The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Γ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Γορδίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου.

Ἦχος πλ. δ

Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, σοὶ τὸν σὸν Προφήτην ἱκέτην, καὶ πρεσβευτὴν προχειρίζομαι, οὗ ταῖς ἱκεσίαις οἰκτίρμον, καὶ ταῖς πρεσβείαις ὡς εὔσπλαγχνος, ἀπεγνωσμένης ψυχῆς, τὰ πταίσματα διάλυσον, οὐσιώδη κεκτημένος, καὶ φυσικὴν ἀγαθότητα.

ήματα, τῆς θεοκινήτου σου γλώττης, ἐκβεβηκότα θεώμενος· σὲ νῦν μακαρίζω Προφῆτα, τῆς ἀληθείας ἀγάμενος· σὺ γὰρ φωνῇ λιγυρᾷ, τὸν κόσμον περιήχησας, τὴν τοῦ Κυρίου προαγορεύων, παρουσίαν τὴν σωτήριον.

γγελος, ἀγγελομιμήτῳ σου βίῳ, ἐπὶ τῆς γῆς ἐχρημάτισας, καὶ προσηγορίαν Ἀγγέλου, παναρμονίως ἐπλούτησας, τὴν καλλονὴν τῆς ψυχῆς, τῷ κάλλει τῷ τοῦ σώματος, καταλλήλως συναρμόσας, Μαλαχία παμμακάριστε.

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος.

Ἦχος ὁ αὐτὸς.

Ὢ τοῦ παραδόξου θαύματος.

Κορυφουμένην θεώμενος, τὴν τῆς ἀπάτης ἀχλύν, φυγαδεύων ἐμάκρυνας, ἀθλοφόρε Γόρδιε, τὸν Θεὸν προσδεχόμενος, πολλοῖς δὲ πόνοις, ἐγγυμνασάμενος, καὶ ταῖς νηστείαις παιδοτριβούμενος, ὥσπερ αἰσθόμενος, τῆς σαυτοὺ δυνάμεως, ἀγωνιστής, ὥρμησας αὐτόκλητος, πρὸς τὸν ἀντίπαλον.

Σφόδρα πεποιθὼς κατείληφας, τῶν δυσμενῶν τὴν πληθύν, παναοίδιμε Γόρδιε, παρ' οὐδὲν ἡγούμενος, τῶν ἀνόμων τὸ θέατρον, καὶ στὰς ἐν μέσῳ, κήρυξ αὐτόμολος, μεγαλοφώνως Χριστὸν ἐκήρυξας, Κτίστην καὶ Κύριον, τῷ Πατρὶ συνάναρχον, καὶ τῷ σεπτῶ, Πνεύματι ὁμότιμον, καὶ συναΐδιον.

Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ' αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὢ τῶν ἀγώνων σου, Ἀθλοφόρε Γόρδιε! δι' ὧν Χριστόν, Μάρτυς ἐμεγάλυνας, τὸν μόνον εὔσπλαγχνον.

Δόξα... Καὶ νῦν...

Ἦχος δ Ἰωάννου Μοναχοῦ.

τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

 

Ἀποστιχα. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β

Τριήμερος ἀνέστης Χριστὲ.

δοὺ ὁ φωτισμὸς τῶν πιστῶν, ἰδοὺ ὁ ἱλασμὸς ἡμῶν, ἐπιβαίνειν, μέλλει ῥείθροις ποταμοῦ, τὸν ῥύπον ὅπως πλύνῃ, κακίας τῶν ἀνθρώπων, καὶ ἀναπλάσῃ  συντριβέντας ἡμᾶς.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

ς εἶδέ σε ἐρχόμενον, ὁ Πρόδρομος σου Κύριε, καὶ αἰτοῦντα, βαπτισθῆναι ὑπ' αὐτοῦ, ἐν φόβῳ ἀνεβόα· Θεέ μου πλαστουργέ μου, πῶς σε βαπτίσω τὸν ἀμόλυντον;

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Συνέλθωμεν πιστοὶ νοητῶς, πρὸς τάς τοῦ Ἰορδάνου ῥοάς, θαῦμα μέγα, ὅπως ἴδωμεν σαφῶς· ὁ Κτίστης γὰρ τῶν ὅλων, ἐπιφανεὶς ὡράθη, καὶ βαπτισθῆναι παραγέγονε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α

ν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἀπολυτίκιον Προεόρτιον.

Ἦχος δ

τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.

Τετράδι ψαλῶ.

Ὠδὴ γ  Ἦχος β  Ὁ Εἱρμὸς.

Τῆς πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε.

ν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρῴδου, τοῦ μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος.

Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι.

Ἕτερον Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.

Προσάββατόν τε.

Ὠδή ε  Ἦχος πλ. β  Ὁ Εἱρμὸς.

Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

υφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.

ρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.

Ὠδὴ η  Ὁ Εἱρμὸς.

ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει.

Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

ερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἕτερος.

Στήλην κακίας.

πὸ βλεφάρων, ψυχῶν κακίας ὕπνον ἐκτιναξάμενοι, τάς πονηρίας ἀφελώμεθα, πιστοὶ καρδιῶν ἡμῶν, καὶ δάκρυσι θερμοῖς, λούσωμεν φρένας, θεαταὶ τοῦ ἐπιφανέντος, ὅπως ὀφθῶμεν, τὸν Χριστὸν δοξάζοντες εἰς τοὺς αἰῶνας.

Βέβηλον ἔπος, πονηρῶν ἐννοημάτων μὴ προσενέγκωμεν, λόγον δὲ θεῖον μελετήσαντες, τοῖς ὕμνοις προσάξωμεν τῷ Λόγῳ, δι' ἡμᾶς σαρκὶ φανέντι, καὶ φωτίζοντι τοὺς ἐν σκότει ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

Βάθους σοφίας, κεκρυμμένον μυστήριον, νῦν φανεροῦται βροτοῖς, Θεοῦ κριμάτων νῦν ἡ ἄβυσσος, πιστοῖς ἐκκαλύπτεται, Θεοῦ μετὰ σαρκὸς ἐν γῇ φανέντος, εἰς ἀνάπλασιν βροτείου γένους ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

παγορεύεις, Ἰωάννη ὅπερ δράσεις τάχος ὑπείκων μου· Ἄφες οὖν ἄρτι· οὕτω πρέπον γὰρ ἡμῖν ἐστιν ἅπασαν, πληρῶσαι ἀληθῶς δικαιοσύνην, ὁ Δεσπότης τῷ δούλῳ ἔφη ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Στήλην κακίας, τοῦ δεινοῦ Ἡρῴδου πάντες ἐκμυκτηρίσαντες, πρὸς Ἰορδάνην δεῦτε ἴωμεν, πιστοὶ ἵν᾽ ὀψώμεθα, Χριστὸν τὸν λυτρωτήν, ὑπὸ Προδρόμου, βαπτιζόμενον σαρκὶ ἐν ῥείθροις· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ  Ὁ Εἱρμὸς.

Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν, τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

γνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλ' ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς,

Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος Τὶς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ἕτερος.

Τὴν τιμιωτέραν.

λέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος.

Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον.

Τοῖς Ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν.

κύκλουν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐν Ἰορδάνῃ, βαπτιζόμενον Λυτρωτήν, καὶ τρόμῳ τὸ μέγα, Μυστήριον ἀνύμνουν, τῆς τούτου ἀπορρήτου, συγκαταβάσεως.

Εἶτα τὸν Εἱρμὸν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν

Κάθισμα  Ἦχος γ

Τὴν ὡραιότητα.

ἀπερίγραπτος ὢν τῇ θεότητι, περιγραφόμενος ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα· πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται, πρὸς ὂν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.

Δόξα... Καὶ νῦν... ὅμοιον

πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, ἐπὶ τὰ ὕδατα τοῦ βαπτισθῆναι σαρκί, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, δούλῳ παριστάμενον, τὸν Δεσπότην τῆς κτίσεως, ἄνωθεν ἐκήρυττε, σὲ Πατὴρ ὁ προάναρχος· διὸ μετ' εὐφροούνης βοῶμέν σοι. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.

Μετὰ τὴν β Στιχολογίαν

Κάθισμα  Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

Τὸν ὁμότιμον Λόγον Πατρὶ καὶ Πνεύματι, σαρκωθέντα δι' οἶκτον καὶ βαπτιζόμενον, τῶν Ἀγγέλων οἱ χοροί, βλέποντες ἔτρεμον, καὶ Ἰορδάνης ποταμός, εὐλαβηθεὶς καὶ φοβηθείς, ἐστράφη εἰς τὰ ὀπίσω, ἡμᾶς ἀνάγων πρὸς ὕψος, τῆς σωτηρίας, πάθεσι ῥεύσαντας.

Δόξα... Καὶ νῦν... ὅμοιον.

συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται, ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ· Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.

Κανόνες τρεῖς, ὁ Προεόρτιος εἰς ς' τοῦ Προφήτου εἰς δ' καὶ τοῦ Μάρτυρος εἰς δ'.

Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον.

Ἰωσήφ.

Ὠδὴ α  Ἦχος δ'  Ὁ Εἱρμὸς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

βύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν.

Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος.

Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις· ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν.

Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο· Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί;

Ἕτερος Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Μαλαχίου με τὸ κλέος δοξαζέτω.

Θεοφάνους.

Ὠδὴ α  Ἦχος πλ. δ

κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Μετὰ τῆς ἄνω χορείας γηθόμενος, καὶ ταύτῃ συγχορεύων καὶ συναγαλλόμενος, καὶ θείου φωτισμοῦ, ἀξίως ἐμφορούμενος, θεόπνευστε, τοὺς πίστει τὴν σεπτήν, σοῦ μνήμην ἑορτάζοντας, τῷ Κυρίῳ ψάλλοντας, πρεσβεύων διαφυλάττε.

γγελομόρφῳ ψυχῆς ὡραιότητι, καὶ κάλλει διαπρέπων, πάλιν τῷ τοῦ σώματος, τὴν ἄνωθεν αὐγήν, τῆς θείας ἐπιλάμψεως, ἐδέξω θεηγόρε τηλαυγῶς, καὶ χαίρων ἀνεκραύγαζες τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

Λελογισμένως ἀνύων τὸν βίον σου, καὶ τρόπων εὐκοσμίᾳ, καθωραΐζόμενος, καὶ ἤθεσι χρηστοῖς, Παμμάκαρ σεμνυνόμενος, Προφήτης ἀληθείας εὐσεβής, κραυγάζων ἐναπέφηνας. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον.

χραντε Μήτηρ Θεοῦ Παντοκράτορος, ἡ Βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τὸν Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.

Ἕτερος Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς.

Μάρτυρα Γόρδιον ὕμνοισιν μελιηδέσιν ᾄδω.

Θεοφάνους.

Ὠδὴ α  Ἦχος ὁ αὐτὸς.

σωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Μάρτυς τῆς ἀληθείας, Γόρδιε παμμάκαρ γνωριζόμενος, φωτοφόρον μοι χάριν, οὐρανόθεν παράσχου ταῖς πρεσβείαις σου.

σωμεν τῷ Κυρίῳ, τῷ τὸν Ἀθλοφόρον ἐνισχύσαντι, κατὰ τῶν ἀντιπάλων, καὶ στεφάνῳ τῆς νίκης κοσμήσαντι.

ώμῃ καὶ πανοπλίᾳ, τοῦ Παμβασιλέως κρατυνόμενος, τῶν τυράννων καθεῖλες, τὴν μανίαν πανένδοξε Γόρδιε.

Τόνοις τῆς εὐσεβείας, ἐγγεγυμνασμένος δι' ἀσκήσεως, τοὺς ἀγῶνας ὑπέδυς, ἑκουσίως πανεύφημε Γόρδιε.

Θεοτοκίον.

δατος ἁλλομένου, εἰς ἀθανασίαν ὤφθης σκήνωμα, τοῦ πηγάζοντος πᾶσι, τὴν ζωὴν τοῖς ἀνθρώποις Θεόνυμφε.

Ὠδὴ γ  Ὁ Εἱρμὸς.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Εὐφράνθητι ἔρημος διψῶσα, βροτῶν φύσις ἅπασα ἰδού, τὸ ὕδωρ ἐπιφαίνεται, τὸ τῆς ζωῆς ἀρδεῦον σε, γονιμωτάτως χάριτι, Χριστὸς ἡ πάντων ἀνάπλασις.

Ζητῆσαί με γνώμῃ πλανηθέντα, προέρχῃ ἐν ὕδασι Χριστέ, ἐν οἷς καταδυόμενος, βυθίζεις μου τὰ πταίσματα, καὶ ἐκ βυθοῦ ἀνάγεις με, πάσης κακίας ὡς εὔσπλαγχνος.

λιον ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς· ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον.

Τοῦ Προφήτου.

Σὺ εἶ τὸ στερέωμα.

Χαίρεις νῦν θεώμενος, τὴν τῶν προρρήσεων ἔκβασιν, μάκαρ τῶν σῶν, τετελειωμένην, Μαλαχία θεόληπτε.

ασιν ἐν πτέρυξιν, ἔχων ἀνέτειλεν Ἥλιος, ὁ νοητός, τῆς δικαιοσύνης, ὡς προέφης θεόπνευστε.

Θεοτοκίον.

λην τὴν ἐλπίδα μου, ἐν σοὶ Πανάμωμε τίθημι, ὅλην πρὸς σέ, χαίρων ἀνατείνω, τὴν ψυχὴν καὶ διάνοιαν.

Τοῦ Μάρτυρος.

Οὐκ ἔστιν Ἅγιος.

εόντων τὸ ἄστατον λογιζόμενος, καὶ μενόντων τὴν σύστασιν, Μάρτυς, ἀοίδιμε, ἐνθυμούμενος μάκαρ, ἀτρόμως τὸ στάδιον, ὑπῆλθες τῆς ἀθλήσεως.

πέθου τὴν πρόσκαιρον ματαιότητα, καὶ συνέθου Πανόλβιε, τοῖς ἀεὶ διαμένουσι, καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλων ὁμόσκηνος, θεόφρον ἐχρημάτισας.

Γεώδη φρονήματα καταλέλοιπας, πολιτείαν οὐράνιον, Μάρτυς εὑράμενος· καθορᾶν γὰρ μὴ φέρων, τῆς πλάνης τὸ φρύαγμα, εἰς ἔρημον ἐμάκρυνας.

Θεοτοκίον.

Οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Δέσποινα, καὶ οὐκ ἔστιν ἄχραντος, πλὴν σου πανάμωμε· ἐν γαστρὶ γὰρ τὸν Κτίστην, τῶν πάντων ἐχώρησας, τὸν μόνον πολυέλεον.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὂν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.

Κάθισμα τοῦ Προφήτου.

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

Προφητείας τὴν χάριν πεπλουτηκώς, ἐσομένων τὴν γνῶσιν θεοπρεπῶς, μεμύησαι ἐν Πνεύματι, Μαλαχία θεόπνευστε, καὶ προλέγεις ἅπασι, Χριστοῦ τὴν ἐπέλευσιν, καὶ Ἐθνῶν πανόλβιε, τὴν θείαν ἀνάκλησιν. Ὃθεν τὴν σεπτήν σου, ἑορτάζομεν μνήμην, καὶ πόθῳ ὑμνοῦμεν σε, καὶ πιστῶς μακαρίζομεν, ἐκβοῶντές σοι ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... τοῦ Μάρτυρος, ὅμοιον.

Πυρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, αὐθαιρέτῳ βουλήσει Μάρτυς σοφέ, προθύμως εἰς θάνατον, σεαυτὸν παραδέδωκας, καὶ σταδίου ἐν μέσῳ, αὐτόκλητος ἵστασο, ἐκβοῶν τοῖς τυράννοις, ἰδοὺ ἐγὼ πάρειμι. Ὅθεν καὶ τὴν πλάνην παρρησίᾳ ἐλέγξας, ἐτμήθης τὴν κάραν σου, καὶ ζωὴν πρὸς τὴν ἄληκτον, μεταβέβηκας ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Προεόρτιον.

Ἦχος ὁ αὐτὸς.

Αὐλῶν Ποιμενικῶν.

Χορὸς προφητικός, προκηρύττων χαίρει, τὸ Βάπτισμα Χριστοῦ τὴν ζωὴν ἀναβλύζον· Κράζει ὁ Ἡσαΐας, ἀντλῆσαι ὕδωρ τὸ καθαρτήριον. Γράφει ὁ Θεοπάτωρ, πῶς ἐκ προσώπου φεύγει ἡ θάλασσα, τοῦ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.

Ὠδὴ δ  Ὁ Εἱρμὸς.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα.

ωάννη σκίρτησον· ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, ὁ τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι.

Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Τοῦ Προφήτου

Εἰσακήκοα Κύριε

ποφήτης γενόμενος, τῆς θεαρχικῆς Μάκαρ ἀγαθότητος, πᾶσιν Ἔθνεσιν ἐκήρυξας, τὴν γεγενημένην ἀπολύτρωσιν.

Μυηθεὶς διὰ Πνεύματος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, τὸ ἀπόρρητον μυστήριον, Μαλαχία μάκαρ προηγόρευσας.

Θεοτοκίον

πὶ σοὶ ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καὶ τοῦ βίου τὴν κυβέρνησιν, Κεχαριτωμένη Μητροπάρθενε.

Τοῦ Μάρτυρος

Ἐξ ὄρους κατασκίου

ήσεων Χριστοῦ, παμμάκαρ ὑπακούσας, χαίρων τὴν φθαρτήν, κατέλιπες στρατείαν, καὶ Βασιλεῖ ἐστρατεύθης τῷ οὐρανίῳ, στεφανηφόρε Μάρτυς Γόρδιε.

Διεθρύβησαν μάρτυς, ὄρη τῶν τυράννων, ἐτάκησαν δέ, βουνοὶ οἱ τῶν εἰδώλων, τῇ καρτερᾷ σου ἀθλήσει καὶ παρρησίᾳ, στεφανηφόρε προσεγγίσαντα.

σχυσας Σταυροῦ, τῇ θείᾳ δυναστείᾳ, δήμῳ δυσσεβεῖ, βοᾶν μεγαλοφώνως· Τοῖς μὴ ζητοῦσιν εὑρέθην μηδ' ἐρωτῶσι· νῦν πεποιθότως ἐμφανίζομαι.

λην κατὰ σοῦ, θέοφρον τοῦ τυράννου, ἤγειρας σοφέ, τὴν ἄσχετον μανίαν, καταπλαγέντος παμμάκαρ τῆς διανοίας, καὶ τῆς ψυχῆς σου τὸ ἀνάστημα.

Θεοτοκίον

Νύμφη τοῦ Θεοῦ, Μαρία Θεοτόκε, ῥῦσαί με δεινῶν, πταισμάτων καὶ κινδύνων, καὶ πρὸς γαλήνης λιμένα καὶ σωτηρίας, ταῖς σαῖς πρεσβείαις καθοδήγησον.

Ὠδή ε'  Ὁ Εἱρμὸς

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα.

Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς· ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ ἄφατον ἔλεος.

Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος, ὁ φῶς ἀναβαλλόμενος.

Τοῦ Προφήτου

Ὁ ἐκ νυκτὸς ἀγνοίας

Τὴν φοβερὰν ἡμέραν, τῆς τοῦ Χριστοῦ παρουσίας παρήγγειλας, Μαλαχία θεόφρον, θείῳ φωτιζόμενος Πνεύματι.

τῶν ψυχῶν τὸν ῥύπον, ἀναχωνεύων καὶ πλύνων τῇ χάριτι, ὡς ἐν πόᾳ πλυνόντων, οὕτως σε θεόφρον ἐδόξασε.

Θεοτοκίον

Κράτος θανάτου Κόρη, τῷ ζωηφόρῳ σου τόκῳ διέλυσας, Παναγία Παρθένε, καὶ ζωὴν ἐπήγασας ἄλυπον.

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

πεισελθὼν ἀτρόμως, καὶ ῥωμαλέως ὡς λέων τὸ θέατρον, πέτρας ὥσπερ ἀψύχους, Μάκαρ ἐλογίσω τοὺς ἄφρονας.

Μεμυημένος Μάρτυς, τῆς θεοπνεύστου Γραφῆς τὰ διδάγματα, πάντα πρὸς σωτηρίαν, εὗρες ἐπαλείφοντα Γόρδιε.

Νενοηκὼς θέοφρον, τὴν σταθεράν σου ὁ Τύραννος ἔνστασιν, πέτρα καθάπερ κῦμα, τῇ σῇ διερράγη στερρότητι.

Θεοτοκίον

ἐκ τῆς σῆς νηδύος, ὑπερουσίως Παρθένε σαρκούμενος, θεογνωσίας αἴγλῃ, κόσμον κατελάμπρυνε Πάναγνε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος.

Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως;

ανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν.

Τοῦ Προφήτου

Τὴν δέησιν ἐκχεῶ

Λαμφθεῖσά σου ἡ σοφὴ διάνοια, ὑπ' αὐτῆς τῆς θεϊκῆς φωταυγίας, καὶ τῶν χαμαί, χωρισθεῖσα πραγμάτων, τῆς τῶν μελλόντων ἠξίωται γνώσεως· τὴν κλῆσιν γὰρ τὴν τῶν Ἐθνῶν, καὶ τοῦ νόμου τὴν παῦσιν προείρηκας.

λήλυθεν ἀληθῶς ὁ Κύριος, ὃν ἡμεῖς περιχαρῶς ἐζητοῦμεν, εἰς τὸν ναόν, ὃν αὐτὸς ἐκ Παρθένου, εὐλογημένης σοφῶς ᾠκοδόμησεν, ὡς ἔφησεν ὑπὸ Θεοῦ, ἐλλαμφθεὶς Μαλαχίας ὁ ἔνδοξος.

Θεοτοκίον

ἄναρχος τοῦ Πατρὸς Μονογενής, ὁ αὐτὸς μονογενὴς ἐκ Παρθένου, σωματωθείς, ἀπορρήτως ἐτέχθη, καὶ τὴν τεκοῦσαν Παρθένον ἐφύλαξε· Θεὸς γὰρ ἦν ἀληθινός, εἰ καὶ φύσιν ἀνθρώπου ἀνέλαβε.

Τοῦ Μάρτυρος

Ὡς τὸν Προφήτην

ερουργείται θυσία, καὶ δεκτὴ προσφορά σοι προσάγεται, σταζόμενος αἵματι, ὁ Γόρδιος Δέσποτα, τὸ ἑκούσιον Πάθος σου μιμούμενος.

Σεσοβημένος τάς φρένας, σοὶ φθαρτὸν ὑπισχνεῖτο δοξάριον, τῷ δόξαν ἀκήρατον, Γόρδιε πλουτήσαντι, καὶ ἀθάνατον ζωὴν θησαυρίσαντι.

θυτενεῖς τάς ἐλπίδας, πρὸς Θεὸν κεκτημένος παρέδραμες, τοῦ βίου τὸ ἄστατον, καὶ ξίφει τεμνόμενος, πρὸς εὐρύχωρον πλάτος μεταβέβηκας.

Θεοτοκίον

Νενεκρωμένον τὸν νοῦν μου, τῶν παθῶν τρικυμίαις ἀνάστησον, ζωὴν τὴν αἰώνιον, Χριστὸν ἡ κυήσασα, τὸν παρέχοντα πᾶσι τὰ ἰάματα.

Ὁ Εἱρμὸς

ς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

Κοντάκιον τοῦ Προφήτου

Ἦχος γ'

Ἡ Παρθένος σήμερον

Τῆς σοφίας ἔμπλεως, τῆς ὑπερσόφου καὶ θείας, Μαλαχία μέγιστε, σὺ πεφυκὼς ὡς Προφήτης, ἄνωθεν αὐτὸν τὸν ὄντα Θεοῦ σοφίαν, ἔδειξας τοῖς πᾶσι κάτω ἀναστραφέντα· διὰ τοῦτό σε τιμῶμεν, τελοῦντες πίστει τὴν θείαν μνήμην σου.

Ἕτερον τοῦ Μάρτυρος

Ἦχος πλ. β´  Τὴν ἐν πρεσβείαις

Τὸν ἐν ἀθλήσει ἀήττητον στρατιώτην, καὶ ἐν βασάνοις ἀνίκητον στεφανίτην, Γόρδιον πάντες ἀνευφημήσωμεν, τὸν ἐξ Ἑῴας μέγαν, ὄντως ἀστέρα λάμψαντα, τὸ θεῖον ἀγλάϊσμα τῶν Μαρτύρων Χριστοῦ.

Συναξάριον

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου.

Στίχοι

κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,

Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν.

κ ῥεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.

Στίχοι

Καὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,

Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;

Τμηθεὶς ἀμφὶ τρίτῃ πέσε Γόρδιος ἐν κονίησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Σημειοφόρου, τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας κειμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Μήτηρ καὶ δύο τέκνα, πυρὶ τελειοῦνται.

Στίχοι

Μητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα,

Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Συντριβέντα με τοῖς πταίσμασι, καὶ κείμενον, ἐν σκότει Κύριε, τῆς παραβάσεως, οἰκτείρας ἠλέησας, δι' ἀγαθότητα, καὶ ἐν ὕδασι, τοῦ Ἰορδάνου Κύριε, παραγίνῃ βαπτισθῆναι.

Τὶ τὸ ξένον τοῦτο θέαμα; ἐβόησαν Ἀγγέλων τάγματα, ὁ λίμνας καὶ ποταμούς, ποιήσας προστάγματι, τὰ Ἰορδάνια, ῥεῖθρα ἔρχεται, περιβαλέσθαι· τούτοις γάρ, τὸν Ἀδὰμ ἀνακαινίζει.

ψος ἄφατον, καὶ βάθος μὴ μετρούμενον, ὑπάρχει Δεσπότα, οἰκονομία ἡ σή, πᾶσαν ὑπερβαίνουσα, νοὸς κατάληψιν, πῶς δι' ὕδατος, καὶ Παναγίου Πνεύματος, τοὺς βροτοὺς ἀναχωνεύεις.

Τοῦ Προφήτου

Παῖδες Ἑβραίων

Σὺ τοῦ δεσπόζοντος τῶν ὅλων, τὴν σεβάσμιον προεῖπες παρουσίαν, Μαλαχία Προφῆτα, μακάριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Δέχου πρεσβεύοντα Οἰκτίρμον, τὸν ἀοίδιμον Προφήτην Μαλαχίαν, ὑπὲρ τῶν εὐσεβῶς, ὑμνούντων καὶ βοώντων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

λῳ μοι ὅλος ἀσυγχύτως, καθ' ὑπόστασιν ἡνώθης Θεοῦ Λόγε, ἐκ Παρθένου σεπτῆς, φορέσας με οἰκτίρμον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Ὁ τοὺς Παῖδας δροσίσας

Μαρτυρίου τὸ κλέος κεκτημένος, μετ᾽ Ἀγγέλων χορεύεις, στεφηφόρος Χριστῷ κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Εὐσεβῆ παρρησίαν κεκτημένος, δυσσεβεῖς καταισχύνεις, ἀναμέλπων μεγαλοφώνως Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Λυτρωθῆναι πταισμάτων νῦν δυσώπει, τοὺς ἐν πίστει ὑμνοῦντας τὴν σὴν μνήμην, Χριστῷ βοῶντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

οβόλους ἀκάνθας ἁμαρτίας, ἰαμάτων πλημμύρᾳ τῶν σῶν, ἀμβλύνεις Θεοκυῆτορ, εὐλογημένη Πάναγνε, ἡ Θεὸν ἀσπόρως τέξασα.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωνὴ τοῦ Γεννήτορος ἐξ ὕψους, Υἱὸν μαρτυρήσει ὁμοούσιον, βαίνοντα ἐν ὕδασι, καὶ τὴν εὐλογίαν σου, τούτοις προσεπιπέμποντα, εὐλογημένε Χριστέ, καὶ Πνεῦμα σε τὸ Ἅγιον πᾶσιν, ἐπανακηρύξει, Θεὸν σεσαρκωμένον.

Χόρευε ἡ κτίσις αἰσθομένη, Θεοῦ τὴν ἁγίαν ἐπιφάνειαν. Ἄγγελοι ὑμνήσατε, θάλασσα εὐφράνθητι· Λίμναι Πηγαὶ σκιρτήσατε, καὶ Ποταμοὶ μυστικῶς, κροτήσατε ἐν ὕμνοις, ἐπέστη, ὁ ταῖς εὐλογίαις, ὑμᾶς Χριστὸς λαμπρύνων.

Ψάλωμεν Κυρίῳ ἐν αἰνέσει, τῷ ἐπιφανέντι ἐν τοῖς ὕδασι, καὶ τὴν συντριβὴν ἡμῶν, τούτοις ἀναπλάσαντι, καὶ κεφαλὰς συντρίψαντι, τῶν ἀοράτων ἐχθρῶν, καὶ κράξωμεν· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

θαῦμα θαυμάτων! πῶς ὁ πάσης, ἐπέκεινα κτίσεως Θεὸς ἡμῶν, κτίζεται καὶ πλάττεται, ἐκ τῆς Θεομήτορος, καὶ καινουργεῖ θελήματι, καὶ ἀναπλάττει ἡμᾶς, δι' ὕδατος καὶ Πνεύματος πλάσιν, θαυμασιωτάτην, ὁ μόνος εὐεργέτης.

Τοῦ Προφήτου

Νικηταὶ Τυράννου

Ξενωθεὶς ἁπάσης, ὑλικῆς ἐμφάσεως Ἱεροφάντα, θεϊκῆς ἀκτῖνος, ὤφθης ἀκηλίδωτον ἔσοπτρον μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πορρήτου δόξης, θεατὴς σὺ γέγονας, καὶ μυστηρίων, οὐρανίων μάκαρ, κήρυξ ἐχρημάτισας, μέλπων ἀπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ζωῆς σε Μητέρα, καὶ Θεοῦ γεννήτριαν ἐπεγνωκότες, ὀρθοδόξῳ πίστει, πάντες μακαρίζομεν Παρθενομῆτορ, εὐλογοῦντες ἅμα τὸν τόκον σου Ἄχραντε, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Οἱ θεορρήμονες παῖδες

ἑπομένη σοι χάρις ἀοράτως, καταλαμπρύνουσα Μάρτυς, ἀνδραγαθίας ἐνέπλησεν· Εὐλογεῖτε βοῶντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δρόμῳ συντόνῳ χρησάμενος Ἀθλοφόρε, πρὸς τὸ ποθούμενον τέλος, τῆς Βασιλείας κατήντησας· Εὐλογεῖτε κραυγάζων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εἰς ἀπεράντους αἰῶνας διαμένει, ἡ τῶν Μαρτύρων σου δόξα, καὶ ἡ ἀθάνατος εὔκλεια· Εὐλογοῦμεν διὸ σε ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σεσαρκωμένον τὸν Λόγον συλλαβοῦσα, τὸν πρὶν ἀσώματον Εὔας, ἀρὰν τῆς πάλαι ἀνέτρεψας, εὐλογίαν Παρθένε, τῷ κόσμῳ κυήσασα· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

δε ὁ Ἀμνός, ὁ αἲρων τὰ πταίσματα τῆς ἀνθρωπότητος, ἦλθεν ἐπεδήμησε· καὶ πρὸς τὸν δοῦλον αἰτῶν τὸ Βάπτισμα, δουλοπρεπῶς ἐφίσταται, ἐλευθερῶσαι ζητῶν, δουλωθέντας, ἡμᾶς τῷ ἀλάστορι, καὶ τὸ κάλλος πρὶν ἀπολέσαντας.

φθη ἐμφανῶς, Θεὸς σωματούμενος, δι' ἀγαθότητα, καὶ τὰ Ἰορδάνια, περιβαλέσθαι ἔρχεται νάματα, ὁ περιβάλλων νέφεσι, τὸν οὐρανὸν ἀληθῶς, τούτου πάντες, νῦν προεορτάσωμεν, τὴν σεπτὴν ἐν χαρᾷ Ἐπιφάνειαν.

Σκίρτησον χαρά, καὶ προετοιμάσθητι, καθυποδέξασθαι, ὕδωρ τὸ ἁλλόμενον, ὦ Ἰορδάνη εἰς αἰωνίαν ζωήν, οἱ ποταμοὶ χορεύσατε, βλέποντες νῦν τῆς τρυφῆς, τὸν χειμάρρουν, ῥείθροις ἐπιβαίνοντα, καὶ κακίας τὴν χύσιν ξηραίνοντα.

Ηὔγασεν ἡμῖν, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν παθῶν, πάντοτε καθεύδουσι· καὶ γὰρ ἐπέστη Χριστὸς ὁ Κύριος, δικαιοσύνης Ἥλιος, ὢν καὶ νοούμενος, ὑποκλῖναι, δούλῳ κεφαλὴν αὐτοῦ, καὶ σαρκὶ βαπτισθῆναι θελήματι.

Θεοτοκίον

Φρίττει Χερουβὶμ καὶ πᾶσα οὐράνιος φύσις Πανάμωμε, τὸν ὑπὲρ κατάληψιν, σεπτόν σου τόκον ὁμοιωθέντα ἡμῖν, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ βαπτισθέντα σαρκί, οὗ τὴν θείαν, πάντες Ἐπιφάνειαν, ἑορτάζομεν νῦν ἀγαλλόμενοι.

Τοῦ Προφήτου

Ἔφριξε πᾶσα ἀκοὴ

πέστη ἡ θεοφεγγής, τοῦ Προφήτου ἑορτὴ καὶ σεβάσμιος, περιαυγάζουσα, τοὺς συνελθόντας πίστει καὶ ψάλλοντας, προφητικαῖς μαρμαρυγαῖς, καὶ πᾶσι πηγάζουσα, ψυχῶν ἰάματα, καὶ φωτίζουσα φαιδρῶς τοὺς θεόφρονας.

Τήρησον τῇ ζωαρχικῇ, κραταιᾷ τε δεξιᾷ σου Φιλάνθρωπε, τὴν Ἐκκλησίαν σου, ταῖς ἱκεσίαις τοῦ σοῦ  θεράποντος, τοῦ προθεσπίσαντος ἡμῖν τὴν σὴν ἐνανθρώπησιν, δι' ἧς ἀνέτειλε, σωτηρία καὶ πιστῶν ἀπολύτρωσις.

Θεοτοκίον

ριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάμωμε, ζωῆς τὸ ξύλον Χριστὸν ἐξήνθησας, τὸν τάς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίσαντα· διὸ σε πάναγνε, Θεοτόκον οἱ πιστοὶ καταγγέλλομεν.

Τοῦ Μάρτυρος

Τὸν προδηλωθέντα

λεων γενέσθαι, δυσώπησον τὸν Δεσπότην, τοῖς ἐν πίστει σε τιμῶσι, καὶ τὴν σὴν φωτοφόρον, καὶ σεπτὴν Ἑορτὴν ἐκτελοῦσι, Γόρδιε Μαρτύρων ἐγκαλλώπισμα.

Νῦν τῆς ἀκηράτου, τρυφῆς καὶ τῆς θεοπτίας, ἐμφορούμενος Γόρδιε, καὶ φωτὸς ἀνεσπέρου, ἐν σκηναῖς αἰωνίοις κομίζῃ, τάς ἐπικαρπίας τῶν ἀγώνων σου.

Αὕτη ἡ ἡμέρα, τὴν σὴν ἄθλησιν ἐπεῖδεν, ἣν οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐκ ἐκάλυψε λήθη, ἀλλ' ἀεὶ τοῖς ὑμνοῦσί σε πίστει, Μάρτυς ἀνατέλλει ὥσπερ ἥλιος.

Δόξαν τὴν ῥευστήν, καὶ φθαρτὴν καὶ πεπατημένην, παριδὼν θέοφρον Μάρτυς, ἀϊδίου νῦν δόξης, καὶ χαρᾶς ἀληθοῦς ἀπολαύεις, θρόνῳ τοῦ Δεσπότου παριστάμενος.

Θεοτοκίον

ς διασωθέντες, Παρθένε πρὶν τῆς κατάρας, διὰ τοῦ σοῦ θείου τόκου, ἐπαξίως ὑμνοῦμεν, εὐχαρίστως πάντες μελῳδοῦντες Χαῖρε Θεοτόκε ἡ ἐλπὶς ἡμῶν.

Ὁ Εἱρμὸς

Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὓμνοις ἀσιγήτοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τοῦ Μάρτυρος

Γυναῖκες ἀκουτίσθητε

Γορδίου τοῦ θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὔτη ἐπεῖδεν ἡμέρα, τὴν ἄθλησιν, ἧς τὴν μνήμην, λαμπρῶς νῦν ἐκτελέσωμεν, Χριστοῦ γὰρ ὑπερήθλησε. Διαναστῶμεν προθύμως, ὦ φιλομάρτυρες πάντες, πρὸς ἀρετῶν εὐκαρπίαν.

Προεόρτιον

Ἐν Πνεύματι τῷ Ἱερῷ

Τὴν Βηθλεὲμ ἀφέμενοι, τὸ καινότατον θαῦμα, πρός, Ἰορδάνην δράμωμεν, ἐκ ψυχῆς θερμοτάτης, κἀκεῖσε κατοπτεύσωμεν τὸ φρικτὸν Μυστήριον θεοπρεπῶς γὰρ ἐπέστη, γυμνωθεὶς ὁ Χριστός μου, ἐπενδύων με στολήν, τῆς οὐρανῶν Βασιλείας.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'

Αἱ Ἀγγελικαὶ

Θρόνον οὐρανόν, κεκτημένος ὁ Δεσπότης, ἦλθεν ἐπὶ γῆς, σαρκωθεὶς ἐκ τῆς Παρθένου, καὶ πρὸς τὸν Ἰορδάνην, ἐπιστὰς τὸ καθάρσιον, πάντων ἑξαιρεῖ τὸν Ἰωάννην. Αἱ πατριαὶ τῆς γῆς ἁπάσης, αὐτῷ ψάλλωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

φθασε Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, Βάπτισμα αἰτῶν, ὁ καθαίρων ἁμαρτίας. Πᾶσα ἡ γῆ σκιρτάτω· Οὐρανοὶ εὐφραινέσθωσαν· Χαῖρε τῶν Ἐθνῶν ἡ Ἐκκλησία, τῷ Βασιλεῖ νυμφευομένη, πιστῶς βόησον Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

ρη γλυκασμόν, εὐφροσύνης σταλαξάτω, χεῖρας μυστικῶς, νῦν κροτήσατε τὰ Ἔθνη, ἡ ἔρημος ἀνθείτω Ἰορδάνη ὑπόδεξαι, δεῦρο Βαπτιστὰ τῷ μυστηρίῳ, τοῦ Λυτρωτοῦ ὑπούργει χαίρων, λαοὶ μέλψωμεν Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Φῶς τὸ ἐκ φωτός, ὑπὲρ χρόνον προεκλάμψαν, τοῖς ἐν τῇ νυκτί, καθημένοις ἐπεφάνη, καὶ σκότος ἁμαρτίας, ἐκκαθᾶραν ἐφώτισε. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὕα, ἡ λύτρωσις Χριστὸς ἐπέστη, Δαυῒδ βόησον Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Δόξα... ὅμοιον

στρον Ἰακώβ, ἑξανέτειλε τῷ κόσμῳ, καὶ τὴν φλογεράν, τῶν ἀνθρώπων ἁμαρτίαν, ἀναλαβὼν ἐνθάπτει, Ἰορδάνου τοῖς νάμασι, λάμπων τῆς θεότητος τῷ φέγγει, καὶ φωτισμὸν θεογνωσίας, διδοὺς Ἔθνεσιν Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν... ὅμοιον

Νόμου πληρωτής, κατὰ σάρκα χρηματίσας, ἦλθεν ὁ Χριστός, ἀπαρχὴν τῆς σωτηρίας, ἐπὶ τὸν Ἰορδάνην, ἐκτελέσαι ὡς εὔσπλαγχνος, καὶ τῷ Βαπτιστῇ καθυποκλίνει, τὴν κορυφὴν πιστῶς βοῶντι, λαοὶ κράξωμεν Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

 Ἀποστιχα Στιχηρὰ

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

πὸ τῆς Βηθλεέμ, ἐπὶ τὸν Ἰορδάνην, μεταβῶμεν· ἐκεῖ γάρ, τὸ φῶς τοῖς ἐν τῷ σκότει, αὐγάζειν ἤδη ἄρχεται.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Γῆ ἡ τοῦ Ζαβουλών, οἱ πέραν Ἰορδάνου, ἀκούσατε Ἐγγίζει, Χριστὸς ἡ σωτηρία, τὸ φῶς ἡ ἀπολύτρωσις.

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Εὐτρέπιζε καὶ σύ, Ἰορδάνη τὸ ῥεῖθρον· ὁ πυρὶ γὰρ βαπτίζων, ἐγγίζει τοῦ καινίσαι, τὸ συντριβὲν πλαστούργημα.

Δόξα... Καὶ νῦν... ὅμοιον

φθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν ῥείθροις Ἰορδάνου, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.