The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου Ἀγκύρας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

γαλλομένῃ καρδίᾳ, καὶ σταθερῷ λογισμῷ, πρὸς τοὺς ἀγῶνας Μάρτυς, ηὐτομόλησας ὄντως, μὴ πτήξας τῶν βασάνων τὰ ἀλγεινά, οὐ τὸν βίαιον θάνατον· ὅθεν νομίμως ἀθλήσας περιφανῶς ἐστεφάνωσαι Θεόδοτε.

Τοῖς σπαραγμοῖς τῆς σαρκός σου κατετραυμάτισας, τοὺς πολεμίους Μάκαρ, καὶ κατέξανας τούτων, ἐλέγχοις τὰς καρδίας, τοῖς δὲ κρουνοῖς, τῶν χυθέντων αἱμάτων σου, τὰς διεκχύσεις ἐξήρανας παντελῶς, τῆς ἀθεΐας παμμακάριστε.

Καρτερικῶς ταῖς λαμπάσι περικαιόμενος, καὶ ταῖς πληγαῖς τὸν νῶτον, συντριβόμενος Μάρτυς, ὑπέμεινας κραυγάζων· Τῆς τοῦ Χριστοῦ, ἀγαπήσεως ὅλως με, οὐδέν χωρίσει οὐ θάνατος, οὐ ζωή, οὐδὲ πᾶσα ἄλλη βάσανος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Αὐτόμελον

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῷζε ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Ἢ Σταυροθεοτοκίον

Σὲ τὸν ἀμνὸν καὶ ποιμένα, ἐπὶ τοῦ ξύλου Σωτήρ, ἡ σὲ ἁγνῶς τεκοῦσα, ὡς ἑώρα Θεέ μου, θρηνοῦσα ἀνεβόα· Τέκνον ἐμόν, φῶς τοῦ κόσμου γλυκύτατον, πῶς ἐπὶ ξύλου ὁρῶ σε τοῦ σταυρικοῦ, ὡς κακοῦργον ἀναρτώμενον;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Θεοῦ δόσις πέφυκας εἰκότως μάκαρ. Ἰωσήφ.

δὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Θεολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας ἥλιος, ἐν τῷ ὕψει τῆς αὐτοῦ, Ἐκκλησίας ἅπασαν τὴν γῆν, ἀστραπαῖς Μάκαρ τῶν σῶν ἄθλων ἐφαίδρυνεν.

κ νεαρᾶς ἡλικίας ἀνατεθείς, τῷ Θεῷ Θεόδοτε, θεοδότοις ἀρεταῖς, τὴν ψυχὴν ἐλάμπρυνας σαφῶς, καὶ τὸν κόσμον τοῖς σεπτοῖς ἄθλοις ἐφαίδρυνας.

περιώνυμος Μάρτυς κατανοῶν, τὰ τῆς πλάνης δίκτυα, ἐφαπλούμενα ἐν γῇ, πανταχοῦ διήρχετο ψυχάς, διδαχαῖς τῶν εὐσεβῶν στηρίζων χάριτι.

Θεοτοκίον

περβολῇ εὐσπλαγχνίας τοὺς οὐρανούς, κλίνας καταβέβηκεν, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, καὶ ἐκ σοῦ σεσάρκωται Ἁγνή, διασῴζων τοὺς βροτοὺς πλάνης τοῦ ὄφεως.

δὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Διόλου νεύων πρὸς Θεόν, ὀφθαλμοῖς διανοίας, παναοίδιμε Μάρτυς, οὐκ ᾐσθάνου ταῖς πληγαῖς τοῦ σώματος ὁμιλῶν, καὶ βασάνοις, πάντοθεν κυκλούμενος.

Οὐδόλως Μάρτυς προσβολαῖς, ἀλγεινῶν ἐσαλεύθης, οὐ θωπείαις ἀνόμων, ἐπὶ πέτραν ἀσφαλῆ, τῆς πίστεως τοῦ Χριστοῦ, ἡδρασμένος, ἔνδοξε Θεόδοτε.

Συντρίβει σῶμα ταῖς πολλαῖς, ὁ διώκτης αἰκίαις, οὐκ ἰσχύει δὲ ὅλως, σοῦ τὸν τόνον τῆς ψυχῆς, χαυνῶσαι θείᾳ στοργῇ, τοῦ Σωτῆρος, Μάκαρ κρατυνόμενον.

Θεοτοκίον

δών σου πόρρωθεν χορός, Προφητῶν θεηγόρων, μυστηρίου τὸ βάθος, πολυτρόποις ἐν φωναῖς, Θεοῦ Μητέρα ἁγνή, σὲ κηρύττει, πάναγνε Θεόνυμφε.

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Πολύφωτος ἀστήρ, δᾳδουχίαις θαυμάτων, καὶ ἄθλων ἱερῶν, καταυγάζων τὴν κτίσιν, Θεόδοτε μακάριε, ἀληθῶς ἐχρημάτισας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζομεν, ἐν κατανύξει καρδίας, Χριστὸν μεγαλύνοντες.

Θεοτοκίον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ἢ Σταυροθεοτοκίον

ρῶσά σε Χριστέ, ἡ Πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα.

δὴ δ'

Χριστός μου δύναμις

Σοφίᾳ λόγων σου, καὶ ἔργων χάριτι, τὸν τοῦ σκότους προστάτην περιφανῶς, ᾔσχυνας Θεόδοτε, καὶ νίκην ἦρας κατ' αὐτοῦ, εὐκλεῶς ἀγωνισάμενος.

Πυρὶ τῶν ἄθλων σου, σαφῶς ἐνέπρησας, τὴν πολύθεον πλάνην καὶ ὡς λαμπάς, ἐν Ἁγίῳ Πνεύματι, Μάρτυς ἀνάψας μυστικῶς, τὴν ὑφήλιον ἐφώτισας.

Εὐτόνως ἔνδοξε, πλευρὰς ξεόμενος, καὶ σφοδραῖς ἀλγηδόσιν ὡς ἀληθῶς, πάντοθεν κυκλούμενος, ἀπαρασάλευτος τὸν νοῦν, ἐγνωρίσθης διὰ πίστεως.

Θεοτοκίον

Φυλάξας ἄφθορον, σὲ μετὰ κύησιν, ὡς πρὸ τόκου Παρθένον ὁ πλαστουργός, ᾤκησεν ἐν μήτρᾳ σου, καὶ τοὺς φθαρέντας τῇ πλάνῃ, ἐκαινούργησεν ὡς εὔσπλαγχνος.

δὴ ε'

Τῷ θείῳ φέγγει σου

πομονῇ σου Μάρτυς σοφέ, τῶν παρανομούντων τὰς ὁρμάς, καὶ τῶν βασάνων τὴν κάκωσιν, καὶ τὰς πυρακτώσεις σαφῶς ὑπήνεγκας, τῇ θείᾳ συμμαχίᾳ περιφραττόμενος.

Κηρύττων λόγον τὸν εὐσεβῆ, τὰς ὁδοιπορίας τὰς μακράς, Μάρτυς θεόφρον διώδευσας, καὶ τοὺς πλανωμένους πρὸς φῶς ἐπέστρεψας, τὸ σκότος ἀφεμένους τῆς ματαιότητος.

ναρτηθεὶς οἷά περ ἀμνός, Μάρτυς ἐπὶ ξύλου σιδηρῶν, ὀνύχων φέρεις σπαράγματα, ἄσαρκος καθάπερ μακαριώτατε, νεκρώσεως τὸ πάχος ἀποδυσάμενος.

Θεοτοκίον

Σωματωθέντα τὸν ἀληθῆ Λόγον, τοῦ Πατρὸς ἐκ τῶν σεπτῶν, ἁγνὴ Παρθένε αἱμάτων σου, τέτοκας ἐν δύο τελείαις φύσεσι, μιᾷ δὲ ὑποστάσει θεοχαρίτωτε.

δὴ ς'

Τοῦ βίου τὴν θάλασσαν

πήλειψας λόγοις σου, ἱεροῖς τὰ Ἱερά, πρὸς τοὺς ἀγῶνας γύναια, καὶ καθελόντα Μάρτυς τὸν δυσμενῆ, ἀνδρείοις παλαίσμασιν, ἀφθαρσίας στεφάνους ἀνεπλέξαντο.

σχύϊ τοῦ Πνεύματος, τὴν ψυχὴν περιφραχθείς, τῆς πονηρίας πνεύματα, ὑπομονῇ κατέβαλες αἰκισμῶν, καὶ νίκης διάδημα, ἐκ Θεοῦ ἐκομίσω Ἀξιάγαστε.

Κρουνοῖς τῶν αἱμάτων σου, τῶν εἰδώλων τὴν πυράν, Μάρτυς Χριστοῦ κατέσβεσας, καὶ δροσισμῷ τῶν πόνων σου εὐσεβῶς, ψυχὰς κατεδρόσισας, ἐκ φλογὸς τῆς ἀπάτης λυτρωσάμενος.

Θεοτοκίον

πάσης ἐπέκεινα, νοουμένης ἀληθῶς, καὶ ὁρωμένης κτίσεως, μήτραν τὴν σὴν ὑπέδυ παναληθῶς, καὶ σάρξ ἐχρημάτισε, τοὺς βροτοὺς ἀναπλάττων Ἀειπάρθενε.

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Συναξάριον

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.

Στίχοι

Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,

Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει.

Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.

Στίχοι

φωνος ἥκει πρὸς ξίφος Λυκαρίων,

ναντι τοῦ κείροντος οἷον ἀρνίον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.

Στίχοι

ωάννην τέμνουσι σὺν Ταρασίῳ

Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

πώνυμος Στέφανος οὗ φορεῖ στέφους,

πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

νθην ἐνεγκὼν Ἄνθιμος χριστοῦ βίου,

Πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου,

Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον

Τῷ πυρὶ θεομακάριστε τῶν πόνων σου, πυρὰν εἰδώλων ἔσβεσας, τῶν αἱμάτων δέ, τοῖς κρουνοῖς ἐβύθισας ἐχθρούς, ἀσάρκους Θεόδοτε βοῶν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ς θυμίαμα εὐῶδες προσενήνεξαι, Σοφὲ τῷ ἀθλοθέτῃ σου, θείᾳ χάριτι, τὴν δυσώδη πλάνην καθελών· διὸ μελῳδεῖς περιχαρῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συντηρήσας σου τοὺς λόγους φόρτος Ἅγιος, τῷ θεοφόρῳ Φρόντωνι ἀποδέδοσαι, εἰς ναοῦ ἀνέγερσιν σεπτοῦ, εἰς κάθαρσιν πάντων εὐσεβῶν, εἰς περιποίησιν ψυχῶν, Μάρτυς Θεόδοτε.

Θεοτοκίον

Μίαν φέροντα ὑπόστασιν ἐκύησας, τὸν Λόγον Μητροπάρθενε, διπλᾶς ἔχοντα, τὰς θελήσεις καὶ τὰ φυσικά, αὐτοῦ ἰδιώματα σαφῶς· Θεὸς γὰρ ἐστι καὶ βροτός, ὁ δι' ἡμᾶς σαρκωθείς.

δὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις

διάσειστος στῦλος πύργος ἀκλόνητος, ἀπερίτρεπτον τεῖχος βάσις τῆς πίστεως, δόσις θεϊκή, εὐσεβείας ὑπέρμαχος πλάνης καθαιρέτης, ἐδείχθης Ἀθλοφόρε.

Κυβερνήσει τῆς θείας χάριτος Πάνσοφε, τῶν βασάνων παρῆλθες τὸ μέγα πέλαγος, καὶ τοὺς γαληνούς, ἀγαλλόμενος ἔφθασας, ἔνδοξε λιμένας, τῆς ἄνω βασιλείας.

Αἱ πορεῖαι καὶ τρίβοι σου κατευθύνθησαν, πρὸς Χριστὸν τὸν τῶν ὅλων Θεὸν καὶ Κύριον, οὗ ἐν ταῖς χερσί, σοῦ τὸ πνεῦμα παρέδωκας, Μάρτυς ἀθλοφόρε, Θεόδοτε τρισμάκαρ.

Θεοτοκίον

ητορεύουσα γλῶσσα τοῦ μυστηρίου σου, τὸ ἀπόρρητον βάθος εἰπεῖν οὐ δύναται· Λόγον γὰρ Θεοῦ, ὑπὲρ λόγον ἐκύησας, πάναγνε Παρθένε, εἰς πάντων σωτηρίαν.

Ὁ Εἱρμὸς

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ,, μόνω τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἀπορεῖ πᾶσα γλῶσσα

να τῆς δόξης τύχης, τῆς ἐκεῖ Ἀθλοφόρε, τῆς ὁρωμένης χαίρων κατεφρόνησας, καὶ θείᾳ ἐπινεύσει, πρὸς τοὺς αἰκισμοὺς ἐχώρησας μὴ δειλιάσας, κολαστηρίων εἴδη καὶ θάνατον πικρόν· ὅθεν μετὰ Μαρτύρων ἐστέφθης ἀγωνισάμενος.

ράθης οἶκος Μάρτυς, καθαρὸς τῆς Τριάδος, οἰκοδομία πράξεων Θεόδοτε, πανόλβιε ἐνθέων, ἄθλων τε λαμπρῶν φαιδρότησι κεκοσμημένος, δι' ὧν ναοὺς δαιμόνων, καὶ ξόανα σοφέ, θείᾳ τοῦ Παρακλήτου δυνάμει, σαφῶς κατέστρεψας.

Σταλάζον ὄρος θεῖον, γλυκασμὸν ἀνεφάνης, πηγὴ θαυμάτων πέλαγός τε ἔνδοξε, ἐνθέων χαρισμάτων, ῥεῖθρον διαυγὲς τοῦ Πνεύματος, ψυχὰς ἀρδεῦον, καὶ κατακλύζον πάθη, καὶ πᾶσι προξενοῦν, Μάρτυς τοῖς σὲ ὑμνοῦσι τὴν ἀγαλλίασιν.

Θεοτοκίον

Φωνῇ Ἀγγέλου τέτοκας, τὸν ἄναρχον Λόγον, λαβόντα σάρκα ἔννουν τε καὶ ἔμψυχον, Παρθένε Παναγία, ἐκ τῶν καθαρῶν αἱμάτων σου, καὶ τοὺς ἀσάρκους ἐχθροὺς καταβαλόντα, καὶ σώσαντα ἡμᾶς, πάντας τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.

Ὁ Εἱρμὸς

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

 

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.