The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι μάρτυρες

Τῶν κυριοκτόνων σε δεινοί, παῖδες προδεδώκασι, φθόνῳ τηκόμενοι ἔνδοξε, καὶ ἀνδρισάμενος, ἀκαταγωνίστως, Παραδείσου εἴληφας, ὦ Λουκιλλιανὲ τὴν ἀπόλαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παῖδες οἱ πανίεροι πατρί, ὥσπερ πειθαρχοῦντές σοι, σὺν σοὶ ἀθλοῦσι στερρότατα, καὶ ἡ ἀοίδιμος, καὶ Ὁσία Παῦλα, Μάρτυς ἀξιάγαστε, μεθ' ὧν νῦν κατοικῶν τὰ οὐράνια, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

άσεων νάματα ἡ σή, θήκη τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μάρτυς πολύαθλε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

μὲ τὸν κατάκριτον ἐμέ, τὸν ἀναπολόγητον, τὸν ἀπωσμένον καὶ ἄθλιον, Ἁγνὴ ἐλέησον, καὶ μὴ καταισχύνῃς, ἀλλὰ τάχος πρόφθασον, καὶ ῥῦσαι ὅταν μέλλῃ ὁ Κύριος, κρίνειν τὰ σύμπαντα, καὶ κολάσεως ἐξάρπασον ὅσα θέλεις· Σεμνὴ καὶ γὰρ δύνασαι.

Ἢ Σταυροθεοτοκίον

ομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν. Ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Ἀπολυτίκιον Ἦχος δ'

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Λουκιλλιανοῦ Μάρτυρος μέλπω κλέος.

Ποίημα Ἰγνατίου.

δὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας

Λόγου σε θείου θεραπευτήν, Μαρτύρων τὸ κλέος, ἀνυμνῶ Λουκιλλιανέ· διὸ μοι πρεσβείαις σου παράσχου, τὸν ἱλασμὸν τῶν κακῶν καὶ τὴν ἴασιν.

λῃ διανοίᾳ τε καὶ ψυχῇ, ὅλος ἀνεκράθης τῇ ἀγάπῃ τῇ τοῦ Χριστοῦ, καὶ τῆς τῶν εἰδώλων ἐξαπάτης, καὶ ἀσθενείας Σοφὲ κατεφρόνησας.

πὲρ πᾶσαν δόξαν τὴν ἐπὶ γῆς, τὴν διὰ βασάνων, δόξαν θείαν ἐπιποθῶν, τῆς ἀγήρω δόξης θεομάκαρ, τῶν οὐρανίων τερπνῶν κατετρύφησας.

Θεοτοκίον

Κλῖμαξ ἣν ἑώρακεν Ἰακώβ, σὺ εἶ Θεοτόκε· διὰ σοῦ γὰρ τοῖς ἐπὶ γῆς, ὁ Λόγος συνήφθη καὶ πρὸς ὕψος, τὴν τῶν ἀνθρώπων οὐσίαν ἀνείλκυσεν.

δὴ γ'

Σὺ εἶ τὸ στερέωμα

ούδας προδέδωκε, τὸν λυτρωτὴν Χριστὸν Κύριον, θεοκτόνοις, σὲ δὲ τοῖς ἀνόμοις, Ἰουδαῖοι προέδωκαν.

Λόγοις σε ὁ βάσκανος, ἐξαπατᾶν θωπείαις πειρώμενος, ὤφθη τοῖς σοῖς, λόγοις ἀντὶ λίθων, Ἀθλοφόρε βαλλόμενος.

Λύχνος φαεινότατος, τοῖς συναθλοῦσί σοι γέγονας, φωταγωγῶν, ἐν ταῖς θείαις τρίβοις, τῆς ἐκεῖ ἀπολαύσεως.

Θεοτοκίον

λεων γενέσθαι μοι, σὲ δυσωπῶ ταῖς σαῖς Δέσποινα, παρρησίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ το φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε, τὸ πνεῦμα μου.

Κάθισμα Ἦχος α'

Τὸν Τάφον σου Σωτὴρ

Πυρὶ προσομιλῶν, οὐδαμῶς κατεφλέχθης, ὦ Λουκιλλιανέ, ἀθλητὰ γενναιόφρον· τὴν δρόσον γὰρ ἐκέκτησο, τοῦ Θεοῦ ἀναψύχουσαν· ὅθεν ἤνυσας, τοὺς ὑπὲρ φύσιν ἀγῶνας, ἀγαλλόμενος, μετὰ νηπίων Ἁγίων, μεθ' ὧν ἡμῶν μνήσθητι.

Θεοτοκίον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Ἢ Σταυροθεοτοκίον

ρῶσά σε Χριστέ, ἡ Πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

δὴ δ'

Εἰσακήκοα Κύριε

παστράπτεις τοῖς λόγοις σου, καὶ φωταγωγεῖς τὸν κόσμον τοῖς ἄθλοις σου, τῶν τυράννων δὲ τὴν ἔνστασιν, ὡς ἀχλὺν διώκεις ἀνυπόστατον.

Νέος ὤφθης ἐκ πίστεως, Ἀβραὰμ ὡς πάλαι δικαιωθεὶς ἐν Χριστῷ· ἐπιγνώσει γὰρ τοῦ Κτίστου σου, ἀπηρνήσω πᾶσαν ματαιότητα.

λετῆρα τῆς πλάνης σε, καὶ τῶν ἀλγεινῶν παθῶν ἰατῆρα πιστοί, κεκλημένοι Μάρτυς ἔνδοξε, ἐντρυφῶμεν πάντες τῶν ἰάσεων.

Θεοτοκίον

πὲρ νοῦν τὸ μυστήριον, τῆς κυοφορίας σου Μητροπάρθενε· ἐν γαστρὶ γὰρ συλλαβοῦσα Θεόν, ἀνεκφράστῳ λόγῳ ἀπεκύησας.

δὴ ε'

Φώτισον ἡμᾶς

Μόνε ἰατρέ, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, τῶν Μαρτύρων ταῖς ἐντεύξεσι, τῶν παθημάτων τὴν ὀδύνην μου θεράπευσον.

νθος ἱερόν, γεωργίᾳ τῇ τοῦ Πνεύματος, ἀνεδείχθης Μάρτυς ἔνδοξε, τὴν εὐκαρπίαν ἐν τοῖς ἄθλοις προβαλλόμενος.

ήματα ζωῆς, ἐν καρδίᾳ κεκτημένος Σοφέ, τῶν τυράννων τὰ θωπεύματα, τῇ σῇ ἐνστάσει ἀπενέκρωσας ἀοίδιμε.

Θεοτοκίον

Τεῖχος ἀρραγές, καὶ λιμένα καὶ ὀχύρωμα, καὶ ἐλπίδα Θεομῆτορ ἁγνή, καὶ θεῖον ὅπλον, κεκτημένοι σε σῳζόμεθα.

δὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

ψώσας σου νοητῶς, τὸν τῆς ψυχῆς θεῖον ἔρωτα, πρὸς πῦρ τὸ τυραννικόν, θαρρῶν, ηὐτομόλησας, καὶ δρόσῳ τοῦ Πνεύματος, σὺν παισὶν ἐθάλφθης, Ἀθλοφόρε καρτερώτατε.

ωσθεῖσα Μάρτυς σοφέ, καὶ Παῦλα ταῖς ὑποθήκαις σου, ἠνδρίσατο καρτερῶς κατὰ τοῦ ἀλάστορος, καὶ στέφανον ἤρατο τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ ἀθλοθέτου Χριστοῦ.

ρῶν σου τὸ ἀκλινές, ὡς ὄρος Σιὼν ἀσάλευτον, οὐκ ἤνεγκεν ὁ ἐχθρός, ἀλλ' ὅμως αἰσχύνεται, καὶ πρὸς γῆν πατούμενος, ὑπὸ σοῦ θεόφρον, ἐν τῷ σκάμματι συντρίβεται.

Θεοτοκίον

Συνείληφας ἀληθῶς, τὸν Θεὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάχραντε, τέτοκας, ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας, ἐκλυτρώσασθαι τοὺς δούλους σου.

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Συναξάριον

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων, Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου.

Στίχοι

Λουκιλλιανὸς σύν τε Παῦλα νηπίοις,

Αἵματι ὠνήσαντο Μαρτύρων στέφη.

Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Οἱ ἐκ τῆς Ἰουδαίας

Μετὰ Παύλου ἐβόας· Οὐ χωρίσει με, Μάρτυς, ἐκ τῆς ἀγάπης Χριστοῦ, οὐ κίνδυνος οὐ λύπη, λιμός τε οὐδὲ ξίφος· διὸ καὶ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.

ν τῇ πέτρᾳ ἐρείσας, τῇ τῆς ὁμολογίας τοὺς θείους πόδας σου, ἀτίνακτος ἐδείχθης, τῷ σάλῳ τῶν κυμάτων· διὸ καὶ ἀνεκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Λυτρωθείημεν πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων πολυτρόπων, πρεσβείαις σου πανάγνοις, Θεομῆτορ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.

δὴ η'

Τὸν Βασιλέα τῶν οὐρανῶν

Παρὰ τὰς θείας ὡς ἀληθῶς διεξόδους, φυτευθεὶς τῆς πίστεως Κυρίου, ξύλον ἀνεδείχθης, Παμμάκαρ ζωηφόρον.

ραιωθέντες οἱ ἀθληταὶ ἐν τῷ κάλλει, τῆς Χριστοῦ σεπτῆς ὁμολογίας, στέφος οὐρανόθεν, ἐδέξαντο ἀξίως.

Θεοτοκίον

Κατακλιθέντα τοῖς ἀλγεινοῖς καὶ πεσόντα, διανάστησόν με Θεομῆτορ, ὅπως σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Μεγαλύνομέν σε

Λογικοῦ λειμῶνος, ἄνθη βλέποντες, Χριστοῦ εὐωδέστατα, τοὺς Μάρτυρας σήμερον, τιμαῖς μεγαλύνομεν.

ωσφόροι φανέντες, ἀληθῶς τῇ Ἐκκλησίᾳ, Χριστοῦ τοῦ Θεοῦ, οἱ Μάρτυρες λάμπουσι, τῆς ὁμολογίας τὸ φῶς.

παθῶν ὀδύνας, ταῖς εὐχαῖς τῶν, Ἀθλοφόρων ἰώμενος, κἀμοῦ νῦν θεράπευσον, τὸ ἄλγος Φιλάνθρωπε.

Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ σκέπην, καὶ ἀχείμαστον λιμένα Πανάμωμε, οἱ πιστοὶ κεκτήμεθα, δι' ἧς καὶ σῳζόμεθα.

Ὁ Εἱρμὸς

Μεγαλύνομέν σε τὴν Μητέρα τοῦ Θεοῦ, καὶ δοξάζομέν σε Θεοτόκε Παρθένε, ὡς Σωτῆρα τεκοῦσαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες καὶ Ἀπόλυσις