐκραύγαζες· Ὑπἐρ Χριστοῦ τοῦ Ποιητοῦ, γηθομένῃ ψυχῇ σφαγιάζομαι.

Θεοτοκίον.

λύϊ τῆς ἁμαρτίας ἐπάγην, καὶ οὐκ ἕστι μοι ἐλπὶς σωτηρίας, ἀλλἀ θαρρήσας τῇ σῇ εὐσπλαγχνίᾳ, μετὰ δακρύων βοῶ σοι Πανάμωμε· Ἀνάγαγέ μου τὴν ζωήν, ἐκ φθορᾶς Θεοτόκε καὶ σῶσόν με.

Κοντάκιον. Ἦχος β΄.

Τοῖς τῶν αἱμάτων σου.

Παρθενικῇ διαλάμπουσα χάριτι, μαρτυρικῶς τῷ Χριστῷ προσενήνεξαι· οὗ νῦν τῆς χαρᾶς ἀπολαύουσα, τῆς ὑπἐρ νοῦν Καλλιόπη πανεύφημε· δυσώπει ὑπἐρ τῶν τιμώντων σε.

Ὁ Οἶκος.

Καλὴ τῷ εἴδει ἀληθῶς τυγχάνουσα παρθένε, καλὴ καὶ ἄμωμος Χριστῷ τῷ Βασιλεῖ τῶν οὐρανῶν, κατὰ ψυχὴν ὡράθης, μὴ ἔχουσα σπῖλον ἢ ρυτίδα, ἀλλὰ πῦρ θείας ἀγάπης, ἁγνείας ὀσμὴν ὡς ἀπὸ Λιβάνου θαυμαστήν, καἰ καθαρότητα ἀγγελικὴν ἐν τῆ καρδίᾳ· ἐντεῦθεν τῷ ἀθανάτῳ νυμφίῳ νυμφευθεῖσα, ὑπἐρ αὐτοῦ ἀκαταπλήκτως ἠγώνισαι, πλείστοις πόνοις ἐγκαρτερήσασα, καὶ τὸν ἀρχαῖον ἐχθρὸν καταπατήσασα· νῦν δἐ τοῦ σοῦ νυμφίου τῆς χαρᾶς ἀπολαύουσα, Καλλιόπη πανεύφημε, δυσώπει ὑπὲρ τῶν τιμώντων σε.

Συναξάριον.

Τῇ η' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Καλλιόπης.

Στίχ. Κάλλη παραβλέπουσα τῶν ποιημάτων,

Κτίστου τὰ κάλλη ὀπτάνῃ Καλλιόπη.

Αὕτη ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται άποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ πίστεως· ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο, αἰκίζεται σφοδρῶς, καὶ τοὺς μαστοὺς κόπτεται οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς ἀπέδειξεν·Εἶτα ἐπ' ὀστράκου κεκομμένου σύρεται, καὶ πυρἰ καταφλέγεται, καὶ τὰς καταφλεχθείσας σάρκας ἅλατι ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται. Εἶθ' οὕτω τὴν κεφαλὴν ἀποτέμνεται εἰς δόξαν τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.

Στίχοι

Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου,

ν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.

λβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς, ᾽Αμήν.

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ιουδαίας.

λικῇ διανοίᾳ, τοῦ νυμφίου ὁρῶσα τὴν ὡραιότητα, ξεσμοὺς τοὺς τῆς σαρκός σου, ὡς τρυφὰς ἡγήσω, Καλλιόπη κραυγάζουσα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πῦρ τῆς θείας ἀγάπης, ἐν καρδίᾳ σου φέρουσα καλλιπάρθενε, πυρὸς τὴν τιμωρίαν, καὶ τἀς καταφλέξεις, καθυπέστης καὶ ἔφλεξας, πυρὶ ἀγώνων τῶν σῶν, τὴν ὕλην τῆς ἀπάτης.

ἁγία σου μνὴμη, ἀγιάζουσα πάντας ὴμᾶς ἀνέτειλεν, ἐν ᾗ, ὦ Καλλιόπη, τῶν ἄθλων σου τῶν θείων, ἀνυμνοῦμεν τὸ μέγεθος, καὶ τῶν ἐπάθλων σεμνὴ, τὰς θείας χορηγίας.

Θεοτοκίον.

Γνώσει θείᾳ Παρθένε, τὴν ψυχὴν λαμπρυνθεῖσα βίου σεμνότητι, ἡ Μάρτυς Καλλιόπη, ὅλη καλὴ ὡράθη, μαρτυρίου τοῖς στίγμασι, τῷ προελθόντι ἐκ σοῦ, Ὑπερουσίῳ Λόγῳ.

Ὠδὴ η'. Τὸν Βασιλέα.

νδον εἰσῆλθες, τοῦ οὐρανίου νυμφῶνος, ὡς ἀκήρατος νύμφη πεποικιλμένη, αἴγλῃ παρθενίας, καὶ μαρτυρίου ἄθλοις.

είθροις αἱμάτων, τῶν ἐκχυθέντων σου Μάρτυς, πᾶσαν ἤρδευσας Χριστοῦ τὴν ᾽Εκκλησίαν, θάλλουσαν Ἁγία, φυτοῖς τῆς εὐσεβείας.

γγελος θεῖος, τοὺς σοὺς μαστοὺς θεραπεύσας, πᾶσιν ἔδειξε τὴν σοὶ δοθεῖσαν χάριν, δι' ἧς Καλλιόπη, ἐκλάμπεις τοῖς ἐν κόσμῳ.

Θεοτοκίον.

Σὲ τὴν τεκοῦσαν, τὸν Βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε, Θεοτόκε, ῥῦσαι άδοξίας, ἡμᾶς τῆς ἐκ τῆς πλάνης.

Ὠδὴ η'. Κυρίως Θεοτόκον.

δεῖν ἐπιποθοῦσα, τοῦ Χριστοῦ τὸ κάλλος, τὸν σὸν αὐχένα τῷ ξίφει ὑπέκλινας, καὶ πρὸς αὐτὸν Καλλιόπη χαίρουσα ἔδραμες.

Μαρτύρων ταῖς χορείαις, Μάρτυς Καλλιόπη, περὶ τὸν θρόνον Χριστοῦ συγχορεύουσα, τὰς ἀντιδόσεις κομίζῃ τῶν παλαισμάτων σου.

Οὐράνιον παστάδα, Μάρτυς κατοικοῦσα, μὴ διαλίπῃς πρεσβεύουσα πάντοτε, ὑπἐρ τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου.

Θεοτοκίον.

μνοῦμέν σου τὴν δόξαν Ὑπεδεδοξασμένη οἱ διὰ σοῦ θεωθέντες θεόνυμφε, καὶ εὐλαβῶς σοι τὸ χαῖρε ἀεὶ κραυγάζομεν.

Ἐξαποστειλάριον

Τῶν Μαθητῶν ὁρώντων σε.

Τῇ τοῦ Χριστοῦ δυνάμει κραταιωθεῖσα, μαρτυρικῶς ἠρίστευσας Καλλιόπη, καὶ ᾔσχυνας ἐχθρὸν τὸν πολυμήχανον, ἀθλητικῇ ἐνστάσει σου· ὅθεν ἀξίως μετέσχες, τῆς οὐρανίου εὐκλείας.

Τῆς Ἑορτῆς ἢ τὸ παρὸν τῆς Θεοτόκου.

περφυῶς γεγέννηκας Θεοτόκε, τὸν Ποιητὴν τῶν ὅλων καὶ Βασιλέα, τὸν κόσμον τῆς κατάρας ἐκλυτρούμενον, δι' ἄκραν ἀγαθότητα, διὸ κἀμὲ ρῦσαι Κόρη, τῆς τῶν παθῶν τυραννίδος.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσὁμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν τοῦ Χριστοῦ Ἀθληφόρον, καὶ καλλιπάρθενον, τιμήσωμεν προφρόνως, Καλλιόπην τὴν θείαν· καλῶς γὰρ καὶ νομίμως καὶ ἀνδρικῶς, τὸν ἀγῶνα τὸν κάλλιστον, διατελέσασα πόνοις ἀθλητικοῖς, θείας δόξης κατηξίωται.

Τὸ τῆς νεότητος ἄνθος, πόθῳ τοῦ Κτίσαντος, καὶ τὰ τερπνὰ τοῦ κόσμου, ὑπερεῖδες ἐμφρόνως, καὶ ἅπασαν ἰδέαν τιμωριῶν, Καλλιόπη ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου καὶ Θεοῦ, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς

Τῆς παρθενίας τὴν χλαῖναν, καταποικίλασα, μαρτυρικοῖς καμάτοις, ὡς ἀΰλοις μαργάροις, εἰσῆλθες λαμπαδοῦχος ἐν τῇ χαρᾷ, τοῦ Νυμφίου σου πάνσεμνε, καὶ τῆς αὐτοῦ φωταυγείας κατατρυφᾷς, Καλλιόπη καὶ τερπνότητος.

Τοῦ μαρτυρίου τὸν δρόμον, καλῶς τελέσασα, ὑπέκλινας τῷ ξίφει, τὸν αὐχένα σου Μάρτυς, καὶ πάσας τοῦ Βελίαρ τὰς μηχανάς, Καλλιόπη ἀπέτεμες, οὗ τῆς κακἱας ἀτρώτους σῷζε ἡμᾶς, τοὺς ὑμνοῦντάς σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α'.

Τοῖς ἀθλητικοῖς σου σκάμμασι, τὸ σωτήριον πάθος δοξάσασα, τῆς οὐρανίου μετέσχες δόξης, Παρθενομάρτυς Καλλιόπη· πάντα γὰρ σκύβαλα ἡγήσω, νοῒ θεόφρονι, σώματος ὥραν, ἐπιγείους δόξας καὶ τιμάς, καὶ πᾶν εἶδος κολάσεων, ἵνα Χριστὸν κερδήσῃς, τὸν σὸν ἔρωτα. Καὶ νῦν τοῦ πόθου τὸ πέρας εὑροῦσα, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ τὸ τῆς Θεοτόκου.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ δὲ τοῦ Κανόνος τῆς Ἁγίας Μάρτυρος ἡ γ' καὶ στ' ᾽Ωδή.

 ᾽Απόστολον καὶ Εὐαγγέλιον τῆς ῾Αγίας Αἰκατερίνης.

 Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.

Ψάλλει διαλάμπουσα ψυχικῷ, καλὴ καὶ ὡραία, δι' ἀγώνων μαρτυρικῶν, ὤφθης τῷ Σωτῆρι, θεόφρον Καλλιόπη, ᾧ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.