The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων.

 Ἦχος δ'

Ἔδωκας σημείωσιν

Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρχορoν, Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λῖνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα Ἑρμᾶν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον καὶ Τυχικόν, καὶ Φιλήμονα, ἱεροῖς μελῳδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.

Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνᾶς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλὼς Κηφᾶς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κάρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.

Πούδην Ἡρωδίωνα, καὶ Ἀρτεμᾶν καὶ Φιλόλογον, Ὀλυμπᾶν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβᾶν καὶ Τίτον, Τέρπνὸν καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε, Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουνάτόν τε, καὶ Ἀπολλὼ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.

 Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

 τε κατετρώθης τὴν ψυχήν, ἔρωτι τῷ θείῳ Παμμάκαρ, τὸν σὸν ἐπάρας σταυρόν, χαίρων ἠκολούθησας τῷ σταυρωθέντι Χριστῷ καὶ νεκρώσας τὸ φρόνημα, σαρκὸς ἐγκρατείᾳ, Πνεύματος ἐνέργειαν ζῶσαν εἰσδέδεξαι, λύειν νοσημάτων χειμῶνα, θέρμη πρεσβειῶν εὐπροσδέκτων· ὅθεν σε συμφώνως μακαρίζομεν.

 τε ἐπιμόνοις προσευχαῖς, καὶ συντονωτάτῃ νηστείᾳ, τὸ ὀπτικὸν τῆς ψυχῆς, Πάτερ ἀπεκάθηρας, ναὸς γεγένησαι, Τρισηλίου θεότητος, καὶ Ἱερωσύνης, χρῖσμα θεῖον ἅγιον ὑποδεξάμενος, ἒνδον τῶν ἀδύτων εἰσῆλθες, θύων διὰ σὲ τὸν τυθέντα, διὰ συγκατάβασιν ἀπόρρητον.

Πρᾶος, ἀνεξίκακος ὀφθείς, ἐν ἀκεραιότητι γνώμης, Πάτερ Θεόκτιστε, κατεκληρονόμησας, πραέων ὄντως τὴν γῆν, καὶ μεθέξει θεούμενος, τρυφῆς ἀπολαύεις, καὶ ἀγαλλιάσεως, καὶ χαρμονῆς ἀληθοῦς, ἔνθα μνημονεύων μὴ παύσῃ, τῶν ἐορταζόντων ἐκ πόθου, καὶ τὴν σὴν τιμώντων θείαν κοίμησιν.

Δόξα... Καὶ νῦν... Ἦχος γ'

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα· Ἐν ἐκείνῃ τὸν Σωτῆρα Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμασαν· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυξε.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β'  Οἶκος τοῦ Ἐφραθᾶ

λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, Προφῆτα καθυπούργησον.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

λθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Πάντα μοι διὰ σοῦ, τὰ καλὰ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κἀγὼ ἐν τῷ φωτὶ αὐτοῦ.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Ἀπολυτίκιον  Ἦχος γ'

πόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ Προεόρτιον  Ἦχος δ'

τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

 

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς.

                                       Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

 

δὴ α  Ἦχος πλ. β'

Εἱρμὸς

Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρός, Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν.

Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικῶς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι.

κουτισθῶμεν, νῦν προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται.

δὴ γ'  Ὁ Εἱρμὸς

Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἣνωσας, καὶ τοῖς ρείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.

ύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.

 φρων ἀνήρ, ὁ μὴ γινώσκων Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδευμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ, καὶ πάσης ἐκπίπτει σωτηρίας, οὗπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες ῥυσθείημεν.

                                                         δὴ δ'  Ὁ Εἱρμὸς

Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν.

πὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος.

Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανείς, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον.

Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν.

δή ε'  Ὁ Εἱρμὸς

Τῷ συνδέσμῳ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερῷα.

τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου.

Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθᾶραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις  καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων.

δὴ ς'  Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε.

Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατὴρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον.

ύπον πᾶς ὁ φέρων, ἀπορρυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθᾶραι προϊόντι τὴν φύσιν ἡμῶν.

δὴ ζ'  Ὁ Εἱρμὸς

Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν.

μῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθὴσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν.

Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· ᾧ πιστῶς ὑπαντήσωμεν.

δὴ η'  Ὁ Εἱρμὸς

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικῶς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δεξιοῦτο τὸν ἐρχόμενον, τάς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'  Ὁ Εἱρμὸς

Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον.

πιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κἀκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα  τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται.

Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος.

ς ἄνθρωπος ἐπέστης, οὐσίᾳ οὐ φαντασίᾳ, ὡς εἷς ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν

Κάθισμα  Ἦχος δ'

Ταχὺ προκατάλαβε

δοὺ παραγίνεται, πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε· Δεῦρο μὲ βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ παράπτωμα, ἦλθον ἰάσασθαι.

Δόξα... Καὶ νῦν... ὁ αὐτὸς

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπῶς ἐρχόμενον ὑμνήσωμεν αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· Ἰδοὺ γὰρ σῶσαι γένος τῶν βροτῶν, ἐν Ἰορδάνου ῥοαῖς παραγίνεται.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα  Ἦχος πλ. δ'

Ἀνέστης ἐκ νεκρὼν

μέγας Βαπτιστής, τοῦ Κυρίου ἀγάλλου· ἐπέστη γὰρ Χριστός, ὑπὸ σοῦ βαπτισθῆναι, τρέμεις ὡς ὑπηρέτης· ὁ γὰρ Δεσπότης κεφαλὴν κλίνει σοι· ἅψαι τῆς θείας κάρας, τοῦ ἁπτομένου χειρὶ τὰ σύμπαντα, καὶ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Οἱ Κανόνες. ὁ Προεόρτιος εἰς ς' τῶν Ἁγίων Ἀποστόλων εἰς δ' καὶ τοῦ Ὁσίου εἰς δ'. Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.

Κατὰ Ἀλφάβητον. Ἰωσήφ.

δὴ α  Ἦχος πλ. β'  Ὁ Εἱρμὸς

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

γαλλιάσθω ἡ κτίσις, αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν. Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποιῆσαι κάθαρσιν.

Βασιλικὴν ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.

Γόνος Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν Γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς, παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.

Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

Χριστοῦ Μαθητὰς δευτέρους ἐπαινέσω. Ἰωσήφ.

δή α'  Ἦχος δ'

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Χριστῷ μαθητεύσαντες, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, φανέντι Πανεύφημοι, κατεφωτίσατε, κόσμον ἅπαντα, ἀκτῖσιν εὐσεβείας, τὸ σκότος μειώσαντες τῆς ἀθεότητος.

εόντων ἀφέμενοι, τὸ πεφυρμένον καὶ ἄστατον, Χριστῷ ἡκολούθησαν, Κρήσκης καὶ Πρόχορος, καί, Ἀνδρόνικος, Θαδδαῖος καὶ Νικάνωρ, φωστῆρες γενόμενοι, θεοειδέστατοι.

σχὺν τοῦ ἀλάστορος, κατεπαλαίσατε ἔνδοξοι, ἰσχύϊ τοῦ Πνεύματος, τοὺς τῇ μανίᾳ τε, ἀθεότητος, τελείως παρεθέντας, ἰσχύος ἐπλήσατε, καὶ θείας γνώσεως.

Σαρκὸς ὁμοιώματι, ἐπιφανέντα τὸν Κύριον, Ἀμπλίας ἐκήρυξε, Στάχυς καὶ Φίλιππος, ὡς Ἀπόστολοι, ὡς θεῖοι Ἱεράρχαι, ὡς ὄντες διάκονοι, τῶν ὑπὲρ ἔννοιαν.

Θεοτοκίον

Τὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν ᾧ κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι' ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.

Κανὼν τοῦ Ὁσίου. Ποίημα Θεοφάνους

δὴ α  Ἦχος β'

ν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Τῆς τρυφῆς χειμάρρους ὁ Χριστός, νάμασι προέρχεται, δουλοπρεπῶς τοῦ Ἰορδάνου λούσασθαι, τὰ ὄρη σκιρτήσατε, ἀγαλλίασιν, οἱ βουνοὶ περιζώσασθε, οἱ ῥερυπωμένοι, κάθαρσιν πρὸς θείαν εὐτρεπίσθητε.

φωσφόρος μνήμη σου ἡμῖν, σήμερον ἐξέλαμψεν, ἡλιακὰς μαρμαρυγὰς Θεόκτιστε, τῶν κατορθωμάτων σου, τῶν παθῶν ἡμῶν, ἐλαυνούσας κατήφειαν, ἥν ἐπιτελοῦντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.

Πτερωθεὶς τῷ πόθῳ Χριστοῦ, γέγονας μετάρσιος, τῆς κοσμικῆς ἀπαναστὰς συγχύσεως· ὅθεν προσεχώρησας, πρὸς ἀσκήσεως τὰ ἐπίπονα σκάμματα, καὶ δι' ἐγκρατείας, Ἄγγελος καθάπερ ἐπεβίωσας.

Θεοτοκίον

Τὴν Ἁγνὴν ἀγνεύοντι νοΐ, δεῦτε μακαρίσωμεν, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, Θεὸς ἐκλεξάμενος, ἣν κατῴκησεν, ὡς σκηνὴν ἁγιάσματος, ὡς τιμιωτέραν, πάντων τῶν κτισμάτων ἀνυμνήσωμεν.

δὴ γ'  Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Δεσπόζων πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίνῃ σαρκικῶς, Βαπτίσματι θεουργῷ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.

πέστης ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν; ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.

Ζητῶν τὸ πρόβατον Χριστέ, ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς, ἐφίστασαι ἐκβοῶν, τῷ Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.

Τῶν Ἀποστόλων

Τοὺς σοὺς ὑμνολόγους

Οἷα ποταμοὺς ὑμᾶς ὁ Λόγος, εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, πληροῦντες ταύτην Πάνσοφοι, ἀρδείαις θείου Πνεύματος, καὶ τὸν φλογμὸν ἐξαίροντες, τῆς ἀθεΐας ἐν χάριτι.

μνήσωμεν Τίμωνα τὸν θεῖον, τὸν Σίλαν τε καὶ Σιλουανόν, καὶ πίστει ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, καὶ Οὐρβανὸν καὶ Ἄγαβον, τοὺς ἀληθῶς χριστοκήρυκας.

Μακάριοι ἤδη γεγονότες, ὡς ὄντως μακάριον Θεόν, διδάσκαλον πλουτήσαντες, τοὺς πρὶν ἀθλίους Πάνσοφοι, μετόχους ἀπεδείξατε, ἐνθέου μακαριότητος.

Θεοτοκίον

γνὴ πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τὸν τόκον ἀληθῶς, Παρθενομῆτορ πέφηνας· Θεὸν γὰρ ἀπεκύησας, ὃν Ἀποστόλων σύλλογος, περιφανῶς ἀνεκήρυξεν.

Τοῦ Ὁσίου

Ἐν πέτρᾳ με τῆς πίστεως

βύσσους τῷ προστάγματι ὁ ποιήσας, ὁ ὕδατι στεγάζων τὰ ὑπερῷα, ἐν ὕδασι προέρχεται βαπτισθῆναι, ψυχὴ γρηγόρησον, παθῶν καθάρθητι, ἀρετῶν προσφέρουσα τὰ βλαστήματα.

δύπνοον ὡς ῥόδον τῇ γεωργίᾳ, τοῦ Πνεύματος ἀσκήσεως ἐν λειμῶνι, ἐξήνθησας Θεόκτιστε εὐωδίας, πληρῶν τοὺς ψάλλοντας, Θεῷ ἑκάστοτε Ὡς οὐκ ἒστιν ἅγιος, πλὴν σου Κύριε.

λαία ὡς κατάκαρπος ἐν τῷ οἴκῳ, Κυρίου ἀνεβλάστησας τῷ ἐλαίῳ, τῶν πόνων σου Θεόκτιστε ἱλαρύνων, ἡμῶν τὰ πρόσωπα, ψαλλόντων, Ὅσιε Ὡς οὐκ ἒστιν ἅγιος, πλὴν σου Κύριε.

Θεοτοκίον

Πολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψους, ἐν ὀδύνῃ ἐξέλιπεν ἡ ζωή μου, κατέδυσα εἰς χάος πλημμελημάτων, σῶσον μὲ Δέσποινα, μὴ ὑπερίδῃς με, προστασίαν ἄμαχον· σὲ γὰρ κέκτημαι.

Ὁ Εἱρμὸς

ν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος πλὴν σου Κύριε.

Κάθισμα τῶν Ἀποστόλων

Ἦχος γ'  Θείας πίστεως

Στῦλοι ἄσειστοι τῆς Ἐκκλησίας, ἑδραιώματα τῆς εὐσεβείας, γεγενημένοι Μαθηταὶ τοῦ Θεοῦ ἡμῶν, διατηρήσατε ταύτην ἀλώβητον, ἀποσοβοῦντες τοῦ πλάνου τὰ σκάνδαλα, καὶ αἰτούμενοι, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τοῦ Ὁσίου  Ἦχος α

Τοῦ λίθου σφραγισθέντος

Ποιμάνας θεαρέστως τοῦ Κυρίου τὸ ποίμνιον, τῇ σύριγγι τοῦ λόγου, θεοφόρε Θεόκτιστε, εἰς χλόην ἀπαθείας καὶ ζωῆς, προσήγαγες σῳζόμενον Θεῷ, καὶ πρὸς τοῦτον ἐκδημήσας, μισθὸν τῶν πόνων εἴληφας ἐπάξιον. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν... Προεόρτιον, ὅμοιον

Τοῦ Ἰησοῦ γεννηθέντος, ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ τοῦ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

δὴ δ'  Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

νίκα εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάρρυπος, φύσις ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.

Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.

δοὺ ἡ κάθαρσις, ἰδοὺ ἡ λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια, οἰκειωθῶμεν οὖν αὐτῷ, διὰ βίου καθαρότητος.

Τῶν Ἀποστόλων

Τὴν ἀνεξιχνίαστον

Θάλασσαν ἐτάραξαν τὴν τῶν Ἐθνῶν, ταύτην ἐπιβάντες οἱ πάνσοφοι, καθάπερ ἵπποι, τοῦ Σωτῆρος Μαθηταί, καὶ τοὺς πιστοὺς διέσωσαν, ὕδατι Ἁγίῳ καὶ Πνεύματι.

στραψαν ὡς ἥλιος ἐπὶ τῆς γῆς, Πούδης Ἀπελλῆς καὶ Φιλόλογος, καὶ Ἡρωδίων, Ῥοῦφός τε καὶ Πατροβᾶς, καὶ τοὺς πιστοὺς ἐφώτισαν, σκότους ἀγνωσίας ῥυσάμενοι.

Τείνας ἐξαπέστειλε βέλη ὑμᾶς, ὡς ἠκονημένα ὁ εὔσπλαγχνος, βέλη συνθλῶντα, τοῦ ἐχθροῦ καὶ τοὺς δεινῶς, τραυματισθέντας Ἔνδοξοι, χάριτι Θεοῦ θεραπεύοντας.

Αἴνεσιν προσάξωμεν τῷ Λυτρωτῇ, ἀνυμνολογοῦντες Ῥοδίωνα, τὸν θεηγόρον, καὶ Ἑρμῆν τὸν εὐκλεῆ, καὶ τὸν σοφὸν Ἀσύγκριτον, Λῖνόν τε τὸν θεῖον καὶ Γάϊον.

Θεοτοκίον

Σὲ μακαριώτατος πάλαι χορός, τῶν προφητευόντων ἐν Πνεύματι, θεηγορίαις, ἱεραῖς θεοπρεπῶς, κατονομάζει Πάναγνε, Πύλην τε καὶ Ὄρος κατάσκιον.

Τοῦ Ὁσίου

Ἐλήλυθας, ἐκ Παρθένου

στάλαξαν, γλυκασμὸν οἱ τῶν πόνων ἱδρῶτές σου, πικρίαν ἐξαίροντες, τὴν τῶν Δαιμόνων Ἀοίδιμε, νόσων φυγαδεύοντες, τάς ἁλμυρὰς διεκχύσεις ἀξιάγαστε.

Θεουμένος, ἀνενδότοις καθάρσεσιν Ὅσιε, φωστὴρ ἐχρημάτισας, τῶν Μοναστῶν φαεινότατος, τύπος ἀκριβέστατος, καὶ ποδηγέτης, καὶ πύργος ἀδιάσειστος.

Διέρρηξας, τῶν παθῶν τάς θαλάσσας Θεόκτιστε, τῇ ῥάβδῳ τῆς Πίστεως, καὶ Φαραὼ τὸν ἀόρατον, Πάτερ κατεπόντισας, ἐπαγγελίας πρὸς χθόνα φθάσας Ὅσιε.

Θεοτοκίον

Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ Πανάμωμε, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ ῥυσθήσομαι, πειρατηρίων, Δαιμόνων, μεσιτείᾳ σου.

δή ε'  Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Καρποφορήσωμεν τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τοῖς ὕδασι, τῶν ἁμαρτημάτων τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.

Λαὸς ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανὲν σοι τὸ ἄδυτον, βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν ὕμνησον.

Μέγα μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, ὦ μεγαλόδωρε Κύριε, ἔρχῃ σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀρρήτως μεγαλύνων διὰ Βαπτίσματος.

Τῶν Ἀποστόλων

Ἐξέστη τὰ σύμπαντα

Δεσμεῖν τε πανεύφημοι, καὶ λύειν ὡς Ἀπόστολοι, λαβόντες ὑμεῖς τὴν ἐξουσίαν, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἐλύσατε· ὅθεν τὴν ὑμῶν, μνήμην ἑορτάζομεν, πιστῶς περιχορεύοντες.

νθέοις, Ἀρίσταρχος, τιμάσθω μελῳδήμασι, Τέρτιος, Ἰάσων καὶ Σωσθένης, Καῖσαρ καὶ Μᾶρκος, Λουκᾶς Σωσίπατρος, Κούαρτος καὶ θεῖος Ἀπελλῆς, Κλήμης Ἐπαφρόδιτος, καὶ ὁ πάνσοφος Ἔραστος.

μᾶς ὡς τοὺς Δώδεκα, ἀπέστειλεν ὁ Κύριος, πᾶσαν ἐκριζοῦντας ἀθεΐαν, πᾶσιν ἀνθρώποις καταφυτεύοντας, γνῶσιν θεϊκὴν περιφανῶς, ἔνδοξοι Ἀπόστολοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Τὰ ὄμματα φώτισον, Παρθένε τῆς καρδίας μου, λάμψον μοι ἀκτῖνα μετανοίας, σκότους μὲ ῥῦσαὶ διαιωνίζοντος, Πύλη τοῦ φωτὸς Χριστιανῶν, πάντων τὸ προσφύγιον, τῶν πιστῶς ἀνυμνούντων σε.

Τοῦ Ὁσίου

Ὁ φωτισμὸς τῶν ἐν σκότει

Τῶν προσευχῶν, τῷ ἀρότρῳ ἀνανεώσας, γῆν τῆς καρδίας, ταύτῃ κατεβάλου τοῦ λόγου σπόρον, Πάτερ θέοφρον, καὶ πολύχουν ἐδρέψω, εὐκαρπίαν τῶν εὐφημούντων σε, πάντων εὐσεβῶν, τάς ψυχὰς διατρέφουσαν.

γρυπνον νοῦν, ἀενάως προσφέρων, Πάτερ θέοφρον, πάθη κατεκοίμισας ψυχοφθόρα, ὄρθρον πρὸς θεῖον, ἐπειγόμενος φθάσαι, πρὸς ἀδύτου φωτὸς λαμπρότητα, τῶν εὐφραινομένων, ἐν ᾧ ἡ κατοίκησις.

ς θεαυγής, καὶ φωσφόρος καὶ πλήρης τῶν χαρισμάτων, Πνεύματος τοῦ θείου ὑπάρχων Πάτερ, τῆς ἀκακίας τὸ ἀνόθευτον ἦθος, ὑποφαίνων πᾶσιν, ἐδείκνυες, Ἄγγελος καθάπερ, βιῶν μετὰ σώματος.

Θεοτοκίον

νατολῆς, τῆς ἐξ ὕψους φανείσης, ἐδείχθης Πύλη, θρόνος ἐπηρμένος τοῦ Βασιλέως, οὐρανομήκης, καὶ μετάρσιος Κλῖμαξ, ᾗ ἐπέβη Χριστὸς Πανάχραντε, καὶ τοῖς ἀπωσμένοις, βροτοῖς προσωμίλησεν.

δὴ ς'  Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Ναμάτων ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.

Ξενίζεται ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα οὐρανόν, καὶ κράζει· Τὶς αὕτη σου, ἡ πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;

πλήρης κεκένωται ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσῃς τὴν πάντων ἀναγέννησιν.

Τῶν Ἀποστόλων

Τήν θείαν ταύτην

Εἰς πάντα κόσμον ἐρράνατε, τὸ ὕδωρ τῆς ζωῆς τὸ σωτήριον, νεφέλαι ἔμψυχοι, ἀναδειχθέντες Ἀπόστολοι, καὶ τῶν πιστῶν καρδίας κατεδροσίσατε.

ημάτων θείων ἡ δύναμις, ὑμῶν τὴν τῶν ῥητόρων ἐνίκησε, πολλὴν δεινότητα, καὶ τοὺς ἀσόφους ἐσόφισε, μωραινομένους γνώσει τῆς πλάνης Πάνσοφοι.

θεῖος Πούδης καὶ Τρόφιμος, Φιλήμων ὁ κλεινὸς καὶ Ἀρίσταρχος, Ὀνησιφόρος τε, καὶ Τυχικὸς ὁ πανάριστος, ὡς Μαθηταὶ τοῦ Λόγου μεγαλυνέσθωσαν.

Θεοτοκίον

μνῶ σε μόνη Πανύμνητε, δοξάζω σε ἀεὶ θεοδόξαστε, καὶ μακαρίζω σε, ἣν γενεαὶ μακαρίζουσι, τῶν γενεῶν Παρθένε θεομακάριστε.

Τοῦ Ὁσίου

Ἐν ἀβύσσῳ πταισμάτων

Πονηρίας ὑπέταξας πνεύματα, Πνεύματος Ἁγίου δειχθεὶς ἐνδιαίτημα, τοῦ τὴν ἰσχύν σοι πνεύσαντος, θεοφόρε παμμάκαρ Θεόκτιστε.

Λογικῇ βακτηρίᾳ σου Ὅσιε, πόᾳ τῆς ἀσκήσεως Πάτερ ἐξέθρεψας, τὸ λογικὸν σου ποίμνιον, καὶ πρὸς μάνδραν οὐράνιον ἴθυνας.

Θεοτοκίον

Οὐρανὸν ὁ τανύσας βουλήματι, ἄλλον ἐπὶ γῆς οὐρανὸν σε ἀνέδειξε, Θεογεννῆτορ Ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἐπέφανεν.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον τῶν Ἀποστόλων

Ἦχος β'  Τὰ ἄνω ζητῶν

Χριστοῦ Μαθητῶν, χορὸν τῶν Ἑβδομήκοντα, ἐνθέως πιστοί, ὑμνήσωμεν σήμερον, καὶ πανηγυρίσωμεν· δι' αὐτῶν γὰρ πάντες ἐμάθομεν, Τριάδα σέβειν ἀμέριστον· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.

Ὁ Οἶκος

Τῶν Ἑβδομήκοντα Ἀποστόλων τὴν χορείαν, συμφώνως οἱ πιστοί, ἱεραῖς εὐφημήσωμεν μελῳδίαις, Στέφανον, Πρόχορόν τε καὶ Σίλαν καὶ Νικάνορα. Τίμωνα καὶ Ἀμπλίαν καὶ Παρμενᾶν, Ἀπελλῆν τε Ἰάκωβον, Φίλιππον, Ἀρίσταρχον, καὶ Ματθίαν, Ἡρωδίωνα, Κρήσκην καὶ Φλέγοντα Βαρνάβαν, Λῖνον καὶ Ὀλυμπᾶν, Λουκᾶν καὶ Ἀσύγκριτον, καὶ τοὺς λοιπούς· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.

Συναξάριον

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.

Στίχοι

Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους,

Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.

μφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

ν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,

Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,

ξαπτέρυξι συμπαρίστανται Νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.

Στίχοι

θανάσιος συνθανὼν τῷ Ζωσίμῳ,

νδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής.

Στίχοι

Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.

Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

δὴ ζ'  Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πῶς σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάρρουν Χριστέ; πῶς ὁ Πρόδρομος, ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;

εῖθρον Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρᾷ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.

Σταλαξάτωσαν τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ κροτείτωσαν χειρί, ἐπέφανεν ἥκει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι πταίσματα.

Τῶν Ἀποστόλων

Οὐκ ἐλάτρευσαν τῇ κτίσει

Σαγηνεύσαντες τῷ λόγῳ ἀνειλκύσατε, τῆς ἀθεΐας βυθοῦ, Ἔθνη πολύσπορα, σημείοις καὶ τέρασιν ἐπιστηρίξαντες, τὰ φρονήματα, τούτων σοφοὶ Ἀπόστολοι, ὁδηγοὶ πεπλανημένων.

μβιβάσαντες πρὸς ὅρμον γαληνότατον, τοὺς θαλαττεύοντας, τῇ ἅλμῃ τῶν δυσχερῶν, σωτῆρες ἐδείχθητε Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Πάντες Εὔοδον καὶ Καρπὸν μακαρίσωμεν, καὶ Τυχικὸν καὶ Κηφᾶν, Ἰοῦστον καὶ Ἀρτεμᾶν, Ζηνᾶν τε τὸν ἔνδοξον, ὡς τοῦ Χριστοῦ Μαθητάς, ἀναμέλποντες ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

στραπόμορφοι τῷ Πνεύματι γενόμενοι, Χριστοῦ Ἀπόστολοι, τοὺς κρατουμένους νυκτί, ἀγνοίας ἐρρύσασθε, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς, ὡδηγήσατε, ἀναβοῶντας πάντοτε Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

λαστήριον Πανάμωμε γεγένησαι, ἁμαρτανόντων ἀεί, τεκοῦσα ὑπερφυῶς, τοῦ κόσμου τὸν αἴροντα, τὴν ἁμαρτίαν Χριστόν· ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ὁσίου

Ἀντίθεον πρόσταγμα

Δακρύων προσχύσεσιν ἐναποσβέσας, παθῶν ὑπεκκαύματα, Θεόκτιστε μακάριε, θαυμάτων ἀνέβλυσας, ῥεῖθρα ἀείζωα, οἷς περ ἀποπλύνονται, ψυχῶν τε καὶ σωμάτων, νόσοι ἀοίδιμε.

Δαυῒδ τὴν πραότητα Πάτερ ζηλώσας, ἐκτήσω τὸ ἄμεμπτον, Ἰὼβ καὶ τὴν ἀπάθειαν, Ἰακὼβ τὸ ἄπλαστον, καὶ πίστιν τοῦ Ἀβραάμ, Πέτρου τὴν θερμότητα, μεθ' ὧν κατασκηνώσας, ἡμῶν μνημόνευε.

Θεοτοκίον

Ζωὴν ἐνυπόστατον ἡμῖν τεκοῦσα, θανάτῳ τὸν θάνατον, Παρθένε καταργήσασαν, δεινῶν ἐπικλύσεσι, θανατωθέντα μέ, ζώωσον πρεσβείαις σου Ἁγνή, εὐλογημένη καὶ ὑπερένδοξε.

δὴ η'  Ὁ Εἱρμὸς

κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὰ ποτάμια ῥεῖθρα μηλωτῇ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος, προσκιαγραφῶν, ἥν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.

πεσήμανε πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν, ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.

Φάραγξ πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανείᾳ.

Τῶν Ἀποστόλων

Παῖδας εὐαγεῖς

Νεώσαντες φρένας χερσωθείσας, ἀρότρῳ τοῦ λόγου παναοίδιμοι, ταύταις τὰ σωτήρια, σπέρματα ἐσπείρατε, καὶ εὐσεβείας ἄσταχυν ἑκατοστεύοντα, ἐδρέψασθε τῶν ἀνασωθέντων, τὴν πληθὺν Κυρίου, Ἀπόστολοι πανσόφως.

παίνοις Ἰάκωβον ἐνθέοις, Κλεόπαν Βαρνάβαν τε καὶ Στέφανον, Νάρκισσον τὸν πάνσοφον, Μᾶρκον Ἀριστόβουλον, καὶ Ἀπελλῆν τιμήσωμεν, ὡς Ἀποστόλους Χριστοῦ Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σταυρὸν ἀντὶ θώρακος φοροῦντες, πρὸς πάσας ἀνδρείως ἐχωρήσατε, φάλαγγας τοῦ δράκοντος, πάνσοφοι Ἀπόστολοι, καὶ ταύτας διολέσαντες, οὓς ἠχμαλώτευσεν, ἀνθρώπους συνελάβεσθε πίστει, καὶ τῷ ζωοδότῃ, προσήξατε Δεσπότῃ.

Θεοτοκίον

θαῦμα ἐπέκεινα θαυμάτων! πῶς τίκτεις καὶ μένεις παρθενεύουσα; πάναγνε Θεόνυμφε· Λόγον γὰρ ἐγέννησας, τὸν τῷ Πατρὶ συνάναρχον, ᾧ πάντες ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ὁσίου

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

ν ἀκακίᾳ τὴν ζωήν, διανύσας ἀληθῶς θέοφρον Πάτερ, τοῦ ἐχθροῦ τὴν κακίαν, τελειοτάτῳ νοΐ, καθεῖλες· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Θεόκτιστε κραυγάζων.

Νῦν ἡ ἀξίνη τῶν ψυχῶν, ἀπειλεῖ τὴν ἐκτομήν, ψυχή μου σπεῦσον, καὶ παθῶν τάς ἀκάνθας, ἀποτεμοῦσα καρπούς, ὡρίμους Κυρίῳ προσάγαγε, ταῖς τοῦ θεοφόρου, εὐχαῖς διασωθεῖσα.

Θεοτοκίον

πὸ πασῶν σε γενεῶν, ἐξελέξατο Χριστὸς εἰς κατοικίαν, ἑαυτῷ Θεοτόκε, ἀνακαινίζων ἡμᾶς, φθαρέντας ἑνώσει τῇ κρείττονι· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'  Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν.

Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου.

Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν.

ς ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.

Τῶν Ἀποστόλων

Ἅπας γηγενὴς

ασαι ἡμῶν, Χριστὲ τὰ παθήματα, τῶν Ἀποστόλων εὐχαῖς, τῶν ἀγαπησάντων σε, καὶ κηρυξάντων ἐν πᾶσιν ἔθνεσι, Θεὸν ὁμοῦ καὶ Κύριον, Δημιουργὸν τοῦ παντός, καὶ εἰδώλων, πᾶσαν ἀμαυρότητα, διωξάντων φωτὶ τοῦ κηρύγματος.

 σπερ ἀστραπαί, τῷ κόσμῳ ἐξέλαμψαν, Λουκᾶς ὁμοῦ καὶ Ἑρμῆς, Μᾶρκος Ἀνανίας τε, καὶ σὺν Ματθίᾳ ὁ ἱερὸς Ὀλυμπᾶς, καὶ τῶν πιστῶν τὸ πλήρωμα, σαφῶς ἐφώτισαν· οὓς ἐν πίστει, σήμερον τιμήσωμεν, ἱεροῖς καὶ σεπτοῖς μελῳδήμασι.

Στῶμεν εὐσεβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ μακαρίσωμεν, τοὺς Ἱεροκήρυκας, καὶ Διδασκάλους καὶ ἀγγελόφρονας, καὶ πλουτιστὰς σωτῆράς τε, καὶ ἀντιλήπτορας, καὶ προστάτας, πάντων χρηματίζοντας, τῶν τιμώντων αὐτῶν τὰ μνημόσυνα.

στραψαν φωτί, ἀΰλῳ τοῦ Πνεύματος, Ἀκύλας Ἀχαϊκός, Κάρπος τε ὁ ἔνδοξος, καὶ Φουρτουνάτος σὺν τοῖς ἑξήκοντα, καὶ ἓξ Χριστοῦ θεράπουσι, καὶ ἱεροὶς Μαθηταῖς, καὶ καρδίας, πάντων καταυγάζουσι, τῇ φωσφόρῳ αὐτῶν μνήμῃ σήμερον.

Θεοτοκίον

Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς εὐφημούντων σε.

Τοῦ Ὁσίου

Ἀνάρχου Γεννήτορος

Θεοῦ κτίσις πέφυκας, Θεόκτιστε ἀνόθευτος, μὴ νοθεύσας ψυχῆς σου τὸ κάλλος Ὅσιε, τῶν ἁμαρτημάτων κηλῖσιν, ἀλλὰ σαυτόν, ὅλον ὠραΐσας, καλῶν ἐπιδόσεσι· διὰ τοῦτο σε γεραίρομεν.

ρεταῖς κοσμούμενος, ἀγάπῃ λαμπρυνόμενος, τῶν καλῶν ταῖς ἰδέαις καταστραπτόμενος, πρὸς τοὺς σοὺς μετέβης Πατέρας, Πάτερ σοφέ, ἐν πίονι γήρᾳ, σῖτος ὥριμος, θησαυροῖς θείοις τηρούμενος.

ποίμνη σου σήμερον, χορεύει ἑορτάζουσα, φωτοφόρον τὴν μνήμην τῆς σῆς κοιμήσεως, ἣν ἐπευλογεῖν οὐρανόθεν, καὶ μεταστάς, μὴ λίπῃς τρισμάκαρ, Θεῷ παριστάμενος, σὺν Ἀγγέλοις Παμμακάριστε.

Θεοτοκίον

Ζωὴν ἡ κυήσασα, βροτῶν εἰς ἀπολύτρωσιν, νεκρωθεῖσαν Παρθένε τοῖς παραπτώμασι, ζώωσον Ἁγνὴ τὴν ψυχήν μου, ὡς συμπαθής, ὡς μόνη προστάτις, τῶν καταφευγόντων σου, ἐν τῇ σκέπῃ Παναμώμητε.

Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις

Καταλιπόντες κόσμον, οἱ Ἑβδομήκοντα Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.

Προεόρτιον, ὅμοιον

ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'  Αἱ Ἀγγελικαὶ

 ν περ ἡ φωνή, τοῦ βοῶντος προετύπου, ἦλθεν ὁ Χριστός, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τῷ Προδρόμῳ ἔφη Δεῦρο πλῦνόν με ὕδασι, βάπτισόν με νῦν συγκαταβάντα· τὸν γὰρ Ἀδὰμ ἐκπλῦναι ἦλθον, τοῦ πρὶν πτώματος· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 ψος οὐρανοῦ, οὐδαμῶς ἐξιχνιάσω, ἄστρων ἀριθμόν, οὐδὲ γῆν ἀναμετρήσω, καὶ πῶς τῆς κορυφῆς σου, τῷ Δεσπότῃ ὁ Πρόδρομος, ἅψομαι χειρί; πῶς δὲ βαπτίσω, τὸν φέροντα δρακὶ τὴν κτίσιν, διὸ κράζω σοι Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Σύνθρονος Πατρί, καὶ τῷ Πνεύματι ὑπάρχων, ταῖς ἀγγελικαῖς, στρατιαῖς δορυφοροῦμαι, ἀλλὰ σμικρῷ σπηλαίῳ ἐξενίσθην τικτόμενος, ἐν τῇ Βηθλεὲμ δι' εὐσπλαγχνίαν· διὸ καὶ νῦν τὴν δεξιὰν σου, ἐμοὶ δάνεισον, ἵνα καὶ πλύνω ἐν ἐμοί, τοῦ κόσμου τὰ πταίσματα.

κλυσας ποτέ, ἁμαρτίας ἐπὶ Νῶε, λόγῳ διασχών, καταρράκτας οὐρανίους, καὶ πῶς σε Ἰορδάνης, κατιδὼν ὑποστήσεται; ἤδη γὰρ τὸ ῥεῖθρον ἀναστρέφει, ἐπέγνω σε ἡ κτίσις πᾶσα, κἀγὼ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι

Δόξα... ὅμοιον

να πληρωθῇ, τοῦ Πατρὸς ἡ εὐδοκία, ἦλθον ἐπὶ γῆς, ἐνδυσάμενος πτωχείαν. Ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον, σοὶ δὲ τὸν αὐχένα ὑποκλίνω· ἐν τούτῳ γὰρ παρεγενόμην, ἐμὲ βάπτισον, καὶ ἐν ἐμοὶ τὰ τῶν βροτῶν, καθαίροντα πταίσματα.

Καὶ νῦν... ὅμοιον

Σύ τὸν Ἰσραήλ, διὰ στύλου καὶ νεφέλης, πρὶν φωταγωγῶν, καὶ δροσίζων ἐν ἐρήμῳ, σὺ ὁ δεσπόζων πάντων, ὁ τῇ φύσει ἀνέκφραστος, δούλου τὴν μορφὴν πῶς ἐνεδύσω; οὐ ψαύσω σου πυρὸς ὁ χόρτος, αὐτὸς με βάπτισον· ἐγὼ γὰρ χρῄζω ὑπὸ σοῦ, καθάρσιον δέξασθαι.

Ἀπόστιχα, Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

 φθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν Ἰορδάνου ῥείθροις, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

λθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.

Δόξα... Καὶ νῦν... ὅμοιον

Σήμερον ὁ Χριστός, σωτήριον ἀνθρώποις, λυτήριον δωρεῖται, ψυχῶν καθαίρων ῥύπον, πυρὶ τῷ τοῦ Βαπτίσματος.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.