The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΜΑΪΟΣ 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ὁσίας καὶ θεοφόρου Μητρὸς ἡμῶν Σοφίας, τῆς ἐν τῇ Μονῇ τῆς Παναγίας τῆς Κλεισούρας θεοφιλῶς ἄρτι ἀσκησάσης.

  

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν  στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.  

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

ρδάσσης Πόντου τὸν γόνον, τὸν ἐνθεώτατον, καὶ τῆς Μονῆς Κλεισούρας, ἱερώτατον θρέμμα, Σοφίαν τὴν ἀσκήσει καὶ προσευχῇ, ὑπερβᾶσας ἀσθένειαν, θηλείας φύσεως μέλψωμεν ἀνδρικήν, ἐπιδείξασα εὐσθένειαν.  

Δεῦτε χριστώνυμοι πάντες, καὶ φιλακόλουθοι, οἱ τὴν Μακεδονίαν, κατοικοῦντες Σοφίαν, ἀσκήτριαν Κλεισούρας τὴν θευαγῆ, εὐφημήσωμεν κράζοντες· Χαῖρε Μητέρων Ὁσίων ἡ καλλονή, καὶ χαρίτων θείου πέλαγος.  

πὶ πηγὰς τῶν ὑδάτων, καθάπερ ἔλαφος, ἐπὶ τὴν δροσοβόλον, καὶ περιῤῥεομένην, ὑδάτων ὑπ’ ἀφθόνων θείαν Μονήν, τῆς Κλεισούρας πανεύφημε, ἔδραμες Μῆτερ Σοφία ἣν σοῖς σεπτοῖς, καθηγίασας παλαίσμασι.  

Τὴν κατατήξασαν σάρκα, σκληραγωγήμασι, καὶ πόνοις νυχθημέροις, θεοφόρον Σοφίαν, τιμήσωμεν ἐν ὕμνοις δῆμοι πιστῶν, ὡς σεμνότητος σκήνωμα, σοφίαν κόσμου ἀρτύσασαν ἀληθῶς, τῶν αὐτῆς σκαμμάτων ἅλατι.  

Δόξα. Ἦχος β'.

Τὴν στερηθεῖσαν κρίμασιν ἃ οἶδε Κύριος, τοῦ τέκνου καὶ τοῦ αὐτῆς συνεύνου ἐν ἀκμῇ ἡλικίας, καὶ ὑπερβᾶσαν συντόνῳ ἀσκήσει τὴν ἀσθένειαν τῆς φύσεως, Σοφίαν τὴν θεόσοφον τῆς Κλεισούρας ἀσκήτριαν, εὐσχημόνως οἱ πιστοὶ μακαρίσωμεν κράζοντες· ἡ μὴ εὐμοιρήσασα τυχεῖν τῆς θύραθεν σοφίας, ἀλλὰ θείᾳ χάριτι τῆς τοῦ Θεου Σοφίας ἀναδειχθεῖσα κρήνη, σόφισον πάντας ἡμᾶς τοὺς ἀσόφως δαπανῶντας τὸν βίον, ἵνα τῆς σὺν σοὶ απολαύσωμεν ἐν πόλῳ ἀγαλλιάσεως.  

Καὶ νῦν. Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Φῶς ἱλαρόν.

Προκείμενον. Καταξίωσον.

Εἰς τὸν Στίχον.

Στιχηρὰ προσόμοια.

Ἦχος β'. Οἶκος τοῦ Ἔφραθᾶ.

Χαῖρε τὸ νεαυγές, ἐκ Πόντου ἀνατεῖλαν, σοφίας θείας ἄστρον, καὶ ἅπαντας φωτίσαν, αὐγαῖς Σοφία πόνων σου.  

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.

Χαῖρε ἡ τῆς Μονῆς, Κλεισούρας κοσμιότης, ἡ ἄρτι ἐποφθεῖσα, Ἀσκητριῶν τῶν πάλαι, Σοφία ἰσοστάσιος.  

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

πηξας καλιάν, ὡς εὔλαλον στρουθίον, ἐν τῇ Μονῇ Κλεισούρας, τὴν νῦν σεμνυνομένην, Σοφία τῇ σῇ χάριτι.  

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἡ πλήσασα σοφίας, τῆς Σῆς ἐπουρανίου, Σοφίαν τὴν Ἀσκήτριαν.  

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

 Χαῖρε Μῆτερ Θεοῦ, Κλεισούρας ὡραιότης, καὶ σέμνωμα Σοφίας, τῆς ἄρτιἀσκησάσης, ἐν τῇ αὐλῇ τοῦ οἴκου σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον κλπ. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸ Προοιμιακόν, τό· Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Πόντου νέον ὡράϊσμα, τῆς Ἀρδάσσης ἐκβλάστημα, καὶ τῆς Τραπεζοῦντος ὄλβε πολύτιμε, ὁδῷ πικρᾷ ᾐκολούθησας, πατρώας ἑστίας σου, χωρισμοῦ καὶ εἰς τὴν γῆν, Μακεδόνων κατήντησας, Μῆτερ ἔνδακρυς, τὴν φιλόξενον ἣνπερ καὶ σῶν πόνων, καθηγίασας ἱδρῶσι, Σοφία τῶν ὑπὲρ ἔννοιαν.  

Τὴν ἑστίαν τὴν αὔλειον, τοῦ σεμνείου προέκρινας, τῆς Κλεισούρας κλίνην καθάπερ ἄνετον, ἐν ᾗ τὴν σάρκα ἀνέπαυες, Σοφία τὴν βρότειον, ἀσκουμένων γυναικῶν, θεοσόφων ἀκρώρεια, καὶ θησαύρισμα, ἀρετῶν ψυχοτρόφων ὅθεν πάντες, σὲ τιμῶντες τοὺς καμάτους, τοὺς νυχθημέρους σου σέβομεν.

 σθενείας τῆς φύσεως, τῆς θηλείας ἠλόγησας, ἀνδρικῷ φρονήματι καὶ τὴν σάρκα σου, παννύχοις στάσεσι τήξασα, ἐπτέρωσας πνεῦμά σου, πρὸς τὸν Ὕψιστον Θεόν, την Αὐτοῦ θείαν σύμμαχον, ἐν ἀγῶσί σου, Παναγίαν Μητέρα θεοφόρε, ὑπερένδοξε Σοφία, Κλεισούρας σέμνωμα ἔχουσα.  

Τὴν θηρσὶ συνοικήσασαν, ἐν Κλεισούρᾳ τιμήσωμεν, ἔνθεον Σοφίαν καὶ ἀπολαύσασαν, προπτωτικῶν καταστάσεων, ἐσχάτοις ἐν ἔτεσιν, ἄρκτους ὄφεις καὶ στρουθούς, συνόδους βίου ἔχουσαν, οὓς ἐκέλευε, τοῖς ἐκείνης προστάγμασιν ὑπείκειν, ὡς τοῖς λόγοις πρωτοπλάστων, ἐν τῇ Ἐδὲμ κτήνη ἅπαντα.  

σοφῶν κόσμου νήπια, σὲ παιδείας τὴν ἄμοιρον, σύνοικόν σε ἄρτι σοφία ἔνδοξε, σοφίας τῆς ὑπὲρ ἔννοιαν, καὶ σκήνωμα χάριτος, ἱερὸν τῆς πανσθενοῦς, ἀνταμείβων τοὺς πόνους σου, καὶ παλαίσματα, τὰ νυχθήμερα πρὸς τῆς ψυχοτρόφου, ἀρετῆς τῆς ὄντως κτῆσιν, ἐν τῇ Κλεισούρᾳ καὶ θέωσιν. Ταπεινώσεως ἄγαλμα, τὸ σεμνεῖον κατέλιπες, θείου Μάρκου Πρώτης Φλωρίνης σπεύδουσα, τηρῆσαι πάνσεπτον πρόσταγμα, Σοφία πανύμνητε, τῆς Κυρίας οὐρανῶν, καὶ τὴν μάνδραν κατέλαβες, τὴν περίδοξον, τῆς Κλεισούρας ἣν ἔδειξας καμάτων, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι.  

Δόξα. Ἦχος πλ. β'.

Φόβον Θεου ἐν τῇ καρδίἁ σου ἔχουσα, τὸν σοφίζοντα τοὺς ἀνθρώπους, κατηύθυνες τὰ διαβήματά σου εἰς ἐντολῶν θείων πλήρωσιν, Σοφία σκεῦος ἐκλογῆς διαυγέστατον, ἀγαπήσασα γὰρ ὑπὲρ πάντας τὸν Κύριον, καὶ ὡς σεαυτὸν τὸν πλησίον σου, ἐκοπίαζες αὐτῷ τῷ καθ’ ἑκάστην ὑπὸ σοῦ ὁρωμένω, ἀρέσκειν λόγοις καὶ πράξεσι. Εὐαρεστήσασα οὖν Θεῷ καὶ ἀνθρώποις σῇ ἀσκήσει, καὶ λόγων σου παραμυθίᾳ, ἠξιώθης χαρᾶς οὐρανῶν ἀτελευτήτου, ἧς καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι τοὺς σὲ μακαρίζοντας.  

Καὶ νῦν. Τῆς ἑορτῆς.  

Εἴσοδος, Φῶς ῾Ιλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.  

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΛΑ´ 10, 26)

Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(κεφ. α, 1-10)

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γην, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ὅτι εὑρισκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας, ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέω ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον και ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας και οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπον αληθὴς καὶ τῆς γλώσσης ακουστής, ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς, διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύση αὐτὸν ἐλέγχουσα ἡ δίκη, ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ, ὅτι οὗς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.  

Εἰς τὴν λιτήν.

Ἦχος α΄.

Εὐφράνθητε σήμερον ἄλση καὶ δρυμοὶ τῆς Κλεισούρας, καὶ σκιρτήσατε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, ἐπὶ τῇ θείᾳ μνήμῃ τῆς νεαυγοῦς Ἀσκητρίας Σοφίας, αὕτη γὰρ ἐν τοῖς ἐσχάτοις χρόνοις ὁμόζηλος γενομένη, τῶν πάλαι γυναικῶν Ὁσίων, ἰσαγγέλως τὸν βίον διήνυσε, καὶ νῦν Ἀγγέλοις συναυλιζομένη, καὶ τὸ κάλλος τῆς μορφῆς τοῦ Κυρίου ὁρῶσα, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.  

Ἦχος β΄.

νόησας ἐκ νεότητος τὴν ματαιότητα τῶν φθειρομένων, καὶ τῶν ἀφθάρτων καὶ ἀῤῥεύστων ἐπιποθοῦσα, ἀρτίως τῶν πάλαι μητέρων τοὺς καμάτους ἀνεζωγράφησας, Σοφία Μῆτερ ἀοίδιμε, ὑπὲρ φύσιν οὖν ἀσκήσασα, καὶ σκληραγωγίᾳ ἀῤῥήτῳ τὴν σάρκα κατατήξασα, ἐθεώθης κατὰ μέθεξιν, παῤῥησίαν ὅθεν ἔχουσα πρὸς Κύριον, μὴ παύση Αὐτου δεομένη, ὑπὲρ ὑγείας τοῦ κόσμου και σωτηρίας τῶν ψυχῶν ἡμῶν.  

Ἦχος γ΄.

Σοφίας τῆς ἄνωθεν ταμεῖον ἀσύλητόν σε ἔδειξε μακαρία Σοφία, ὁ πάντας σοφῶν Κύριος, ἀμείβων τοὺς ἐπὶ γῆς νυχθημέρους καμάτους σου. Σόφισον οὖν καὶ ἡμᾶς τοὺς ἀσόφους καὶ ἀχρείους, ἵνα σοφῶς πολιτευόμενοι, καταντήσωμεν εἰς τὴν αἰώνιον ἀνάπαυσιν, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.  

Ἦχος δ΄.

Θριαμβεύσασα τὸν νοητὸν ὄφιν σῇ προσευχῇ καὶ ἀσκήσει, καὶ τοὺς ὁρατοὺς ἐχθροὺς νικήσασα, διὰ τοῦ τιμίου Σταυροῦ τοῦ Σωτῆρος, νίκης στέφος Σοφία ἀμάραντον εἴληφας ἐκ χειρῶν τοῦ Κυρίου, ὅθεν νικηφόρος εἰσελθοῦσα εἰς τὰς οὐρανίους σκηνώσεις, ἱλαρῷ σου ὄμματι φρουρεῖς καὶ ἐποτεύεις τοὺς τιμῶντάς σε, Κλεισούρας Ἀσκήτρια περίδοξε καὶ πανεύφημε.  

Δόξα. Ὁ αὐτός.

Δεῦτε φιλοσίων χορεῖαι ἀγαλλιώμεναι, ἴοις μυριπνόοις ἐγκωμίων καταστέψωμεν, τὴν ἀρτιφανῆ τοῦ Σωτῆρος ἀμνάδα Σοφίαν τὴν θεοτίμητον. Αὕτη γὰρ σκληραγωγοῦσα τὸ ἑαυτῆς σαρκίον, καὶ καθ’ ἑκάστην κακουχουμένη, τὸν μεγάλαυχον κατέβαλε δράκοντα, καὶ τρυφῆσαι τῆς ζωῆς τοῦ ξύλου ἠξιώθη ἐν πόλῳ. Καὶ νῦν Χριστοῦ παρεστῶσα τῷ θρόνῳ, ἀπαύστως πρεσβεύει καὶ ἡμᾶς ἀξιῶσαι, τῆς τρυφῆς τοῦ Παραδείσου ἀπολαῦσαι, τοὺς τιμῶντας τὴν μνήμην σου.  

Καὶ νῦν. Τῆς ἑορτῆς.  

Εἰς τὸν στίχον.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.

Χαίροις, Παρθένου θεραπαινίς, ἡ τῆς αὐτῆς ὀτρύνσει μάνδραν οἰκήσασα, Κλεισούρας εὐπρεπεστάτην, ἣν πόνων ἀσκητικῶν, καὶ σκληραγωγίας Μῆτερ ἔδειξας, κονίστραν περίδοξον, και ἣν ῥείθροις ἡγίασας, τῶν σῶν ἱδρώτων, ἐν ἐσχάτοις τοῖς ἔτεσι, πνευματέμφορε, ὁσιότητος σκήνωμα, ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, ἀναβοῶμεν· σοφία, τῆς ἀρετῆς ἀκροθίνιον, καὶ θεοσοφίας, ἀκρεμὼν ἡμᾶς σοφίσαι, Χριστὸν ἱκέτευε.  

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.

Χαίροις, ὁ τῆς Ἀρδάσσης βλαστός, ἀστὴρ ἐκ Πόντου ἀνατείλας λαμπρότατος, καὶ πᾶσαν Μακεδονίαν, καταφωτίσας αὐγαῖς, ταπεινώσεώς σου, καὶ ἁπλότητος, φανὲ ἀγαθότητος, καὶ πυρσὲ προσποιήσεων, μωρῶν κειμένους, ἐν σκιᾷ κατηγλάϊσας, βίου ἄφρονως, ὧν σκοτείαν διώκουσα, λόγοις παμφαεστάτοις σου, πρὸς φέγγος ἀνέλκυσας, χρηστοηθείας Σοφία, καὶ ἐν Χριστῷ βίου κρείττονος, διό σε τιμῶντες, τοὺς καμάτους σου πρὸς κτῆσιν, σοφίας σέβομεν.  

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Δεῦτε, χαρμονικῶς οἱ πιστοί, τὴν λιτοδίαιτον ἁπλῆν καὶ ῥακένδυτον, Ἀσκήτριαν τῆς Κλεισούρας, Ὁσίων ὡς γυναικῶν, καύχημα τὸ νέον, εὐφημήσωμεν, βοῶντες ἐκ πίστεως· εὐσυμπάθητε ἄμπεμπτε, παντελεῆμον, καὶ φιλεύσπλαγχνε ἅπαντας, προσιόντας σοι, πρακτικῆς ἀγαπήσεως, τρόποις σου κατηγλάϊσας, καὶ τοῖς νυχθημέροις σου, καμάτοις τῷ Ζωοδότῃ, καὶ Λυτρωτῇ εὐηρέστησας, τῷ δείξαντι σκεῦος, σὲ χαρίτων οὐρανίων, ἄρτι πολύτιμον.  

Δόξα. Ἦχος πλ. δ΄.

γάλλου ἐν Κυρίῳ ἡ τῆς Κλεισούρας περίκλυστος μάνδρα, μεσίτριαν ἔχουσα τὴν ἐν σοὶ ἄρτι Ἀσκήτριαν Μητέρα, Σοφίαν τὴν οὐρανόφρονα. Αὐτῆς οὖν ἐν εὐλαβείᾳ προσπτυσσομένη, τὴν θήκην τῶν πανιέρων λειψάνων, τὴν ὡς ὄλβον πολύτιμον ἐν κόλποις ἔχουσα, ἐν κατανύξει βόησον· πιστῶν καταφυγὴ τῶν εν κλύδωσι, καὶ ἰατρεῖον ἀσθενούντων ἄμισθον, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι σὴν μάνδραν, καὶ πάντας ἱκέτας σου, ὡς ταχινὴ πάντων προστάτις καὶ ἔνθερμος πρὸς Κύριον πρέσβειρα.  

Καὶ νῦν. Τῆς ἑορτῆς.  

Νῦν ἀπολύεις.

Τρισάγιον.  

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Προσευχῇ χαμευνίᾳ πολλαῖς στερήσεσι, κακοπαθείαις νηστείαις, καὶ ἀγρυπνίαις Χριστῷ, εὐηρέστησας Σοφία παναοίδιμε, σὲ τῷ σοφίας ἀληθοῦς, ἀναδείξαντι φανόν, καὶ λύχνον λαμπρῶν χαρίτων, ὅθεν ὡς πρέσβειραν θείαν, Κλεισούρας σέμνωμα τιμῶμέν σε.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.  

Ἀπόλυσις.      

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α' στιχολογίαν. Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὴν ἄμοιρον σαφῶς, τῶν ἀνθρώπων σοφίας, ἀλλὰ τὴν τοῦ Θεοῦ, εὐμοιρήσασαν σκεῦος, γενέσθαι πολύτιμον, τῆς σοφίας τῆς ἄνωθεν, ὡς ἀσκήσασαν, ἐν τῇ Κλεισούρᾳ ὁσίως, καὶ σοφίσασαν, αὐτῆς τοῖς ῥήμασι κόσμον, Σοφίαν τιμήσωμεν.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.  

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πτωχείαν ποθήσασα, Σοφία τὴν τοῦ Χριστοῦ, τὸν βίον διήνυσας, ἐν ἀνεχείᾳ πολλῇ, στερήσει καὶ δάκρυσει, σὺ γὰρ διαιτωμένη, ὡς στρουθίον καὶ ῥάκη, Μῆτερ ἐνδεδυμένη, τῶν ἀρχαίων Μητέρων, ἐρήμου ἐν ἐσχάτοις καιροῖς, ὤφθης ὁμόζηλος.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.  

Μετὰ τὸν Πολυέλεον, κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα.

Κλεισούρας σέμνωμα, περιφανέστατον, Χριστοῦ ἐκόσμησας, πίστιν τὴν ἄμωμον, σαῖς προσποιήσεσι μωραῖς, στερήσει κακοπαθείᾳ, κατατήξει σώματος, ἀνδρικῷ σου φρονήματι, καὶ εὐχῇ ἀόκνῳ σου, θεοσόφων ἀγλάϊσμα, Μητέρων ὅθεν πόθῳ βοῶμεν· Χαῖρε Σοφία θεοφόρε.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.  

Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον'

πομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεως μου.

Στιχ: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.  

Τό, Πᾶσα πνοή. Εὔαγγέλιον

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Καὶ ὁ Ν’.

Δόξα... Ταῖς  τῆς Σῆς Ὁσίας...  

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

 ς πηγὴ σοφία ηὔφρανες, τοὺς σπεύδοντας ἀντλῆσαι ἐκ τοῦ ὕδατος τῶν λόγων σου, καὶ ὡς ἀρετῆς διδάσκαλος, ἡ εἰς μέτρον τέλειον τὴν ἀρετὴν ἀσκήσασα, ἐδίδασκες πάντας τὴν ταπείνωσιν καὶ ἁπλότητα, ὧν ὑφηγῆτορ πέφηνας Σοφία παμμακάριστε, μὴ οὖν παύσῃ ὡς παῤῥησίαν ἔχουσα πρὸς Κύριον, Χριστῷ πρεσβεύειν καὶ ἡμᾶς ἀξιῶσαι ἀνῦσαι, τὴν οὐρανόδρομον πορείαν τὴν ἀπάγουσαν πρὸς θέωσιν.  

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Οἱ κανόνες· τῆς ἑορτῆς· καὶ τῆς Ὁσίας,

οὗ ἡ Ἀκροστιχίς: Σοφίας Θεοῦ δοχεῖον, Σοφίαν ἀναμέπλω. Χ. Ὠδή α΄.

Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σοφίαν ἀμνάδα Σου, τὴν ταπεινὴν καὶ φιλάρετον, Κλεισούρας διάκοσμον, τῆς περιδόξου Μονῆς, τὸν οἰκέτην Σου, ἀξίωσον ὑμνῆσαι, λαμπροῖς μελωδήμασι, καὶ ὕπνοις πρέπουσιν.  

σίων διάκοσμε, Σοφία Μῆτερ ἀοίδιμε, Ἀρδάσσης ἐκβλάστημα, ἐν τῆς Κλεισούρας Μονῇ, ἄρτι ἤνθησας, ὡς μυροβόλον κρίνον, καὶ ἤδυνας τρόποις σου, πάντας ασκήσεως.  

Φωτὶ θείας χάριτος, ἐλλαμπομένη ἐφώτισας, Σοφία τὰ σύμπαντα, ἁπλότητός σου βολαῖς, καὶ πυρσεύμασι, φρονήματος ἐνθεου, εὐχῆς ἀσιγήτου σου, καὶ ταπεινώσεως,  

Θεοτοκίον.

λέωσαι Κύριον, τὸν Σὸν Υἱὸν Μητροπάρθενε, ἡμῖν μεγαλύνουσι, μελισταγέσιν ᾠδαῖς, Σὲ εἰς ἅπαντας, αἰῶνας Θεοτόκε, σεμνὴ ἐλεήστρια, τῶν προσφευγόντων Σοι.  

Ὠδή γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

σκήτρια πάνσεμνε Κλεισούρας, Σοφία ἐσχάτοις ἐν καιροῖς, Κυρίῳ εὐηρέστησας, διαγωγῇ ἀρίστῃ σου, καὶ τοὺς πλησίον ἅπαντας, αρῥήτῳ φιλανθρωπίᾳ σου.  

Σοῖς τρόποις ἁπλότητος Σοφία, διέβης τοῦ βίου ἀσφαλως, τοῦ σοῦ προσκαίρου δίαυλον, γιγνώσκουσα ὁ Κύριος, ὅτι τὴν χάριν δίδωσιν, Αὐτοῦ ψυχαῖς ταπεινόφροσι.  

Θεόφρον Ἀσκήτρια Κλεισούρας, σοφία Ποντίων καλλονή, μετὰ βαρβάρων ἔφοδον, Ἄγαρ υἱῶν εἰς κώμην σου, εἰς Μακεδόνων ἔσυρας, γῆν τὴν φιλόξενον πόδας σου.  

Θεοτοκίον.

λέους καὶ οἰκτιρμῶν χειμάῤῥους, ὑπάρχεις Παρθένε ἀληθῶς, Κλεισούρας σεμνολόγημα, των πίστει προστρεχόντων Σοι, καὶ ἀνυμνούντων σκάμματα, Σοφίας τῆς Ἀσκητρίας Σου.  

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὴν διδάσκαλον, τῆς μετανοίας, καὶ κοσμήτορα, χριστοηθείας, ἀφανῶς τὴν ἐν Κλεισούρᾳ ἀσκήσασαν, καὶ δαψιλῶς προσελκύσασαν Πνεύματος, τοῦ θείου χάριν εὐτάκτως ὑμνήσωμεν, πόθω κράζοντες· Σοφία θεομακάριστε, Χριστὸν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.  

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.  

Ὠδή δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Οὐρανῶν σκηνᾶς ποθοῦσα, ἐκ νεότητος χρόνων σου, κώμην Ἀναῤῥάχης, σὲ τὴν δεξαμένην κατέλιπες, μετὰ φυγὴν ἐκ πατρίδος καὶ κατέλαβες, Μάρκου ἔνδοξον, Μονὴν Φλωρίνης Ἀσκήτρια.  

περόπτις ἐποφθεῖσα, πάσης βίου τερπνότητος, θεαυγὲς Σοφία, ἀνδρικῷ φρονήματι ἤσκησας, καὶ προτροπῇ τῆς Παρθένου μετεκόμισας, εἰς τὴν πάνσεπτον, Μονὴν Κλεισούρας θεόσοφε.  

Δένδρον μάνδραν οἰομένη, τῆς Κλεισούρας ἀγώνων σου, καλιὰν τῶν θείων, ὥσπερ ἀηδὼν καλλικέλαδος, καὶ ὡς φιλέρημος ὄρνις ἄρτι ἔπηξας, Μῆτερ ἔνδοξε, αὐτῆς Σοφία ἐν δώμασι.  

Θεοτοκίον.

Οἱ τῶν χριστωνύμων πάντες, δῆμοί Σε μεγαλύνομεν, Κεχαριτωμένη, τῆς Κλεισούρας φύλαξ ἀνύστακτε, καὶ ἀνυμνοῦμεν Σοφίαν τὴν ἀσκήσασαν, ἐν τῇ μάνδρᾳ Σου, ἄρτι καθάπερ ἀσώματος.  

Ὠδή ε΄. Ἐξέστη τὰ σύμπαντα.

Χειμῶνος ὑπέμεινας, τὸ ψύχος θείᾳ χάριτι, καθημένη Μῆτερ παρ’ ἑστίας, λίθον αὐλείου, χώρου Κλεισούρας Μονῆς, Σοφία καὶ τῇ καρδιακῇ, προσευχῇ ἐσχόλαζες, Μῆτερ ὄντως ἰσάγγελε.  

Εἰς πᾶσαν περίχωρον, Σοφία τῶν καμάτων σου, τῆς Πτολεμαΐδος Καστορίας, καὶ τῆς Φλωρίνης, εξῆλθε φήμη σεμνή, Κλεισούρας σὺ γὰρ σεπτὴν Μονήν, θέατρον ἀνέδειξας, θεαρέστων ἀγώνων σου.  

σχὺν Μῆτερ ἄνωθεν, λαβοῦσα πανουργεύματα, τοῦ ἐχθίστου ἔθραυσας Σοφία, καὶ παρακλήσει, θερμῇ σου ἐκ τῶν ἐχθρῶν, μανίας διέσωσας Μονήν, τὴν φιλοξενοῦσάν σε, θεοφόρε Ἀσκήτρια.  

Θεοτοκίον.

μβρίζεις ἀείποτε, πιστοῖς Θεογεννήτρια, νάματα ζωῆς τῆς αἰωνίου, τοῖς προσκυνοῦσιν, ἐν τῇ Κλεισούρᾳ τὴν Σήν, εἰκόνα ἣν ἔσχες ἀρωγόν, ἡ Σοφία πρόμαχον, καὶ θερμὴν ἀντιλήπτορα.  

Ὠδή στ΄. Τὴν θείαν ταύτην.

Ναὸν Θεοῦ εὐπρεπέστατον, ποιήσας τὴν καρδίαν σου εὔφημε, σκληραγωγίᾳ σου, εὐχῇ μωραῖς προσποιήσεσι, καὶ δάκρυσι Σοφία, ὄντως ἡγίασαι.  

Σὲ τὴν οὐδέποτε κλίνασαν, σαρκίον ἐπὶ κλίνης καὶ στόμαχον, τὸν σὸν κορέσασαν, τροφαῖς Σοφία τιμῶμέν σε, ὡς γυναικῶν Ὁσίων, φῶς νεαυγέστατον.  

δὸν θεώσεως ὥδευσας, Σοφία ἐν Κλεισούρᾳ καὶ ἔφθασας, εἰς ὕψος ἄῤῥητον, τῆς ἀρετῆς ὅθεν ἅπαντες, σὲ ἀνυμνολογοῦμεν, λαμπρῶς ἑκάστοτε.

 Θεοτοκίον.

Φθορᾶς Σοὺς δούλους ἐκλύτρωσαι, ἀλήκτου Θεοτόκε πανύμνητε, Κλεισούρας σέμνωμα, θερμαῖς Σοφίας ἐντεύξεσι, σοφῶς τῆς ἀσκησάσης, ἐν Σοῖς σκηνώμασι.  

Κοντάκιον. Ἦχος πλ. δ΄.

Τῇ Ὑπερμάχῳ.

Τὴν ὑπὲρ φύσιν, ἐν Κλεισούρᾳ ἐνασκήσασαν, καὶ ὑπομείνασαν, τὸ ψῦχος ὥσπερ ἄσαρκος, παρ’ ἑστίαν καθημένην Μονῆς αὐλείῳ, βιοτῆς αὐτῆς τὰς νύκτας καὶ σχολάζουσαν, προσευχῇ Σοφίαν θείαν εὐφημήσωμεν, πόθω κράζοντες· Χαίροις πάνυ Ἀσκήτρια.  

Οἶκος.

γγελοι καθορῶντες, σῇ ἀμέμπτῳ ἀσκήσει, ἐξέστησαν Σοφία θεόφρον, καὶ πιστῶν Μακεδόνων χοροί, σὺν Ποντίων δήμοις Μῆτερ θαυμάζοντες, ταπείνωσιν καὶ νῆψίν σου, ἐκραύγασαν ἐν κατανύξει·

Χαῖρε, διδάσκαλος μετανοίας· χαῖρε, ὁ πρόβολος ἐγκρατείας.

Χαῖρε, τῆς Μονῆς Κλεισούρας ἡ ἔνοικος·

χαῖρε, παμφαὴς λαμπηδών, θείας χάριτος.

Χαῖρε, φάρος τῆς ἁπλότητος, καὶ ἀμέμπτου ἀγωγῆς·

χαῖρε, λύχνος ταπεινώσεως, καὶ εὐχῆς καρδιακῆς.

Χαῖρε, Θεοῦ σοφίας χρυσοστόλιστον σκεῦον·

χαῖρε, τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.

Χαῖρε, κρηπὶς σαρκὸς κατατήξεως· χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.

Χαῖρε, ἐν γῇ ἡ οὐκ ἔχουσα κλίνην·

χαῖρε, πηγή, ἡ ἐκχέουσα χάριν.

Χαίροις, πάνυ Ἀσκήτρια.      

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας καὶ θεοφόρου Μητρὸς ἡμῶν Σοφίας, τῆς ἐν τῇ Μονῇ τῆς Παναγίας τῆς Κλεισούρας θεοφιλῶς ἄρτι ἀσκησάσης.  

Χάριτι σοφισθεῖσα, Σοφία θείᾳ, Σοφῶς ἤσκησας ἄρτι, ἐν τῇ Κλεισούρᾳ.  

Ἡ Ὁσία καὶ θεοφόρος Μήτηρ ἡμῶν Σοφία, ἡ ῥακένδυτος, αλλὰ πνευματοφόρος Ἀσκήτρια τῆς Κλεισούρας, ἐγεννήθη ἐν Ἀρδάσσῃ τοῦ Πόντου τῷ 1883. Ἀκολουθήσασα τῶν προσφύγων τῷ δρόμῳ μετὰ τὴν ἐπὶ τῆς γενετείρας αὐτῆς κώμης ἐπιδρομῆς τῶν υἱῶν τῆς Ἄγαρ καὶ τὴν στέρησιν τοῦ αὐτῆς συζύγου καὶ τέκνου ἦλθεν εἰς Ἀναῤῥάχην Ἑορδαίας. Ποθοῦσα τὴν ἀσκητικὴν πολιτείαν, τὴν πρώτην αὐτῆς καλιὰν τῶν ἀγώνων ἔπηξεν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Μάρκου Φλωρίνης, ἔνθα παρέμεινεν ἐπὶ διετίαν. Τῇ προτροπῇ ὅμως τῆς Κυρίας Θεοτόκου, κατεστάθη ἐν τῇ Μονῇ Αὐτῆς, τῇ ἐν Κλεισούρᾳ τῆς Καστορίας κειμένῃ, ἔνθα ἐπὶ τεσσαράκοντα καὶ ἑπτὰ συναπτὰ ἔτη θεοφιλῶς ἠγωνίσατο. Οὐκ ἔχουσα κλίνη πρὸς ἀνάπαυσιν τοῦ χοϊκοῦ αὐτῆς σαρκίου, ὑπέμεινε τὸ ψῦχος τοῦ χειμῶνος καθημένη παρὰ τὴν ἑστίαν τοῦ αὐλείου χώρου τῆς Μονῆς, τὴν ἀπέναντι τῆς μεσημβρινῆς θύρας τοῦ Καθολικοῦ, ἀτενίζουσα τὴν ἱλαρὰν μορφὴν τῆς Θεοτόκου ἐν τῷ αὐτῆς ὑπερθύρῳ. Λιτοδίαιτος καὶ ῥακένδυτος καὶ ἐνίοτε χρησιμοποιοῦσα μωρὰς προσποιήσεις τῆς ἀρετῆς ἤνυσε τρίβον καὶ σχολάζουσα τῇ ἀδιαλείπτῳ καρδιακῇ προσευχῇ κατὰ μέθεξιν ἐθεώθη. Πλουσίαν εἵλκυσε τὴν χάριν τοῦ Παναγίου Πνεύματος καὶ ηξιώθη οὐ μόνον διορατικοῦ χαρίσματος ἀλλὰ καὶ ἰαματικοῦ. Προσηνὴς πάντοτε ὑπεδέχετο τοὺς τῆς Μονῆς ἐπισκέπτας διδάσκουσα αὐτοὺς τὴν μετάνοιαν και τὴν χρηστοήθειαν. Προϊδοῦσα τὴν τελευτην αὐτης ἐκοιμήθη τὸν ἐμπρέποντα Ὁσίοις ὕπνον τῇ ΣΤ΄ Μαιου τοῦ σωτηρίου ἔτους 1974. τὰ ἱερὰ αὐτῆς λείψανα, ἀνακομισθέντα και εὐωδιάζοντα ἀποθησαυρίζονται εἰς τὴν Ἱερὰν τῆς Κλεισούρας Μονήν, παρέχοντα τοῖς πιστοῖς ἰάματα.  

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.

Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα, Καὶ πῶς Ἰὼβ κρύψω σε τῇ λήθης πέτρα;

Οὗτος ἦν ἐκ τῆς Αὐσίτιδος χώρας, τῶν ὁρίων Ἰδουμαίας καὶ Ἀραβίας, τῶν Ἡσαῦ υἱῶν, ὡς εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ. Ἦν δὲ πατρὸς μὲν Ζαρέθη, μητρὸς δὲ Βοσόῤῥας. Προϋπῆρχε δὲ αυτῷ ὄνομα Ἰωβάβ, καὶ προεφήτευσεν ἔτη κε΄. Προέλαβε δὲ τὴν ἕλευσιν τοῦ Χριστοῦ, ἔτη χίλια ἐννιακόσια εἰκοσιπέντε. Τοῦτον ἐξητήσατο ὁ διάβολος, μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου δίκαιον, καὶ ἄμεμπτον, καὶ πάντων τῶν ἐπὶ γῆς ὑπερέχοντα. Αυτὸν δὲ πάντων τῶν ὑπαρχόντων γυμνώσας, καὶ πληγαῖς φρικταῖς καὶ ἀπαρηγορήτοις ταλαιπωρήσας, ἀπῆλθε κατησχυμμένος ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς ἀκάμπτου καὶ ἀνενδότου τοῦ Δικαίου φανέντος. Τοῦτον ἐπὶ τέλει τῶν ἄθλων ἀνεκήρυξεν ἄνωθεν ὁ Θεός, καὶ ἐν διπλῷ πάντα τὰ ἀφαιρεθέντα ἀπέδωκεν αὐτῷ, ὡς τὰ κατὰ μέρος διεξοδικῶς, ἡ κατ’ αὐτὸν ἱστορία δηλοῖ. Ἔζησε δὲ μετὰ την πληγήν, ἔτη ῥό΄, ὡς εἶναι τὸν σύμπαντα χρόνον αὐτοῦ, ἔτη σμη΄.  

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου και θεοφόρου Πατρὸς ἡμῶν Σεραφείμ, τοῦ εν τῷ ορει τοῦ Δομποῦ τῆς Βοιωτίας, ἀσκήσαντος.  

Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον. Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον.  

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν· Μάμαντος, Παχωμίου καὶ Ἱλαρίωνος.  

Ἱλαρίωνι καὶ Παχωμίῳ Μάμας, Συνεξεδήμει τὴν καλὴν ἐκδημίαν.  

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημητρίων, τοξευόμενος τελειοῦται.  

Βέλη τὰ τιτρώσκοντα σάρκα καιρίως, Δημητρίων ἡγεῖτο βέλη νηπίων.  

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Δάναξ, Μέσιρος καὶ Θερίνος, ξίφει τελειοῦνται.  

Ἀμφοῖν Ἀθλητῶν ἐκκεκομμέμων κάρας, Κεῖται Μέσιρος ἐν μέσῳ κάρας δίχα.  

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δονάτος, τοξευόμενος, τελειοῦται.  

Ἄλλος ξένος τις ἥλιός μοι Δονάτος, Σαρκὸς προΐσχων ἀκτῖνας δίκην βέλη.  

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάρβαρος, ξίφει τελειοῦται.  

Τὴν κλῆσιν ἡμῖν Βάρβαρος σὺ γεννάδα, ὁ δ’ αὖ τεμών σε, βάρβαρος τὴν καρδίαν.  

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ἱεροῦ Ναοῦ τῶν Ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ ἐν τῇ Ψαμαθίᾳ.  

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰὼβ τοῦ Ποτσάεφ τοῦ Ῥώσσου, τοῦ θαυματουργοῦ.  

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Ἐαντβέρτου, τοῦ Σκώττου.  

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Βενεδίκτης, τῆς Ῥωμαίας.  

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡλιοδώρου καὶ Βενοῦστου, καὶ τῶν σὺν αὐτῶν ἑβδομήκοντα πέντε Μαρτύρων, τῶν ἐν τῇ Ἀφρικῇ.  

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.  

Ὠδή ζ΄. Οὐκ ἐλάτρευσαν.

ον ἥδιστον, Χριστοῦ τῆς ἀγαπήσεως, Σοφία ηὔφρανας, ὀδμαῖς τῆς σῆς ἀγωγῆς, καὶ τρόπων ἀσκήσεως, τῆς θεαρέστου σου, πρὸς τελείωσιν, τῆς ἀρετῆς θεόσοφε, παναῤῥήτῳ εὐωδίᾳ.  

γγελόμορφε, Ἀσκήτρια ὑπέβαλε, σὲ εἰς ἐγχείρησιν, ξένως ἡ Μῆτηρ Θεοῦ, ἐπίκουρον ἔχουσα, αὐτῆς Ἀρχάγγελον, καὶ φιλτάτους σου, Ἁγίους τοὺς θαυμάζοντας, σοῦ Σοφία τοὺς καμάτους.  

Νίκης στέφανον, ἐδέξω χρυσοστόλιστον, Σοφία πάγκαλε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, ἀξίως τοῦ νέμοντος, τὰ γέρα ἅπασι, τοῖς δοξάζουσιν, Αὐτὸν ἐν βίῳ πράξεσι, θείοις καὶ ἀμέμπτῳ βίῳ.  

Θεοτοκίον.

γαθότητος, πυξίον νίκας δώρησαι, ἡμῖν Παντάνασσα, κατ’ ἐναντίων ὀρδῶν, Σοφίᾳ ὡς ἔδωκας, τῇ ἀσκητρίᾳ Σου, ἐν τοῖς ἔτεσιν, ἐσχάτοις Μητροπάρθενε, τὸν ἐχθρὸν θριαμβευσάσῃ.  

Ὠδή η΄. Παῖδας εὐαγεῖς.

Νάρδε εὐωδέστατε Σοφία, ἁπλότητος ταπεινώσεως καὶ νήψεως, πάντας εὐωδίασας, τοὺς πιστῶς προστρέχοντας, εἰς τὴν Μονὴν τὴν πάνσεπτον, Κλεισούρας θείαν σου, λαβεῖν εὐχὴν καὶ λόγους ἀκοῦσαι, μετανοίας ἄρτι, σοὺς ψυχοτρόφους Μῆτερ.  

ρδασσα σεμνύνεται τοῦ Πόντου, σπαργάνοις σου τοῖς σεπτοῖς Σοφία ἔνθεε, καὶ Κλεισούρα πόνοις σου, ἱερᾶς ἀσκήσεως, δι’ ἧς εἰς ὕψος ἔφθασας, σοφίας ἄῤῥητον, καὶ νήψεως δυσπρόσιτον Μῆτερ, ὃ ἀδυνατοῦμεν, ἰδεῖν οἱ σὲ τιμῶντες.  

Μέμνησο τῶν πίστει ἐκτελούντων, Σοφία τὴν φωτοφόρον καὶ περίλαμπρον, μνήμην σου καὶ ᾄσμασι, μελωδούντων πόνους σου, οὕς ἔτλης πρὸς ἀπόκτησιν, τῆς τελειότητος, καὶ ἄνοδον τῆς κλίμακος Μῆτερ, ὁδηγούσης πόλου, πρὸς παμφαεῖς σκηνώσεις.  

Θεοτοκίον.

λεος ἀφθόνως δωρουμένη, Σοῖς δούλοις καὶ οἰκτιρμοὺς τοῦ θείου Τόκου Σου, Ἐλεοῦσα πάναγνε, πρόφθασον καὶ λύτρωσαι, πειρατηρίων ἅπαντας, Σὲ μεγαλύνοντας, καὶ μέλποντας Σοφίας καμάτους, Σοῦ τῆς ἀσκητρίας, τοὺς νυχθημέρους ὕμνοις.  

Ὠδή θ΄. Ἅπας γηγενής.

Λάμπουσα φωτί, ἀΰλῳ ἀνέδραμες, εἰς φωτεινότατα, οὐρανῶν σκηνώματα, τῷ Φωτοδότῃ καὶ Πανοικτίρμονι, Σοφία παμμακάριστε, Κλεισούρας κλέϊσμα, ὑπαντῆσαι, τῷ θανάτου ζόφωσιν, καὶ φθορᾶς τὴν ἀχλὺν διαλύσαντι.

 Πόθον ἱερόν, Σοφία κατέχουσα, ἐπανακάμψεως, εἰς Ἐδὲμ σκηνώματα, διελογίζου, αὐτὴν ἐξόριστον, ἐπὶ τῆς γῆς καὶ Κύριον, τὸν πολυεύσπλαγχνον, ἀξιῶσαι, ἐκδυσώπεις πάντοτε, ἀπολαῦσαι αὐτῆς τῆς τερπνότητος.  

ς τῶν ἀσθενῶν, ταχίστην ἰάτειραν, ἀνευφημοῦμέν σε, καὶ πρὸς Κτίστην πρέσβειραν, θερμὴν τῶν πίστει, καταφυγόντων σοι, ἀεὶ παρακαλοῦμέν σε, Σοφία ἅπαντας, ἐκ τοῦ ὕψους, δόξης σου ἱκέτευε, τὸν Χριστὸν πέμψαι χάριν σοῖς πρόσφυξι.  

Θεοτοκίον.

Χαῖρε ἀγαθή, τοῦ πάντων δεσπόζοντος, περάτων κτίσεως, Μῆτερ παντευλόγητε, ἀναβοῶντες, ἐκδυσωποῦμέν Σε· ἐλέησον Σοὺς πρόσφυγας, τοὺς μεγαλύνοντας, τοὺς καμάτους, τοὺς σεπτοὺς πρὸς θέωσιν, Ἀσκητρίας Σοφίας Μητρόθεε. 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

πόμονης ἀρχέτυπον, καὶ θείαν ὑφηγήτριαν, τὴν ἐν Κλεισούρᾳ ἀσκήσει, συντόνῳ καὶ ἀσιγήτῳ, εὐχῇ τῷ Παντοκράτορι, Χριστῷ εὐαρεστήσασαν, Σοφίαν τὴν ἀοίδιμον, θεοσοφίας ὡς βάθρον, ἐγκωμιάσωμεν πάντες.  

Καὶ τὸ τῆς ἑορτῆς.  

Εἰς τοὺς αἴνους.

Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

στρον, ἀγωγῆς νεόφωτον, ἀσκητικῆς παμφαῶς, ἀνατείλαν ἐν ἔτεσι, τοῖς ἐσχάτοις μέλψωμεν, ἐκ τοῦ Πόντου κραυγάζοντες· αὐγαῖς Σοφία, σῆς ταπεινώσεως, σκληραγωγίας, εὐχῆς καὶ νήψεως, ἡ καταυγάσασα, Μακεδόνων σύλλογον καὶ τῶν πιστῶν, πάντα τὰ συστήματα, λαμπρῶς δεδόξασαι.  

Μάνδρας, τῆς Κλεισούρας σέμνωμα, διῆλθες σὴν βιοτήν, ἐν ὑπαίθρῳ ῥακένδυτος, ἄκρως λιτοδίαιτος, καὶ οὐκ ἔχουσα κράββατον, πρὸς τῆς φθαρτῆς σου, σαρκὸς ἀνάπαυσιν, Σοφία θείων, χαρίτων ἔσοπτρον, ὅθεν τὴν μνήμην σου, τὴν λαμπρὰν γεραίροντες, σὰς πρὸς Θεόν, πάντες ἐκδεχόμεθα, πρεσβείαις πάνσεμνε.  

λῃ, τῆς ψυχῆς ἐφέσει σου, ἐπιποθοῦσα Χριστόν, ἐκ νεότητος χρόνων σου, μετὰ τὴν τοῦ τέκνου σου, καὶ συζύγου σου στέρησιν, Κλεισούρας Μάνδραν, σεπτὴν κατέλαβες, σκληραγωγίᾳ, ἣν καθηγίασας, καὶ θεῖον μέλαθρον, ἀρετῆς ἀνέδειξας θεοτερποῦς, εὐσταλὲς ἀσκήτρια, Σοφία πάνσοφε.  

Νύμφη, Κτίστου καλλιπάρθενε, ἐν τοῖς ἐσχάτοις καιροῖς, ὄντως ἀνεζωγράφησας, τῶν Μητέρων σκάμματα, τῶν ἀρχαίων καὶ ἔλαμψας, ὡς λύχνος κόσμῳ, Σοφία πάμφωτος, τῆς ὑπὲρ λόγον, σοφίας νήψεως, τρόπων ἁπλότητος, καὶ μωρῶν ἐνίοτε θεοειδές, Μῆτερ προσποιήσεων, διὸ τιμῶμέν σε.

 Δόξα. Ἦχος πλ. α΄.

Τὴν συγκύπτουσαν τῆς Κλεισούρας Ἀσκήτριαν, ἀλλ’ εὐθυτενῆ τῆς θεοσοφίας κυπάρισσον, Σοφίαν τὴν ἀξιέπαινον εὐθαρσῶς μακαρίσωμεν. Αὕτη γὰρ τὸ γεηρὸν ἀποβαλοῦσα ἄχθος, τὴν ψυχὴν πρὸς τὰς ἐπάλξεις τοῦ οὐρανοῦ ἀνέτεινε, καὶ Χριστὸν ἐδοξολόγει ἀείποτε, ὅθεν εἰς ὕψος δυσαντίβλεπτον ἀρετῆς ἀρθεῖσα, τῆς τρυφῆς τοῦ ξύλου τῆς ζωῆς ἐπέτυχεν ἀπολαύειν, ἧς καὶ ἡμᾶς πρεσβεύει Χριστῷ ἀπολαῦσαι, ἐν τῇ ἀλήκτῳ μακαριότητι.  

Καὶ νῦν. Τῆς ἑορτῆς.  

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.                

 

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

 Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ΄ καὶ στ΄ ᾠδή.  

Ἀπόστολος.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.  Ἀπόστολος· πρὸς Γαλάτας (Κεφ. ε΄, 22-στ, 2): Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά... Ζήτει τῷ Σαββάτῳ τῆς κζ΄ ἑβδομάδος.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 25: 1-13

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

 Μεγαλυνάριον.

Χαίροις τῆς Ἀρδάσσης σεπτὸς βλαστός, χαίροις Πόντου κρίνον, μυροβόλον καὶ εὐανθές, χαίροις τῆς Κλεισούρας, κιννάμωμον Σοφία, ἡ ἀκραιφνεῖ ἀσκήσει, κόσμον ἡδύνασα.  

Δίστιχον

Σεραφεὶμ σόφιζε, Χαραλάμπης κράζει, σὺν ταῖς μοναζούσαις Κλεισούρας, Σοφία.