The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΦΕΒΡΟΥΑΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Η’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου, καὶ τοῦ Ἁγίου Προφήτου Ζαχαρίου.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ τῶν Ἁγίων.

Προσόμοια τοῦ Μάρτυρος

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐρωστία, καὶ μέγα ἔλεος.

Χαίροις ἡ ἱερὰ κεφαλή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

πλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Προσόμοια τοῦ Προφήτου

Ἦχος πλ. δ'

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι

χων πολιτείαν ἰσάγγελον, τοῖς Ἀγγέλοις θεοφάντορ, συνωμίλεις προφανῶς, δι' αὐτῶν τὰ ὑπὲρ νοῦν καταλαμπόμενος τὸν νοῦν, συμβόλων, θαυμασίων ἀνακάθαρσιν, μεγάλων, Μυστηρίων ἀποκάλυψιν, προφητικὴν προαγόρευσιν, πνευματικὴν ἀνακαίνισιν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

γγελος ἐφάνης ἐπίγειος, ἐπὶ γῆς τοὺς οὐρανίους, συλλαλοῦντας ἐσχηκώς, θεωρὸς ὑπερκοσμίων, θεαμάτων γεγονώς. Λυχνία, νοητὸν φῶς ἀπαστράπτουσα. Ἐλαία, ψαλμικῶς εἰπεῖν κατάκαρπος, θεουργικὴν ἀποστάζουσα, τοῖς εὐσεβέσι πιότητα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς ἐλπιζομένης θεώσεως, ἀπολαύων ὡς Προφήτης, ἀληθέστατος Θεοῦ, καὶ τρανῶς τῆς ἀϊδίου, ἐμπιπλάμενος τρυφῆς, καὶ δόξαν ἀνεκλάλητον θεώμενος, καὶ κάλλους διαδήματι κοσμούμενος, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, δυσώπησον ἐκτενέστερον, θεόληπτε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Τοῦ Μάρτυρος

Ἦχος πλ. α'

Σήμερον ἀνέτειλεν ὑπὲρ τὸν Ἑωσφόρον, ἡ σεβάσμιος μνήμη τοῦ ἀθλοφόρου Χριστοῦ, τῶν πιστῶν τὰς καρδίας ἀνενδότως φωτίζουσα, καὶ τὰ νέφη τῶν ψυχῶν ἀποδιώκουσα, τῇ ἐνεργείᾳ καὶ χάριτι τοῦ Πνεύματος, πρὸς ὃν φιλομάρτυρες ἀνακράξωμεν. Χαίροις, ὁ τοῖς πιστοῖς ἀναδειχθεὶς θεοδώρητος χάρις, καὶ τῶν θαυμάτων τὰ πλήθη ἐφαπλῶν, τοῖς εἰς σὲ προστρέχουσι, Θεόδωρε μακάριε. Χριστὸν ἀπαύστως πρεσβεύων μὴ ἐλλίπῃς, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, τοὺς ἐν πίστει ἐκτελοῦντας, τήν πάνσεπτον μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Ὁ αὐτὸς

παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Κύριε.

Τοῦ Προφήτου

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δ'

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι

Νύμφην σε Παρθένον ἐκήρυξαν, τῆς ἀξίας τοῦ Πατρός, καὶ τῆς Θεότητος αὐτοῦ, οἱ Θεὸν ἀξιωθέντες, κατιδεῖν σωματικῶς, καὶ Λόγου καὶ Θεοῦ Κόρη Γεννήτριαν, καὶ Πνεύματος Ἁγίου οἰκητήριον· ἐν σοὶ γὰρ πᾶν τῆς Θεότητος, σωματικῶς κατεσκήνωσε, τὸ πλήρωμα, πληρεστάτης οὔσης χάριτος.

Ἢ Σταυροθεοτοκίον

Ξύλῳ προσπηγνύμενον Κύριε, ὡς ἑώρακεν ἀσπόρως, ἡ τεκοῦσά σε Ἀμνάς, κατεξαίνετο τὰς ὄψεις, καὶ ἐβόα ἐν κλαυθμῷ· Υἱέ μου πῶς σφαγὴν φέρεις τὴν ἄδικον, πῶς θνῄσκεις, ὁ ἀθάνατος ὡς ἄνθρωπος; Λόγον μοι δὸς φῶς γλυκύτατον, βλέψον Μητέρα θρηνοῦσάν σε, καὶ δόξασον, ταύτην Λόγε τῇ ἐγέρσει σου.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

πόδεξαι φησὶ Συμεών, τὸν Κτίστην τῶν ἁπάντων χερσίν, ὧ Πρεσβύτα, ἀγκαλίζου τὸν Χριστόν, ὃν ἡ Παρθένος Κόρη, ἐγέννησεν ἀσπόρως, εἰς ἀγαλλίασιν τοῦ γένους ἡμῶν.

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Τοῦ νόμου Ποιητὴν καὶ Θεόν, ὃν φρίττουσιν Ἀγγέλων πληθύς, συνελθόντες, ἀνυμνήσωμεν λαοί, τὸν μόνον εὐεργέτην, καὶ νόμου Νομοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ὡς εἴρηκας, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε Χριστέ, τὸ φῶς τὸ πρὸ αἰώνων, δεσμοῦ με τοῦ σαρκίου, εἰς ἀπολύτρωσιν ἐθνῶν Ἰσραήλ.

Δόξα... Τοῦ Μάρτυρος

Ἦχος πλ. δ'

Τῶν τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὁ αὐτὸς

τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ᾽ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Ἀπολυτίκον Ἦχος δ'

Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.

Δόξα... Τοῦ Προφήτου Ἦχος β'

Τοῦ Προφήτου σου τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Καθισμα τοῦ Μάρτυρος

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

μεγαλώνυμος Χριστοῦ ἀθλοφόρος, ὁ ἐπιπόθητος Θεῷ καὶ Ἀγγέλοις, ὁ θαυμαστὸς καὶ ἔνδοξος Θεόδωρος, πάσας τὰς ὑφήλιον, ἱερὰς Ἐκκλησίας, σήμερον τῷ Πνεύματι, τῷ ἁγίῳ εὐφραίνει, καὶ ἑορτάζειν πάντας ἐν χαρᾷ, παρασκευάζει αὐτοῦ τὸ μνημόσυνον.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Κατεπλάγη Ἰωσὴφ

ν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἐπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος α' Τοῦ λίθου σφραγισθέντος

Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τόν νόμον ἐν τῷ ὄρει τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Εἶτα ψάλλονται οἱ Κανόνες, ὁ τῆς Ἑορτῆς εἰς ς' καὶ τῶν Ἁγίων οἱ παρόντες δύο εἰς η'.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.

Φερώνυμον δῶρόν σε τοῦ Θεοῦ σέβω. Νικολάου.

Ἐν δὲ τοῖς Θεοτοκίοις Νικολάου

δὴ α' Ἦχος πλ. δ'

Εἱρμὸς

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, Μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις σε τιμῶντας Θεόδωρε.

ργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρῄζουσι· δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρός προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε,

ώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκός, πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, Μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.

ς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, κατεσοφίσω σοφῶς, τὸν σοφιστὴν Μάκαρ, τῆς κακίας ῥήμασι, καὶ πράγμασι Λικίνιον, ἐδελέασας δείξας, νεκροῖς ξοάνοις λατρεύοντα, καὶ κεναῖς ἐλπίσι τρεφόμενον.

Θεοτοκίον

Νῖκὸς μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεὶ με ταῖς πρεσβείαις σου· καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Ἐκπλήττομαί σου τοὺς λόγους Ζαχαρία.

Θεοφάνους.

δὴ α' Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς

σωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

χων τὸν φωτοδότην, ταῖς σαῖς ὑπακούοντα δεήσεσι, φωτισμὸν μοι παράσχου, Ζαχαρία Προφῆτα θεσπέσιε.

Κατακεκοσμημένος, κάλλεσι τῆς θείας ὡραιότητος, τῶν Ἀγγέλων τὸ κάλλος, ἐθεώρεις ψυχῆς ὡραιότητι.

Πλήρης ἁγιωσύνης, ἀγγελομιμήτου καὶ φαιδρότητος, συλλαλοῦντας Ἀγγέλους, καὶ φωτίζοντας ἔσχες θεόληπτε.

Θεοτοκίον

Λέλυται ἡ κατάρα, Εὔας τῆς Προμήτορος Πανάμωμε· τὸν Χριστὸν γὰρ τεκοῦσα, εὐλογίαις τὸν κόσμον ἐπλούτισας.

Τοῦ Μάρτυρος

δὴ γ' Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Νεανίας ὡραῖος, πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ καὶ μαρτύρων στίγμασι, καλλωπιζόμενος.

πὸ θείας προνοίας, ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, Μάκαρ πλατύναντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον κλίσιν ἰθύναντος.

Μεγαλόφρονι γνώμῃ, περιφρονῶν Πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου, καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ' αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.

Θεοτοκίον

κετεύω σε μόνην, τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν, τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

ἄνωθεν χάρις σοι ἐπεσκίασε τῆς προνοίας τὴν ἄφραστον, θείαν κυβέρνησιν, δι' Ἁγίων Ἀγγέλων διδάσκουσα Πάνσοφε, Μάκαρ καὶ φωτίζουσα.

Τὴν θείαν χρηστότητα παιδευόμενος, ἐμυήθης Πανόλβιε, ὡς καθαρώτατος κατακάρπως οἰκεῖσθαι, τὸ θεῖον ἁγίασμα, τὴν πόλιν τὴν πανίερον.

Τὸ τεῖχος τὸ ἄρρηκτον, ἡ ἀσφάλεια τοῦ λαοῦ τοῦ θεόφρονος, γέγονας Κύριε, καὶ ψυχῶν σωτηρία, ὡς πάλαι προήγγειλε, Προφήτης ὁ θεσπέσιος.

Θεοτοκίον

τόκος ὁ ἄφθορος, καὶ ἡ ἄχραντος Θεοτόκε σου κύησις, τὸν κόσμον ἐρρύσατο, ἐκ φθορᾶς καὶ θανάτου· Σωτῆρα γὰρ ἔτεκες, Λόγον τὸν ἀΐδιον.

Κάθισμα τοῦ Μάρτυρος

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταλαβών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, γενναίως κατετόλμησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἀθλοφόρε Θεόδωρε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τοῦ Προφήτου

Ἦχος γ' Τὴν ὡραιότητα

Διϊππευόμενα ἅρματα ἔβλεψας, ἡνιοχούμενα χειρὶ τοῦ πάντων Θεοῦ, τοὺς ἀσωμάτους λειτουργούς, Ζαχαρία θεσπέσιε, οἷς συναγαλλόμενος, ὡς προφήτης ἀοίδιμε, αἴτησαι ἰθύνεσθαι, πρὸς ὁδὸν θείας γνώσεως, τοὺς πίστει ἀδιστάκτῳ τελοῦντάς σου, μνήμην Προφῆτα τὴν πανίερον.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον

κ τῆς Παρθένου σε σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι. Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

Τοῦ Μάρτυρος

δὴ δ' Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

πρὸς Θεόν, πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείας, ϋλην Παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφήν, καὶ περιφανείας τὸ περιβόητον ὕψωμα· ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένος, νόμον ἀνομώτατον, παρανομούντων νεανικῶς, ἀνέτρεψας μάκαρ· διὸ νομίμως ἐνήθλησας, καὶ στέφος ἀνεδήσω, τὸ τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ Δεσπότου Θεόδωρε.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον, δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.

ς μιμητής, τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ, καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ' ἐρρύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.

Θεοτοκίον

Καλλοποιόν, καὶ γῆς Δεσπότην κυήσασαν, ἀπορρήτῳ τόκῳ κατὰ χρέος σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα, καὶ Δέσποιναν ὀνομάζομεν· διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς σὲ γεραίροντας.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.

Μίαν μὲν φωτιστικήν, οὐσίαν σέβειν, ἐν Ἡλίοις δέ, τρισὶν ὁριζομένην, ταῖς εἰς τὰ ὄντα προόδοις πληθυνομένην, σαφῶς διδάσκεις Παμμακάριστε.

ρμα τοῦ Θεοῦ, γενόμενος Προφῆτα, ἅρματα ὁρᾶν, ποικίλα τῶν Ἀγγέλων, περιοδεῦσαι τὰ πάντα κατηξιώθης, μετὰ εὐταξίας πορευόμενα.

εροπρεπῆ πολύφωτον λυχνίαν, σύμβολον ὁρᾷς, τῆς θείας φωταυγείας, ἐπισκοπῆς τε Παμμάκαρ τῆς παντεπόπτου, δι' ἧς τὰ πάντα περισώζεται.

Θεοτοκίον

Σύμβολα τῆς σῆς, Ἁγνή, κυοφορίας, οἱ θεοειδεῖς, Προφῆται προτυποῦσι, πολυειδῶς προχαράττοντες, καὶ ποικίλως, δι' αἰνιγμάτων οἱ θεόφρονες.

Τοῦ Μάρτυρος

δὴ ε' Ὁ Εἱρμὸς

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

ητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παρρησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.

λοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγὰς ἐδέξω, ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.

Νικηφόρος ὡράθης, ἄρτιος ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον· σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.

Συνιδόντα τὰ πλήθη, τὸ ἐν σοὶ γενόμενον θαῦμα Θεόδωρε, τὴν φωνὴν ἐπῆραν, μεγαλύνοντα Χριστοῦ τὴν δύναμιν, τοῦ δὲ λυμεῶνος, καὶ ἀλαζόνος Λικινίου, στηλιτεύοντα λύσσαν τὴν ἄλογον.

Θεοτοκίον

λον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα, ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία Παρθένε Θεόνυμφε.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

ἐκ νυκτὸς ἀγνοίας, θεογνωσία φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ, τῆς φιλανθρωπίας σου Κύριε.

καθαρὸς καρδίᾳ, καὶ διανοίας προβλέπων ὀξύτητι, πάθος τὸ τοῦ Σωτῆρος, ἀξιοπρεπῶς μακαρίζεται.

περφυῶς ἁγία, χαῖρε Σιών, ὁ Προφήτης προτρέπεται, ἥξει ὁ Βασιλεύς σου δίκαιος καὶ σῴζων πρᾳότητι.

Τῶν Προφητῶν ἡ δόξα, τῶν θεηγόρων ἀνδρῶν ἡ εὐπρέπεια, κόσμον περιαυγάζει, τῇ τῆς προφητείας λαμπρότητι.

Θεοτοκίον

τῆς Παρθένου τόκος, ἀναγεννήσας ἡμᾶς ἠλευθέρωσε, τῶν πρὶν ἁμαρτημάτων, δι' ἡμᾶς ἁμαρτίᾳ γενόμενος.

Τοῦ Μάρτυρος

δὴ ς' Ὁ Εἱρμὸς

λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις, καὶ θερμὸς προστάτης πέφηνας.

Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάρρυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης συμπαθέστατε Θεόδωρε.

Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος· διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.

Θεοτοκίον

Λαμψάτω νῦν ἐπ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

πάρχων προφητικῆς ἀνάπλεως, ἐπιπνοίας ἐσομένων τὴν γνῶσιν, ὑπερφυῶς, μυηθεὶς ἀπεστάλης, ἀνακηρύττειν τὴν χάριν τὴν μέλλουσαν, ἡμέραν τε τὴν τοῦ σταυροῦ, τὴν γνωστὴν τῷ Κυρίῳ θεόληπτε.

Συνέσει πνευματικῇ κοσμούμενος, δωρεῶν τῶν ὑπὲρ νοῦν ἠξιώθης, ἀγγελικάς, ἐμφανείας καὶ τάξεις, καὶ ὁμιλίας καὶ δόξαν θεώμενος, Πανόλβιε τὰ θαυμαστά, διδασκούσας καὶ θεῖα Μυστήρια.

Λαμπάδιον ἀρετῶν κτησάμενος, φωτισμὸν θεογνωσίας πυρσεύεις, τὴν μυστικήν, προμηνύων λαμπάδα, τῆς ὑπὲρ λόγον τοῦ Λόγου σαρκώσεως, φανήσεσθαι θεοπρεπῶς, ἐκ Σιὼν Ζαχαρία θεόληπτε.

Θεοτοκίον

στήσας τὸν οὐρανὸν ἀνέδειξεν, οὐρανὸν σε λογικὸν Θεοτόκε, τὴν καλλονήν, Ἰακὼβ ἀγαπήσας, καὶ ἐκ γαστρός σου Θεότητος Ἥλιος, ἀνέτειλε σωματικῶς, καὶ τόν κόσμον ἐφαίδρυνε χάριτι.

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν

νδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος δεῦτε πάντες, τοῖς ὕμνοις τῶν στεφάνων, πιστοὶ Θεόδωρον καταστέψωμεν· δῶρον Θεοῦ γὰρ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα. Ἐν τούτοις οὖν πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον· διὸ βοῶμεν αὐτῷ· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.

Στίχοι

ν Θεόδωρος ἀξίαν Στρατηλάτης,

πῆρξε τμηθεὶς τοῦ Θεοῦ Στρατηλάτης.

μβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου.

Στίχοι

ππους ἑώρας τοὺς νόας Ζαχαρία,

Δι' ὧν πρὸς ὕψος οὐρανῶν ἀφιππάσω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξίφει τελειοῦνται.

Στίχοι

Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ,

Νικηφόρου στέφανος ἐπλάκη τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρθα καὶ Μαρία αἱ ἀδελφαί, καὶ ὁ Ὅσιος Λυκαρίων ὁ Μάρτυς, ξίφει τελειοῦνται.

Στίχοι

ς περ παρῆξεν εἰς τὸ φῶς γαστὴρ μία,

Μάρθαν Μαρίαν, ἓν στερεῖ φωτὸς ξίφος.

φωνος ἥκει πρὸς ξίφος Λυκαρίων,

ναντι τοῦ κείροντος οἷον ἀρνίον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Μάρτυρος

δὴ ζ' Ὁ Εἱρμὸς

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης αὐτῷ.

Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ, ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.

δόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίαις καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος Σοφέ.

Θεοτοκίον

γίων τὸν ἅγιον, τέτοκας μόνη θεοχαρίτωτε, ἀπορρήτῳ κυήσει· καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου· διὸ σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένη Ἁγνή.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Γὴν ἐπὶ πᾶσαν σοῦ Προφῆτα, διελήλυθεν ὁ φθόγγος ὁ θεόπνους, καὶ ῥημάτων τῶν σῶν, ἡ δύναμις βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

λος ταῖς ἄνω λαμπηδόσι, φωτιζόμενος τὰ μέλλοντα ἑώρας, ὡς παρόντα· διό, Πανόλβιε ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

μνοις γεραίρω σε Παρθένε, τὴν τιμήσασαν τὴν φύσιν τῶν ἀνθρώπων, ἀτιμίᾳ δεινῇ, τὸ πρὶν κατακριθεῖσαν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Τοῦ Μάρτυρος

δὴ η' Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών. Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν, ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος, τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

πομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων, ὑπερέβης τούς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.

Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ ἐκπληροῖς τῶν θλίψεων· οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ, σιδηρᾶ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.

Θεοτοκίον

Οὐρανομήκη κλίμακα, νοητὴν σε γινώσκομεν, δι' ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν σε Παρθένε.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

Τὸν ἐν ὄρει ἁγίω δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σιὼν ὄρος ἡ πόλις ἡ ἁγία, χαῖρε σφόδρα ὁ θεῖος Ζαχαρίας, Ἀγγέλων ὁ συνόμιλος προτρέπεται, καὶ σὺ δὲ ἀγάλλου, Ἱερουσαλήμ, εἰς πάντας τοὺς αἰῶνας.

Ζαχαρία Προφῆτα κατατέρπου, πληρωθέντας θεώμενος τοὺς λόγους, οὓς προηγόρευσας τῷ Πνεύματι λαμπόμενος· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

ναμέσον ὀρέων κατασκίων, ἐθεώρεις ἑστῶτας τοὺς Ἀγγέλους, τὴν ἐπὶ πάντων πρόνοιαν μυοῦντάς σε, ἔνδοξε Προφῆτα, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε πύλη ἀΰλου φρυκτωρίας, χαῖρε νεφέλη κούφη ἡ τὸν Ἥλιον, τῆς δικαιοσύνης, λάμψασα τῷ κόσμῳ ἁγνὴ Θεοκυῆτορ.

Τοῦ Μάρτυρος

δὴ θ' Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

ξέστη τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια, νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.

Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.

ς ἔχων παρρησίαν πρὸς Χριστόν, ὑπὲρ οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς Βασιλεῦσι, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.

Θεοτοκίον

ψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς σῆς, Κόρη συγγενείας καὶ θεϊκῆς, υἱοθεσίας ἔτυχε, τῇ σῇ μεσιτείᾳ· καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ σοῦ ἀρρήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

Τοῦ Προφήτου

Ὁ Εἱρμὸς

Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.

πασαν τὴν αἴσθησιν, καταλιπὼν νοῒ τῷ θείῳ, καὶ καθαρωτάτῳ πάνσοφε, φωτοφόρος παρίστασαι, τὰς ὑπὲρ τοῦ κόσμου ἱκεσίας ποιούμενος· ὅθεν πάντες σε Ζαχαρία μεγαλύνομεν.

ήσεσιν ἑπόμενοι, τῶν σῶν χειλέων θεοφάντορ, Κύριον ἐπικαλούμεθα, δι' αὐτοῦ τε σω ζόμενοι, ὡς τῆς ἀληθείας σε Προφήτην καὶ κήρυκα, Ζαχαρία τῆς εὐσεβείας μακαρίζομεν.

λεων ἀπέργασαι, ταῖς σαῖς πρεσβείαις τὸν Δεσπότην, τοῖς τὴν Ἱερὰν καὶ εὔσημον, ἑορτήν σου θεόπνευστε, πίστει ἐκτελοῦσι, καὶ σὲ πόθω γεραίρουσιν, ὡς Προφήτην καὶ θεηγόρον ἀληθέστατον.

Θεοτοκίον

βυσσον θαυμάτων σε, καὶ χαρισμάτων Θεοτόκε, πέλαγος Ἁγνὴ γινώσκοντες, καὶ σαφῶς ἐπιστάμενοι, τῇ σῇ προστασίᾳ πεπειθότες προστρέχομεν, καὶ συντόνως πρός τὴν σὴν σκέπην καταφεύγομεν.

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν

Μεγαλομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ Στρατηλάτα, καὶ θεῖον ἐγκαλλώπισμα, τῶν σεπτῶν ἀθλοφόρων, Θεόδωρε γενναιόφρον, μὴ ἐλλίπῃς αἰτεῖσθαι, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ εἰρήνην τῷ κόσμω, καὶ ἱλασμόν, τῶν ἁμαρτημάτων καὶ σωτηρίαν, τοῖς ἐκτελοῦσι πάνσοφε, τὴν φωσφόρον σου μνήμην.

Τῆς Ἑορτῆς

ν πνεύματι τῷ Ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

θλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ ταῖς ἄνω, ὁμηγύρεσι συνήφθης, κλέος Μαρτύρων Θεόδωρε.

Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας τυπτόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ πλευρὰς ξεόμενος, καὶ παντοίαις χαλεπαῖς, ἀλγηδόσι κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.

Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ Ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον τῷ τυθέντι διὰ σέ, καθαρῶς, προσαγόμενος, τῷ δοξάσαντι, τὴν ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρὸν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.

Δξα... Ἦχος πλ. δ'

θλητικὴν ἀνδρείαν, καὶ λογικὴν λατρείαν εὐσεβῶς καθοπλισθείς, Ἀθλοφόρε Χριστοῦ, καὶ στερρῶς παραταχθεὶς τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν Τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός. Ἀλλ' ὦ θείων δωρεῶν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ πάσης περιστάσεως, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς τελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος β'

Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τόν Σωτῆρά μου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

πάντα τῇ χειρί, περιέχων ὡς Κτίστης, καὶ δεσπόζων ἁπάντων, ὑπὸ χειρῶν Πρεσβύτου, ἐν τῷ ναῷ προσάγεται.

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

γάλλου Συμεών, καὶ ἡ Ἄννα εὐφραίνου· ἰδοὺ γὰρ ἐπεφάνη, ὁ Λυτρωτὴς τοῦ κόσμου, ὡς βρέφος προσαγόμενος.

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Λέλυσαι τῆς φθορᾶς, Συμεὼν θεοφόρε, ἐν χερσὶ τὸν πάντα, κατέχοντα βαστάζων· εἶδες γὰρ τὸ σωτήριον.

Δόξα... Τοῦ Ἁγίου Ἦχος πλ. δ'

θλητικὸν συστησάμενος στάδιον κατὰ τῆς πλάνης, ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον· διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστῷ τῷ Θεῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... τῆς Ἑορτῆς Ἦχος βαρὺς

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ἦλθες ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών· ἔδει γὰρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.

 

 Ἐν τῇ Τεσσαρακοστ

Μετὰ τὰ Προσόμια το Εσπερινο

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. α'

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον, ὅμοιον

ς ἀμνὸν σε Λόγε, ἡ ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν χωροῦντα, καθορῶσα ἐβόα· Ὢ ξένου τολμήματος! πῶς ἄνομοι σφάττουσι, τὸν τοὺς ἀνθρώπους ζωοῦντα; Μέγα σου Υἱέ μου τὸ ἔλεος!

Μετὰ τὸ Κάθισμα τῆς γ΄ Ὠδῆς

Καὶ νῦν... Θεοτοκίον

Ἦχος γ' Τὴν ὡραιότητα

κατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριτος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.