The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Τῆς Ἑορτῆς Ἦχος δ'

Ἔδωκας σημείωσιν

Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.

Τοῦ ἁγου χος ὁ αὐτὸς

Ὁ ἐξ ὑψίστου κληθεὶς

τὴν Εἰκόνα Χριστοῦ σαφῶς τιμήσας, ὅτε τὸ λεόντειον θράσος ἐμαίνετο, καὶ τοὺς λαοὺς διεκλόνησεν, ἀνακαινίζον, τοῦ Κοπρωνύμου ἄθεον αἵρεσιν, τότε τοῦτο Πάνσοφε, σαφῶς διήλεγξας, σῇ παρρησίᾳ χρησάμενος, συνηθροισμένης, Ἀρχιερέων τῆς συνελεύσεως· ὅθεν ἐγνώσθης γενναιότατος, στρατιώτης Χριστοῦ παμμακάριστε, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

οὐρανίαις μοναῖς ἐνῳκισμένος, ὅτε τὴν ἀτίθασον γνώμην καὶ ἄθεον, ὁ δυσσεβὴς ἐνεδείξατο, ὑπερορίαις, καταδικάσας τὴν σὴν στερρότητα, τότε τὸν Παράδεισον· ὅθεν πεπτώκαμεν μόνην πατρίδα θεσπέσιε, σαφῶς γινώσκων, μέτ' εὐφροσύνης χαίρων ὑπέμεινας· ὅθεν δικαίως τὴν ἀκήρατον, ἠξιώθης ζωὴν κατοπτεῦσαι Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Πυρίνῃ γλώσσῃ πανσόφως κεχρημένος, ὅτε μιξοβάρβαρον νόμον ἐθέσπισε, μὴ προσκυνεῖσθαι κελεύοντα, τὴν σεβασμίαν, Χριστοῦ Εἰκόνα Λέων ὁ τύραννος, τότε σὺ τόν ἔνθεον νόμον ἀντέθηκας, ὡς διαβαίνει προσκύνησις, ἡ τῆς εἰκόνος, ὣς πού τις ἔφη πρὸς τὸ ἀρχέτυπον, καὶ τῷ σῷ λόγῳ ὡς ἐμβρόντητος, ἀπεφάνθη ὁ θὴρ ὁ δυσώνυμος, πανσεβάσμιε Πάτερ, θεορρῆμον ἱερώτατε.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος, Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

ξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει Θαβωρίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

Τὴν σὴν τοῦ μονογενοῦς Υἱοῦ προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους ἐπιδημίαν, ὁ θεοπάτωρ Δαυΐδ, πόρρωθεν πρὸς εὐφροσύνην συγκαλεῖται τὴν κτίσιν, καὶ προφητικῶς ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἐν τούτῳ γὰρ ἐπιβὰς τῷ ὄρει Σωτήρ, μετὰ τῶν Μαθητῶν σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ φύσιν, μεταμορφωθείς, ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν σὴν τῆς Θεότητος, δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορθώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα ὅμοιον

ν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

Εἶτα εἷς Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Τὸν μέγαν Αἰμιλιανὸν ἐν ᾄσμασιν ἔξοχα μέλπω.

Θεοφάνους.

Ὠδὴ α' Ἦχος α'

Σοῦ ἡ τροπαιοῦχος

Ταῖς ὑπερκοσμίαις συνοικῶν, ταξιαρχίαις θεόφρον μακάριε, τοὺς ἐπιτελοῦντάς σου, χαρμονικῶς τὴν ποθητὴν πανήγυριν, Πάτερ ἐποπτεύων, τῆς σωτηρίας ἀξίωσον.

λος τῷ Δεσπότῃ συγκραθείς, καὶ τοῖς ἐκεῖθεν ἀστράψας πυρσεύμασι, πᾶσαν κατεφώτισας, σαῖς διδαχαῖς θεοσεβῆ πανήγυριν, ὡς ἱεροφάντωρ, φανεὶς θεόφρον θεόληπττε.

Νοῦν καθηγεμόνα τῶν παθῶν, δι' ἀρετῆς Ἱεράρχα κατέστησας, οἷα δικαιότατος, διαιτητὴς τῇ τε ψυχῇ καὶ τῷ σώματι, Πάτερ διανέμων, τοῖς ἑκατέροις τὰ πρόσφορα.

Μύστης ἀκριβὴς τῶν ὑπὲρ νοῦν, τῆς Ἐκκλησίας σαφῶς προϊστάμενος, ὤφθης παναοίδιμε, καὶ κραταιὸς τῆς ἀληθείας πρόμαχος, μύλας τῶν λεόντων, συνθλῶν καὶ φράττων τὰ στόματα.

Θεοτοκίον

να ἑκατέραις εὐσεβῶς, τὸν ἐκ γαστρός σου τεχθέντα γινώσκομεν, φύσεσι Πανάμωμε, Θεὸν ὁμοῦ ὑπερφυῶς καὶ ἄνθρωπον, ἔχοντα τελείως ἑκάστης τὰ ἰδιώματα.

Ὠδὴ γ'

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

κέτην θεόφρονα Χριστοῦ, πιστοῖς σε προβαλλόμεθα, τὸν δι' αὐτὸν λαμπρῶς ἀριστεύσαντα, καὶ τὴν εἰκόνα τούτου τιμήσαντα, τοῦ σεπτοῦ κηρύγματος, καὶ τὴν ἄνωθεν πίστιν φυλάξαντα.

Μαρτύρων στερρότητα δεικνύς, θεόφρον ἀξιάγαστε, τὴν δυσσεβῆ ὀφρὺν ἐξεφαύλισας, τῆς Ἐκκλησίας ἐκφανεὶς πρόβολος, ἀρραγὴς ἀκλόνητος, καὶ μεσίτης ἔνθεος, καρτερῶς διελέγχων τοὺς ἄφρονας.

ὸν τῆς αἱρέσεως πιών, εἰς κόρον ὁ παμπόνηρος, διδακτικῷ σου λόγῳ διήλεγκται· φωτὶ γὰρ σκότος ἐξαφανίζεται, καὶ γυμνοῦται πλάσματα, πονηροῦ βουλεύματος τῆς ἐνθέου σοφίας ταῖς λάμψεσι.

Θεοτοκίον

Λαμπρᾷ σε φωνῇ νῦν ἐκ ψυχῆς, κυρίως Θεομήτορα, τὴν τὸν Θεὸν τεκοῦσαν κηρύττομεν, σεσαρκωμένον ἐκ σοῦ τὸν ἄσαρκον, ἐν ἡμῖν σκηνώσαντᾳ, οὐ τροπὴν δεξάμενον, οὐ φυρμῷ συγχυθέντα Πανάμωμε.

Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Κάθισμα τοῦ Ἁγίου

Ἦχος γ' Θείας πίστεως

Θείῳ Πνεύματι πεφωτισμένος, ἀνεκήρυξας ἐν παρρησίᾳ, ὀρθοδοξίας παμμάκαρ τὰ δόγματα, καὶ βασιλέα κατῄσχυνας ἄνομον, ὑπερορίαις ἀδίκως στελλόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς

Ἦχος γ' Τὴν ὡραιότητα

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλεία σου.

Ὠδὴ δ'

Ὄρος σε τῇ χάριτι

σχυσας ὀφρὺν καταβαλεῖν τοῦ ἀλάστορος, οἰκειωθεὶς δι' ἀρετῆς, παμμάκαρ Αἰμιλιανέ, τῷ πάντα ἰσχύοντι, καὶ δυνατῷ ἐν τοῖς πολέμοις πανόλβιε, καί νῦν κραυγάζεις· Δόξα τῇ δυνάμει σου Κύριε.

νέτλης μακρᾶς ὑπερορίας στελλόμενος, καρτερικὸς ἀναδειχθεὶς θεόφρον Αἰμιλιανέ, τὸ πρὶν προτερήμασιν, Ἀρχιερεύς, Ἱερομάρτυς δὲ ὕστερον, ἀναδειχθεὶς θεοφόρε πανάριστε.

Νομίμως ἐφάνης ἐκ παιδὸς ἱερούμενος, ἀσκητικῶς ἐκλαμπρυνθείς, τρισμάκαρ Αἰμιλιανέ, τῷ λόγῳ τῆς χάριτος, περιφραχθεὶς ἱερομύστα θεσπέσιε, Θεῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

πάσης ἐπέκεινα νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, θεοπλαστίας ἐπὶ γῆς, ἐκτελῶν μυστήριον, παρθενικαῖς ἠγλαϊσμένην λαμπρότησι, τὴν σὴν γαστέρα κατῴκησεν, Ἄχραντε.

Ὠδὴ ε'

Θεὸς ὢν εἰρήνης

Νοήσας προγνώσει, τῇ θείᾳ Χριστός, τῆς μεγάλης ψυχῆς σου τὴν πρόθεσιν, μεγάλοις προτερήμασιν, ἐκόσμησε σαφῶς στολαῖς Ἱερωσύνης, αὐτὴν καταγλαΐσας, καὶ μαρτύρων ἐν ἄθλοις, Ἱερομύστα πανσεβάσμιε.

λκύσας τὴν χάριν, τοῦ Πνεύματος πρίν, ποταμοὺς διδαγμάτων ἀνέβλυσας, Παμμάκαρ ἱερώτατε, τῇ ποίμνῃ τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν εἰκόνα, Χριστοῦ τιμᾶν μαθόντες, τῶν Ἁγίων τε πάντων, τοὺς θεομάχους καταισχύνομεν.

Νεκρώσας σαρκός σου, τὸ φρόνημα πρίν, ἐν ἀσκήσεως πόνοις πανόλβιε, τῇ αἴγλῃ τῇ τοῦ Πνεύματος ἐζώωσας τὸν νοῦν· ὅθεν δι' ἀμφοτέρων, ἐκλάμψας Ἱεράρχα, Θεῷ εὐηρέστησας, Ἱερομάρτυς ἀξιάγαστε.

Θεοτοκίον

γίων Ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν· διὸ σε Βασιλίδα, καὶ Δέσποιναν τοῦ κόσμου, ὡς τεκοῦσαν τὸν Κτίστην, τῶν ποιημάτων μεγαλύνομεν.

Ὠδὴ ς'

Σπλάγχνων Ἰωνᾶν

Στῆσαι βουληθείς, νομὴν τῆς αἱρέσεως, προθύμως χωρεὶς πρὸς τοὺς κινδύνους σοφέ, καὶ διήλεγξας παρρησίᾳ μεγάλῃ χρησάμενος, τὴν γνώμην τοῦ κρατοῦντος σὺ τήν ἄθεον, πρῶτος τοῦ λαλεῖν ἀρξάμενος, ἠθροισμένης Συνόδου θεόφρονος.

Μόνου τοῦ Χριστοῦ, θερμῶς ὀρεγόμενος, καὶ τούτου τυχεῖν θείας ἐλλάμψεως, ἐφιέμενος, Ἱεράρχα Κυρίου θεόληπτε, μαρτύρων ἐνεδείξω τὴν στερρότητα, λάμψας τὸ πρῴην δι' ἀσκήσεως, καὶ διπλοῦς τοὺς στεφάνους κομίζῃ σαφῶς.

νω σου τὸν νοῦν, Θεῷ συγγινόμενον, καὶ θείαις αὐγαῖς, μάκαρ λαμπόμενον, ἔχων Ὅσιε, κούφως βίον διέπλεις τὴν θάλασσαν, καὶ ὅρμοις οὐρανίοις νῦν καθώρμισαι, αὔραις τοῦ Ἁγίου Πνεύματος, κυβερνώμενος σθένει τοῦ Πνεύματος.

Θεοτοκίον

Σῶσαι τῶν βροτῶν, τὴν φύσιν ὡς εὔσπλαγχνος, φθαρεῖσαν Ἁγνή, φθόνῳ τοῦ ὄφεως, ὁ ὑπέρθεος, εὐδοκήσας τὴν μήτραν σου ᾤκησε, καὶ σάρξ ἀναλλοιώτως ἐχρημάτισε, μόνην καθαρὰν εὑράμενος, Θεοτόκε Παρθένε πανάχραντε.

Ὁ Εἱρμὸς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θὴρ οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Συναξάριον

Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ ὁμολογητοῦ.

Στίχοι

Ψυχὴς πολὺν θεὶς Αἰμιλιανὸς λόγον,

Τῆς σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους.

γδόῃ Αἰμιλιανοῦ ὀστέα δέξατ' ἄρουρα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ θαυματουργοῦ.

Στίχοι

Μύρων ὁ θεῖος ἀρετῆς μύρου πνέων,

Εὐωδίας πρόσεισιν ὀσμὴ Κυρί.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἡγουμένου Ὀρόβων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἐλευθερίου καὶ Λεωνίδου, διὰ πυρὸς τελειωθέντων.

Στίχοι

μφοῖν ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ,

Ποινὴν κατακρίνουσιν οἱ πλάνοι φλόγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Βλαστήματα θνσκουσιν Αἰγύπτου δέκα,

Πληγαῖς ἐκείναις ἰσάριθμοι ταῖς δέκα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Σὲ νοητὴν Θεοτόκε κάμινον

εραρχῶν, εὐπρεπὲς ἀγλάϊσμα, Πάτερ ὑπῆρχες ἀληθῶς· βασιλεύσας γὰρ τῶν παθῶν, πύργος ἀκαθαίρετος, ὤφθης ἀξιάγαστε, τῆς Ἐκκλησίας καὶ πρόβολος, τὸν αἰνετόν ἀνυμνῶν Θεὸν τὸν ὑπερένδοξον.

Νέος Δαυΐδ, ἡμῖν ἀναδέδειξαι καὶ ἀλλοφύλους διδαχάς, τῇ σφενδόνῃ καταβαλών, τῶν εὐστοχωτάτων σου, λόγων παναοίδιμε, καὶ διδαγμάτων τοξεύμασι, τὸν αἰνετόν ἀνυμνῶν, Θεὸν καὶ ὑπερένδοξον.

στης λαμπρῶς, Πάτερ ἐπὶ βήματος, δικαστικοῦ διὰ Χριστόν, καὶ τοὺς λόγους ὡς ἐκ πηγῆς θείας ἀνεβλύστανες· πᾶσι γὰρ ἐκήρυξας, τὴν τῶν Εἰκόνων προσκύνησιν, σαφῶς εἰδὼς διαβαίνειν, αὐτὴν πρὸς τὸ πρωτότυπον.

Θεοτοκίον

Ξενοπρεπῶς, παρθενεύεις τίκτουσα, τὸν τῶν ἁπάντων Ποιητήν, τὸν ἐν θρόνῳ χερουβικῷ, ἐπαναπαυόμενον, μόνη παμμακάριστε, Παρθενομῆτορ πανύμνητε τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν τὸν ὑπερένδοξον.

Ὠδὴ η'

Θαύματος ὑπερφυοῦς

λην νοητῷ πυρὶ τὴν φρυγανώδη, τῆς αἱρέσεως ἔφλεξας ὕλην, ἐπικλήσει θείᾳ τε ὡς Ἠλίας, τοὺς ἱερεῖς, τῆς αἰσχύνης ξίφει Πνεύματος κατέσφαξας, καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Χάριτός τε καὶ δυνάμεως ἐνθέου, πεπλησμένος ὡράθης Παμμάκαρ, σωφροσύνης κάλλει κεκοσμημένος, διαπρεπεῖ, εὐσεβείας ἀνενδότως ἀντεχόμενος, μεθ' ἧς νῦν τῷ Δεσπότῃ παριστάμενος· Εὐλογείτω ἡ κτίσις κραυγάζεις τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

νωθεν τοὺς ὑμνητάς σου ἐποπτεύεις, ἱερώτατε Πάτερ θεόφρον, εὐμαρίζων τρίβον ἡμῖν εὐθεῖαν, σαῖς προσευχαῖς, καὶ συντρίβων τῶν αἱρέσεων φρυάγματα, ἵνα γεγηθότες ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Μῶμος ἐν τῷ κάλλει σου ὅλως οὐκ ἔστι· σὺ γὰρ μόνη πανάχραντος ὤφθης, ἐξ αἰῶνος Πάναγνε, παρθενίας μαρμαρυγαῖς, καταυγάσασα τὸν κόσμον καὶ ἁγνείας φωτί· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Τύπον τῆς ἁγνῆς λοχείας σου

Εὗρες τὰ τῶν πόνων ἔπαθλα, ἐν οὐρανίοις θεοφόρε σκηνώμασιν, Αἰμιλιανέ, νῦν κατοικεῖν ἀξιούμενος, τῶν μαρτύρων σὺν θείοις στρατεύμασιν, ὡς θεῖος Ἱεράρχης, Ἱερομάρτυς ὑπερθαύμαστος.

Λόγου καὶ σοφίας ἄριστε, κεκοσμημένος καθωράθης τοῖς δόγμασιν, Αἰμιλιανέ· διὸ Χριστὸς ἐστεφάνωσε, τὴν τιμίαν σου κάραν πανόλβιε, καὶ νῦν ἐκδυσωπεῖται, ὑπέρ ἡμῶν σοῦ ἱκετεύοντος.

Πύλας οὐρανίους Ὅσιε, ἀναπετάσας ὁ Δεσπότης ἐδέξατο, Αἰμιλιανέ, τὴν σὴν ψυχὴν ἀναψύξεως, καταπαύσας ἐν τόποις ὡς δίκαιος, καὶ νῦν περιπολεύεις, περὶ τόν θρόνον τοῦ Παντάνακτος.

Θεοτοκίον

τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη πάναγνε Δέσποινα, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα πάναγνε τῆς σῆς κυήσεως· διὸ ἀκαταπαύστως, σὲ Θεοτόκε μεγαλύνομεν.

Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν

τε ὁ θὴρ ἐφώρμησε, κατὰ τῆς Ἐκκλησίας, Λέων ὁ μιξοβάρβαρος ὁ ἀκόρεστος ᾍδης, μὴ προσκυνεῖσθαι κελεύσας, τὰς πανσέπτους Εἰκόνας, τότε στερρῶς διήλεγξας, μάκαρ Αἰμιλιανέ, τὴν βδελυράν, θεόμαχον αἵρεσιν τοῦ τυράννου, ὑφ' οὗ πικρὰς ὑπήνεγκας, ἐξορίας καὶ θλίψεις.

Τῆς Ἑορτῆς, ὅμοιον

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν , ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ἑορτῆς Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

λαμψας Χριστέ, λευκὸς ὑπὲρ χιόνα, τὴν σὴν παραγυμνῶν σου, τοῖς Μαθηταῖς οὐσίαν, τῆς ἀπροσίτου δόξης σου.

Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Εἶξε σῶν πρὸ ποδῶν, ὑψίδρομον ἡλίου, σέλας Χριστὲ Σωτήρ μου, δεικνύον σε Δεσπότην, καὶ Ποιητὴν τῆς κτίσεως.

Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Δεῖξαι τοῖς Μαθηταῖς, θελήσαντος σὴν δόξαν, σὺν Μωϋσῇ Ἠλίᾳ, ἐν ὄρει Θαβωρίῳ, ὡς εἶδον Σῶτερ ἔφριξαν.

Δόξα... Καὶ νῦν ... Ἦχος α'

Τὸ ἄσχετον τῆς σῆς φωτοχυσίας, καὶ ἀπρόσιτον τῆς Θεότητος, θεασάμενοι τῶν Ἀποστόλων οἱ πρόκριτοι, ἐπὶ τοῦ ὄρους τῆς Μεταμορφώσεως, ἄναρχε Χριστέ, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν, καὶ νεφέλῃ περιλαμφθέντες φωτεινῇ φωνῆς ἤκουον Πατρικῆς, βεβαιούσης τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως, ὅτι εἷς ὑπάρχεις καὶ μετὰ σάρκωσιν, Υἱὸς μονογενὴς καὶ Σωτὴρ τοῦ κόσμου.

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.