The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Δ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Τὶ ὑμᾶς καλέσωμεν Ἁγιοι

Τὶ σε νῦν Ἀνδρέα καλέσωμεν, ἀσκητήν, τῶν παθημάτων ἀμαυροῦντα τὰς ὁρμάς, λειτουργόν, ἱερουργοῦντα Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελῳδοῦσαν τὰ τοῦ Πνεύματος, κινύραν, καταθέλγουσαν τὰ σύμπαντα, νέον Δαυΐδ γνωριζόμενον, τῆς κιβωτοῦ προσκιρτήσαντα, τῆς χάριτος, καὶ τῆς Νέας Διαθήκης σοφέ.

Τὶ σε νῦν Ἀνδρέα προσείπωμεν, μιμητὴν τῶν ἀνδρικῶς, ἠγωνισμένων ἐκλεκτῶν, ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάληψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβέστατον, δογματιστὴν ἀληθέστατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν Ἀνδρέα προσφθέγξωμαι; τῶν Ἁγίων ἱεροσολύμων, βλάστημα τερπνόν, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κρήτης, ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, Ἀνατολῆς ἐξορμώμενον, φωτίζοντα τὰ Ἑσπέρια, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα τῶν κακῶν ἐπιμονῇ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι καὶ βόησον· Τὸν σὸν Υἱὸν καὶ Θεὸν Ἁγνή, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.

Ἢ Σταυροθεοτοκίον

ρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν; Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.

 

Ἀπολυτίκιον Ἦχος πλ. δ'

ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Ἀνδρέα σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ὕμνοις κροτῶμεν ἀνδρικοῖς τὸν Ἀνδρέαν.

Θεοφάνους.

δὴ α' Ἦχος πλ. α'

Ἵππον καὶ ἀναβάτην

πνον ἀπὸ βλεφάρων, ἐκτιναξάμενος, σεαυτὸν τῷ Δεσπότῃ, δι' ἀρετῆς ἡτοίμασας, φαιδρὸν καταγώγιον, θεοφάντορ, Ὅσιε· ὅθεν ὤφθης Θεοῦ ἐνδιαίτημα.

Μέλει παναρμονίῳ, τὴν σὴν κινύραν κινῶν, τὴν Χριστοῦ, Ἐκκλησίαν, ὑμνολογῶν ἐφαίδρυνας, Ἀνδρέα θεσπέσιε, τοῦ Ἁγίου Πνεύματος, ἐνηχούμενος θείᾳ χάριτι.

Νόμῳ τῷ θεογράφῳ, σοφῶς πειθόμενος, τὰ τοῦ σώματος πάθη, ἀσκητικῶς ἐνέκρωσας, τὸν νοῦν δὲ ἐπτέρωσας, τῷ σφοδρῷ σου ἔρωτι, ᾄδων ᾄσματα θεῖα Πάνσοφε.

Θεοτοκίον

λος ἐπιθυμίᾳ, καὶ ἄχραντος γλυκασμός, ὁ Υἱὸς καὶ Θεός σου, τῶν ἀγαθῶν τὸ πλήρωμα, ὑπάρχει Πανάμωμε, ὃν δυσώπει ῥύσασθαι, τοὺς ἐν πίστει νῦν σοι προστρέχοντας.

δὴ γ'

Ὁ πήξας ἐπ' οὐδενὸς

θύνας δι' ἀρετῆς τὸν βίον σου Ὅσιε, καὶ τῷ θείῳ πόθῳ Θεῷ ἑνούμενος, ὄργανον ἐδείχθης λογικόν, πᾶσαν τὴν οἰκουμένην, καταλαμπρύνων μελῳδήμασι, θείων θησαυρῶν ἀρυόμενος.

Σοφίας τῆς οὐρανίου γέγονας ἔμπλεως· τῆς ψυχῆς γὰρ τὸ στόμα πλατύνας Ὅσιε, πᾶσαν εἰσεδέξω προφανῶς, αἴγλην τὴν φωτοφόρον, τοῦ τρισηλίου ἀμαρύγματος, ὡς ἱερουργὸς ἱερώτατος.

Κρατύνας τὰς ψυχικὰς δυνάμεις σου Ὅσιε, καὶ σαρκὸς κρατήσας ἀσκήσει, γέγονας, ὅλος φαεινότατος ἀστήρ, τέρπων τὴν Ἐκκλησίαν, τοῖς ὀρθοδόξοις σου διδάγμασι, καὶ ἁρμονικοῖς μελῳδήμασι.

Θεοτοκίον

υσθῆναι τῶν παθημάτων αἰχμαλωσίας με, δυσωπῶ σε Μήτηρ Θεοῦ πανάμωμε, καὶ τῆς ἁμαρτίας τὰς οὐλάς, πάσας ἐξαλειφθῆναι τὴν ἁμαρτίαν, ἡ τὸν αἴροντα, κόσμου παραδόξως κυήσασα.

Ὁ Εἱρμὸς

πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσαλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκλησίαν σου στερέωσον, μόνε ἀγαθέ, καὶ φιλάνθρωπε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας, γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου Ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους· Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

δὴ δ'

Τὴν θείαν ἐννοήσας σου

λόγος σου τῷ βίῳ κοσμούμενος, θεολογίας ἀκριβοῦς, κανὼν ἐδείχθης θεσπέσιε, τῆς πανυμνήτου Τριάδος, τὴν δόξαν σαφηνίζων τρανότατα.

Τὴν πρᾶξιν θεωρίας ἐπίβασιν, ἐπιδειξάμενος σοφέ, καὶ θεωρίᾳ χρησάμενος, τῆς πολιτείας σφραγίδι, Ἀνδρέα θεηγόρε διέπρεψας.

ς θεῖος Ἱεράρχης πανόλβιε, ποιμαντικῶς προπολεμῶν, τῆς Ἐκκλησίας ἀπήλασας, τὰς τῶν λεόντων ἐφόδους, Ἀνδρέα τῆς ἀνδρίας φερώνυμε.

Μεγίστων ἐγκωμίων ὑπόθεσιν, τὴν Θεοτόκον εὑρηκώς, σπουδὴν ἐδείκνυς κατάλληλον, τὴν ὑπερτέραν ἐπαίνων, ἐπαίνοις πολυτρόποις γεραίρων Σοφέ.

Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, πρὶν ὠδινῆσαι δὲ τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκί, τεκοῦσα πεφύλαξαι.

δὴ ε'

Ὁ ἀναβαλλόμενος

Νῦν οἱ σεμνυνόμενοι, τοῖς σοῖς διδάγμασι, καὶ μελῳδίαις ταῖς θεοπνεύστοις, ἱερῶς ἡδόμενοι, Ἀνδρέα παμμάκαρ, τὴν μνήμην σου γεραίρομεν.

Αἴγλῃ λαμπρυνόμενος, τοῦ θείου Πνεύματος, τὰς τῶν Ἁγίων χοροστασίας, παναγίως ᾔνεσας, μεθ' ὧν νῦν ἀγάλλῃ, Ἀνδρέα παμμακάριστε.

Νῦν οὖν δι' αἰσθήσεων, φθαρτῶν τοῦ σώματος, οὐ φαντασίαις ὁρᾷς τὰ θεῖα, νεορῶς δὲ Πάνσοφε, ψυχῆς ἐνεργείαις, ἑνούμενος τῷ κρείττονι.

Θεοτοκίον

Δάκρυσι προσπίπτω σοι, σφοδρῶς δεόμενος, ἐμῶν πταισμάτων νῦν λυτρωθῆναι, διὰ σοῦ Πανάμωμε, καὶ τῆς αἰωνίου, χαρᾶς γενέσθαι ἄξιον.

δὴ ς'

Μαινομένην κλύδωνι

ητορεύων ἤλεγξας, τοὺς ἀθέους στόματι λαμπρῷ· τῶν σεπτῶν Εἰκόνων γὰρ ἐτράνωσας, παναληθῶς, Ἱερομύστα προσκύνησιν.

ερῶς ἐκόσμησας, τὴν σὴν Πάτερ ἔνδοξε ζωήν· τῶν παθῶν γὰρ τάραχον κατέσβεσας, καὶ πρὸς ζωήν, τῆς ἀπαθείας προσώρμισαι.

Καλλοναῖς τῶν λόγων σου, καὶ δογμάτων πάντες οἱ πιστοί, εὐσεβῶς ἡδόμενοι ἀγάλλονται, αἱρετικῶν, τὰς γλωσσαλγίας τρεπόμενοι.

Θεοτοκίον

λικῶς ἑνοῦταί μοι, ὁ ἀνάρχως λάμψας ἐκ Πατρός, διὰ τῆς σαρκώσεως πανάμωμε, τῆς διὰ σοῦ, γεγενημένης Θεόνυμφε.

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν

Σαλπίσας τρανῶς, τὰ θεῖα μελῳδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων τοῦ σωθῆναι ἡμᾶς.

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.

Στίχοι

Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,

Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.

Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.

Αἱ ἅγιαι μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται.

ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

ἅγιος Ἱερομάρτυς Θεόφιλος καὶ ὁ ὅσιος Μένιγνος ἐν Κυρίῳ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης, καὶ τῆς ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ, Ὄρει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ὁ ὑπερυψούμενος

να τὴν λαμπρότητα, τῶν Ἁγίων Ὅσιε, θεάσῃ ἐν πνεύματι, τοῖς ἔργοις ἐλάμπρυνας, τὸν βίον σου, κραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ.

Σῶμα περικείμενος, ἀσωμάτων τάγματα, ἐζήλωσας Ὅσιε, ἐν οἷς ἀγαλλόμενος, συμφώνως ἀναμέλπεις· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τὰ Ἱεροσόλυμα, νῦν λαμπρῶς εὐφραίνεται, φωστῆρα πολύφωτον, τῷ κόσμῳ ἐκπέμψαντα, σὲ Μάκαρ μελῳδοῦντα· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

πρὶν μὲν ἀσώματος, σωματοῦται Πάναγνε, δι' οἶκτον ἀμέτρητον, ἐκ μήτρας ἁγίας σου, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

δὴ η'

Σοὶ τῷ παντουργῷ

Νέας κιβωτοῦ, τῆς Ἐκκλησίας Πάτερ, φαιδρῶς προεσκίρτησας, χοροὺς στησάμενος. Πάντα τὰ ἔργα Χριστὸν βοῶν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

σμα τὸ καινόν, ἐν Ἐκκλησίᾳ Πάτερ, Ὅσίων ἐκραύγαζες, τῷ Παντοκράτορι. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέμων ἀρετῇ, θεοπρεπῶς τὰ ἔργα, τοὺς ἄθλους ἀνύμνησας, Ἀνδρέα πάνσοφε, πάντων Ἁγίων, τῶν πρὶν θαυμαστωθέντων, καὶ τελειωθέντων, Χριστῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Δεῦτε τὴν ἁγνήν, καὶ Θεοτόκον Κόρην, ὑμνήσωμεν λέγοντες, ἐνθέοις ᾄσμασι· Χαῖρε Παρθένε, δι' ἧς χαρὰ ἐδόθη, φύσει τῶν ἀνθρώπων ὑπερευλογημένη.

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἡσαΐα χόρευε

ημάτων ὁ φθόγγος σου, διὰ πάσης ἔδραμε τῆς γῆς, δογμάτων τε τὸ τερπνόν, καὶ εἰλικρινές, Ἀνδρέα μακάριε· διὸ Χριστός, ὁ παμβασιλεύς, σὲ ἐστεφάνωσεν, εὐπρεπείας διαδήματι.

ν ἑνώσει κρείττονι, ἀπολαύων αἴγλης τριλαμποῦς, Ἀνδρέα μυσταγωγέ, τῶν ὑπερφυῶν, τοὺς πόθῳ τελοῦντάς σου τὴν ἱεράν, μνήμην ἱερῶς, νῦν ταῖς πρεσβείαις σου, ἐκ κινδύνων διαφύλαττε.

σωμάτων τάξεσι, συνευφραίνῃ νῦν ἐν οὐρανοῖς, τὸν τούτων ἐπὶ τῆς γῆς, βίον ἀκλινῶς, ὡς πολιτευσάμενος, καὶ ὀρθῆς πίστεως φανείς, κήρυξ πανάριστος, θεορρῆμον ἀξιάγαστε.

Θεοτοκίον

Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, τεκοῦσα σωματικῶς ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον, ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Θεοτόκε Μητροπάρθενε.

Ὁ Εἱρμὸς

σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.