The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 ΤΗ Δ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας, καὶ τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος.

Ἦχος πλ. Β

Ὅλην ἀποθέμενοι.

ν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς ἅγια, τῶν ἁγίων ἅγιος σὺ γενόμενος, Βαβύλα ἔνδοξε, καὶ σαφῶς πάντοτε, ἀπολαύεις τῆς θεώσεως, ὡραϊζόμενος, καὶ τῷ μαρτυρίῳ λαμπόμενος, καὶ ἄγγελος δεικνύμενος, ταῖς καθαρωτάταις μεθέξεσιν· ὅθεν σε τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ἀξιομακάριστε.

Σιδήρῳ πεδούμενος, ἀνεμποδίστως τὴν τρίβον, διώδευσας Ὅσιε, τὴν πρὸς τὴν οὐράνιον πόλιν φέρουσαν, τὰ σεπτὰ στίγματα, Βαβύλα πάνσοφε, ὥσπερ κόσμον περικείμενος, ἐν ᾗ γενόμενος, οἷα νικητὴς ἀληθέστατος, καὶ Μάρτυς ἀπαράτρωτος, καὶ ἱερουργὸς ἱερώτατος, μέλπεις σὺν Ἀγγέλοις, μελῴδημα τὸ θεῖον καθαρῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ὁμοούσιε.

Ποίμνης προϊστάμενος, τῆς λογικῆς ἱεράρχα, βακτηρία γνώσεως, ἐπὶ χλόην ἔθρεψας ταύτην πιστῶς, καὶ θηρῶν ἔσωσας, καὶ Θεὸν εὔφρανας, τὸν ἐξ ὕψους σε ποιμάναντα· ὃν κατενώπιον, τῶν ἀθεωτάτων μακάριε, κηρύττων, ὥσπερ ἄκακον, τέθυσαι ἀρνίον γηθόμενος, μετὰ τῶν ἀκάκων, παιδίων καὶ προσήχθης σὺν αὐτοῖς, θῦμα εὐῶδες ὁλόκληρον, Βαβύλα θεσπέσιε.

Καὶ τοῦ Προφήτου.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσι.

ν θυέλλῃ τὴν ἄσαρκον, καὶ ἐν γνόφῳ τὸν ἄϋλον, Μωϋσῆ τεθέασαι, ὡς χωρεῖν δυνατόν· θεοειδής τε γενόμενος, τῇ δόξῃ τῇ κρείττονι, τῷ σαρκίνῳ Ἰσραήλ, Νομοθέτης κεχείρισαι· ἀλλ' οὐ πέφυκε, νοῦς γεώδης τοῖς θείοις ἐμβατεύειν· ἡ γὰρ χάρις τοῖς ὁρῶσι, τὰ λίαν κρείττονα δίδοται.

ερεὺς ἐννομώτατος, στρατηγὸς γενναιότατος, τῷ παραπικραίνοντι ἀναδέδειξαι, Μωσῆ μαστίζων τὴν Αἴγυπτον, τῇ ῥάβδῳ δὲ θάλασσαν, διαιρῶν τὴν Ἐρυθράν, καὶ βυθίζων ἀλάστορα, καὶ ὑψαύχενα, Φαραὼ σὺν τριστάταις, καὶ διάγων, ἐν ἐρήμῳ καὶ ἐκτρέφων, τὸν Ἰσραὴλ τὸν ἀγνώμονα.

Μωϋσῆ τὸ ὑπόδημα, τῶν ποδῶν λῦσον τάχιον· ὁ γὰρ τόπος ἅγιος, ἐν ᾧ ἕστηκας, μὴ τι νεκρώσεως σύμβολον, ἐν σοὶ περιφέροιτο· ἐν γὰρ βάτῳ καὶ πυρί, μυστικῶς σοι ὀπτάνεται, τὰ παράδοξα, τῆς θεόπαιδος Κόρης, ἐν τῷ ὄρει, τῷ Χωρὴβ ὁ χρηματίζων, τῷ Μωϋσῇ ἀπεφθέγγετο.

Δόξα... Ἦχος πλ. β

Βάσιμον κρηπῖδα ἡ Ἐκκλησία κέκτηται, τοὺς ἱερούς σου ἀγῶνας, Ἱερομάρτυς Βαβύλα· ἣν καὶ φυλάττοις ἀκράδαντον, καὶ ἀνεπιβούλευτον ἐκ λύκων κραταιῶν, κηρύττουσαν τὰς ἀριστείας σου, καὶ μεγαλύνουσαν σὺν σοὶ τὰ νήπια, τὰ ὑπὲρ Χριστοῦ τυθέντα, μετὰ σοῦ μακάριε.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Κατάνυξιν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε· τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης· τῇ Θεοτόκῳ δράμε πρόσπεσον.

Ἢ Σταυροθεοτοκίον.

ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα, Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. Β  Βαβύλα.

Βήματι τυράννου παρεστηκώς, καὶ ἀγωνιζόμενος ὑπὲρ τῆς εὐσεβείας ἐκραύγαζες· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός· μεθ᾿ ὧν ἐστεφανώθης ἐν οὐρανοῖς, Βαβύλα Ἱερομάρτυς, πρεσβεύων ἀπαύστως, τῶν παγίδων τοῦ ἐχθροῦ, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Παρθένε παναμώμητε, δυσώπησον ὃν ἔτεκες, Βασιλέα, τοῦ παντὸς καὶ Ποιητήν, ἐν ὥρα ὅταν κρίνῃ, τὸ γένος τῶν ἀνθρώπων, κατοικτειρῆσαί με τὸν δοῦλόν σου.

Ἢ Σταυροθεοτοκίον.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.

Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος.

Ἦχος δ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Προφήτου

Ἦχος β

Τοῦ Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία.

Κανὼν τῆς Ὀκτωήχου εἷς, καὶ τῶν Ἁγίων δύο. Ὁ Kανὼν τοῦ Ἱερομάρτυρος, ποίημα Θεοφάνους. Οἱ δέ, Ἰωάννου Μοναχοῦ, ἀλλ' οὐδετέρου τούτων δοκεῖ κάλαμος εἶναι.

Ὠδὴ α Ἦχος πλ. Β

Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τὴν τῶν οἰκείων αἱμάτων ὡς Μωϋσῆς, ἐρυθραίαν θάλασσαν, ἀκυμάντως διελθών, Βαβύλα μακάριε Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόας ᾄσωμεν.

Σὺ τῶν γηΐνων τὸν πόθον τῷ θεϊκῷ, ὑποτάξας ἔρωτι, κατεφρόνησας τοῦ ζῆν, Βαβύλα μακάριε Χριστοῦ, ἐπειγόμενος ἰδεῖν τὴν ὡραιότητα.

Τῆς ὑπερθέου Τριάδος ὡς ἐραστής, τοῖς τρισὶ συνέθανες, ἀγαλλόμενος παισί, Βαβύλα μακάριε τὴν σήν, προϊέμενος ψυχήν, τῷ ταύτης ἔρωτι.

Θεοτοκίον

Τὸν σεαυτῆς τετοκυῖα Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.

Kανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Μωσῆς Προφητῶν πρῶτος, αἰνείσθω λόγοις.

Ἐν τοῖς Θεοτοκίοις.

Κλήμεντος.

Ὠδὴ α  Ἦχος δ

Θαλάσσης τὸ ἐρυθραῖον.

Μωσῆς Προφητῶν αἰνείσθω πρότερος, ὡς ἐνωπίῳ Θεῷ, συνομιλήσας πρῶτος ἐμφανῶς, ἐν προσώπῳ πρὸς πρόσωπον, οὐκ αἰνιγμάτων φάσμασιν, ἀλλ᾿ ὡς ἐν εἴδει σαρκός βλέψας αὐτόν.

ς θεῖον δημαγωγὸν καὶ ῥύστην σε, τοῦ συγγενοῦς Ἰσραήλ, Μωσῆ θεόπτα δέδωκε Θεός, τῷ πατρὶ ὥσπερ ηὔξατο, ἐπαγγελίας ῥήματι, προμυηθέντι σου τὴν γέννησιν.

Σοφίας σε θησαυρὸν ἐφεύραντο, αἱ γενικαὶ ἀρεταί, ἐγκεκρυμμένον γνώσει τοῦ Θεοῦ, ὡς ἐν Θήβῃ Θεόπτα, Μωσῆ· διὸ σε ἀνεθρέψατο, ἡ βασιλὶς καὶ θεία πρόνοια.

ρνήσω θεοπτικῶς Πανεύφημε, ἐκ βρέφους πᾶσαν θηλήν, τῷ δὲ γνησίῳ γάλακτι τραφείς, προεδήλους σαφέστατα, τῆς πρὸς Θεὸν ἐγγύτητος, τὸ ὑπεραῖρόν σου ἀξίωμα.

Θεοτοκίον.

Κατέπτηξ′ ἰδὼν Μωσῆς παράδοξον, ἐν πρώτοις θέαμα, βὰτον καὶ φλόγα, ξένην συμπλοκήν, τὸν Θεὸν ἐκ Παρθένου Μητρός, προζωγραφοῦσαν ἄφθαρτον, ὃν διαβὰς τούς χρόνους εἶδε σαρκί.

Τοῦ Ἱερομάρτυρος.

Ὠδὴ γ

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, σοῦ Βαβύλα τοῦ πιστοῦ, καὶ στεφανώσας αὐτόν, τῷ στεφάνῳ τῆς ὁμολογίας σου.

Μαρτύρων γέγονεν ἰσχύς, Κύριε ὁ Σταυρός σου, στερεώσας τοὺς παῖδας, σὺν Βαβύλᾳ τῷ κλεινῷ, καὶ καθελὼν δι᾿ αὐτῶν, τὰ τῆς πλάνης ἄθεα φρυάγματα.

σχὺς ἐξέλιπε Χριστέ, διαβόλου εἰς τέλος· τοῖς ἀκάκοις παισὶ γάρ, καὶ Βαβύλα τῷ κλεινῷ, ἡττᾶται ὁ ἰσχυρός, καὶ γελᾶται ὑπ᾿ αὐτῶν παιζόμενος.

Θεοτοκίον.

σχύς μου ὕμνησις Χριστός, ὁ ἐκ σοῦ ἀνατείλας, περικείμενος σάρκα, Θεοτόκε δουλικήν, καὶ ἐκ δουλείας ἡμᾶς, διαβόλου σῴζων ἀγαθότητι.

Τοῦ Προφήτου.

Τόξον δυνατῶν ἠσθένησε.

λως τῆς ἀρρήτου γνώσεως, ἐπλήσθης θεόπτα· τὸ γὰρ Πνεῦμα τὸ Πανάγιον, δι᾿ Ἀγγέλου τὴν τῶν ἀρχαίων, ἐμυήσατό σε γνῶσιν τρανῶς.

Φέρων τηλαυγῶς τὰς θείας αὐγάς, ταῖς θεοσημείαις, κατέπληττες Αἴγυπτον, μεταβάλλων τὴν τῶν στοιχείων, παραδόξως φύσιν Πάνσοφε.

Ηὔγει τὸ ὡραῖον κάλος σου, τὴν ἐκ θείας σου αἴγλης, λαμπρὰν ἀστειότητα, καὶ πρὸς θείαν ἀπλήστως πάντας, ἐπεσπάσω ὡραιότητα.

Θεοτοκίον.

χθης τοῦ φρικτοῦ ὁράματος, πρὸς ἐκστατικὴν κατανόησιν Πάνσοφε, ἀλλ᾿ ἐσχέθης φωνῇ Κυρίου, τοῦ τεχθέντος ἐκ Παρθένου σαρκί.

Ὁ Εἱρμὸς.

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα τοῦ ἱερομάρτυρος.

Ἦχος γ  Θείας πίστεως.

Ζέων πίστεως ὁμολογίᾳ, πλάνης ἔσβεσας κακοδοξίαν, στηλιτεύσας τῶν εἰδώλων τὸ ἄθεον· καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Προφήτου.

Ἦχος δ  Ἐπεφάνης σήμερον.

Προφητῶν ἁπάντων σε, πρῶτον ὡς ὄντα, εὐσεβῶς γινώσκοντες, ἀνευφημοῦμεν οἱ πιστοί· πρῶτος Θεὸν γὰρ ἑώρακας, ὡς δυνατὸν ἦν, ἀνθρώπῳ θεάσασθαι.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.

Ἢ Σταυροθεοτοκίον.

πὶ ξύλου βλέπουσα, ἀναρτηθέντα, τὸν Yιόν σου Πάναγνε, σπλάγχνα μητρῷα γοερῶς, σπαρασσομένη ἐκραύγαζες, Οἴμοι! πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον.

Τοῦ Ἱερομάρτυρος

Ὠδὴ δ

Χριστός μου δύναμις.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, πρὸ βημάτων ἐβόας τυραννικῶν, ἀπειλαῖς ἀπτόητος, Ἱερομάρτυς Βαβύλα, ἐν Κυρίῳ ἀγαλλόμενος.

Θυσίαν ἄμωμον, φρικτὴν ἀναίμακτον, τῷ Κυρίῳ προσφέρων, καὶ σεαυτόν, σφάγιον δι᾿ αἵματος, Ἱερομάρτυς Βαβύλα, ἀκηλίδωτον προσήγαγες.

Τῶν παίδων Ὅσιε, τὸ νέον φρόνημα, ὡς σοφὸς παιδοτρίβης πνευματικῷ, ἀποτρέφων γάλακτι Ἱερομάρτυς Βαβύλα, εἰς τελείωσιν κατήρτισας.

Θεοτοκίον.

Ναὸν πανάγιον, Θεοῦ γινώσκοντες, σὲ τὴν ἄσπιλον μόνην, καὶ τῶν πιστῶν, πάντων ὑπερέχουσαν, ἱερωτάταις σε φωναῖς, Θεοτόκε μακαρίζομεν.

Τοῦ Προφήτου.

Ἐπαρθέντα σε ἰδοῦσα.

Τῆς ἰσχνότητος τῆς γλώττης καὶ τῆς φωνῆς σου, διαμειφθείσης θείᾳ προνοίᾳ θεόπτα, φρικτῶν μυστηρίων Θεοῦ, ἐδείχθης διάκονος, καὶ πληγαῖς ἐμάστιξας Αἴγυπτον.

ς παράδοξος ἡ κλῆσίς σου ὦ θεόπτα, ὡς φοβερὰ τὰ ἔργα τῶν σῶν τεραστίων! ὦπται γὰρ ὁ ὤν σοι Θεός, καὶ δόξῃ ὑψώσας σε,, Ἰσραὴλ Σωτῆρα ἀπέστειλε.

Νομοθέτην παραδόξων καὶ δυσεφίκτων, τοῦ Θεοῦ διδαγμάτων, ὑμνοῦντές σε πίστει, κράζομεν θεόπτα Μωσῆ· Τὴν ἵλεων αἴτησαι, τοῦ Θεοῦ ἡμῖν θείαν δύναμιν.

Πᾶν πρωτότοκον ἐπάταξας τῆς Αἰγύπτου, ὡς ὁ Χριστὸς δαιμόνων ἐνέκρωσε κράτος, τύπος γὰρ· τοῦ μέλλοντος, τὰ σοὶ ἐνεργούμενα, ἀληθῶς ὑπῆρχον Ἀοίδιμε.

Θεοτοκίον.

Μὴ ἐγγίσῃς ἐν τοῖς ὧδε, Μωσῆς ἀκούσας, Θεοῦ φωνῆς βοώσης, ἐκ φλογὸς καὶ τῆς βάτου· ἅγιος ὁ τόπος γάρ, εἰκότως προέγραψεν, ἐν σαρκὶ τεχθήσεσθαι Χριστὸν ἐξ Ἁγνῆς.

Τοῦ Ἱερομάρτυρος.

Ὠδὴ ε'

Τῷ θείῳ φέγγει σου.

Τὴν θείαν χάριν σου Ἰησοῦ, ὁ ἱερομάρτυς Βαβύλας, ὄντως ἐξ ὕψους ἐδέξατο, ὡς καὶ παῖδας νέους, πρὸς σὴν ἀγάπησιν, ἀλείφειν καὶ θανάτου πρὸς καταφρόνησιν.

Τῇ θείᾳ γνώσει σου ἐλλαμφθείς, ὁ Ἱερομάρτυς Βαβύλας, πάντας ἐδίδασκε Κύριε, σὲ εἰδέναι μόνον Θεὸν τὸν ὄντως Θεόν, ἐκ ζόφου καὶ τῆς πλάνης ἀνακαλούμενον.

Τῇ θείᾳ ψήφῳ σου προκριθείς, ὁ ἱερομάρτυς Βαβύλας, τὴν λογικὴν νέμειν ποίμνην σου, σοὶ προσφέρει Λόγε Θεοῦ, τὸ αἷμα αὐτοῦ, πρὸς τρίβον σωτηρίας, πάντας σοφῶς ὁδηγῶν.

Θεοτοκίον.

πὲρ τῶν δούλων σου τὸν ἐκ σοῦ, Πάναγνε Δεσπότην τοῦ παντός, ἐκδυσωποῦσα ἱκέτευε, πάσης ἐναντίας βλάβης λυτρώσασθαι, τοῦ σὲ ὁμολογοῦντας Παρθενομήτορα.

Τοῦ Προφήτου.

Σὺ Κύριέ μου φῶς.

απίζεις Ἐρυθράν, καὶ δεικνύεις ἰσχὺν τοῦ Θεοῦ, τῇ ῥάβδῳ σου ὦ θεόπτα, καὶ χαράττεις ἐν ταύτῃ, Σταυροῦ τὴν θείαν δύναμιν.

τόλμης προσφιλοῦς! ὢ ἁπλότητος ψυχῆς καθαρᾶς! Εἰ ἔγνως με παρὰ πάντας, πρὸς Θεὸν ὁ θεόπτης φησί, γνωστῶς μοι φάνηθι.

Τῇ πέτρᾳ σκεπασθείς, οὐ Θεοῦ εἶδες πρόσωπον, ὡς κρύφιον ὦ θεόπτα, τὴν δὲ σάρκωσιν ἔγνως, τοῦ Λόγου ὡς ὀπίσθια.

Ο ὕων ὑετόν, ἀντὶ ὕδατος Μάννα ποτέ, Μωσῆς ἐστιν ὁ θεόπτης, ὁ δοὺς ὀρτυγομήτρας, τροφὴν τῷ, Ἰσραὴλ δι' εὐχῆς.

Θεοτοκίον.

Εἰσέδυς αἰσθητῶς, τῷ γνόφῳ καὶ ἔμαθες, τὰ ἄρρητα ὦ θεόπτα, ὡς μέλλει ἐκ Παρθένου, Θεὸς σαρκὶ τεχθήσεσθαι.

Τοῦ Ἱερομάρτυρος.

Ὠδὴ ς

Τοῦ βίου τὴν θάλασσαν.

Τοῦ βίου τὴν θάλασσαν, τῷ τῆς πλάνης καθορῶν, κυμαινομένην κλύδωνι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ἐβόα· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Χριστὸν ἐκμιμούμενος, πρὸ τῆς ποίμνης τὴν ψυχήν, τὴν ἑαυτοῦ προδέδωκεν, ὁ ἀοίδιμος Μάρτυς καὶ ἀθλητής, ζωὴν πρὸς αἰώνιον, ἐκ φθορᾶς τοῦ θανάτου μεθιστάμενος.

Τῶν Παίδων τὸ ἄστατον, ἐπεστήριζε σοφῶς, τοῖς ἑαυτοῦ παθήμασι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ζωὴν πρὸς οὐράνιον, ἀπὸ γῆς μεταφέρων ὁ πανεύφημος.

Θεοτοκίον.

Δεσμῶν ἀπολέλυμαι, καταδίκης καὶ ἀρᾶς, εὐλογημένη Πάναγνε, τῷ τοκετῷ σου· μόνη γὰρ ἐπὶ γῆς, Θεὸν ἐσωμάτωσας, καθαρῶν ἐξ αἱμάτων σου Πανάμωμε.

Τοῦ Προφήτου.

Θύσω σοι, μετὰ φωνῆς.

Στρατείαν, κεκτημένος Θεοῦ Ἰσραὴλ δυνατήν, τὰ μὲν ἑπτὰ τῆς κακίας, Χαναναίων ἔθνη ἐξαφανίζεις, τῷ λαῷ σου, κατακληροδοτεῖς δὲ τὴν γῆν τὴν αὐτῶν.

ρρήτως, ὑπελθὼν ἐν τῷ γνόφῳ τῷ θείῳ Μωσῇ, οὗ ὁ Θεὸς ἦν καλῶν σε, τὰς γραφείσας πλάκας δακτύλῳ αὐτοῦ, τῶν νομίμων, ὑπεδέξω ὡς μέγας θεράπων αὐτοῦ.

στησιν, ὑπακούειν Θεὸς τῆς φωνῆς αὐτοῦ, τὸν Μωϋσῆν τὸν θεόπτην, κατενώπιον τοῦ λαοῦ ἐμφανῶς, ἵνα δείξῃ, φοβερὸν μετὰ δόξης τὸν μύστην αὐτοῦ.

Νόμιμοι, ὡς τῆς χάριτος παῖδες ὑπάρχοντες, τὴν εὐλογίαν τρυγῶμεν, εὐφημοῦντες Μάκαρ σε, καὶ Ἑβραίους, ὥς περ πάλαι Ἰακώβ, τὸν Ἡσαῦ νῦν πτερνίζοντες.

Θεοτοκίον.

Νεύματι, θεϊκῷ σὲ προγράφει Μωσῆς ὁ κλεινός, ὡς κιβωτὸν Θεοτόκε, ταῖς αὐγαῖς τοῦ Πνεύματος πανταχόθεν, ὡς χρυσίῳ, κατακεκαλυμμένην εἰς δόξαν Θεοῦ.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον τοῦ Ἱερομάρτυρος.

Ἦχος πλ. δ

Ὡς ἀπαρχὰς τῆς φύσεως.

ς εὐσεβείας κήρυκα, καὶ ἀθλητῶν ἑδραίωμα, ἡ Ἐκκλησία δοξάζει σε ἔνδοξε, λαμπρυνομένη σήμερον· ἀλλ᾿ ὡς ἔχων παρρησίαν, ἐν εἰρήνῃ τελείᾳ, τοὺς ἀνυμνοῦντάς σε, τὸν Χριστὸν φυλαχθῆναι δυσώπησον, ὦ Πολύαθλε.

Ὁ Οἶκος.

Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν ὁ τοῦ κόσμου ἀλλότριος, καὶ τὰ πάθη Χριστοῦ μιμησάμενος, τὰ τοῦ σώματος πάθη ἐνέκρωσας, καὶ τὸν σταυρόν σου ἀράμενος, ἠκολούθησας Μάρτυς τῷ Κτίστῃ σου· καὶ συμμένων αὐτῷ νῦν ἱκέτευε, ὑπὲρ τῶν σὲ τιμώντων ἀληθῶς, ὦ Πολύαθλε.

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν.

Στίχοι

Χριστὸν αὐτὸν Bαβύλας θύων πάλαι,

Χριστῷ προθύμως θύεται διὰ ξίφους.

Εἰς τοὺς παῖδας.

Στίχοι

πὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,

Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.

Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται.

Στίχοι

Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,

Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.

Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,

Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου.

Στίχοι

Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,

ρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.

Οἱ Ἅγιοι Θεότιμος καὶ Θεόδουλος, οἱ ἀπὸ δημίων πιστεύσαντες, πυρὶ τελειοῦνται.

Στίχοι

Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,

Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κεντυρίωνος, Θεοδώρου, Ἀμιανοῦ, καὶ Ἰουλιανοῦ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.

Στίχοι

Κεντυρίων πῦρ πόθου θείου πνέων,

Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.

Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,

Δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.

Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.

Στίχοι

Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,

Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.

Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,

νδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων τρισχιλίων ἑξακοσίων εἰκοσιοκτὼ Μαρτύρων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ ἱερομάρτυρος

Ὠδὴ ζ

Δροσοβόλον μὲν τὴν κάμινον.

Αἱ οὐράνιαι δυνάμεις κατοπτεύουσαι, παῖδας καὶ παιδοτρίβην ὁμοῦ, κατὰ τῆς πλάνης, νικηφόρους δυνάμει τοῦ Σταυροῦ, ἐβόων χορεύουσαι Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δοὺς τὴν νίκην αὐτοῖς.

φωσφόρος τοῦ Δεσπότου κατελάμπρυνε, χάρις τοὺς συνελθόντας πιστούς, ὁ ἀοίδιμός τε Βαβύλας στεφανηφορῶν, προτρέπει συγχαίροντας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν τυράννων μὲν ἠπόρει ἡ ἐπίνοια, βοηθεῖν τοῖς μὴ οὖσι θεοῖς, τῇ Τριάδι δὲ τῇ Ἁγίᾳ Βαβύλας ὁ κλεινός, προτρέπει Πιστοὺς τοῦ ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λαμπροτάταις ἀστραπαῖς σου καταλάμπρυνον, τὴν ζοφερὰν καρδίαν μου, ἡ κυήσασα ἐπὶ γῆς τὸν ἥλιον Χριστόν, Παρθένε· ᾗ ψάλλομεν ἀεί, Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Τοῦ Προφήτου.

Ἐν τῇ καμίνῳ.

ν θεοπτίαις, τῶν ἀπορρήτων θεῖος γραφεὺς γεγονώς, πᾶσαν τὴν σοφὴν ἰδέαν σὺ τῆς σκηνῆς, διὰ λόγων τεχνησάμενος, τῷ ἀρχιτέκτονι, Βεσελεὴλ παρέθου τὴν πρᾶξιν Μωσῇ.

ερατεύειν, θρασυστομήσας πάλαι Κορὲ μετὰ σοῦ, ὤφθη κατελθὼν εἰς ᾍδου παγκλήρως ζῶν, τοῦ Θεοῦ σοι τὸ αἰδέσιμον, Μωσῇ φυλάττοντος, βασιλείας καὶ ἱερατείας ὁμοῦ.

Συστρατηγῶν σοι, τοῦ Ἰουδαίων ἔθνους πάλαι Μωσῆ, ὤφθη Μιχαὴλ ὁ Ἄρχων τῶν οὐρανῶν, καὶ τοῦ σώματός σου θεῖος φρουρός· τὸν γὰρ ἀρχέκακον, ἀνθεστηκότα οὗτος κατήσχυνε.

Θεοτοκίον.

Τοῦ Ἀαρών σε, ἡ θεία ῥάβδος βλαστάνειν ἐδήλωσε, πᾶσι Θεοτόκε λύσιν ἁμαρτιῶν· ἱλασμὸς γὰρ βροτοῖς γέγονας, καὶ ἀπολύτρωσις, τῆς φρικτῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀπειλῆς.

Τοῦ Ἱερομάρτυρος.

Ὠδὴ η'

Θεὸν Πατέρα δημιουργὸν.

μνήμη σήμερον ἀδελφοί, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, τοῦ ἐν φλογὶ Νεανίας ᾄδειν προτρέπεται· Εὐλογεῖτε, τὸν Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ νέοι σήμερον φοιτηταί, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, σὺν τῷ πρεσβύτῃ στεφθέντες ᾄδειν προτρέπονται· Εὐλογεῖτε τὸν Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸ χρῖσμα τὸ ἱερατικόν, τοῦ Ἱερέως καὶ Μάρτυρος Βαβύλα, ἐν τῇ τοῦ αἵματος χύσει πλέον δοξάζεται· διὰ τοῦτο τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Θεὸν ἐκύησας ἐν σαρκί, τὸν κατέχοντα χειρὶ τὰ πάντα, καὶ ἐν ἀγκάλαις Παρθένε τοῦτον ἐβάστασας· ὃν ὑμνοῦσιν ὡς Κύριον τὰ ἔργα, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Προφήτου.

Χεῖρας ἐκπετάσας Δανιὴλ.

Θεράπων εἰκότως τοῦ Θεοῦ, ὡς πρᾷος ἤκουσας καὶ ἔργοις γέγονας· διὸ ἐγνώσθη σοι Κύριος, ὑπὲρ πάντας τοὺς προφήτας Μωσῆ, καὶ ἐνοικήσας σοι πιστῶς, ψάλλειν ἐδίδαξεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ς μύστης Θεοῦ καὶ λειτουργός, καὶ βασιλεύς, Ἰσραήλ, Μωσῆ Θεόπτα δειχθείς, Χριστὸν ἐκήρυξας ἔρχεσθαι, ἐν σαρκὶ προδιαγράψας αὐτοῦ, τὴν πρὸς ἀνθρώπους φοβεράν καὶ θείαν ἔλευσιν, οὗ καὶ τύπος ἔμψυχος ὤφθης σαφῶς, καὶ Προφήτης πιστός.

Λόγου προφητείαις τὸν λαόν, καὶ νόμου διαταγαῖς καθοδηγήσας πιστῶς, σημείων τέρασιν ἴθυνας, καὶ θαυμάτων ἐπιδείξεσιν· ὑπὸ Θεοῦ δὲ προσκληθείς, ἐν γῇ θεόπτα Μωάβ, προσετέθης, πρὸς τοὺς πατέρας τοὺς σοὺς μετὰ δόξης πολλῆς.

ρει ἐπιβὰς ὡς οὐρανῷ, Θεοῦ προστάξαντος κατεῖδες πνεύματι, τὴν τῶν πραέων γῆν Πάνσοφε· αἰσθητῶς δὲ κατενόησας, ἐπαγγελίας τὴν τρυφήν· καὶ μεταστάντος ἐκ γῆς, ἐπεκρύβη, οἰκονομίᾳ Θεοῦ καὶ τὸ σκῆνός σου.

Θεοτοκίον.

Οὐδεὶς προακήκοε πρὸ σοῦ, θεόπτης ἔνδοξε, Μωσῆ θεράπον Χριστοῦ, διότι ἅπαντα ἔβλεψας, τῆς Παρθένου τὰ ἰνδάλματα, προδιαγράφοντα αὐτῆς τὴν θείαν γέννησιν· ἐν φλογὶ γὰρ βάτου, κατεῖδες μορφὴν τὴν ἀόρατον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Ἱερομάρτυρος.

Ὠδὴ θ

Θεὸν ἀνθρώποις ἰδεῖν.

Χριστὸς ἀνθρώποις ὁδὸν ὑπέδειξε, διὰ Σταυροῦ πρὸς ὕψος οὐρανῶν εὐεπίβατον· διὰ τοῦτο θάνατος ἡττᾶται βροτοῖς· παῖδες γὰρ νεανίαι, τοῦτον οὐκ ἔπτηξαν, σύν τῷ θαυμασίῳ Bαβύλᾳ, οὓς μακαρίσωμεν.

Εὑρὼν τῶν πόνων σου τὴν ἀντάμειψιν, παρὰ Χριστοῦ θαυμάτων, παροχὴν καὶ αἰώνιον, κληρουχίαν Βαβύλα θεσπέσιε, μέλπεις σὺν τοῖς Ἀγγέλοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ἡ παντουργὸς καὶ παντοδύναμος.

Παθῶν ἰάματα ἀρυσώμεθα, τῇ εὐκλεεῖ σκηνῇ τῶν ἀθλοφόρων προστρέχοντες· ἐν αὐτῇ γὰρ πάρεισιν Ἀγγέλων χοροί, Πνεύματά τε δικαίων, πάντων ἡ Δέσποινα, σὺν τῷ θαυμασίῳ Βαβύλᾳ ἰάσεις νέμοντες.

Θεοτοκίον.

δὴν προσάγω σοι Κόρη Δέσποινα, ἐκ ῥυπαρῶν χειλέων μου ὁ τάλας δεόμενος, τοῦ βορβόρου ῥῦσαί με τῶν ἔργων μου· ἅπαντας δὲ τοὺς πίστει, νῦν εὐφημοῦντάς σε, τῆς ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ δόξης ἀξίωσον.

Τοῦ Προφήτου.

Λίθος ἀχειρότμητος.

Γέγονας αὐτόπτης θεόπτα, καὶ μετὰ θάνατον Κυρίου, οὐ δι᾿ ἀμυδρῶν αἰνιγμάτων, Χριστὸν ἀθρήσας, ὡς ἐν τῇ πέτρᾳ τὸ πρίν, ἀλλ᾿ ἀνθρωπίνῳ σώματι, φῶς ἀπαστράπτοντα θεότητος.

ρος τὸ Θαβὼρ ἐδοξάσθη, ὑπὲρ τὸ Σίναιον πλουσίως, ἔνθα Μωϋσῆς ἐκ νεκάδων, καὶ ὁ Θεσβίτης ἐκ χώρας ζώντων Χριστόν, σὺν Ἀποστόλοις ἔβλεπον, μεταμορφούμενον ὡς ὄντως Θεόν.

Σῶσον συμπαθεῖ σου πρεσβείᾳ, καὶ προσευχῶν τῇ παρρησίᾳ, ὡς τὸν Ἰσραὴλ ἐκ κινδύνων, Μωσῆ θεόπτα, καὶ χαλεπῶν καὶ δεινῶν, Χριστιανῶν τὸ πλήρωμα, ἐκ πάσης βλάβης τῶν ὑμνούντων σε.

Θεοτοκίον.

Στάμνον σε χρυσῆν τε καὶ πλάκα, καὶ θείαν τράπεζαν Παρθένε, πρότερον Μωσῆς διαγράψας, τρανῶς ἐδήλου Θεὸν τεχθῆναι ἐκ σοῦ, ὃν περ ἰδόντες σώματι, πιστῶς τὸν ὕμνον συμπληροῦμέν σοι.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Θύτης ὁμοῦ καὶ θῦμα, Βαβύλα ὤφθης τοῦ Θεοῦ, θύων αὐτῷ ἀναιμάκτως, καὶ σοῖς ἐν αἵμασι τυθείς, σὺν τοῖς τελείοις νηπίοις, μεθ᾿ ὧν σε ἀνευφημοῦμεν.

Θεοτοκίον.

Τοὺς μὴ τὴν σὴν εἰκόνα, Παρθένε ἀσπαζομένους, καὶ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐκ πίστεως εἰλικρινοῦς, κατάβαλε ὡς ἀθέους, καὶ τῇ γεέννῃ παράδος.

 

Καὶ τὰ λοιπὰ ὡς συνήθως, καὶ Ἀπόλυσις.