The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ε’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ τοῦ θαυματουργοῦ.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων τῶν Ἁγίων. Στιχηρὰ τοῦ Ἁγίου Ἀθανασίου.

Ἦχος β'

Ποίοις εὐφημιῶν

Ποίων εὐφημιῶν ἔπαινον, προσενέγκωμεν Ἀθανασίῳ; τῷ πεποικιλμένῳ ταῖς πράξεσι, καὶ εὐθηνουμένῳ ταῖς χάρισιν, τῆς θεολαμποῦς φωτοχυσίας, τῷ ξίφει, τῷ διατέμνοντι παθῶν τὰς ὁρμάς, τῷ στύλῳ, τῷ θεωρίᾳ ἀπαστράπτοντι, τῆς ἐγκρατείας τῷ λύχνῳ, τῷ ἐν τῇ λυχνίᾳ αὐγάζοντι τῆς ψυχῆς, Θεοῦ τὰ προστάγματα, τοῦ πᾶσι ζωὴν παρέχοντος.

Ποίοις οἱ εὐτελεῖς στέμμασιν, Ἀθανάσιον στέψωμεν λόγων, τὸν αἰθεροδρόμον ἱέρακα, τὸν οὐρανοφοίτως αἰρόμενον, τῶν θεωριῶν πτέρυξι θείαις, τὸν πύργον, τῆς ταπεινώσεως τὸν ἄρρηκτον, τὸ τεῖχος, τῆς διακρίσεως τὸ ἄσειστον, τῆς τῶν ἠθῶν εὐκοσμίας, τὴν σεμνὴν εὐπρέπειαν τὸν ὑπὲρ τῶν τέκνων αὐτοῦ, Χριστὸν τὸν Θεόν, ἐκδυσωποῦντα τὸν μόνον εὔσπλαγχον.

ρθρος ἀειφανὴς Ὅσιε, ἀνεδείχθης πυρσῷ χαρισμάτων, τοὺς παθῶν ἀχλὺϊ τυφλώττοντας, ἕλκων πρὸς αὐγὴν τὴν ἀνέσπερον, Πάτερ Ἀθανάσιε θεόφρον, διὸ περ, ὡς ἐπαυξήσαντα, τὸ τάλαντον, ψυχῶν σε, θεραπευτὴν Χριστὸς ἀνέδειξε τῶν ἀνιάτων μωλώπων, σηπεδόνας ξίφει, τῷ τῶν λόγων τέμνοντα, καὶ ῥῶσιν σωτήριον, παρέχοντα τοῖς προσιοῦσί σοι.

Στιχηρὰ τοῦ Ὁσίου Λαμπαδοῦ

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ Λαμπαδὲ μακάριε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῆς σαρκὸς τὸ φρόνημα, τῇ ψυχῇ καθυπέταξας, καὶ χαρισμάτων, ἔμπλεως γέγονας, τοῦ παναγίου Πνεύματος Ὅσιε, ὦ στηριζόμενος, τῶν πνευμάτων φάλαγγας τῶν πονηρῶν πάσας καθυπέταξας, καὶ κατηδάφισας.

Πάτερ Λαμπαδὲ θεόπνευστε, ὡς κεκρυμμένος ἡμῖν, θησαυρὸς πεφανέρωσαι, ἐν σπηλαίοις κείμενος, καὶ σημείοις καὶ τέρασιν, εὐωδιάζων, ψυχὰς τῶν πίστει σοι, προσερχομένων, θεομακάριστε· ὅθεν βοῶμέν σοι, καὶ ἡμᾶς ἐξάρπασον τῶν δυσχερῶν, σοῦ ταῖς παρακλήσεσιν, ἀνευφημοῦντάς σε.

Πάτερ Λαμπαδὲ θεόσοφε ἀσκητικαῖς ἀγωγαῖς, τῷ Θεῷ προσκολλώμενος, καὶ ταῖς τούτου λάμψεσιν, ἱερῶς φωτιζόμενος, λαμπρὰς ἐδείχθης πᾶσιν αὐγάζουσα, σωτηριώδεις ἀρετὰς πάντοτε· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, χαρμονικῶς, πίστει ἑορτάζομεν θεομακάριστε.

Δόξα... Ἦχος πλ. β'

ς ἔνθεος ἡ ζωή σου, καὶ πανίερόν σου τὸ τέλος, Πάτερ, Ἀθανάσιε· ἐν αὐτῷ γὰρ πᾶσα ἡ τοῦ Ὄρους πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε ῥήμασι γοεροῖς ἀνεβόα· Δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε, δίδαξον, ποῦ καταλείπεις τὰ τέκνα σου Πάτερ, ἃ ᾤκτιρας ὡς Πατήρ, ὄντως συμπαθὴς καὶ φιλόστοργος. Ὅμως κἂν ὧδε τῷ τάφῳ καλύπτῃ, ἄνω σε πάντες πλουτοῦμεν προστάτην καὶ πρεσβευτὴν πρὸς Θεόν, οἱ πόθῳ τιμῶντές σε.

Καὶ νῦν... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενὴς ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.

Ἦχος α'

Τοὺς φωστῆρας τοὺς μεγάλους

Τὸν ἀνέσπερον φωστῆρα τῆς οἰκουμένης μέλψωμεν Ὅσιον Ἀθανάσιον· ὑπὲρ ἥλιον γὰρ ἔλαμψεν ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ πιστῶν ταῖς φρυκτωρίαις τὰ συστήματα, πρὸς ἀρετὴν ἐχειραγώγησε, τὸ μέν, θεοπνεύστοις διδαχαῖς, καὶ σωτηρίων ῥημάτων εἰσηγήσεσιν, ἅσπερ, ἀφθονωτάτους οἷα κρουνούς, ἀπὸ χειλέων ἐπήγαζε· τὸ δέ, τῇ πράξει τῇ θαυμαστῇ, καὶ ἰσαγγέλῳ πολιτείᾳ, πρὸς ζῆλον ἐφελκόμενος, καὶ ἀμφότερα, βίον καὶ λόγον ὑπέρλαμπρον, ὡς παιδοτρίβης ἄριστος θεοπρεπῶς ἐπιδεικνύμενος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τήνδε τὴν ποίμνην φρούρησον, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον ὡς φιλάνθρωπος.

Ἦχος β'

Τὸν υἱὸν τῆς βροντῆς

Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀθανασίας, τὸν ἀληθῆ μύστην τοῦ Σωτῆρος, καὶ κλέος καὶ καύχημα, τῶν μονοτρόπων πάντων καὶ ποδηγέτην, τὸν ἡγιασμένον ἀπὸ τοῦ βρέφους τῷ Κυρίῳ, χοροὶ Πατέρων συνελθόντες εὐφημήσωμεν. Οὗτος γὰρ ἔρωτα θεῖον ἐν ἑαυτῷ συλλαβών, τὴν μὲν τοῦ κόσμου ἔλιπεν ἀπάτην, ἦρε δὲ τόν ζυγὸν τοῦ Χριστοῦ ἐπωμάδιον· καὶ τὰ στίφη τῶν δαιμόνων ἐτρέψατο ἀνδρείως, δεικνὺς ἡμῖν πρακτικῶς, τῆς θείας ἀγάπης τὸν ἄριστον δρόμον· τὸν αὐτὸν γὰρ καὶ αὐτὸς διαδραμών, ἐν σπουδῇ πέφθακε, τὸ φῶς τὸ ἀληθές, τῆς Τριάδος τῆς παντουργοῦ. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος θεοπρεποῦς! ὅτι γήϊνος ὢν ἐν τῇ φύσει, ἴσος γέγονε ταῖς νοεραῖς οὐσίαις, δόξαν καὶ τιμὴν θεόθεν ἄπλετον λαμβάνων, καὶ πρεσβευτὴς ἡμῖν γίνεται, ὡς ἂν τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἦχος δ'

Ἐξέλθετε ἔθνη

ξέστησε νόας, ἐξέπληξε καὶ βροτούς, τὰ πανθαύμαστα σκάμματα τῆς ἐν ἀσκήσει σου βιοτῆς· ὥσπερ γὰρ ἄσαρκος σχεδόν, ἐν σαρκίῳ γεηρῷ, ἐχθροῖς τοῖς ἀοράτοις προσεπάλαισας. Γενεαὶ γοῦν σε πᾶσαι μέλπουσι τῶν εὐσεβῶν, ἐξαιρέτως δὲ ἡ σὴ τιμία ποίμνη, τὸ λαμπρόν σου τῶν πόνων στηλογράφημα, ἣν ἀνέδειξας ὡς πόλιν ἐν ἐρήμῳ τερπνὴν ἣν οἰκητήριον στίφους μοναζόντων εὐπρεπὲς κατέστησας· ἣ καθάπερ ἐν ἐνδύμασι πολυτίμοις, τοῖς σοῖς καθωραΐζεται θαυμασίοις, καὶ τοῖς γενναίοις σου ἄθλοις, καὶ σαῖς λιταῖς Ἀθανάσιε, καὶ πρεσβείαις ἐξαιτεῖται, πρὸς Χριστοῦ περιφρουρεῖσθαι, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· ἡ χάρις γὰρ τοῦ Πνεύματος, πάσης σάλπιγγος εὐηχέστερον, πάντας πρὸς ὕμνον συγκαλεῖ τοῦ θεοφόρου Πατρός, Βασιλεῖς καὶ ἄρχοντες θαυμαζέτωσαν, τοῦ παμβασιλέως τὸν γνήσιον οἰκέτην, τὸν τοῦ κοσμοκράτορος τὰς ἀρχὰς καὶ ἐξουσίας, Πνεύματος θείου πανοπλίᾳ τροπωσάμενον. Ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς ἀρίστης ὄντως κανόνα τε καὶ τύπον, ποιμασίας εὐφημήσωμεν· τὸν ἐν δόγμασιν ἀκραιφνῆ, τὸν ἐν τῇ πίστει γενναῖον, τὸν ἐν θεωρίαις ὑψίνουν, ἐν πράξεσιν ὑπερνεφῆ, ἐν διδάγμασι τῆς τρυφῆς χειμάρρουν, τὸν ποδηγέτην τῶν πλανωμένων· τὸν ἑδραστῆρα τῶν κλονουμένων· τὸν πᾶσι τοῖς ἀσθενοῦσι συμπαθέστατον, Ἄθω τὸ μέγα κλέος, ἐγκωμιάζοντες πάντες εἴπωμεν· Πατέρων κορωνὶς Ἀθανάσιε, πρόστηθι τῶν σῶν οἰκετῶν, διὰ παντὸς ἡμῶν Πάτερ, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν... Θεοτοκίον

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἐμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις Ἀθανάσιε Ὅσιε· τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρότητος, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενος, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις τῶν Ἀσκητῶν ἀρχηγός, γεγενημένος, καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ τεμὼν τὰς ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως, Ἀθανάσιε, αὐτῶν ἐθριάμβευσας, τὴν ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν, ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Στῦλος φωτοειδὴς ἀρετῶν, ἐστηριγμένος, καὶ νεφέλη σκιάζουσα, σὺ ὤφθης τῶν ἐν τῷ Ἄθῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς, τῶν Θεὸν ὁρώντων προηγούμενος, Σταυροῦ βακτηρίᾳ, τὴν τῶν παθῶν ῥήξας θάλασσαν· τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμπόδιστον, τὴν οὐράνιον ἄνοδον, εὗρες θεομακάριστε, καὶ κλῆρον ἀκήρατον, σύν, Ἀσωμάτοις τῷ θρόνῳ, περιχαρῶς παριστάμενος, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'

Τὴν τῶν Πατέρων καλλονήν, τῶν ἀσκητῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ πρὸς θεὸν πρεσβευτὴν ἀκαταίσχυντον, συνδραμόντες, ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν, λέγοντες· Χαίροις ὁ τοῦ μονήρους βίου κανὼν καὶ χαρακτήρ, καὶ τύπος ἀκριβέστατος· Χαίροις φωστὴρ τηλαυγέστατε, ὁ δᾳδουχῶν τὴν σύμπασαν, ἀρετῶν τοῖς πυρσεύμασι· Χαίροις τῶν ἐν ὀδύναις ὁ μέγας παρακλήτωρ, καὶ θερμὸς προστάτης τῶν περιστατουμένων· Σὺ τοιγαροῦν Ἀθανάσιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῆς ποίμνης σου ταύτης, καὶ πάντων πιστῶν, τῶν τιμώντων σου τὴν σεβάσμιον κοίμησιν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος γ'

Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν...

Θεοτοκίον Ἦχος γ'

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

πὶ τῶν ὤμων τὸν Σταυρόν, ἀναλαβὼν τὸν τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ὅσιε Ἀθανάσιε, καὶ πᾶσι μονασταῖς, ἐνασκουμενοις σεμνῶς, γεγένησαι κανών, καὶ τύπος ἔνδοξε. Ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβὼν νῦν βασίλεια, μὴ διαλίπῃς, καθικετεύων, τοῦ σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μὴ εἰσέλθῃς μέτ' ἐμοῦ, ὡς ὁ Προφήτης σοι βοῶ εἰς κριτήριον Χριστέ· ἐγὼ γὰρ οἶδα τὰ ἐμά, κατηγοροῦντά με πταίσματα, καὶ σοὶ κραυγάζω· Ἐλέησον εὐχαῖς τῆς τεκούσης σε, ἐμὲ τὸν ταπεινὸν καὶ ἀνάξιον, ὡς τὸν Λῃστὴν καὶ Πόρνην καὶ τόν, Ἄσωτον, καὶ τὸν Τελώνην φιλάνθρωπε· οὐ γὰρ δικαίους, ἦλθες τοῦ σῶσαι, ἀλλὰ μᾶλλον τοὺς πταίσαντας.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν ἀσωμάτων, σοφὲ Ἀθανάσιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Ὁ Ν' καὶ οἱ Κανόνες

Ὁ Κανὼν τοῦ ἁγίου Ἀθανασίου, οὗ ἡ ἀκροστιχίς.

 Ἀθανάσιον ὑμνῶν, ἀρετὴν ἐπαινέσω. Ἀμήν.

 Ὠδὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ

θανασίας γεγονὼς ἐπώνυμος, ἔτι ἐν βίῳ τελῶν, τῆς ἀληθοῦς ὤφθης Πάτερ, Ἀθανάσιε, ἀθανασίας μέτοχος, μεταστὰς τῶν προσκαίρων· Ἀλλὰ Χριστῷ παριστάμενος, μέμνησο ἡμῶν μεμνημένων σου.

Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον, ὀνύχων Ὅσιε, πρὸς ἀρετῆς κτῆσιν, γεννητόρων στέρησις, σὲ οὐδαμῶς ἑκώλυσεν, ἀλλὰ πάντα τὸν πόθον, ὁλοσχερῶς καὶ τὴν ἔφεσιν, ἔτρεψας πρὸς μόνον τὸν Κτίσαντα.

πὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τῷ περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγγνώμων, γενοῦ καὶ δὸς κατ' ἀξίαν σοι, τοῦτον προσκομίσαι τὸν ἔπαινον.

Θεοτοκίον

Νέον παιδίον ὑπὲρ λόγον τέτοκας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐν γῇ τρίβους, ἀρετῆς δεικνύμενον, οὗ ὁ κλεινὸς θεράπων σου, Ἀθανάσιος Κόρη, τῷ ἔρωτι τιτρωσκόμενος, τοῦτόν σοι τὸν οἶκον ἐδείματο.

Ὁ Κανὼν τοῦ Ἁγίου Λαμπαδοῦ

Ὠδὴ α' Ἦχος β'

Δεῦτε λαοὶ

ρδευτικαῖς, τῶν προσευχῶν ἐπιδόσεσι, τὴν ψυχικὴν λαμπάδα μου, Πάτερ κατάρδευσον, Λαμπαδὲ θεοφόρε, καὶ λόγον ἀνυμνεῖν σε, ἔμπνευσον Ὅσιε.

Σὺ τὸν σταυρόν, τῶν σῶν ἐπ' ὤμων ἀράμενος, τῷ διὰ σὲ τὴν σταύρωσιν, τὴν ἐθελούσιον, ὑπομείναντι Πάτερ, νεκρώσας σου τὴν σάρκα, κατηκολούθησας.

σκητικῶς, τῷ δυσμενεῖ συμπλεκόμενος, καὶ τὴν ἐξ ὕψους δύναμιν ἐπικαλούμενος, ἐταπείνωσας τοῦτον, καὶ νίκης ἀνεπλέξω, Πάτερ διάδημα.

Θεοτοκίον

Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἀπιφανέντα, σωτῆρα πάντων ἡμῶν.

Τοῦ Ἀθανασίου

Ὠδὴ γ'

Ὁ στερεώσας κατ' ἀρχὰς

πὸ παιδὸς τῇ πρὸς Θεόν, ἀγάπῃ συνειλημμένος, τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων, καὶ χορείαν συνιστῶν, πνευματικῶς ἐρρύθμιζες, τῶν παιδικῶν πανσόφως, τούτους ἐθῶν ἐξαιρούμενος.

Σοφίας ἔρωτι βληθείς, πρὸς τὴν εὐδαίμονα πόλιν, Κωνσταντίνου παραγίνῃ Θεόφρον· καὶ ὡς μέλιττα σοφή, καὶ μελουργὸς τὰ καίρια τῶν λόγων συναθροίσας, τὰ περιττὰ καταλέλοιπας.

στίῳ Πάτερ τοῦ Σταυροῦ, τὴν ψυχικήν σου ὁλκάδα, κυβερνήσας εὐσταλῶς τε καὶ κούφως, τὴν τοῦ βίου χαλεπὴν ποντοπορίαν ἤνυσας, καὶ πρὸς γαλήνης θείους, ἤχθης λιμένας μακάριε.

Θεοτοκίον

πρὸ αἰώνων γεννηθείς, ἐκ τοῦ Πατρὸς ἀπορρήτως, ἐπ' ἐσχάτων ἐκ γαστρός σου προῆλθε, καὶ ἐθέωσεν ἡμῶν, τὴν φύσιν Μητροπάρθενε, τοὺς τῶν Ὁσίων δήμους, περιφανῶς ἐπαγόμενος.

Τοῦ Λαμπαδοῦ

Σὺ τῷ λόγῳ σου Κύριε

συχάζων ἐν ὄρεσι, καὶ σπηλαίοις κρυπτόμενος, χάριν θεϊκὴν ἐκομίσω, θεόφρον μακάριε.

Ταπεινώσει ὑψούμενος, τῇ ἀγάπῃ πτερούμενος, πρὸς τὰς νοητὰς καταπαύσεις, μετέβης Πατὴρ ἡμῶν.

γκρατείᾳ συνέζησας, θεοφόρε Πατὴρ ἡμῶν· ὅθεν τοῦ ἐχθροῦ τὴν κακίαν, θεόφρον διέφυγες.

Θεοτοκίον

Τοὺς εἰς σὲ καταφεύγοντας, ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς ἡ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

κ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ' ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Τοῦ Ἀθανασίου

Ὠδὴ δ'

Σύ μου ἰσχὺς Κύριε

Νοῦν τῶν παθῶν, καθηγεμόνα ποιούμενος, καὶ ἐνθέοις, ἔργοις ποδηγούμενος, σὺ τὴν καλήν, ἤνυσας ὁδόν, καὶ τὰς τῶν δαιμόνων, ἐνέδρας καὶ πανουργεύματα, καὶ τὰς ῥαδιουργίας εὐσεβῶς ἀπεκρούσω, ὡς ἐχέφρων τὸ κρεῖττον ἑλόμενος.

πεισελθών, τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, καὶ τῷ θείω, φόβῳ στοιχειούμενος, καὶ καθαρθείς, σῶμα καὶ ψυχήν, γέγονας ἁγνείας, καὶ σωφροσύνης ὑπόθεσις, καὶ ὄρος ἐγκρατείας, καὶ σφραγὶς ἀπαθείας, καὶ ἀγάπης εἰκὼν Ἀθανάσιε.

Μετεσχηκώς, τῆς καθ' ἡμᾶς καὶ τῆς θύραθεν, σὺ παιδείας, ἐμφιλοσοφώτατα, τὸ προσφυὲς καὶ λυσιτελοῦν, ἑκάστης διεῖλες, δικαιοσύνῃ φραττόμενος, φρονήσει, ταπεινώσει, συνέσει καὶ ἀνδρείᾳ, καὶ τοῖς ἄλλοις ἐμπρέπων χαρίσμασι.

Θεοτοκίον

Νώτοις φρικτῶς, χερουβικοῖς ἐποχούμενος, ὁ Δεσπότης, θρόνον ὥσπερ πύρινον, τὴν σὴν Ἁγνή, ᾤκησε νηδύν, καὶ σαρκὸς προσλήψει, τὴν ἀνθρωπίνην ἐθέωσεν, οὐσίαν ὡς διδάσκει, ὁ κλεινὸς ἐν Ὁσίοις, Ἀθανάσιος μόνη πανύμνητε.

Τοῦ Λαμπαδοῦ

Εἰσακήκοα Κύριε

Εὐωδία γενόμενος, ἐν τῷ Χριστῷ, ταῖς θείαις ἀρεταῖς σου, ἰαμάτων μύρα βρύεις θεόπνευστε.

Φανεροῦσαι κρυπτόμενος, ὑπὸ Θεοῦ, εἰς δόξαν τούτου Πάτερ, ἐπὶ χρόνοις πλείστοις μακαριώτατε.

Τῶν λειψάνων σου ἔχοντες, νῦν τὴν σορόν, ἐκ ταύτης ἐξαντλοῦμεν, Λαμπαδὲ τὰς ῥώσεις ἀνευφημοῦντές σε.

Θεοτοκίον

Δυσωποῦμέν σε, Ἄχραντε, τὴν τὸν Θεόν, ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

Τοῦ Ἀθανασίου

Ὠδὴ ε'

Ἴνα τὶ με ἀπώσω

φθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον.

Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει Ἀοίδιμε.

ρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος.

Θεοτοκίον

ητορεῦον οὐ σθένει, στόμα κατ' ἀξίαν σὲ μέλπειν Πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως· διὸ σὺν τῷ θείῳ, Ἀθανασίῳ τὸν Δεσπότην, ὑπέρ πάντων ἡμῶν καθικέτευε.

Τοῦ Λαμπαδοῦ

Ὁ τοῦ φωτὸς χορηγὸς

Ταῖς θεϊκαῖς ἀστραπαῖς, λαμπαδουχούμενος ἀεὶ ἤστραψας, φωτιστικὴν αἴγλην ἰαμάτων, φωτίζων τοὺς πιστούς, ταύτην σου τὴν μνήμην, γεραίροντας Ὅσιε.

Κλήσει κατάλληλον, πρᾶξιν δεικνύμενος λαμπὰς πέφυκας, τῷ θεϊκῷ προσαναπτομένη, τοῦ Πνεύματος πυρί, καὶ τῆς ἁμαρτίας τὴν ὕλην συμφλέγουσα.

Μύρον ἡδύπνοον, ἐξ ἀενάων θησαυρῶν Ὅσιε, τῶν θεϊκῶν πηγῶν ἀναβλύζεις, διώκων τῶν παθῶν, πᾶσαν δυσωδίαν, εἰς δόξαν Θεοῦ ἡμῶν.

Θεοτοκίον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε ἁγνή, χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

Τοῦ Ἀθανασίου

Ὠδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

νέκρωσας σαρκικάς, ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτόν, κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις, ἀνενδότοις προσεδρεύων Θεῷ.

Τῶν μοναστῶν ἀρχηγὸς τῶν ἐν τῷ ὄρει τοῦ, Ἄθωνος, καὶ τύπος καὶ χαρακτήρ, ἐναρέτων πράξεων, ὑπάρχων ἐκόσμησας, τὰ ἐκεῖσε πάντα, τῶν ἀζύγων καταγώγια.

δύς, εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, εὐπρόσιτος προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομίμητος τοῖς ἤθεσι.

Θεοτοκίον

Νέος καθάπερ Μωσῆς, ἀναφανεὶς κατεσκεύασας, οἷὰ περ ἄλλην σκηνήν, μάνδραν Πανσεβάσμιε, ἣν καὶ ὑπερηύξησας, πόνοις καὶ ἱδρῶσι, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Θεοῦ.

Τοῦ Λαμπαδοῦ

Ἐν ἀβύσσῳ πταισμάτων

Διελθὼν τὸ τοῦ βίου κλυδώνιον, αὔραις θείου Πνεύματος οἰακιζόμενος, πρὸς τοὺς λιμένας ἔφθασας, τῆς ἐκεῖ καταπαύσεως Ὅσιε.

Μοναστῶν ὑποτύπωσις γέγονας· τὴν γὰρ Ἠλιοὺ ἐξεικόνισας ἔρημον, ἐφησυχάζων Ὅσιε, καὶ τὰ πάθη ξηραίνων τοῦ σώματος.

βυθὸς τῶν δακρύων σου γέγονε, πάντων τῶν δαιμόνων Μακάριε ὄλεθρος, καὶ φωτισμὸς τῆς ποίμνης σου, τῆς ἀεὶ σε τιμώσης πανόλβιε.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ οἰκείῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Κοντάκιον Ἦχος πλ. δ'

Τῇ ὑπερμάχῳ

ς τῶν ἀΰλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ, Ἀθανάσιε.

Ὁ Οἶκος

νωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος· διὸ σε εὐφημοῦμεν Πάτερ.

Χαίροις, φαιδρὸν μοναζόντων κλέος, χαίροις, λαμπρὰ σωφροσύνης στήλη.

Χαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα, χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις.

Χαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς, χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς.

Χαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀπορρήτων, χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας.

Χαίροις, δι' οὗ ᾐσχύνθησαν δαίμονες, χαίροις, δι' οὗ πᾶν πάθος νενέκρωται.

Χαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου, χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων.

Χαίροις, Πάτερ Ἀθανάσιε.

Συναξάριον

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.

Στίχοι

Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.

Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος.

Κἂν Ἀθανάσιος ὕστερος χρόνοις,

λλ' ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις.

θανασίῳ καὶ μαθητῶν ἑξάδι,

Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.

Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ.

Στίχοι

ρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα

τοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἀθανασίου 

Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν

Εἰς πᾶσαν διέδραμε, σχεδὸν τὴν κτίσιν τῆς πολιτείας σου, καὶ τῶν κατορθωμάτων ὁ φθόγγος Πάτερ, καὶ εἰς περίδοξον, ἔφθασας ὕψος Θεοῦ σε δοξάσαντος, καὶ περιβόητόν σε πᾶσι ποιήσαντος.

Πενήτων προμήθεια, χηρῶν προστάτης, προνοητὴς ὀρφανῶν, λυπουμένων ταχεῖα παραμυθία, κινδυνευόντων λιμήν, ἀδικουμένων ἀντίληψις γέγονας, τὸν σὸν μιμούμενος Πάτερ διδάσκαλον.

στέρα παγκόσμιον, καὶ μοναζόντων φωστῆρα ἄδυτον, βοηθὸν ἐν ἀνάγκαις, ἁμαρτανόντων μέγα προσφύγιον, εἰδὼς μεσίτην καὶ πρέσβυν προβάλλομαι, πρὸς τὸν Δεσπότην Χριστὸν σε πανσεβάσμιε.

Θεοτοκίον

δεῖν ἐφιέμενος, ὁ σὸς θεράπων τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὴν ἀπόρρητον δόξαν Θεογεννῆτορ, τούτου τὸν τίμιον Σταυρὸν λαβὼν ἠκολούθησε, τοῖς ζωηφόροις αὐτοῦ καὶ θείοις ἴχνεσιν.

Τοῦ Λαμπαδοῦ

Ὁ τὴν κάμινον πάλαι

Τὰς βραζούσας καμίνους, τῶν παθῶν κατασβέσας, ἐγκρατείας τῇ δρόσῳ, Μακάριε ἐβόας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Φωτοβόλοις λαμπάσι, τῶν ἐν σοὶ χαρισμάτων, καταυγάζεις καρδίας, τῶν πίστει μελῳδούντων· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ταπεινὸς τῇ καρδίᾳ, ὑψηλὸς πολιτείᾳ καὶ ἐν θαύμασι Πάτερ, ἐδείχθης ἀναμέλπων· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ἐν μήτρᾳ οἰκήσας, καὶ τεχθεὶς ἐκ Παρθένου, ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὰ ἔθνη φωτίσας· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ἀθανασίου

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

Νεανικῶς τροπούμενος, τὰς ἀρχὰς Ἀθανάσιε, καὶ τὰς ἐξουσίας, τὰς τοῦ σκότους μέγιστος, διδάσκαλος πέφυκας, καὶ ὁδηγὸς σωτήριος, τὰς ἐπιβουλάς, καὶ τὰς ἐνέδρας καὶ δόλους, αὐτῶν ἀνακαλύπτων, καὶ τὴν ποίμνην σου πάσης, δαιμόνων κακουργίας, ἀποίμαντον φυλάττων.

πὶ τῆς γῆς ὡς ἄνθρωπος, περιὼν τὸ πολίτευμα, ἐν τοῖς οὐρανοῖς, ὡς ἀληθῶς ἐκέκτησο, Ἀγγέλοις ἐφάμιλλος, ἀναφανεὶς τὴν διαγωγήν, καὶ τὴν πολιτείαν, ἐκτελῶν τὴν ἐκείνων, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σὲ συνελθόντες σήμερον, ἐπαξίως γεραίρομεν, καὶ τὴν τῶν λειψάνων σου, τιμῶμεν λάρνακα, παθῶν ἀπολύτρωσιν, ἁμαρτημάτων ἄφεσιν, πάσης συμφορᾶς, καὶ περιστάσεως λύσιν, αἰτούμενοι εὐχαῖς σου, τὴν ἁγίαν σου μνήμην, πιστῶς καὶ χαρμοσύνως, τελοῦντες εἰς αἰῶνας.

Θεοτοκίον

ς Ἠλιοὺ τὸ πρότερον, τὸ Καρμήλιον ᾤκησεν, οὕτω καὶ αὐτός, τῷ Ὄρει τῷ τοῦ Ἄθωνος, σχολάζων ἐπόθησας καθ' ἑαυτὸν συνεῖναι Θεῷ, καὶ θεαρχικαῖς καταυγασθείς θεωρίαις, θεράπων ἀνεδείχθης, τῆς ἁγνῆς Θεοτόκου, βοῶν αὐτῇ τὸ Χαῖρε, μετὰ τοῦ Ἀρχαγγέλου.

Τοῦ Λαμπαδοῦ

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

ποκαλύψεσι φρικταῖς, καὶ σημείοις φοβεροῖς Πάτερ θεόφρον, ἀγνοοῦσιν ἐγνώσθης, καὶ ἐπὶ χρόνοις πολλοῖς, ἐφάνης παμμάκαρ κρυπτόμενος, μύρα ἰαμάτων, ἡμῖν ἀναπηγάζων.

Χάριν ἀέναον ἡμῖν, ἀναβλύζεις ἐκ πηγῶν τοῦ σωτηρίου, ἀρδευόμενος Μάκαρ, καὶ διασῴζεις ἡμᾶς, κινδύνων καὶ παθῶν καὶ θλίψεων, τοὺς ἐπιτελοῦντας, τὴν σὴν ἁγίαν μνήμην.

γγελικῶς ἐπὶ τῆς γῆς, διανοίᾳ καθαρᾷ ἐπολιτεύσω, καὶ Ἀγγέλοις συνήφθης, ἀπολυθεὶς τῆς σαρκός· Ὑμνεῖτε βοῶν τὸν φιλάνθρωπον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὸν ἐκ Πατρὸς μονογενῆ, γεννηθέντα θεϊκῶς πρὸ τῶν αἰώνων, ἐπ' ἐσχάτων τεχθέντα, ἐκ τῆς Παρθένου σαρκί, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.

Τοῦ Ἀθανασίου

Ὠδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ

γνείαν, σωφροσύνην καὶ καθαράν, πολιτείαν καὶ βίον ἀκίβδηλον, καὶ ἀγωγήν, ἄσαρκος καθάπερ ἐπὶ τῆς γῆς, τετελεκὼς ἀνέδραμες, πρὸς τὰς οὐρανίους διατριβάς, καὶ πᾶσι συναγάλλῃ, ὁσίοις καὶ δικαίοις, καθικετεύων ὑπὲρ πάντων Χριστόν.

Μεγάλως μεγαλύνας ἐπὶ τῆς γῆς, τὸν οἰκεῖον Δεσπότην καὶ μέλεσι, τοῖς σεαυτοῦ, διὰ θεωρίας καὶ πρακτικῆς, τοῦτον δοξάσας ἔνδοξος, ὤφθης καὶ περίβλεπτος πανταχοῦ, ἐγένου θεοφόρε· τὴν ἀρετὴν γὰρ οἶδεν, ὄντως αἰδεῖσθαι καὶ πολέμιος.

νώθης Ἀσωμάτων ταῖς στρατιαῖς, καὶ Ὁσίων χοροῖς συνηρίθμησαι, καὶ ἐκλεκτοῖς, πᾶσι συγχορεύεις μετεσχηκώς, τῆς ἀληθοῦς θεώσεως, καὶ τῆς ἀθανάτου Πάτερ ζωῆς, μεθ' ὧν ὑπὲρ τῆς ποίμνης, τῆς σῆς ἀδιαλείπτως, τὸν σὸν Δεσπότην καθικέτευε.

Θεοτοκίον

Ναὸς ἡγιασμένος χωρητικός, τοῦ ἑνὸς τῆς Τριάδος ὑπάρχουσα, ναὸν ὁ σός, Δέσποινα θεράπων καὶ εὐαγές, σεμνεῖον Ἀθανάσιος, ἥγειρεν εἰς δόξαν σου καὶ Τιμήν, ἐν ᾧ ἀκαταπαύστως, μὴ παύσῃ δωρουμένη, τὴν συμμαχίαν ταῖς πρεσβείαις σου.

Τοῦ Λαμπαδοῦ

Τὸν ἐκ Θεοῦ Θεὸν Λογον

δι' ἡμᾶς ἐν σπηλαίῳ, γεννηθεὶς ἐκ Παρθένου, σπηλαίῳ κεκρυμμένην ἱερῶς, λαμπαδουχίᾳ τοῦ Πνεύματος, Λαμπαδὲ θεοφόρε, πιστοῖς ἀποκαλύπτει τὴν σεπτήν, τῶν λειψάνων σου θήκην, πηγάζουσαν ἰάματα.

σκητικῶς ἠγωνίσω, τὸν ἀγῶνα τελέσας, καὶ πάσας τὰς παγίδας τοῦ ἐχθροῦ, πατήσας διασῴζεις ἐκ φθορᾶς, τοὺς τιμῶντάς σε πόθῳ, παμμάκαρ θεοφόρε Λαμπαδέ, ὁδηγῶν ἡμᾶς Πάτερ, πρὸς τρίβον τὴν οὐράνιον.

Θεοτοκίον

Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καί, μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Ὁσίων τάγματα.

Ἐξαποστειλάριον

Τῶν Μαθητῶν ὁρώντων σε

ς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων, Ἑῴας φαεσφόρος καὶ Ἑσπερίων, μέρη, Ἀθανάσιε ἐφώτισας, σῶν ἀρετῶν λαμπρότησιν, ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τοῦ κόσμου Κυρίῳ.

Θεοτοκίον

Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ σοῦ τιμιωτάτου Ἀθανασίου, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος, διαπαντὸς σε ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἐφεξῆς γ', δευτεροῦντες τὸ α'.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Τίμιος ὄντως ὁ θάνατος, τοῦ σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκεν· ἰδοὺ γὰρ ἀνέβλυσεν, ἐκ ποδὸς ὁ θεράπων σου, πηγὴν αἱμάτων καὶ μετὰ θάνατον, παντοίας νόσους ἀποδιώκουσαν, καὶ φυγαδεύουσαν, πονηρίας πνεύματα, οἷς ἔτι ζῶν, ἀντιπαρετάξατο, καὶ μέχρις αἵματος. (Δίς)

Πηγὴν θαυμάτων ἀνέδειξε, καὶ ποταμὸν δωρεῶν, τὴν σορὸν τῶν λειψάνων σου, τοῖς βροτοῖς ὁ Κύριος, Ἀθανάσιε πάνσοφε· τυφλοῖς τὸ βλέπειν αὕτη δεδώρηται· ἐλεφαντίδα λέπραν ἐκάθηρε, συνεχομένους τε ἀκαθάρτοις πνεύμασιν, ἐκ τῆς αὐτῶν, ἐξουσίας ῥύεται, καὶ σωφρονοῦντας ποιεῖ.

Χαίροις ἀσκητῶν ἀγλάϊσμα, τῶν μοναζόντων ἀστήρ, τῶν ποιμένων, τὸ καύχημα, Πάτερ Ἀθανάσιε, τῶν Ὁσίων ὁμόσκηνε, χαῖρε ἀγάπης καὶ σωφροσύνης πηγή, χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε λαμπρότατε, λύχνε διακρίσεως, χαῖρε κανών, ἀρετῶν εὐθύτατε, καὶ στήλη ἔμψυχε.

Δόξα... Ἦχος πλ. β'

Πρὸς τό, Χριστοῦ τὸν Ἱεράρχην

Τὸν τῆς Ἀθανασίας ἐπώνυμον, ἅπαντες εὐφημήσωμεν, τὸν ἐν τῷ Ἄθῳ, ἀνδρικῶς καὶ γενναίως ἀσκήσαντα, ὃς καὶ τὴν ποίμνην συνήγαγε ταύτην, καὶ οἶκον Κυρίῳ ἀνήγειρε πόθῳ, καὶ τῇ Μητρί του Θεοῦ ἀνέθετο· ᾗ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν. Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου Ἀθανασίου ἡ γ' καὶ ς' δή.