The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Δ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῆς Τριάδος τὸν πρόμαχον, εὐσεβείας τὸν πρόβολον, ὄργανον τῆς χάριτος τὸ θεόπνευστον, τῶν Ἀποστόλων διάδοχον, Ἀγγέλων συνόμιλον, Ἐκκλησίας τοῦ Χριστοῦ, ἀκολούθως θεμέλιον, ἀρραγέστατον, Ἱεράρχην τὸν μέγαν Μητροφάνην, ἱεραῖς ἐν ὑμνῳδίαις, ἀνευφημήσωμεν σήμερον.

τε σκῆπτρα βασίλεια, ἡ τῶν πόλεων Ἄνασσα, κατ' ἀρχὰς καὶ στέμματα ἀνεδέξατο, τότε σοῦ πρώτου ηὐμοίρησε, Παμμάκαρ Μητρόφανες, θείᾳ ψήφῳ τοῦ Χριστοῦ, Ἱεράρχου θεόφρονος προεξάρχοντος, τῆς αὐτοῦ Ἐκκλησίας καταλλήλως, τῇ ἐνθέῳ βιοτῇ σου, ἀνυψωθέντος λαμπρότατα.

πὲρ ἥλιον ἔλαμψας, ταῖς ἀκτῖσι τῆς χάριτος, πάνσοφε Μητρόφανες, καὶ λαμπρότησι, τῶν ἀρετῶν καὶ δογμάτων σου, τῶν θείων καὶ ἅπαντας, κατεφώτισας λαούς, ἐκδιδάσκων τρανότατα, ὀρθῶς σέβεσθαι, ὁμοούσιον κράτος τῆς Τριάδος, καταισχύνων τὰς Ἀρείου, ἐρεσχελίας τοῦ ἄφρονος.

Ἔτερα Στιχηρὰ Προσόμοια

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι

λος ἱερώτατος, καὶ θεοφόρος ἐδείχθης, χρῖσμα θεῖον ἅγιον, ἐν ἁγίῳ Πνεύματι περικείμενος, καὶ φαιδρῶς πάντοτε, προσχωρῶν Ὅσιε, τῶν Ἁγίων εἰς τὰ Ἅγια, καὶ ταῖς λαμπρότησι, ταῖς θεαρχικαῖς ἀστραπτόμενος, καὶ χάριτι μυούμενος, τὰ σωτηριώδη μυστήρια, ὡς ἱερομύστης, ὡς ὄντως Ἱεράρχης εὐκλεής, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

στραψεν ὁ βίος σου, τῶν ἀρετῶν λαμπηδόσι, παμμάκαρ Μητρόφανες, καὶ τῆς πλάνης ζόφωσιν διεσκέδασεν· ἀληθῶς ὤφθης γάρ, φωταυγὴς ἥλιος, Ἱεράρχα παμμακάριστε, καὶ νῦν ἐσκήνωσας, ἔνθα φῶς ὑπάρχει ἀνέσπερον, υἱὸς ἡμέρας χάριτι, Πνεύματος Ἁγίου γενόμενος· ὅθεν, σου τὴν μνήμην, τὴν θείαν καὶ φωσφόρον καὶ σεπτήν, ἐπιτελοῦντες Μητρόφανες, πόθῳ σε γεραίρομεν.

νοῦς σου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον θεόφρον, πίστει καλλυνόμενος, καὶ λαμπρῶς θεούμενος, παναοίδιμε, ἐν θνητῷ σώματι, καὶ φθαρτῷ πάνσοφε, ἀφθαρσίαν ἐμελέτησε, καὶ προσεκτήσατο, τὴν τῶν ἀσωμάτων λαμπρότητα, παθῶν ἔξω γενόμενος, καὶ τῇ ἀπαθείᾳ κοσμούμενος, Πάτερ Ἱεράρχα Μητρόφανες λαμπρότατε φωστήρ, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν μακαριζόντων σε.

Δόξα... Ἦχος β'

Τὸν ἐν σαρκὶ ἰσάγγελον βίον σου, Ἄγγελοι καὶ ἄνθρωποι ἐθαύμασαν, ἱερεῖς καὶ μονάζοντες ηὐλαβήθησαν, βασιλεῖς τε καὶ ἄρχοντες ᾐδέσθησαν, Θεὸς δὲ ἐδόξασεν, ὁ αὐτὸς ὑπὸ σοῦ δοξασθείς, ὃν νῦν ἡμῖν ἐξιλέωσαι, Πάτερ ἁγιώτατε.

Καὶ νν... Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος, οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας. Ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Μέγας, ἀνεδείχθης ἀληθῶς, σὺ Ἀρχιερεὺς τοῦ Ὑψίστου, τῆς Ἐκκλησίας φωστήρ, ἔρεισμα τῆς πίστεως, καὶ πύργος ἄσειστος, εὐσεβῶν περιτείχισμα, ἀκλόνητος στῦλος, κανὼν ἀκριβέστατος, ἀρχιερέων Χριστοῦ· ὅθεν εὐσεβῶς σε τιμῶμεν, καὶ τὴν σὴν πανίερον μνήμην, ἱερῶς γεραίρομεν Μητρόφανες.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

γει κατὰ χρέος ἡ σεπτή, Πάτερ Ἐκκλησία αἰσίως, πανευκλεῆ ἑορτήν, ἐν τῇ θείᾳ μνήμῃ σου, πιστοὺς εὐφραίνουσαν, καὶ λαοὺς διεγείρουσαν, πρὸς δόξαν Κυρίου, καὶ ὕμνον καὶ αἴνεσιν τοῦ σὲ δοξάσαντος, Λόγου καὶ Θεοῦ, ὃν δυσώπει, ἐκ παντὸς κινδύνου λυτροῦσθαι, τοὺς αὐτὴν τελοῦντας πανσεβάσμιε.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Λύμην τῆς, Ἀρείου δυσσεβοῦς, Πάνσοφε αἱρέσεως σβέσας, ὡς πῦρ παμφάγον τοῖς σοῖς, δόγμασι κατέκλυσας, καθάπερ ὕδασι, ποταμῶν ἀεὶ βρύουσι, τῆς σῆς ἐκ κοιλίας, οἷσπερ δροσιζόμενοι πιστοὶ δοξάζομεν, ὕμνοις εὐσεβῶς τὴν Τριάδα, ὑπὲρ ἧς θερμῶς ἠγωνίσω, πρὸς τὴν ἁμαρτίαν ἀνθιστάμενος.

Δόξα... Ἦχος πλ. β'

Σήμερον ἀνέτειλεν ἡμῖν, τοῦ Ἱεράρχου ἡ σεβάσμιος πανήγυρις, ὡς ἔαρ ἡδύπνοον τοὺς πιστοὺς εὐωδιάζουσα, καὶ πάσας συγκαλοῦσα τὰς Ἐκκλησίας, πρὸς εὐφροσύνην μυστικήν. Ἰδοὺ γὰρ παραγίνεται, τῇ ἐτησίῳ μνήμῃ, χάριτας νέμων πνευματικάς, ὁ μέγας φωστήρ, χριστομύστης Μητροφάνης, ὁ λάμψας ἐν τῷ κόσμῳ εὐσεβείας ταῖς ἀκτῖσι, καὶ τὸ σκότος διώξας τῆς, Ἀρείου μανίας, ἐκ τοῦ ὕψους τῆς καθέδρας, ὡς ἀπὸ λυχνίας ὑψηλῆς, ἐν ᾗ ἀξίως ἐτέθη, τῇ ἄνωθεν προμηθείᾳ, τὰς αὐγὰς ἐξαστράπτων τῆς χάριτος· οὐ γὰρ ἔδει τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Διὸ πάντες αὐτὸν κατὰ χρέος ἀνυμνήσωμεν, ὡς κήρυκα τῆς ἀληθείας, καὶ τοῦ θρόνου κοσμήτορα, καὶ πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Θεοτοκίον Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος α'

Τοῦ λίθου σφραγισθέντος

Τὸ μέγα τῆς Τριάδος μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πᾶσιν, ὡς ποίμνης ποιμὴν τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ὑψώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.

Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Δόγμα ἔνθεον ἐπικρατύνας, ἐπεστήριξας τὴν Ἐκκλησίαν, ὦ Μητρόφανες, καταισχύνας τὸν Ἄρειον· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας πιστοὺς ἐβεβαίωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρησασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Νέος γέγονας Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως ἐπὶ τοῦ ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου Μητρόφανες· ὅθεν ἅπαντες, τιμῶμεν πιστοὶ τὴν μνήμην σου, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν Βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θῆρας, αἱρέσεων Ὅσιε, βακτηρίᾳ λόγων, τῶν θείων θεόπνευστε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Μητρόφανες· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος τὴν φωτεινήν, Νεφέλην ὑμνήσωμεν, Βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τὴν τῆς Εὔας ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν σου Ἄχραντε.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον

Τὸ στόμα μου λαλήσει σοφίαν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πᾶσα πνοή.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 10: 9-16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἦχος β'

Τὸν ἐν σαρκὶ ἰσάγγελον βίον σου, Ἄγγελοι καὶ ἄνθρωποι ἐθαύμασαν, ἱερεῖς καὶ μονάζοντες ηὐλαβήθησαν, βασιλεῖς τε καὶ ἄρχοντες ᾐδέσθησαν, Θεὸς δὲ ἐδόξασεν, ὁ αὐτὸς ὑπὸ σοῦ δοξασθείς, ὃν νῦν ἡμῖν ἐξιλέωσαι, Πάτερ ἁγιώτατε.

Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η'.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

 Τὸν ἀρχιθύτην Μητροφάνην αἰνέσω.

Ἐν δὲ τοῖς Θεοτοκίοις.

Ὁ Μαλαξός.

δὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου

Τὴν θείαν τοῦ Πνεύματος, χάριν ἐξ ὕψους παράσχου μοι, Θεοῦ Λόγε ἄναρχε, φωτίζουσάν μου τὸν νοῦν, εὐφημῆσαί σου, τὸν μέγαν Ἱεράρχην, τὸν σὲ ὁμοούσιον, Πατρὶ κηρύξαντα.

βίος σου ἔνθεος, ὁ τρόπος δέ σου θεόληπτος, ὁ ζῆλος διάπυρος, τὸ ἦθος σεμνοπρεπές, ὁ δὲ λόγος σου ζωῆς πλήρης θεόφρον· ὅθεν ἀνεδέδειξαι φωστὴρ Μητρόφανες.

Ναὸς ἐχρημάτισας, τῆς τρισηλίου Θεότητος, καὶ πόλις σὺ ἔμψυχος εὐφραινομένη Θεοῦ, ὥσπερ ὕδασι, τοῖς δόγμασι Παμμάκαρ, δι' ὧν κατεφαίδρυνας κόσμου τὰ πέρατα.

νοίξας τὸ στόμα σου, λόγῳ Θεοῦ πνεῦμα εἵλκυσας, καὶ ῥήματα ἔβλυσας, τῆς αἰωνίου ζωῆς, καὶ ἐκύρωσας, ἐνώπιον Συνόδου, πίστιν τὴν ὀρθόδοξον, σοφὲ Μητρόφανες.

Θεοτοκίον

Λόγος ὁ Ἄναρχος, ὁ τῷ Πατρὶ συννοούμενος, καὶ τῷ θείῳ Πνεύματι, νῦν ἐπ' ἐσχάτων ἐκ σοῦ, σάρξ γεγένηται, καὶ ἐν ἡμῖν δι' οἶκτον, ἐσκήνωσεν Ἄχραντε, ὥσπερ ηὐδόκησεν.

Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ η' Ἀκροστιχίς.

Μέγιστον ὑμνῶ τοῦ Μητροφάνους κλέος.

Ποίημα Θεοφάνους.

δὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Μετὰ τῆς ἄνω χορείας ὡς ἱερεύς, ὡς Θεοῦ διάκονος, παρεστὼς ὑπὲρ ἡμῶν, ἐκτενῶς ἱκέτευε τυχεῖν, αἰωνίων ἀγαθῶν, Πάτερ Μητρόφανες.

κλελεγμένος Κυρίῳ ἱερουργεῖν, τὸ σεπτὸν μακάριε, Εὐαγγέλιον αὐτοῦ, εἰς Θεοῦ ἐπίγνωσιν λαούς, παραινέσεσι σοφαῖς, Πάτερ ἐπέστρεψας.

Γνῶσιν τὴν θείαν πλουτήσας λόγον ζωῆς, ἐκ καρδίας ἔβλυσας, καταρδεύοντα ψυχάς, χερσωθείσας πάθεσι σοφέ, Ἱεράρχα τοῦ Θεοῦ, θεομακάριστε.

Θεοτοκίον

ερωτάτη χορεία τῶν Προφητῶν, προεδήλου πόρρωθεν, ἐσομένην σε Θεοῦ, ἀληθῆ λοχεύτριαν Ἁγνή, ἀνωτέραν Χερουβίμ, καὶ πάσης κτίσεως.

δὴ γ'

Τοὺς σοὺς ὑμνολόγους

ητόρων ἁπάσας φληναφίας, διέλυσας, Μάκαρ ταῖς στερραῖς, ἐνστάσεσι τῶν λόγων σου, καὶ ἀδρανεῖς ἀπέδειξας, ἰσχὺϊ τῇ θεόθεν σοι, χορηγηθείσῃ θεόσοφε.

Χριστοῦ ὀπαδὸς γεγενημένος, τὸν θρόνον τὸν τούτου ἐπὶ γῆς, ἐκληρώσω Μητρόφανες, πρῶτον εἰς πόλιν Ἄνασσαν, Πατριαρχῶν δεικνύμενος, ἀξίως θεομακάριστε.

δών σου τὸ εὔθετον τῆς γνώμης, ὁ πρῶτος Ἀνάκτων εὐσεβῶν, τῷ θείῳ ἐφεπόμενος, βουλήματι Μητρόφανες, Πατριαρχῶν σε πρόκριτον, θείᾳ Συνόδῳ ἀπέφηνε.

Θαυμάσασα Σύνοδος ἡ πρώτη, τὴν λάμπουσαν χάριν τῶν ἐν σοί, δωρημάτων τοῦ Πνεύματος, τῇ θείᾳ ψήφῳ Ὅσιε, Θεοῦ καὶ τῇ τοῦ Ἄνακτος, ἀκολουθοῦσα δοξάζει σε.

Θεοτοκίον

Μεγάλων χαρίτων ἠξιώθης, Μαρία Κυρία τοῦ παντός, ὡς τὸν Θεὸν γεννήσασα, ἐν σαρκὶ ὑπὲρ ἔννοιαν, τὸν ἐν ταὐτῷ σε δείξαντα, Παρθένον καὶ Θεομήτορα.

Ἕτερος

Οὐκ ἔστιν Ἅγιος

Σταλάζων θεῖον γλυκασμόν, ἐκ χειλέων σου Πάτερ, τῆς πικρᾶς ἀθεΐας, ἀπεξήρανας κρουνούς, ποτίσας τοὺς εὐσεβεῖς, θεῖον ὕδωρ, μάκαρ ἐπιγνώσεως.

Τῇ θείᾳ ψήφῳ προκριθείς, Ἱεράρχης ἐχρίσθης, ἀναιμάκτους θυσίας, ἀναφέρων τῷ Θεῷ, τυθέντι ὑπὲρ ἡμῶν, θεοφόρε, Πάτερ Ἱερώτατε.

τάφος ἔνθα τὸ σεπτόν, σοῦ κατάκειται σῶμα, εὐωδίαν ἐκπέμπει, ὡς Παράδεισος Θεοῦ, εὐωδιάζων ἡμᾶς, Ἱεράρχα ἔνδοξε Μητρόφανες.

Θεοτοκίον

Νοεῖν τοῦ τόκου σου Ἁγνή, τὸ ἀπόρρητον βάθος, ἀπορεῖ νοῦς ἀνθρώπων· ὁ Θεὸς γὰρ ἑαυτόν, κενώσας δι' οἰκτιρμούς, ἐν γαστρί σου, ἔσωσε τὸν ἄνθρωπον.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

ποστόλων τοὺς τρόπους καὶ τὰς φωνάς, ἐκμιμούμενος ὤφθης παναληθῶς· ὡς Πέτρος γὰρ ἐνώπιον, τῆς Συνόδου ἐκήρυξας, τῷ Θεῷ Πατρὶ Λόγον, Υἱὸν ὁμοούσιον, Ἰωάννου πλουτήσας, θεόφθογγα ῥήματα, ὥσπερ δὲ ὁ Παῦλος, τὴν ψυχὴν ὑπὲρ ποίμνης, τέθυκας ἀοίδιμε, κατὰ δὲ τὸν Πρωτόκλητον, τὸν ποθούμενον ἔδειξας. Διὸ πρέσβευε σύν αὐτοῖς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

δὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ

ψωθεὶς ἐπὶ καθέδραν, ἀκροτάτην ἐκάθισας, καὶ Πατὴρ Πατέρων, σὺ περιφανῶς ἐχρημάτισας, ὑμνολογῶν καὶ δοξάζων, τὸν Δεσπότην σου, ἐκβοῶν αὐτῷ· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τὴν πρὸς Πέτρον ἐκπληρώσω, τοῦ Χριστοῦ φωνὴν Ὅσιε· ἐν τῇ σῇ γὰρ πέτρᾳ, τῆς ὁμολογίας ἐπήξατο, τῆς Ἐκκλησίας τὰ βάθρα, ἧς οὐδέποτε, κατισχύσαι πύλαι τοῦ ᾍδου δυνήσονται.

θρησκεία τῶν εἰδώλων, διδαχαῖς ταῖς ἐνθέοις σου, εἰς Θεοῦ λατρείαν, Πάτερ προφανῶς μετενήνεκται· τὰ εἰδωλεῖα δὲ τούτων εἰς ναοὺς σεπτούς, μεταβέβληται, θείαν στολὴν εἰσδεχόμενα.

Θεοτοκίον

πορρήτως τὸν Δεσπότην, τῶν ἁπάντων γεγέννηκας, καὶ τεκοῦσα τοῦτον, Κόρη ἀειπάρθενος ἔμεινας, καὶ Θεοτόκος ἐδείχθης κατ' ἀλήθειαν· ὅθεν Δέσποιναν, σὲ τοῦ παντὸς καταγγέλλομεν.

Ἕτερος

Χριστός μου δύναμις

πάρχων ἔμπλεως, τοῦ θείου Πνεύματος, ἱερώτατε Πάτερ τὰ πονηρά, πνεύματα ἀπήλασας, καὶ Θεοῦ οἴκους τοὺς βροτούς, διδαχαῖς σου ἀπετέλεσας.

Μονάδα ἄκτιστον, ἐθεολόγησας, ἐν τρισὶ χαρακτῆρσι διαιρετήν, ἄτμητον ἀσύγχυτον, φωταγωγῶν τοὺς εὐσεβεῖς, ἱεραῖς θεολογίαις σου.

Νεκρώσας πρότερον, σαρκὸς σκιρτήματα, ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, θεῖος ἐχρημάτισας, ἱερουργὸς τοῦ Πλαστουργοῦ, ἱερώτατε Μητρόφανες.

Θεοτοκίον

ς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς Παράδεισον θεῖον ὡς νοητόν, τόπον ἁγιάσματος, ὡς καλλονὴν τοῦ Ἰακώβ, τὴν Παρθένον μακαρίσωμεν.

δὴ ε'

Ἐξέστη τὰ σύμπαντα

Νυκτὶ προσκαθήμενον, καὶ σκότει λαὸν Πάνσοφε, εἰδωλομανίας τῷ φωτί σου, καὶ τῶν διδαγμάτων ἐφωταγώγησας, καὶ θεογνωσίας ἀστραπαῖς, πάντας κατεφαίδρυνας, ὡς λαμπτὴρ παμφαέστατος.

Μονάδα Τρισάριθμον, Τριάδα ὁμοούσιον, μίαν θεαρχίαν ἐν προσώποις, τρισὶν ὑπάρχουσαν ἀδιαίρετον, ἄτμητον ἀσύγχυτον ἁπλῆν, πᾶσιν ἀνεκήρυξας, ὀρθοδόξως Τρισόλβιε.

λίου λαμπρότερον, ἐξέλαμψας Μητρόφανες· σὺ γὰρ τῆς ἀπάτης σκότος λύεις, καὶ δραπετεύεις ζοφώδεις δαίμονας, νύκτας τῶν παθῶν ἀποσοβεῖς, καὶ δεινὴν σκοτόμαιναν, φυγαδεύεις αἱρέσεων.

Θεοτοκίον

Λυτήριον εὕρατο, τὸν τόκον σου Θεόνυμφε, φύσις γηγενῶν τῆς πρὶν κατάρας, καὶ εὐλογίας θεοπρεποῦς πλουτισμόν· ὅθεν εὐλογοῦμέν σε πιστοί, πάντες καὶ δοξάζομεν, Μαριὰμ παντευλόγητε.

Ἕτερος

Τῷ θείῳ φέγγει σου

Τὰ θεῖα θείως ἐπιτελῶν, καὶ καθαρωτάτῳ λογισμῷ, τῶν καθαρῶν ἐφαπτόμενος, ἄμεμπτος ἐδείχθης ἱερουργῶν τῷ Θεῷ, ἁπλότητι καρδίας, Πάτερ Μητρόφανες.

Οἱ τῶν εἰδώλων θεραπευταί, ὤφθησαν Θεοῦ νῦν λατρευταί, σοῦ ταῖς σεπταῖς παραινέσεσιν, οὓς ἐξ ἀναξίων ἀξίους ἐξαγαγών, θεράπων ἀνεδείχθης τοῦ Παντοκράτορος.

πὸ τῆς χάριτος προσκληθείς, ἔλυσας αὐχμὸν εἰδωλικόν, ταῖς ἐπομβρίαις τῶν λόγων σου, καὶ κεχερσωμένας καρδίας Ὅσιε, γονίμους ἀπειργάσω Πνεύματος χάριτι.

Θεοτοκίον

Μετὰ τὴν κύησιν τὴν φρικτήν, ἔμεινας Παρθένος ὡς τὸ πρίν· Θεὸς γὰρ ἦν τὸ τικτόμενον, ὁ μετασκευάζων πάντα βουλήματι, ἀνύμφευτε Μαρία θεοχαρίτωτε.

δὴ ς'

Τὴν θείαν ταύτην

Τὸ θεῖον σκεῦος τοῦ Πνεύματος, τὸν ἄνθρωπον Θεοῦ τὸν οὐράνιον, ἔνσαρκον Ἄγγελον, ἱεραρχίαις ἀγλάϊσμα, τὸν σοφὸν Μητροφάνην ὕμνοις τιμήσωμεν.

ημάτων θείων ἡ δύναμις, καὶ φθόγγος τῶν ἐνθέων λογίων σου, πάντα διέδραμε, τῆς οἰκουμένης τὰ πέρατα, ὀρθοδοξίαν πᾶσι Μάκαρ κηρύττοντα.

πάντα καὶ πρὸ γενέσεως, γινώσκων ὡς Θεὸς ὦ Μητρόφανες, σὲ ἐκ κοιλίας μητρός, προεγνωκὼς καθηγίασε, καὶ Πνεύματος δοχεῖον σε ἀπειργάσατο.

Θεοτοκίον

πόρρητός σου ἡ σύλληψις, ἀνέκφραστος ὁ τόκος Θεόνυμφε, καὶ ἀνερμήνευτον, τὸ τῆς ἁγνείας μυστήριον· διὸ σε πίστει μόνῃ ἀεὶ δοξάζομεν.

Ἕτερος

Τοῦ βίου τὴν θάλασσαν

γλῶσσά σου Πνεύματι, τεθηγμένη νοητῶς, ὡς γραμματέως κάλαμος, καλλιγραφεῖ καρδίας τῶν εὐσεβῶν, τὸν λόγον τῆς χάριτος, ἱερώτατε Πάτερ θείῳ πνεύματι.

Τὰ θεῖα μυούμενος, ὡς χωρῶν πρὸς νοητά, τὰ τῶν Ἁγίων Ἅγια, μυσταγωγεῖς ἐν Πνεύματι τοὺς πιστούς, Τριάδος τὴν ἔλλαμψιν, ἱερώτατε Πάτερ τελεώτατα.

οαῖς τῶν δογμάτων σου, κατακλύσας θολερὰ τῆς ἀθεΐας ὕδατα, ὡς ποταμὸς ὡράθης τὰ εὐσεβῆ, ἀρδεύων συστήματα, τῶν πιστῶν Ἱεράρχα πανσεβάσμιε.

Θεοτοκίον

λόγος ἐν μήτρᾳ σου, παχυνθεὶς ἄνευ σπορᾶς, βροτὸς ὡράθη τέλειος, καινοτομῶν τὰς φύσεις θεοπρεπῶς, ὡς μόνος ἐπίσταται, θεοκόσμητε Κόρη παναμώμητε.

Κοντάκιον Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Μητροφάνην, τῆς Ἐκκλησίας τὸν φωσφόρον λαμπτῆρα, τὸν ὁμοούσιον τὸν Λόγον τῷ Πατρί, ἐν μέσῳ κηρύξαντα, θεοφόρων Πατέρων, καὶ θρόνον κοσμήσαντα, Βασιλίδος ἐν πρώτοις, καὶ προφητείας χάριν ἐκ Θεοῦ, σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Ὁ Οἶκος

μυστολέκτης των Θεοῦ ἀρρήτων μυστηρίων, Ἀπόστολος ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, πόρρωθεν προβλέπων τὸ μέλλον, προέγραφεν τὸν ἄξιον τοῦ θρόνου τῆς τῶν πόλεων Βασιλίδος. Τοιοῦτος ἡμῖν, φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν ὅς, ἔχων παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, παρίσταται ἀεὶ τῷ θρόνῳ τῆς χάριτος, αἰτούμενος δοθῆναι ἡμῖν ἔλεος, καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ,

κεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας.

Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βωτιάνειραν.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης.

ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται.

ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται.

Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

κ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,

Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Οὐκ ἐλάτρευσαν

Φῶς ἀνέτειλε τῆς εὐσεβείας Ὅσιε, πᾶσι τοῖς πέρασιν, ἐν τῷ εὐθέτῳ καιρῷ, τῆς ἱεραρχίας σου· διὸ καὶ ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

πεκάλυψας τοὺς μέλλοντας τῷ Ἄνακτι, ἐμπνευσθεὶς ἄνωθεν, καὶ μέχρι τρίτου Σοφέ, διαδεξαμένους σου, θρόνον καὶ φρόνημα, εὐσεβέστατον, ὡς τῆς Τριάδος γνήσιος, καὶ πιστότατος θεράπων.

Νέον παῖδα μὲν Χριστὸς ἐνστερνισάμενος, θεοφορούμενον, καὶ Ἱεράρχην σοφέ, καὶ Μάρτυρα ἔδειξε, σὺ δὲ μιμούμενος, τοῦτον Πάνσοφε, τὸν νέον Παῦλον ἔσεσθαι, σοῦ διάδοχον προέφης.

τοῦ Πνεύματος σοὶ χάρις ἐνοικήσασα, προφήτην ἔδειξε, προβλέποντα τὰ μακρὰν καὶ σαφῶς προλέγοντα· ὅθεν προείρηκας, τοῖς αἰτοῦσί σε, περὶ πολλῶν θεσπέσιε, καὶ σῆς θείας ἐκδημίας.

Θεοτοκίον

Ξύλου βρώσεως γευσάμενοι προπάτορες ἀπεστερήθησαν, τῆς Παραδείσου τρυφῆς, ἡμεῖς δὲ γευόμενοι, σαρκὸς τοῦ τόκου σου, Θεονύμφευτε, τὴν ἐν Ἐδὲμ ἀπόλαυσιν, καὶ ζωὴν κληρονομοῦμεν.

Ἕτερος

Δροσοβόλον μὲν τὴν κάμινον

Φωτιζόμενος τοῦ Πνεύματος τῇ χάριτι, ταῖς πρὸς τὸ θεῖον νεύσεσι, καὶ μεθέξεσι, φωτοβόλος γέγονας ἀστήρ, φωτίζων τοὺς ψάλλοντας Σοφέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

γιώτατος ναὸς ἀγλαϊζόμενος, ταῖς ἐναρέτοις πράξεσι, σὺ γενόμενος ἐνοικοῦσαν ἔσχες ἱερῶς, ἐν σοὶ τὴν Τριάδα ἐκβοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νυσταγμὸν ἀπὸ βλεφάρων ἀπωσάμενος, ταῖς θείαις ἐγρηγόρσεσι, θείαν ἔλλαμψιν εἰσεδέξω, Ἄγγελον φωτός, καὶ στῦλον καὶ ἔρεισμα πιστῶν, καὶ Ἱεράρχην ἀποτελοῦσάν σε.

Θεοτοκίον

καθήμενος ἐν κόλποις τοῦ Γεννήτορος, ἀπεριγράπτως Ἄχραντε ἐν τοῖς κόλποις σου καθέζεται νῦν περιγραπτῶς, τὴν σὴν περικείμενος μορφήν, διὰ τὸ σῶσαι τόν Ἀδάμ, νέος Ἀδὰμ γεγονώς.

δὴ η'

Παῖδας εὐαγεῖς

Νάμασι τοῦ Πνεύματος θεόφρον, ὡς πλήρης ζωοπαρόχων ἀναβλύσεων, ποταμὸς ἐξέχεας, εὐσεβείας ὕδατα, ψυχὰς πιστῶν δὲ ἤρδευσας, ψάλλειν διδάσκων ἀεί, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

νὴρ ἐπιθυμιῶν Πνεύματος ὤφθης, καὶ σκεῦος ἐκλελεγμένον Ἱερώτατε· ὅθεν ἐρωτήσαντι, ἱεράρχῃ εἴρηκας, Ἀλεξανδρέων Πρόεδρον, προοπτικῶς μετ' αὐτόν, τὸν μέγαν Ἀθανάσιον εἶναι, τὸν πολὺν τὰ θεῖα, καὶ λαμπρὸν ἀριστέα.

θύνας τὸ σκάφος Ἐκκλησίας, πρὸς ὅρμον ὀρθοδοξίας γαληνότατον, οἷα ἐμπειρότατος, κυβερνήτης Πάνσοφε, τὴν ἄνω πόλιν ἔφθασας, γέρα ληψόμενος, τῶν πόνων καὶ ἱδρώτων σου μάκαρ, παρὰ τοῦ Δεσπότου, Χριστοῦ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

λην προσλαβὼν τὴν ἀνθρωπίνην, οὐσίαν ἐκ σοῦ Σεμνὴ ὁ ὑπερούσιος, ὅλον με τὸν ἄνθρωπον, ἔσωσε βουλήματι, καὶ κοινωνὸν ἀνέδειξε, νῦν θείας φύσεως· διὸ σε γεγηθότες ὑμνοῦμεν, ὡς καλῶν αἰτίαν, Παρθένε εἰς αἰῶνας.

Ἕτερος

Ἐκ φλογὸς τοῖς ὁσίοις

περήφανον ὄφιν τῇ ταπεινώσει σου, ἐταπείνωσας Μάκαρ προσανυψούμενος, ταῖς πρὸς τὸν Θεὸν καθαραῖς σου ἐντεύξεσιν· ὅθεν σε τιμῶμεν, Χριστὸν ὑπερυψοῦντες.

Σαρκωθέντα τὸν Λόγον ἐθεολόγησας, καὶ λαοὺς ἐκ δουλείας πλάνης διέσωσας, τὴν εἰδωλικήν, ἀπελαύνων δυσσέβειαν, Πάτερ Ἱεράρχα, Μητρόφανες θεόφρον.

Καὶ τὸν βίον τῷ λόγῳ ἔχων ἁρμόζοντα, καὶ τὸν λόγον τῷ βίῳ ἔχων ἐμπρέποντα, πλήρης ἡμερῶν γεγονὼς τῶν τοῦ Πνεύματος, Πάτερ πρὸς τὰς ἄνω, μετέβης κατοικίας.

Θεοτοκίον

Λυτρωθέντες τῆς πρώην ἀρᾶς τῷ τόκῳ σου, παντευλόγητε Κόρη Θεογεννήτρια, τὴν τοῦ Γαβριήλ, φωνὴν σοι ἀναμέλπομεν· Χαῖρε ἡ αἰτία, τῆς πάντων σωτηρίας.

δὴ θ'

Ἅπας γηγενὴς

Νόμος ὁ γραπτός, παρῆλθε τῆς χάριτος ἐπιφανείσης Χριστοῦ, ἡ Ἀαρωνῖτις δέ, ἱερωσύνη τῇ σῇ Μητρόφανες, Ἱεραρχία πάνσοφε παραχωρεῖ ἐμφανῶς, ὡς ἡλίου, τηλαυγῶς ἐκλάμποντος, τὸ ἀστέριον φέγγος συγκρύπτεται.

Εἰρήνη πολλή, ἐκ Θεοῦ γεγένηταί σοι Ἱερώτατε, οὗ ὡραῖοι ἔδραμον, πόδες εἰρήνης, ὁδὸν κηρύττοντος, εἰρήνην ὑπερέχουσαν ἅπαντα λόγον καὶ νοῦν, καὶ εἰρήνης, τόποις ἐνσκηνώσαντος, καὶ εἰρήνην λιταῖς ἡμῖν νέμοντος.

Σὺν Πατριαρχῶν, καὶ Μαρτύρων τάγμασιν Ὁσίων καὶ Προφητῶν, καὶ ταῖς τῶν Ἀγγέλων δέ, ταξιαρχίαις ὡς παριστάμενος, τῷ θρόνῳ τοῦ Παντάνακτος, ἀπαύστως πρέσβευε, κραταιοῦσθαι, ἄτρωτον τὸ κήρυγμα, εἰς αἰῶνας αἰώνων τῆς πίστεως.

παμβασιλεῦ, Θεὲ Τρισυπόστατε ἡμῖν εὐΐλατος, γενοῦ ταῖς θείαις λιταῖς, τοῦ Ἱεράρχου καὶ παῦσον ἅπαντα, τῆς Ἐκκλησίας σκάνδαλα, καὶ τὰ φρυάγματα, τῶν ἀθέων, ἐχθρῶν ἐξαφάνισον, καὶ εἰρήνευσον πάντα τὸν κόσμον σου.

Θεοτοκίον

Σῷζε πειρασμῶν, καὶ παντοίων θλίψεων ἁγνὴ Μητρόθεε, ἅπαντας τοὺς δούλους, καὶ αἰωνίου ῥῦσαι κολάσεως, καὶ τῆς χαρᾶς ἀξίωσον, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τούς ἐκ πόθου, σὲ ὕμνοις γεραίροντας, καὶ τὴν θείαν τιμῶντας εἰκόνα σου.

Ἕτερος

Θεὸν ἀνθρώποις

ν γῇ πραέων σὺ κατεσκήνωσας, Ἀρχιερεῦ πραῢς ἐν ἀκακίᾳ γενόμενος, καὶ τοῖς ἄνω συνήφθης στρατεύμασι, ὅλος ὡραϊσμένος θείαις λαμπρότησιν, ὅλος τῷ φωτὶ τῶν ἀρετῶν περιεχόμενος.

ρᾷς Ἀγγέλων θείας λαμπρότητας, Πατριαρχῶν Μαρτύρων Ἀποστόλων Μητρόφανες, σὺν αὐτοῖς δυσωπῶν τὸν φιλάνθρωπον, ἄφεσιν τῶν πταισμάτων, βίου διόρθωσιν, Ὅσιε δωρήσασθαι ἡμῖν τοῖς εὐφημοῦσί σε.

Θεοτοκίον

Σταγὼν καθάπερ ἡ ἐπουράνιος, τῇ σῇ γαστρὶ Παρθένε ὑετὸς καταβέβηκε, καὶ ξηράνας τῆς πλάνης τὰ ῥεύματα, ὤμβρισεν ἀφθαρσίαν καὶ ἀπολύτρωσιν, πᾶσι τοῖς ἀνθρώποις, διὰ σοῦ θεοχαρίτωτε.

Ἐξαποστειλάριον

Φῶς ἀναλλοίωτον

Φῶς τριλαμπέστατον μάκαρ, Μητρόφανες ἐν καρδίᾳ, δεξάμενος ἀνεδείχθης, μέγας φωστὴρ Ἐκκλησίας, καταφωτίζων τοὺς πίστει τῶν ἐν Τριάδι, ἕνα Θεὸν προσκυνοῦντας.

Θεοτοκίον

Φωτὸς δοχεῖον ἐδείχθης, φωτολαμπὲς Θεοτόκε, τὸ ἄχρονον ἐκ γαστρός σου· φῶς γὰρ ἀνέτειλε κόσμῳ, καὶ κατεφώτισε πάντας τοὺς ὀρθοδόξως, σὲ Θεοτόκον ὑμνοῦντας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

ναλαβὼν τοῦ Χριστοῦ τὴν πανοπλίαν, καὶ περιζωσάμενος τὴν σὴν ὀσφὺν κραταιῶς, ἐν ἀληθείας εὐθύτητι, δικαιοσύνης, θεῖον δὲ θώρακα ἐνδυσάμενος, καὶ ὑποδυσάμενος ὡραίους πόδας σου, Εὐαγγελίου τῆς χάριτος, ἑτοιμασίᾳ, καὶ ἐπὶ πᾶσι θυρεὸν πίστεως, καὶ τὴν τοῦ Πνεύματος, θείαν μάχαιραν, ῥῆμα Θεοῦ ὦ Μητρόφανες, τοῦ ἐχθροῦ τὰ πυρφόρα, παντελῶς βέλη κατέσβεσας.

Ξενοπρεπῶς σου τὸν βίον διανύσας, τὸν ξένον γενόμενον, Χριστὸν μιμούμενος, δι' εὐσπλαγχνίαν ἀμέτρητον, ξένων χαρίτων, κατηξιώθης Πάτερ Μητρόφανες, ξένοις καὶ αὐτόχθοσι σαφῶς τὰ μέλλοντα, προαγορεύων ὡς ἔνθεος, νέος Προφήτης, ἐν γηραλέῳ ψυχῆς φρονήματι· ὅθεν τῆς κρείττονος θείας ἔτυχες, κατ ἀξίαν ξενίας ἀοίδιμε, ἱκετεύων σωθῆναι, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

ἐπαξίως κομήτης Κωνσταντῖνος, ὥσπερ ἑσπερώτατος προσκληθεὶς ἄνωθεν τῶν χριστωνύμων ὁ πρώτιστος, Ἄναξ ἀνάκτων, σὲ ἐξ ἑώας ἐξανατείλαντα, ἄλλον ὥσπερ ἥλιον, εὑρὼν Μητρόφανες, συναγαγὼν ὡς ἀείφωτον, χορὸν ἀστέρων, θείων Πατέρων τὸ πρῶτον ἄθροισμα, ἐν ὑψιθρόνῳ στερεώματι, Ἐκκλησίας Χριστοῦ ἐνεθρόνισε, καταυγάζειν ἀκτῖσιν, εὐσεβείας τὸ ἀνθρώπινον.

περουράνιον ἄρτον προσκομίζων, θυσίαν ἀναίμακτον τῷ Παντοκράτορι, σαυτὸν ὡς θῦμα εὐπρόσδεκτον, ὡς Ἱεράρχης, μάκαρ προσῆξας καὶ καλλιέρημα· ὅθεν καὶ ὠσφράνθη σου τοῦ θυμιάματος, ὀσμὴν καὶ μύρον ἡδύπνοον, τὴν εὐωδίαν τῶν ἀρετῶν τε καὶ θείων πράξεων, καὶ νῦν τῷ θρόνῳ, παριστάμενος, τοῦ Σωτῆρος θυσίαν ἀναίμακτον, παρρησίᾳ προσφέρεις, καὶ φωτίζεις τοὺς ὑμνοῦντάς σε.

Δόξα... Ἦχος πλ. δ'

Μητρὸς παμφαοῦς, ὦ Μητρόφανες σοφέ, τῆς Ἐκκλησίας Χριστοῦ, Πατὴρ θεοπρόβλητος ἀνεδείχθης, καὶ νύμφης ἐκλεκτῆς τοῦ Βασιλέως τῶν οὐρανῶν, νυμφίος σεμνοπρεπής μυστικῶς ἐχρημάτισας, υἱοὺς ἀπείρους προσάγων τῷ ἀοράτῳ Πατρὶ διὰ πίστεως, πολύτεκνον τὴν κολυμβήθραν, ἐν πνεύματι Ἁγίῳ ἀπεργασάμενος. Ὅθεν τὸ δοθὲν σοι τάλαντον πολύπλασιάσας, χαίρων εἰσῆλθες εἰς τὸν νυμφῶνα τὸν οὐράνιον τῶν πρωτοτόκων ταῖς χορείαις συνηδόμενος, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστον σου γέννησιν, Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, δὴ γ' καὶ ς'.