The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ε ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας καὶ ἐνδόξου Μεγαλομάρτυρος Εἰρήνης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.

Στιχηρὰ τῆς Ἁγίας

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Πορφύραν ἐξ αἵματος λαμπράν, τοῦ οἰκείου Πάνσεμνε, περιθεμένη ἀνέδραμες, πρὸς ὃν ἐπόθησας, Βασιλέα Κτίστην, τοῦ παντὸς καὶ Κύριον, πρὸς τούτου τε τῆς νίκης τὸν στέφανον, ὄντως ἀπείληφας, σὺν αὐτῷ νῦν βασιλεύουσα, ὡς παρθένος, καὶ Μάρτυς πολύαθλος.

Πυρὸς καταφλέγοντος ὁρμήν, ἤνεγκας Πανεύφημε, ξέσεις τε πάσας τοῦ σώματος, ἐνατενίζουσα, πρὸς τὰς ἀντιδόσεις, τὰς ἐκεῖσε πάνσεμνε, ἃς μόνοις Ἰησοῦς προητοίμασε, τοῖς ἀγαπήσασι, καὶ θερμῶς αὐτὸν ποθήσασιν, ὡς νυμφίον, ψυχῶν ὡραιότατον.

θέλχθης τῷ ἔρωτι Χριστοῦ, καὶ θεοὺς ἐμίσησας, ἐθνῶν καὶ ἄψυχα ξόανα, Εἰρήνη ἔνδοξε, καὶ θεογνωσίας, στήλην ἐμφανέστατα, σαυτὴν τοῖς καθορῶσιν ἀνέστησας ὡς εναθλήσασα, καὶ τὸν δρόμον, τελειώσασα, καὶ τὴν πίστιν, ἄμωμον τηρήσασα.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε· σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστόν μεγαλύνοντες.

Καὶ τῆς Ἑορτῆς

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Σαῖς με προσευχαῖς μάρτυς Εἰρήνη σκέπε.

δὴ α' Ἦχος δ'

Ἄσομαί σοι Κύριε

Στέφανος ὑπάρχων τῆς Ἀθληφόρου, ταύτης Χριστὲ ταῖς πρεσβείαις, εἰρήνην τῷ κόσμῳ, καὶ δόξαν τὴν ἀμάραντον, τοῖς ὑμνοῦσί σε δώρησαι.

Αἴγλῃ διαλάμπουσα παρθενίας, καὶ κοσμουμένη τῷ κάλλει, τῆς σῆς μαρτυρίας, Εἰρήνη μεγαλώνυμε, σῷ νυμφίῳ παρίστασαι.

λεων γενέσθαι ταῖς Ἐκκλησίαις, τὸν σὸν δυσώπει νυμφίον, Εἰρήνη θεόφρον, καὶ πταισμάτων τὴν ἄφεσιν, παρέχειν τοῖς ὑμνοῦσί σε.

Θεοτοκίον

Σάρκα γεγονότα τὸν Θεὸν Λόγον, καὶ πεφηνότα καθ' ἡμᾶς, ἁγία Παρθένε, ἀφράστως ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν.

δὴ γ'

Τόξον δυνατῶν ἠσθένησε

Μύρου κενωθέντος αἴσθησιν, τοῦ τὴν οἰκουμένην εὐωδιάσαντος χάριτι, δεξαμένη ἀνεπτερώθης, πρὸς τὸν τούτου πόθον Ἔνδοξε.

σχες τὸν Θεὸν συλλήπτορα, ἐν τοῖς σοῖς ἀγῶσι, καὶ συνασπίζοντα Πάνσοφε· διὰ τοῦτο στεφανωθεῖσα, τοὺς τυράννους κατεπάλαισας.

Πύργος ἀρετῶν ἀκλόνητος, καὶ θεοσεβείας κατοικητήριον γέγονας, καὶ ἀνδρείας καὶ σωφροσύνης, ἐνδιαίτημα Πανεύφημε.

Θεοτοκίον

έων μέχρι σοῦ, ὁ θάνατος, ἔστη προσβαλὼν τῷ ἐκ σοῦ τεχθέντι Πανάμωμε· διὰ τοῦτο ἀθανασίας, ἀπαρχὴν σε ὀνομάζομεν.

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τῷ κάλλει σου Χριστέ, ἡ παρθένος τρωθεῖσα, παρέδραμε σπουδῇ, τὰ ὁρώμενα πάντα, καὶ πᾶσαν τὴν τοῦ σώματος, εὐμορφίαν ἐκδέδωκε, ταῖς κολάσεσι, καὶ ταῖς πικραῖς τιμωρίαις, ἀφανίζεσθαι· ἣν εἰς ὡραίους νυμφῶνας, εἰσήγαγες Δέσποτα.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

δὴ δ'

Τῆς σῆς ἐπὶ τῆς γῆς παρουσίας

τὴν εἰρήνην σοι βραβεύων εἰρηνώνυμε, δι' αὐτὸν μαχομένην σε θεώμενος, ἀνδροπρεποῦς φρονήματος, Μάρτυς καὶ δυνάμεως ἔπλησε.

Συντονωτάταις προθυμίαις ὑπερβέβηκας, τὸ τοῦ θήλεος χαῦνον παμμακάριστε, καὶ σταθερῶς διήλεγξας, Μάρτυς τοὺς τῇ πλάνῃ δουλεύοντας.

νθεωτάτην καρτερίαν ἐπιδέδειξαι, καὶ τυράννων τὸ θράσος καταβέβληκας, τῷ σῷ νυμφίῳ κράζουσα· Δόξα τῇ δυνάμει σου Κύριε

μνολογίαις ἀσιγήτοις καὶ δεήσεσι, τὸν Δεσπότην θεόφρον ὑμνολόγησας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, δόξαν ὀψομένη τὴν ἄφραστον.

Θεοτοκίον

Χαρμονικὴν σοι γεγηθότες φωνὴν πάναγνε, διὰ σοῦ οἱ σωθέντες ἀνακράζομεν· Χαῖρε Παρθένε πάνσεμνε, χαῖρε Θεοτόκε πανύμνητε.

δὴ ε'

Τὸν φωτισμόν σου Κύριε

νδρειοτέρῳ Ἔνδοξε, φρονήματι Χριστόν, Θεὸν τῶν ὅλων, τρανῶς ὡμολόγεις, λόγῳ δὲ στερρῷ τοὺς ἀντιπάλους, ἀθληφόρε κατῄσχυνας.

χνηλατεῖν ἐπόθησας τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῇ μιμήσει θερμῶς ἠκολούθεις, ἀγωνιστικῶς ὑπεραθλοῦσα, τοῦ Δεσπότου πανόλβιε.

Στίφη Μαρτύρων Ἔνδοξε, προσήνεγκας Χριστῷ, τῇ σῇ σοφίᾳ καὶ θεολογίᾳ, τούτους ἀληθῶς μυσταγωγοῦσα, καὶ τῷ λόγῳ τῆς χάριτος.

Θεοτοκίον

Μεμυημένοι μυστήριον συλλήψεως τῆς σῆς, καὶ τοῦ ἀφράστου καὶ θείου σου τόκου, σὲ πανευσεβῶς ὑμνολογοῦμεν, Θεοτόκε πανύμνητε.

δή ς'

Ἐβόησε, προτυπῶν

νώρθωσας, τῆς προμήτορος Εὔας τὴν ἔκπτωσιν Ἀθληφόρε, τοῦ ἐχθροῦ καθελοῦσα τὴν δύναμιν, καὶ καταβαλοῦσα, τὴν ἐκείνου ὀφρὺν θείᾳ χάριτι.

ωμαλέον, κεκτημένη Εἰρήνη τὸ φρόνημα, τοῖς τυράννοις, ἀντετάξω ψυχῆς γενναιότητι, καὶ στεφάνῳ νίκης, πρὸς Χριστοῦ τοῦ Θεοῦ ἐστεφάνωσαι.

Τῷ αἵματι, τῆς ἀθλήσεως Μάρτυς φαιδρότερον, ἀπειργάσω, τὸ τῆς φύσεως κάλλος τὸ ἄχραντον, γενικοὺς ἀγῶνας, ὑποστᾶσα στερρῶς καλλιπάρθενε.

Θεοτοκίον

πέφηνε, τὸ μυστήριον σοῦ τῆς κυήσεως, ὁ θεόπτης, καιομένην τὴν βάτον θεώμενος, καὶ μὴ φλεγομένην, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Κοντάκιον Ἦχος δ'

Ὁ ὑψωθεὶς

Τὴν καλλιπάρθενον ὑμνήσωμεν πάντες, νύμφην Χριστοῦ, ἐκ τῶν νεκρῶν ἀναστᾶσαν, ἣν ὁ Θεὸς ἐδόξασε σημείοις φρικτοῖς· Εἵλκυσε γὰρ πλῆθος ἄπειρον, ἀσεβῶν ἐν τῇ πίστει, καὶ θεόθεν ἔλαβε, τὴν Χριστώνυμον κλῆσιν· ὁ τοῦ Θεοῦ γὰρ Ἄγγελος ἐλθών, ἐκ Πηνελόπης Εἰρήνην ἐκάλεσε.

Ὁ Οἶκος

Τοῦ νυμφίου Χριστοῦ ἔρωτι, Παναοίδιμε, ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, καὶ τῇ ἀθλήσει σαυτὴν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ, ὄντως τοῦ Κτίστου σου θαλάμῳ ἔνδοξε, ὡς νύμφη εὐκλεής, ἐστολισμένη, πεποικιλμένη, εἰσῆλθες ὡς ἐκλεκτή, στεφανηφόρος ὁραθεῖσα, ἐξ ἀφθάρτου νυμφίου δεξαμένη, ὡς χρυσίον, βραβεῖον νίκης τῆς σῆς ἀθλήσεως.

Συναξάριον

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης.

Στίχοι

Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,

Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.

Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ.

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ἀβραμιαῖοι ποτὲ

Στεφανηφόρος Σεμνή, παρισταμένη θρόνῳ, τοῦ σοῦ Δεσπότου περιφρούρησον, τοὺς πίστει κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ν οὐρανίαις σκηναῖς, περιχορεύειν Μάρτυς, κατηξιώθης ἀξιάγαστε, Εἰρήνη κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

μειρομένη τυχεῖν, τοῦ ἐραστοῦ σου κάλλους, βασάνων πόνους ἐκαρτέρησας, Εἰρήνη κραυγάζουσα· ὁ των Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

ήσει χειλέων τῶν σῶν, ἀκολουθοῦντες πίστει, σὲ Θεομῆτορ μακαρίζομεν, βοῶντες τῷ τόκῳ σου· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

δὴ η'

Παῖδας εὐαγεῖς

θλησας Εἰρήνη μακαρία, γενναίως καὶ τοὺς τυράννους καταβέβληκας, ἔχουσα συμπράττουσαν, τὴν ἀκαταμάχητον, τοῦ σοῦ Δεσπότου δύναμιν, καὶ συνεργοῦσάν σοι καί, Κύριον ὑμνεῖτε, ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεᾶνις ἀγάπῃ τετρωμένη, ὀπίσω τοῦ σοῦ νυμφίου ἠκολούθησας, Εἰρήνη πανένδοξε, τούτου τὰ παθήματα, ἐν τῇ σαρκί σου φέρουσα, καὶ ἀναμέλπουσα, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

σὴ ἐν βασάνοις καρτερία, Εἰρήνη στεφανηφόρε κατεγέλασε, τῶν τῆς ματαιότητος, καὶ τῆς ἀθεότητος, ἀντεχομένων ἔνδοξε, πίστει δὲ ἔψαλλες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σοφία Θεοῦ πάντων τεχνῖτις, γαστρί σου Παρθενομῆτορ ἐνσκηνώσασα, οἶκον ᾠκοδόμησεν, ἔννουν τε καὶ ἔμψυχον, τὸν ἑαυτῆς καὶ ἔσωσε, κόσμον κραυγάζοντα· τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς

Κύκλῳ περὶ τὸν σὸν ἐραστὴν χορεύουσα, ἐν ὑψίστοις καλλιπάρθενε, αἴτησαι κόσμῳ τὴν εἰρήνην, Εἰρήνη, καὶ πταισμάτων τὴν ἄφεσιν, τοῖς πίστει ἐκτελοῦσι τήν μνήμην σου, τὴν φωτοφόρον καὶ πανίερον.

νδον τῆς παστάδος σε Χριστὸς ὡς Μάρτυρα, καὶ Παρθένον κατεσκήνωσεν, ἔνθα Παρθένοις συναγάλλῃ, καὶ σὺν τοῖς τῶν Μαρτύρων στρατεύμασιν, Εἰρήνη, στεφανηφόρε πανεύφημε· ὅθεν σε πάντες μακαρίζομεν.

Πύλας διανοίξας οὐρανῶν ἐδέξατο, τὴν ψυχήν σου τὴν πανάμωμον, μόνος ὁ πάντων βασιλεύων, καὶ τῆς δικαιοσύνης ὁ πρύτανις, Εἰρήνη, θείας εἰρήνης ἐπώνυμε· ὅθεν σε πάντες μακαρίζομεν.

Θεοτοκίον

χουσα πρὸς τὸν ἐκ σοῦ Υἱὸν πανάχραντε, παρρησίαν ἀνεπαίσχυντον, τοῦτον δυσώπει Παναγία, τῷ κόσμῳ τὴν εἰρήνην δωρήσασθαι, καὶ πάσαις Ἐκκλησίαις ὁμόνοιαν, ἵνα σε πάντες μεγαλύνωμεν.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

ωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Εἰρήνη μεγαλώνυμε, ὑπὲρ ὑμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.

Καὶ τῆς Ἑορτῆς

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς. Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.