The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ Μεγάλου.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει θαυμάτων σου. Αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σε γεραίρομεν, καὶ πιστῶς μακαρίζομεν, μοναζόντων τὸ καύχημα.

γγελος ἐπίγειος, οἷά περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας πανόλβιε, καὶ ταῖς ἀγρυπνίαις, καὶ μνήμην θανάτου, διηνεκῶς ἐμμελετῶν, τὰ θεῖα Πάτερ ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετῶν τὸ ἀκρότατον· ὅθεν ὄντως κατήντησας, ἐπ' αὐτὴν τὴν ἀκρώρειαν.

Θαῦμα ὑπὲρ ἔννοιαν, ἐν τῇ κοιμήσει σου γέγονεν, ὁσιόφρον θεσπέσιε, ἡνίκα ὁ θίασος, τῶν ἁγίων Πάτερ, ἐπέστη ἀθρόον· ὥσπερ, γὰρ ἥλιος σοφέ, τὸ πρόσωπόν σου ἐξανατέταλκε, δηλοῦν τὴν ἀστραπόμορφον, τῆς σῆς ψυχῆς καθαρότητα, καὶ πιστούμενον ἅπαντας, οἵου τέλους τετύχηκας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν μεσιτείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος ἱκέτης σου.

Ἢ Σταυροθεοτοκίον

φερες Πανάμωμε, ἐν τῇ καρδίᾳ σου δίστομον, Συμεὼν σοι ὡς ἔφησε, ῥομφαίαν καὶ τέτρωσαι, ἐν αὐτῇ τὰ σπλάγχνα, καὶ τὰς διαθέσεις, ὡς ἐθεάσω σὸν Υἱόν, ἐπὶ τοῦ ξύλου σεμνὴ κρεμάμενον· διὸ καὶ ἀνεκραύγαζες· Τέκνον ἐμὸν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον ἀνάστηθι, ὡς προεῖπας μακρόθυμε.

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Σισώη, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ὁσίου οὗτος.

Ὠδὴ α' Ἦχος πλ. δ'

Ἄσωμεν τῷ Κυρίῳ

Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωῇ νῦν τῶν ζώντων παρρησίᾳ πολλῇ παριστάμενος.

ρωτι Πάτερ θείῳ, ἔρωτας σαρκὸς ἀποκρουσάμενος, ἠκολούθησας πόθῳ, τῷ καλοῦντι Σισώῃ μακάριε.

Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ εἰσδεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τῶν παθῶν τὴν ἀχλὺν ἐξηφάνισας.

Θεοτοκίον

Σῶσόν με τὸν ἐν ζάλῃ, πασῶν ἡδονῶν κλυδωνιζόμενον, τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς τὴν γαλήνην πανάμωμε.

Ὠδὴ γ'

Σὺ εἶ τὸ στερέωμα

Σάρκα καθυπέταξας, τῷ λογισμῷ στερρῶς Ὅσιε, τὴν δὲ ψυχὴν ἔδειξας δουλείᾳ, τῶν παθῶν ἀταπείνωτον.

Πόνοις σου τὴν ἄρουραν, τὴν τῆς ψυχῆς σοφῶς Ὅσιε, καλλιεργῶν, στάχυν ἀπαθείας, καὶ θαυμάτων ἐξήνθησας.

Νέκρωσιν ἐνδέδυσαι, ζωοποιὸν Χριστὸν ἔνδοξε, ἰχνηλατῶν· ὅθεν ἀνιστᾶν σοι, καὶ νεκροὺς χάριν δίδωσι.

Θεοτοκίον

Τόπον ἁγιάσματος, καὶ νοητὴν Ἁγνὴ τράπεζαν, ἄρτον Χριστόν, τὴν ζωὴν τῶν ὅλων, δεξαμένην ὑμνοῦμέν σε.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Σαρκὸς τὰς ἡδονάς, ἐγκρατείας τῷ τόνῳ, ἐνέκρωσας σοφέ, ἀρετῶν ἐμμελείᾳ· διὸ ταῖς ἀναβάσεσιν, αὐξανόμενος ἄριστα, Πάτερ ἔφθασας, πρὸς τὴν οὐράνιον τρίβον, καὶ παρίστασαι, ἀεὶ Χριστῷ σὺν Ἀγγέλοις, Σισώη Πατὴρ ἡμῶν.

Θεοτοκίον

Θεοῦ σε καὶ τροφόν, καὶ Μητέρα ἐκάλει, ἐκ γλώσσης μητρικῆς, ὁ τῆς χάριτος κήρυξ, Θεὸν τὸν ἐν σπλάγχνοις σου, ἐγνωκὼς διὰ Πνεύματος, καὶ ἀμνὸν τεχθείς, αὐτόν ἐδείκνυ δακτύλῳ, κόσμου αἴροντα, τὰς ἁμαρτίας Παρθένε, προσλήψει τοῦ χείρονος.

Ἢ Σταυροθεοτοκίον

ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

Ὠδὴ δ'

Εἰσακήκοα Κύριε

πομβρίᾳ τῆς χάριτος, Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμῶν ἀποκαθαίροντας, τοὺς ἐν πίστει μάκαρ σοι προστρέχοντας.

λυνύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον ταύτην ἔδειξας.

ν ἐρήμοις ἐμάκρυνας, Πάτερ φυγαδεύων καὶ προσδεχόμενος, σὲ τὸν σῴζοντα μακάριε, ὀλιγοψυχίας καὶ κακώσεως.

Θεοτοκίον

λατόμητον ὄρος σε, πάλαι Ἀββακοὺμ προεῖδε Πανάμωμε, ὁ Θεὸς ἐξ οὗ ἐπέφανε, καὶ ἡμᾶς φθαρέντας ἀνεκαίνισεν.

Ὠδὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι

Ναὸς τῆς τρισηλίου θεότητος, χρηματίσας παθῶν τὰ ἰνδάλματα, τῆς σῆς ψυχῆς ἐξεμείωσας.

Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, θεοφόρε, νεκροὺς ἐξανέστησας, τῇ συνεργείᾳ τῆς χάριτος.

Θεοτοκίον

Τὸν ἥλιον τεκοῦσα τῆς χάριτος, Θεοτόκε, Παρθένε τὸν ἄδυτον, ἐσκοτισμενον με φώτισον.

Ὠδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

Τοῦ κήτους τοῦ νοητοῦ, πανωλεθρίαν διέφυγες, ἐγκράτειαν προσευχήν, ἀγάπην ἀνόθευτον, κραταιὰν ταπείνωσιν, καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.

Χριστός σου τὰ πρὸς αὐτόν, κατεύθυνε διαβήματα, ὁ δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο, πατοῦντα ἐπ' ὄφεων, καὶ σκορπίων κάρας, θεοφόρε Παμμακάριστε.

Τῇ νεύσει τῇ πρὸς Θεόν, Θεὸς σαφῶς ἐχρημάτισας, τῇ πρὸς τὸ φῶς ὁλικῇ, στοργῇ φῶς γεγένησαι· Ἄγγελος ἐπίγειος, θεοφόρε Πάτερ, ἐπουράνιός τε ἄνθρωπος.

Θεοτοκίον

Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισόν μου τὸν νοῦν, παθῶν ἀμαυρώσεως, καὶ πλήρωσον χάριτος, καὶ δικαιοσύνης, τὴν καρδίαν μου Πανάμωμε.

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγέ δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Συναξάριον

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ μεγάλου.

Στίχοι

Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη,

Θείου Σισώης Πνεύματος τὸ πυξίον.

Βῆ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτῃ ἀμύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, καὶ Ῥήξου Βικαρίου καὶ ἄλλων πλείστων παθόντων ἐν Καμπανίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀστίου (ἢ Ἀστείου), Ἐπισκόπου Δυρραχίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀπολλωνίου, Ἀλεξανδρίωνος καὶ Ἐπιμάχου.

Οἱ ἅγιοι εἰκοσιτέσσαρες μάρτυρες, οἱ τῇ Λουκίᾳ καὶ τῷ Ῥήξῳ μαρτυρήσαντες, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Παῖδες Ἑβραίων

λην τοῦ Πνεύματος τὴν αἴγλην, ἀποδέδεξαι νοῒ κεκαθαρμένῳ, καὶ φωστὴρ τῶν πιστῶς, βοώντων χρηματίζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θείῳ πυρὶ τῆς ἐγκρατείας, ἐπυρπόλησας ἀκάνθας ἁμαρτίας, καὶ πρὸς φῶς νοητόν, μετῆλθες ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Σῶσόν με Μῆτερ τοῦ Σωτῆρος, συνεχόμενον βυθῷ ἁμαρτημάτων, καὶ παντοίας ἐχθροῦ, ἐξάρπασον κακίας, ἵνα τὴν σὴν σῳζόμενος, μεγαλύνω προστασίαν.

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας· ὅθεν προορᾶν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

γγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μέτ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ' ὧν νῦν ἀνάκράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

λομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

γιασθεῖσα Πνευματι, ὑπεδέξω ἐν μήτρᾳ σου, τὸν Δημιουργὸν τῆς, ἀνθρωπίνης φύσεως, καὶ τοῦτον ἐκύησας, ἀνερμηνεύτως Κόρη ἁγνή, ὃν ἀκαταπαύστως, ἀνυμνοῦντες βοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ

Δέδεικται θαῦμα φοβερόν, κατ' αὐτόν σου τὸν καιρὸν τῆς κοιμήσεως, ὑπὲρ τὸν ἥλιον, τοῦ σοῦ προσώπου, Πάτερ ἀστράψαντος, ὅτε παρέστησαν χοροί, Ἁγίων τὸ πνεῦμά σου, παραληψόμενοι, καὶ Θεῷ τῷ ποιητῇ προσκομίσοντες.

Ταῖς θείαις Μάκαρ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ λαμπρυνόμενος, ταῖς φανοτάταις ἐκεῖθεν λάμψεσι, τὴν φωτοφόρον σου πιστῶς, μνήμην τοὺς γεραίροντας, ταῖς ἱκεσίαις σου, ἀχλυώδους τῶν παθῶν λύμης λύτρωσαι.

Δίκαιος, ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ γέγονας, ὅσιος ἄκακος, Θεῷ λατρεύσας ἐν ὁσιότητι, ἐπανεπαύσατο· διό, Τριὰς τῇ καρδίᾳ σου, ἧς νῦν τρανότερον, ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.

Θεοτοκίον

ξ ἔργων ὅλως ἐν ἐμοί, σωτηρία οὐχ ὑπάρχει Πανάμωμε· τὴν ἐναντίαν γάρ, ὁδεύων τρίβον σκότους πεπλήρωμαι, ἀλλ' ἡ τὸ φῶς τὸ ἐκ φωτός, ἡμῖν ἀνατείλασα, φώτισον σῶσόν με, μὴ παρίδῃς με δεινῶς ἀπολλύμενον.

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, τοῦ Ὄρθρου καὶ Ἀπόλυσις.