The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ

Ἔδωκας σημείωσιν.

Παῦλος ὁ θεσπέσιος, σὲ μιμητὴν προχειρίζεται, ὁμωνύμως καλούμενον, καὶ τρόποις κοσμούμενον, τοῖς αὐτοῦ Παμμάκαρ, καὶ θεοσεβείᾳ, καὶ τῇ ἀνδρείᾳ τῆς ψυχῆς, καὶ καρτερίᾳ τῶν περιστάσεων, καὶ ζήλῳ πυρακτούμενον, Ὀρθοδοξίας ὑπέρμαχε, ᾧ καὶ νῦν συνδεδόξασαι, οὐρανίοις σκηνώμασιν.

ρειον τὸν ἄθεον, καὶ δυσσεβῆ Μακεδόνιον, ταῖς στερραῖς τῶν δογμάτων σου, νευραῖς ἀπηγχόνισας· τῷ  ὀρθῷ δὲ λόγῳ, τῆς διδασκαλίας, τῶν Ὀρθοδόξων τὴν πληθύν, Ἱερομύστα μάκαρ ἐστήριξας· διό σου τὴν ὑπέρλαμπρον, ὁμολογίαν δεξάμενος, βασιλείας ἀνέδειξε, κοινωνὸν ὁ Φιλάνθρωπος.

Δρόμον ἐκτελέσαντα, σὲ καὶ τὴν πίστιν τηρήσαντα, Ἱεράρχα μακάριε, Χριστὸς ἐστεφάνωσε, τῷ  λαμπρῷ στεφάνῳ, τῆς δικαιοσύνης, καὶ κατελάμπρυνε τὴν σήν, ὁμολογίαν ἀξιοθαύμαστε· διὸ τὴν ἐπουράνιον, κληρονομίαν δεξάμενος, τὸν Σωτῆρα δυσώπησον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Παῦλε παμμακάριστε, ὁμολογίας ἐπώνυμε, τῶν θερμῶς εὐφημούντων σε, προστάτης γενόμενος, ἐκ παντὸς κινδύνου, πάσης ἁμαρτίας καὶ καταιγίδος τῶν παθῶν, καὶ τυραννίδος Πάτερ διάσωσον·ὡς Μάρτυς γὰρ ἀήττητος, καὶ Ἱεράρχης εὐπρόσδεκτος, παρρησίαν σὺ κέκτησαι, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν.

Δόξα...  Ἦχος α'  Γερμανοῦ.

ρχιερατικὴν στολὴν ἐνδυσάμενος, Ὅσιε Πάτερ, τὸν ὁμώνυμον Παῦλον ἐζήλωσας, διωγμοὺς ὑπομείνας καὶ περιστάσεις, καὶ ἐν τοῖς σοῖς οἰκείοις πόνοις, τὰ βλάσφημα δόγματα Ἀρείου κατέβαλες· παθὼν γὰρ ὑπὲρ τῆς ἀνάρχου, καὶ ὁμοουσίου Τριάδος, τὸν δυσσεβῆ καὶ πνευματομάχον καθεῖλες Μακεδόνιον, καὶ τὴν ὀρθόδοξον πᾶσι τρανώσας πίστιν, τοῖς ἀΰλοις συναυλίζῃ Ἀγγέλοις, μεθ' ὧν καὶ νῦν ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον  αὐτόμελον.

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιᾷ προστασίᾳ, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας· ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Ἢ Σταυροθεοτοκίον.  ὅμοιον.

πὲρ ἡμῶν ὁ Υἱός σου παθεῖν ἠνέσχετο, ἵνα τῷ τούτου πάθει, τὴν ἀπάθειαν πᾶσι, παράσχῃ Θεοτόκε· ὅθεν αὐτόν, καθικέτευε πάντοτε, παθῶν παντοίων με ῥύσασθαι, καὶ ψυχῆς, καὶ τοῦ σώματος Πανύμνητε. 

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος β  Βυζαντίου.

σκήσεως τὸ πέλαγος διαπλέων, τῆς ἐγκρατείας αὔρᾳ, τὸ τῶν παθῶν κλυδώνιον ἐξέφυγες Ὅσιε· ὅθεν τῇ ὁμωνυμίᾳ φερωνυμήσας τοῦ θείου Παύλου, διωγμοὺς ὑπήνεγκας καὶ περιστάσεις, κακουχούμενος ἐν ταῖς τῶν αἱρετιζόντων γλωσσαλγίαις· Διὸ Ἀρείου κατέβαλες τὰ δόγματα, καὶ Νεστορίου τὰς αἱρέσεις τρεψάμενος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης ζηλωτής· Αὐτὸν ἱκέτευε, Ἱεράρχα μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ὅτε, ἐκ τοῦ ξύλου σε.

'σπερ, ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν σου σκέπην, Παρθενομῆτορ ἁγνή, δέομαι σπλαγχνίσθητι, μὴ ἀπορρίψῃς με, ἀλλὰ ῥῦσαι τὸν δοῦλόν σου, τῆς νῦν ἐπελθούσης, θλίψεως ὡς ἔχουσα, τὸ συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου,πάντοτε πρεσβεύουσα σῷζε, πάσης περιστάσεως τους δούλους σου.

Ἢ Σταυροθεοτοκίον.

Βότρυν, ἡ τεκοῦσα τῆς ζωῆς, τὸν ἀγεωργήτως ἐν μήτρᾳ σοῦ ἐκβλαστήσαντα, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Ἀπολυτίκιον.

Ἦχος γ Αὐτόμελον.

Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλόν σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε. Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 Μετὰ τὴν συνήθη Στιχολογίαν τοῦ Ψαλτηρίου, ἀναγινώσκομεν τοὺς Κανόνας τῆς Ὀκτωήχου, εἶτα τοῦ Ἁγίου τοῦτον, οὗ ἡ Ἀκροστιχίς.

Τὸν μυσταγωγὸν Παῦλον ὑμνῶ προφρόνως.

Ποίημα Θεοφάνους.

Ὠδὴ α Ἦχος δ

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.

Τῆς πίστεως ἔρεισμα, τῆς Ἐκκλησίας διδάσκαλον, καὶ στῦλον ἀκράνδαντον ὁμολογίας σε, καὶ πολύφωτον, τῆς χάριτος φωστῆρα, καὶ στόμα πυρίπνοον, Παῦλε κηρύττομεν.

Παῦλος ὁ μέγιστος, τῆς οἰκουμένης ὁ ἥλιος, Τρισμάκαρ προβάλλεται, σὲ Παῦλον δεύτερον, ὡς πῦρ φλέγοντα, εὐτόνως τὰς αἱρέσεις, καὶ πέλεκυν κόπτοντα, τήν ἀθεότητα.

Νομίμως ἠγώνισαι, προκινδυνεύων θεσπέσιε, τοῦ θείου κηρύγματος, ὡς Ἱεράρχης πιστός, καὶ κατέπνιξας, νευραῖς τῶν σῶν δογμάτων, ὡς θῆρα τὸν Ἀρειον, τὸν ματαιόφρονα.

Θεοτοκίον.

Μαρίαν τὴν ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, τὴν μόνην κοσμήσασαν, τὴν ἀνθρωπότητα, τὴν κυήσασαν, Θεὸν σεσαρκωμένον, Παρθένον τε μείνασαν, ἀδιαλώβητον.

Ὠδὴ γ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Υἱοθετηθεὶς χάριτι θείᾳ, τὸν φύσει Υἱὸν Μονογενῆ, εἰς κτίσιν οὐ κατήγαγες, τὸν τῷ  Πατρὶ συνάναρχον, Παῦλε τοῖς Παύλου δόγμασι, τοῦ θεοφόρου ἑπόμενος.

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, σοφίαν καὶ δύναμιν Θεοῦ, καὶ Λόγον ἐνυπόστατον, σὺ τὸν Χριστὸν ἐκήρυξας, Παῦλε θεόφρον Ὅσιε, τὸν δυσμενῆ φαυλίσας Ἄρειον.

Τῆς ὑπερουσίου ἐξουσίας, τὸ Πνεῦμα τὸ Ἅγιον Θεοῦ, δι' οὗ θεοποιούμεθα, κρίσει δικαίᾳ Πάνσοφε, φύσει Θεὸν ἐδίδαξας,καὶ παντουργὸν καὶ παντοδύναμον.

Θεοτοκίον.

νάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνώτερος ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ σοῦ Ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.

Κάθισμα.

Ἦχος πλ. δ   Τὴν Σοφίαν.

ς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, καὶ ὁμώνυμος Πάτερ καὶ μιμητής, κινδύνους ὑπέμεινας, καὶ διωγμοὺς ὑπὲρ πίστεως, καὶ ὡς αὐτὸς τὴν Ῥώμην, κατέλαβες Ὅσιε, πανταχοῦ κηρύσσων, Τριάδος τὸ ὁμότιμον· ὅθεν καὶ τὸν δρόμον, ἐν Ἀρμενίᾳ τελέσας, ἀξίως ἀπείληφας, ἐκ Κυρίου τὸν στέφανον, καταισχύνας τὸν Ἄρειον· Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ἦχος γ

Θείας πίστεως.

Δόγμα ἔνθεον ἐπικρατύνας, ῥῆμα ἄθεον ἐξοστρακίσας, Παῦλε θεόφρον κατῄσχυνας Ἄρειον, τῷ  γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας πιστοὺς ἐβεβαίωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν, Οἴμοι! Τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

Ὠδὴ δ

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Γέρας πολυτίμητον σῇ κορυφῇ, τῆς ὁμολογίας τὸν στέφανον, ὡς νικηφόρῳ, ζωηφόρῳ δεξιᾷ, ὁ πλαστουργὸς ἐπέθηκε, Παῦλε θεοφάντορ μακάριε.

σπερ προηγώνισαι τῶν εὐσεβῶν, Πάνσοφε δογμάτων ἀπείληφας, τὰς ἀντιδόσεις, νῦν τοῦ ξύλου τῆς ζωῆς, τετυχηκὼς Μακάριε, Παῦλε θεοφάντορ θεσπέσιε.

Γῆν τὴν ἐπουράνιον χοροβατεῖν, ἣν πόδες πραέων χορεύουσι, κατηξιώθης, ὡς λαμπρὸς ἀγωνιστής, τῆς ἀληθείας πάντιμε, Παῦλε γεγονὼς καὶ ὑπέρμαχος.

Θεοτοκίον.

μοουσιότητι τῇ τοῦ Πατρός, Σῶτερ ὡς Υἱὸς καθορώμενος, ἐκ τῆς Παρθένου, ὁμοούσιος ἡμῶν, σωματωθεὶς γεγέννησαι, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

Ὠδὴ ε

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.

Νομὴν τῆς αἱρέσεως, καὶ σηπεδόνα ἔστησας, βαλὼν δραστικώτατον θεόφρον, φάρμακον Πάτερ ὁμολογίαν τὴν σήν, καὶ τῶν σῶν δογμάτων τὸ λαμπρόν, νοῦ τε καθαρότητα, καὶ τὸν ζῆλον τὸν ἔνθεον.

Πλουσίως ἐκκέχυται, ἡ τοῦ Ἁγίου Πνεύματος, χάρις σοῦ τοῖς χείλεσι Παμμάκαρ, πρόμαχον ὄντως ὀρθοδοξίας στερρόν, εὑροῦσά σε καὶ προασπιστήν· ὅθεν κατεφώτισας, Ὀρθοδόξων συστήματα.

ρείου τὸ ἄθεον, Μακεδονίου βλάσφημον, Παῦλε θεοπνεύστων σου δογμάτων, καὶ διδαγμάτων ἐκσφενδονίσας πλοκαῖς, Δαυῒδ ὡς ἀλλόφυλον τὸ πρίν, τούτους ἀπηγχόνισας, καὶ στερρῶς κατεδίκασας.

Θεοτοκίον.

πάρχων αἰώνιος, νῦν ὑπὸ χρόνου γέγονε, σάρκα προσλαβόμενος Παρθένε, ἔμψυχον ἔννουν, Λόγος ὁ ἄναρχος, ἐκ σοῦ ἀπειρόγαμε Ἁγνή, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην δωρούμενος.

Ὠδὴ ς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με καταιγίς, πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.

Λαλήσας εἰς ὕψος βλασφημίαν, καὶ τὸν Υἱὸν καὶ Λόγον, τοῦ Θεοῦ ὁ Ἄρειος εἰς κτίσιν, καταγαγὼν ὑπὸ σοῦ ὁ δείλαιος, Θεοφόρε κατακέκριται.

ἄνους καὶ ἄθεος καὶ ἄφρων, ὁ ἀθετήσας Πάτερ, Μακεδόνιος τὸ θεῖον Πνεῦμα, διὰ τῆς σῆς καρτερᾶς ἐνστάσεως, θεοφάντορ καταβέβληται.

Νεκροῦται συρόμενος ὡς ὄφις, τοῖς ζωτικοῖς σου λόγοις, προσβαλὼν αἱρέσεων τὸ στῖφος, Ἄρχιερεῦ, τοῦ Θεοῦ πανόλβιε, θεορρῆμον ἱερώτατε.

Θεοτοκίον.

μνοῦμεν Παρθένε Θεομῆτορ, τὸν ὑπὲρ φύσιν τόκον, καὶ τὴν σὴν ἀμόλυντον ἁγνείαν· καὶ γὰρ ἐν σοί, θαυμαστῶς συνέδραμε, παρθενία, τόκος ἄφθορος.

Κοντάκιον.

Ἦχος β  Τὰ ἄνω ζητῶν.

στράψας ἐν γῇ, ὡς ἄστρον οὐρανόφωτον, τὴν καθολικὴν φωτίζεις Ἐκκλησίαν νῦν, ὑπὲρ ἧς καὶ ἤθλησας, τὴν ψυχήν σου Παῦλε προθέμενος, καὶ ὡς Ζαχαρίου καὶ Ἄβελ τρανῶς, βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.

Ὁ Οἶκος.

μολογίας στῦλος ὑπάρχεις, καὶ ὁμώνυμος Παύλου τοῦ φωστῆρος τῆς γῆς, ὁμότροπός τε καὶ σύναθλος, τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζων ἐν τῷ σώματι, Παῦλε ἱερομύστα, καὶ ἐν αὐτοῖς ἐντρυφῶν, καὶ καυχώμενος πάντοτε, ἐνώπιον βασιλέων κακοδόξων ὤφθης ἱστάμενος, καὶ μὴ πτοούμενος, μᾶλλον δὲ δυναμούμενος· ὅθεν τρανώτερον βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.

Συναξάριον.

Τῇ ς τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ.

Στίχοι

Τὴν εἰς φάρυγγα Παῦλος αὐχῶν ἀγχόνην,

Λύει φάρυγξι ῥευμάτων τὴν ἀγχόνην.

Οὕνεκα ὡμολόγει Παῦλος Θεόν, ἄγχεται ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας κατενεχθείσης κόνεως, ἐπὶ Λέοντος τοῦ Μεγάλου.

Στίχοι

Φλέγειν ἀπειλεῖς, ἀλλὰ πάλιν οὐ φλέγεις,

ργῇ κεράσας μακροθυμίαν Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ.

Στίχοι

ρεστά, Λουκᾶ, τῷ  Θεῷ πράξας Λόγῳ.

Τῆς εὐαρέστων ἐκθανὼν μοίρας γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παῦλος, ὁ διὰ Χριστὸν Σαλός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

ποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν,

Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ἀβραὰμ τοῦ ἐν Χοτίνῃ, καὶ Λουκᾶ τοῦ ἐν τῷ σπηλαίῳ Ῥώσσων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Μεταβέβηκας θεόφρον πρὸς οὐράνια, Παῦλε σκηνώματα, καὶ προσπελάσας Θεῷ, μεθέξει θεούμενος, ἔνθεος γέγονας, ψάλλων Ὅσιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Νουθετούμενοι σοῖς λόγοις διδασκόμεθα, Παῦλε πανεύφημε, ὡς ἐν ἡλίοις τρισίν, ἀμέριστον ἄτμητον, σέβειν θεότητα, ᾗ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ς πανίερος ἡ θεία καὶ θεάρεστος, ὁμολογία σου· ὡς γὰρ χρυσὸς καθαρθείς, Θεῷ προσενήνεξαι, θῦμα εὐπρόσδεκτον, ἀγαλλόμενος, τῇ ἐκμιμήσει Ὅσιε, τῶν παθῶν τῶν τοῦ Σωτῆρος.

Θεοτοκίον.

Πᾶσι πρόξενος ἀνθρώποις ἐναπέφηνας, θείας λυτρώσεως, τὸν Λυτρωτὴν τοῦ παντός, τεκοῦσα Πανάμωμε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

έουσι πηγαὶ τῶν σῶν δογμάτων, καὶ πᾶσαν τὴν Ἐκκλησίαν καταρδεύουσι, σῷ δὲ Πάτερ αἵματι, πάντας καθηγίασας, τοὺς ὀρθοδόξω πίστει σοι, ἀκολουθήσαντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ρμῳ γαληνῷ σὺ προσωρμίσθης, τοῦ βίου τὰς τρικυμίας ἀπωσάμενος· εἶχες γὰρ ἰθύνοντα, πᾶσαν τὴν πορείαν σου, τὸν κυβερνήτην Κύριον, Παῦλε πανόλβιε, τὸν νεύματι τὰ πάντα ποιοῦντα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν.

Φῶς τὸ τριλαμπὲς τῆς ὑπερθέου, Τριάδος ἐν σοὶ σκηνῶσαν φῶς σε δεύτερον, ἔδειξε φωτίζοντα, δῆμον μὲν ὀρθόδοξον, αἱρετικὴν δὲ φάλαγγα, Πάτερ ἀμβλύνοντα, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

ήσεις Προφητῶν ἀκολουθοῦντες, Παρθένε σὲ Θεοτόκον καταγγέλλομεν· τέτοκας παιδίον γάρ, πάντων ἀρχαιότερον, Ἐμμανουὴλ καλούμενον, ᾧ καὶ κραυγάζομεν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

πας γηγενής, σκιρτάτω τῷ  πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

λον ἐμαυτόν, προσάγω Θεσπέσιε, τῇ θείᾳ σκέπη σου· ὡς Ἱερομάρτυς δέ,τὴν ἐξουσίαν λύειν τὰ πταίσματα, παρὰ Χριστοῦ δεξάμενος, ἐμῶν σφαλμάτων σειράς, διαρρήξας, σῶσόν με πρεσβείαις σου, καὶ τῷ θείῳ  φωτὶ καταλάμπρυνον.

Νέος πεφηνώς, τῷ  ζήλῳ πυρούμενος Παῦλος πανάριστε, τῶν ἐν Παραδείσῳ νῦν, ἀρρήτων λόγων Πάτερ ἀκήκοας, ὡς κοινωνὸς τῶν τρόπων γάρ, τῆς ἀναρρήσεως, συμμετέσχες, στέφανον δεξάμενος, βασιλείας Χριστοῦ εὐπρεπέστατον.

ς τις ἀριστεύς, ἐφάνης κατήγορος, πάσης αἱρέσεως· τῆς ὀρθοδοξίας δέ, ἱερομάρτυς θεῖος συνήγορος, μαρμαρυγαῖς τῆς χάριτος, ἠγλαϊσμένος σαφῶς, καὶ τῇ αἴγλῃ, Παῦλε παναοίδιμε, τῆς ἀκτίστου Τριάδος λαμπόμενος.

Θεοτοκίον.

Σάρκα τὴν ἐκ σοῦ, ὁ Λόγος Πανάμωμε περιεβάλετο· σεσωματωμένος δέ, συνανεστράφη κόσμῳ ὡς εὔσπλαγχνος, μεμενηκὼς οὐκ ἔλαττον, ὡς πρὶν ἀσώματος, καὶ τὸν πάλαι, πάντας τυραννήσαντα, θεϊκῇ δυναστείᾳ κατέβαλεν.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Τὸν Παῦλον ἐκμιμούμενος, τὸν κήρυκα τῆς πίστεως, τῆς ἀνωτάτης σοφίας, τὰ δόγματα κατασπείρας, πάσας αἱρέσεις ἤμβλυνας, Ἱεραρχῶν ἀγλάϊσμα, Παῦλε Μακαριώτατε· διὸ καὶ στῦλος ἐφάνης, ὀρθοδοξίας θεόφρον.

Θεοτοκίον.

Θεὸν σαρκὶ ὃν ἔτεκες, Μαρία Θεονύμφευτε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν σὲ ὑμνούντων ἐκ πόθου, καὶ σὴν εἰκόνα τιμώντων, καὶ τοῦ Υἱοῦ σου Πάναγνε, κολάσεως λυτρώσασθαι, καὶ ἀναγκῶν αἰωνίων, τοὺς σοὶ θερμῶς ἐγκειμένους.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος βαρὺς   Ἀνατολίου.

νέκυψας εἰς τὰ βάθη τοῦ Πνεύματος, ὡς ἐπὶ γῆς ἀσάρκως βιώσας· κἀκεῖθεν ἀντλήσας τὸν πλοῦτον τῆς θείας γνώσεως, ὀρθοδοξίαν ἀνθρώποις ἐπήγασας, διδασκαλίαις σου, Ὅσιε Πάτερ.

Καὶ νῦν... Θεοτοκίον.

Οὐκέτι κωλυόμεθα.

Τεκοῦσα τὸν Δεσπότην μου κατὰ σάρκα, ἐξουσίας με, καὶ δουλείας τοῦ ἀλλοτρίου λύτρωσαι Δέσποινα.

Ἢ Σταυροθεοτοκίον.

Τῷ ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.