The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΛΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τῶν   Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῶν   Ἀποστόλων.

Ἦχος α

Πανεύφημοι Μάρτυρες ὑμᾶς.

Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι φέγγει τῆς χάριτος, καταυγάζων πάντων τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς    ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα παναγίαν κηρύξαντες ἔθνη ἐφώτισαν καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει πάντες μακαρίσωμεν.

Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεoῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς  ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 

Καὶ τρία τοῦ Μάρτυρος.

Ἦχος ὁ αὐτὸς.

Τῶν οὐρανίων ταγμάτων.

Τῶν οὐρανίων τὰ κάλλη, ποθήσας ἔνδοξε, τὴν τῶν   προσκαίρων δόξαν, εἰς οὐδὲν ἐλογίσω· διὸ καὶ ἰσαγγέλως ἐν τῇ σαρκί, βιοτεύων ὡς ἄσαρκος τὰς πολυτρόπους κολάσεις τῶν   διωκτῶν, καρτερῶς φέρεις Ἐπίμαχε.

ν οὐρανίαις παστάσι, χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῇ δόξῃ τοῦ τῶν   ὅλων Δεσπότου, Ἐπίμαχε τρισμάκαρ δυσώπει αὐτόν, ὑπὲρ ἡμῶν τῶν   τιμώντων σε, ἵνα τρυφῆς αἰωνίου καὶ τῆς χαρᾶς σὺν Ἀγγέλοις ἀπολαύσωμεν.

Φωστὴρ λαμπρότατος ὤφθης Μάρτυς Ἐπίμαχε τοῖς  ἐν τῷ σκότει φαίνων καὶ ἀγνοίας τῷ  ζόφῳ τοὺς πάλαι κρατουμένους, φωτίσας ταῖς σαῖς, ἱεραῖς παραινέσεσι, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ νίκης στέφανον ἀπείληφας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μεταβολὴν μοι τοῦ βίου, Παρθένε χάρισαι, ἀπὸ τῶν   ἐμπαθῶν μου, μεταφέρουσα τρόπων, πρὸς θείας ἀπαθείας νεῦσιν ὁμοῦ καὶ οἰκείωσιν ἄρρητον πένθος χαρμόσυνον βρύειν μου τὴν ψυχήν, ἀενάως μοι παρέχουσα.

Ἢ Σταυροθεοτοκίον.

πὲρ ἡμῶν ὁ Υἱός σου, παθεῖν ἠνέσχετο, ἵνα τῷ τούτου πάθει, τὴν ἀπάθειαν πᾶσι, παράσχῃ Θεοτόκε· ὅθεν αὐτόν, καθικέτευε πάντοτε, παθῶν παντοίων με ῥύσασθαι καὶ ψυχῆς, καὶ τοῦ σώματος πρεσβείαις σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωηχου.

Ἀπολυτίκιον τῶν   Ἀποστολων.

Ἦχος γ

πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τοῦ Μάρτυρος.

Ἦχος δ  Ταχὺ προκατάλαβε.

Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ δύο παρόντες.

Ὁ Κανὼν τῶν  Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

Πιστῶς ἐπαινῶ τοὺς Θεοῦ ὑπηρέτας. Ἰωσήφ.

Ὠδὴ α Ἦχος α

Σοῦ ἡ τροπαιοῦχος.

Πίστει τους γεραίροντας ὑμῶν, τὸ ἱερὸν θεηγόροι μνημόσυνον, καὶ πανηγυρίζοντας, χαρμονικῶς παθῶν ἀχλύος ῥύσασθε, καὶ τῆς αἰωνίου, χαρᾶς μετόχους ἐργάσασθε.

χνεσιν ἑπόμενοι Χριστοῦ, τοῦ σαρκωθέντος δι' οἶκτον Πανόλβιοι, τούτου τε προστάξεσι, θεαρχικαῖς καθυπουργοῦντες ὤφθητε, πάντων πλανωμένων, καθηγηταὶ πρὸς εὐσέβειαν.

Στάχυν καὶ Ἀμπλίαν τὸν σοφόν, καὶ Οὐρβανὸν Ἀπελλῆν τε καὶ Νάρκισσον, καὶ τὸν Ἀριστόβουλον, τοὺς τοῦ Χριστοῦ Μαθητὰς χρηματίσαντας, πίστει συνελθόντες, χρεωστικῶς μακαρίσωμεν.

Θεοτοκίον.

Τὸ περιφανὲς ὄρος Θεοῦ, τὴν κιβωτὸν τὴν Ἁγίαν καὶ Τράπεζαν, στάμνον τε τὴν πάγχρυσον, τὸ καθαρὸν τοῦ Κυρίου παλάτιον, τὴν εὐλογημένην, ἐν γυναιξὶ μακαρίσωμεν.

Ὁ Κανὼν τοῦ Μάρτυρος, ποίημα καὶ οὗτος τοῦ αὐτοῦ Ἰωσήφ.

Ὠδὴ α Ἦχος δ

Ἄσομαί σοι Κύριε.

Ταῖς θείαις λαμπρότησιν Ἀθλοφόρε, τοὺς τὴν φωσφόρον καὶ σεπτήν, τελοῦντάς σου πανήγυριν, φωτίζεσθαι ἱκέτευε, Ἐπίμαχε μακάριε.

Χαίρων προσεχώρησας ταῖς βασάνοις, μὴ πτοηθεὶς τῶν  διωκτῶν, τὰ θράση πανόλβιε, ἀλλ᾿ ἔρωτι τοῦ Κτίστου σου, εὐφραίνου ἀναιρούμενος.

στης ἐπὶ βήματος Ἀθλοφόρε, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ, φραττόμενος ὅλος, γενναίῳ φρονὴματι, μεγαλύνων τὸν Κύριον.

Θεοτοκίον.

σομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἀσπόρως ἐκ γαστρός, Παρθένου ἐτέχθης, δι' ἧς καὶ σῴζεις ἅπαντας, ὡς μόνος πολυέλεος.

τῶν Ἀποστόλων

Ὠδὴ γ

Ὁ μόνος εἰδὼς.

ς στάχυς πολύφορος σοφέ, ὡράθης λόγῳ γνώσεως, τοὺς τῷ λιμῷ τακέντας τῆς πίστεως, ἐκτρέφων Στάχυ θεομακάριστε, καὶ τροφῆς τῆς κρείττονος, κοινωνοὺς ἐν χάριτι, ἐργαζόμενος σθένει τοῦ Πνεύματος.

Σαγήνῃ τῇ γλώττῃ εὐφυῶς, χρησάμενος ἠλίευσας, ἐκ τοῦ βυθοῦ τῆς πλάνης Ἀπόστολε, καὶ προσηγάγου θεῖον ὀψώνιον, τῷ ἐλθόντι Νάρκισσε, σῶσαι τὸ πλανώμενον, Βασιλεῖ καὶ Δεσπότῃ τῆς κτίσεως.

πέδραμες οἷὰ περ ἀστήρ, Ἑῴας ἐξορμώμενος, καὶ Bρεττανίας πόλεις ἐπέφθασας, Χριστοῦ κηρύττων τὸ Εὐαγγέλιον, καὶ φωτίζων χάριτι, μάκαρ Ἀριστόβουλε, τούς πιστῶς δεχομένους τὸν λόγον σου.

Θεοτοκίον.

Παστὰς φωτοφόρος τοῦ Χριστοῦ, καὶ θρόνος ὑψηλότατος, Θεογεννῆτορ ὤφθης Πανάμωμε· ἐν σοὶ γὰρ μόνος ἀναπαυσάμενος, τοὺς ἡμῶν ἀφείλετο, κόπους καὶ τὴν μέλλουσαν, τοῖς  ἀξίοις ηὐτρέπισεν ἄνεσιν.

Τοῦ Μάρτυρος. 

Τόξον δυνατῶν.

Θράσος ἀσεβῶν ἠμαύρωσεν, ἐν τῇ παντευχίᾳ,τοῦ Σταυροῦ ἐγκαυχώμενος, τροπαιοῦχος καὶ στεφανίτης, τοῦ Χριστοῦ Μάρτυς Ἐπίμαχος.

Δόξαν παριδὼν τὴν πρόσκαιρον, καὶ πρὸς τοὺς ἀγῶνας, ἀποδυσάμενος, ἔχαιρες γενναιόφρων ὡς στρατιώτης, τοῦ Χριστοῦ Μάρτυς Ἐπίμαχε.

Σῶμα αἰκισμοῖς παρέδωκας, τὴν ψυχὴν δὲ Μάρτυς, ἀσφαλῶς διετήρησας, θῦμα ἄμωμον τῷ Δεσπότῃ, σεαυτὸν προσάξας πάντιμον.

Θεοτοκίον.

Χαίροις μήτηρ ἀπειρόγαμε, ἡ Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Ὁ Εἱρμὸς.

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο, δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα τῶν   Ἀποστόλων.

Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

Εἰς ἅπασαν τὴν γῆν, ὁ σοφὸς ὑμῶν φθόγγος, ἐξῆλθεν ἀληθῶς, τοῦ Κυρίου αὐτόπται, Ἀπόστολοι ἔνδοξοι, Οὐρβανὲ σὺν Ἀμπλίᾳ τε, Ἀριστόβουλε, καὶ Ἀπελλῆ σὺν Ναρκίσσῳ, μετὰ Στάχυος, ὑπὲρ ὑμῶν τὸν Σωτῆρα, ἀπαύστως πρεσβεύσατε.

Δόξα... Τοῦ Μάρτυρος.

Ἦχος δ

Ταχὺ προκατάλαβε.

Ταῖς θείαις λαμπρότησι καλλωπιζόμενος, τὸ σκότος ἐμείωσας, τῆς ἀθεΐας σοφέ, ἀθλήσας δι' αἵματος· ὅθεν τὴν παναγίαν, καὶ φωσφόρον σου μνήμην, πίστει ἐπιτελοῦντες, ἐξαιτούμεθα πάντες, λαβεῖν θεῖον ἔλεος, Μάρτυς Ἐπίμαχε.

Καὶ νῦν... Θεοτοκίον.

γνὴ παναμώμητε, καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον, Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς  ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Ὁσίοις καὶ Προφήταις δυσώπει, δωρήσασθαι ἡμῖν, ἱλασμὸν καὶ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρὴσασθαι.

Τῶν Ἀποστόλων. 

Ὠδὴ δ

Ὄρος σε τῇ χάριτι.

στράψας ἐν γῇ, δικαιοσύνης ὁ Ἥλιος, ὥς περ ἀκτῖνας μυστικάς, προσεπαφῆκεν ἐμφανῶς, Στάχυν τε καὶ Νάρκισσον, καὶ Οὐρβανὸν Ἀμπλίαν καὶ Ἀριστόβουλον, καὶ Ἀπελλῆν τοὺς ἐν σκότει φωτίζοντας.

σχὺϊ τοῦ θείου, δυναμούμενος Πνεύματος, τοὺς κατοικοῦντας, Ὀδησσόν, υἱοὺς ἀπέδειξας φωτός, Ἀμπλία Ἀπόστολε, ἐπιτελῶν θαυμάτων ἔργα παράδοξα, καὶ καταργῶν τῶν   δαιμόνων τὰς φάλαγγας.

Ναμάτων ἐνθέων, πεπλησμένος ἐξέδραμες, καθάπερ ῥεῦμα Οὐρβανέ, σωτηριῶδες τὰ πικρά, καὶ ἄποτα νάματα, ἀποσοβῶν καὶ καταρδεύων ἐν χάριτι, τῶν   εὐσεβούντων παμμάκαρ τὸ πλήρωμα.

Θεοτοκίον.

ράθης Ἀγγέλων, ὑπερέχουσα Δέσποινα· τὸν γὰρ ἐκείνοις φοβερόν, ἀνερμηνεύτως ἐν γαστρί, χωρῆσαι ἠξίωσαι, καὶ ἐν χειρὶ βαστάσαι καθάπερ νήπιον, τῶν   ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.

Τοῦ Μάρτυρος.

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου.

Τῆς τῶν   ἀθέων μὴ φροντίσας ἀθεότητος, πρός τους ἀγῶνας θαρσαλέως παρετάξατο, ὁ εὐκλεὴς Ἐπίμαχος· Δόξα σοι κραυγάζων φιλάνθρωπε.

Τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν νευρούμενος, τῶν   ἀλγηδόνων ἀνδρείως κατεφρόνησεν, ἀναβοῶν Ἐπίμαχος· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν ἐπιγείων καταπτύσας τὴν λαμπρότητα, διὰ θανάτου βασιλείαν ἐκληρώσατο, ὁ θαυμαστὸς Ἐπίμαχος, δόξαν ἀναπέμπων τῷ ζῶντι Θεῷ.

Θεοτοκίον.

Χερουβικῶν ταγμάτων ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε ἀνύμφευτε.

Τῶν Aποστόλων. 

Ὠδὴ ε

Ὁ φωτίσας.

Τοῦ Ποιμένος τοῦ καλοῦ τὰ ἀμώμητα πρόβατα, μέσον λύκων ὑπ' αὐτοῦ προφανῶς ἀπεστάλησαν, τούτους τιθασεύοντες, καὶ εἰσελαύνοντες πρὸς μάνδραν, τὴν νοητήν διὰ πίστεως.

μέγας σε Βυζαντίου Ἀνδρέας κατέστησεν, Ἐπίσκοπον τοὺς ἐκεῖσε πιστοὺς ἐκδιδάσκοντα, Στάχυ Ἱερώτατε, καὶ κυβερνῶντα πρὸς λιμένας, τοὺς γαληνοὺς θείᾳ χάριτι.

πέρτιμον ὥς περ λίθον σε ἔσχεν ἀκρόγωνον, Ἡρακλείας ἡ σεπτὴ Ἐκκλησία στηρίζοντα, Ἀπελλῆ μακάριε, ταύτην ἐν λόγῳ ἀληθείας· ὅθεν ἀξίως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Συνέλαβες ὑπὲρ λόγον τὸν Λόγον καὶ ἔτεκες, πανύμνητε, ὃν Πατὴρ ἐκ γαστρὸς ἀπεγέννησε, πρὸ αἰώνων Ἄχραντε· ὅθεν ὡς τούτου σε Μητέρα, χρεωστικῶς μακαρίζομεν.

Τοῦ Μάρτυρος.

Τὸν φωτισμόν σου Κύριε.

Θωρακισθεὶς τῇ χάριτι, τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῖς  ἀσεβέσιν ἐβόα ὁ Μάρτυς· Ξίφος τε καὶ πῦρ οὔ με χωρίσει, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως.

εὐκλεὴς Ἐπίμαχος, βήματι παρεστώς, τοῖς  ἀνομοῦσιν ἐβόα εὐθαρσῶς· Γῆν καὶ οὐρανὸν θεοὶ μὴ δρῶντες, δυσσεβῶς ἀπολέσθωσαν.

ἀθλητὴς Ἐπίμαχος, θεόθεν ἐμπνευσθείς, Πατέρα Λόγον, καὶ Ἅγιον Πνεῦμα, φύσει ἐν μιᾷ τοῖς ἀγνοοῦσι, τὴν Τριάδα ἐκήρυξε.

Θεοτοκίον.

Τὶς ἐξειπεῖν δυνήσεται,τοῦ τόκου σου Ἁγνή, τὸν ὑπὲρ Λόγον παράδοξον τρόπον; φύσει γὰρ Θεόν, σεσαρκωμένον ὑπὲρ λόγον ἐκύησας.

Τῶν Ἀποστόλων. 

Ὠδὴ ς

Ἐκύκλωσεν ἡμᾶς.

Θαλάσσας τῶν   ἐθνῶν διαταράξαντες, ταῖς θείαις ἐπιβάσεσι, διεσώσατε τοὺς πάλαι τῇ πικρᾷ, ἅλμῃ συμπνιγέντας καὶ προσήξατε, τῷ Λυτρωτῇ διασωθέντας Θεομακάριστοι.

λέους θελητὴν Θεὸν ἐκήρυξας, καὶ πλάνης ἠλευθέρωσας, θεῖε Νάρκισσε ψυχὰς τῶν   ἀσεβῶν, μέγας γεγονὼς Ἀθηνῶν πρόεδρος, καὶ φυτουργὸς φυτῶν ὡραίων Θεομακάριστε.

θεῖος Οὐρβανὸς λόγον ζωήρυτον, καὶ χάριν τῶν ἰάσεων, ἀναβλύσας ἐφειλκύσατο λαούς, πρὸς τὸν φωτισμὸν τῆς θείας χάριτος, ὡς μιμητὴς τοῦ σαρκωθέντος, καὶ κόσμον σώσαντος.

Θεοτοκίον.

μνοῦμέν σε δι' ἧς ἐδικαιώθημεν, οἱ πρότερον κατάκριτοι, καὶ συνήφθημεν ἀΰλοις Λειτουργοῖς, καὶ τοῦ Παραδείσου ἠξιώθημεν, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.

Τοῦ Μάρτυρος.

Ἐβόησε, προτυπῶν.

Κατήργησε, τῶν εἰδώλων τὴν πλάνην Ἐπίμαχος, τῇ δυνάμει, τοῦ σαρκὶ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ στεφάνους δόξης, ἀληθῶς παρ' αὐτοῦ ἐκομίσατο.

Κατέλιπε, τὰ ἐν κόσμῳ καὶ κόσμον Ἐπίμαχος, καὶ τὸ σῶμα,ταῖς βασάνοις ἀνδρείως παρέδωκεν, ὑπὲρ τοῦ Δεσπότου, καὶ σὺν τοῖς  Ἀθλοφόροις ἀγάλλεται.

Κοινωνήσας, τῶν   Χριστοῦ παθημάτων Ἐπίμαχος, τῇ δυνάμει, τοῦ σαρκὶ σταυρωθέντος Θεοῦ ἡμῶν, καὶ τῆς θείας δόξης, ὡς αὐτοῦ μιμητὴς κεκοινώνηκε.

Θεοτοκίον.

Δυσώπησον, ὑπὲρ τῶν  οἰκετῶν σου Θεόνυμφε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν ἡμῶν, ὅτι σὲ καὶ μόνην, προστασίαν πιστοὶ ἐπιστάμεθα.

Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι,  Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Κοντάκιον  Ἦχος β

Τοῖς τῶν   αἱμάτων σου.

Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε, καὶ στάχυν πολύχουν δρεψάμενοι, Βασιλεῖ τῶν   ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.

Ὁ Οἶκος.

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν   κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

Συναξάριον.

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν   Ἁγίων Ἀποστόλων ἐκ τῶν   ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου.

Στίχοι

Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς,

κ τοῦ παρόντος ἐκθερίζεται βίου.

Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.

τετράχορδος τῶν Ἀποστόλων λύρα.

Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,

Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.

Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.

Στίχοι

Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος,

προσμάχητον σύμμαχον Θεὸν φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῶν Ἀποστόλων.

Ὠδὴ ζ

Σὲ νοητήν, Θεοτόκε.

πομονῇ, πειρασμῶν ἐρρύσθητε, ἐχθροῦ πειράζοντος ὑμᾶς, ἑπομβρίαις δὲ λογικαῖς, ἔνδοξοι Ἀπόστολοι, ὅλον κατεπτύσατε, φλογμὸν τῆς πλάνης κραυγάζοντες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Περιφανῶς, ἄριστα βουλεύεσθαι καὶ τελειότατα τοὺς σούς, Ἀριστόβουλε φοιτητάς, μάκαρ ἐξεπαίδευσας, ὡς τὴν ἐνυπόστατον, Σοφίαν σχών σε παιδεύουσαν, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

τῶν πιστῶν, ἱερὰ ὁμήγυρις, ἱερωτάταις ἐν φωναῖς, μακαρίζει σε Ἀπελλῆ· τέλος γὰρ μακάριον ἔσχες πολιτείαν τε, ἀγγελικὴν μέλπων πάντοτε· Ὁ αἰνετὸς τῶν   Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

ῦσαι ἡμᾶς, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, καὶ Bαρβάρων ἐπιδρομῆς, Δέσποινα πανύμνητε, ὅπως σε δοξάζωμεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόνυμφε, τὸν αἰνετὸν τῶν   Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Τοῦ Μάρτυρος. 

Ἀβραμιαῖοι ποτὲ.

Καταπατῶν ἀνδρικῶς, σὺν τῷ πυρὶ τὴν πλάνην, τῷ σταυρωθέντι ὁ ἀοίδιμος, ἐβόα Ἐπίμαχος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητος εἶ.

Οὐ κατεπλάγη φλογός, οὔτε θηρῶν ἀγρίων, οὔτε βασάνων τὴν ἐπίθεσιν, κραυγάζων Ἐπίμαχος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

πομονῇ πειρασμῶν, θεοῖς ἀψύχοις σέβας, ὁ Μάρτυς ὅλως οὐκ ἀπένειμεν, ἀλλὰ πίστει ἔκραζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

ν τῇ ἄφλέκτῳ βάτῳ, καὶ δροσοβόλῳ καμίνῳ, σὺ προεγράφης Μητροπάρθενε, ἀφράστως κυήσασα, σεσαρκωμένον Θεόν, ἁγνὴ εὐλογημένη.

Τῶν Ἀποστόλων. 

Ὠδὴ η

Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ.

Eν τῷ κόσμῳ ὥσπερ ἀστραπαί, ἐφάνητε θεόπται, φλογίζοντες μὲν τὴν πλάνην, τοὺς δὲ μέλποντας υἱούς, ἡμέρας δεικνύοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῷ νοστίμῳ ἅλατι τῶν   σῶν, Ἀμπλία διδαγμάτων, τῆς πλάνης σηπεδόνα, ἀπεκάθηρας· διό, τιμῶντές σε ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

νυμνείσθω Στάχυς ὁ κλεινός, Ἀμπλίας Ἀπελλῆς τε, καὶ Νάρκισσος Οὐρβανός τε, καὶ ὁ πάνσοφος βοῶν, πιστῶς Ἀριστόβουλος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὲ καὶ τεῖχος καὶ καταφυγήν, καὶ κλίμακα πρὸς ὕψος, μετάγουσαν τὸ ἀνθρώπινον, παναμώμητε. Ἁγνή, εἰδότες κραυγάζομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος. 

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα.

Πάθος τὸ σεπτὸν ἐξεικονίζων, ἐν τοῖς σοῖς μέλεσι Σοφέ, ὑπέφερες ἀνδρείως, πεῖραν πολλῶν βασάνων, Χριστὸν τὸν Θεὸν ἡμῶν ἀνακηρύττων.

Στάζουσιν οἱ σοὶ ἱδρῶτες Μάρτυς, θεοσεβείας γλυκασμόν, ἐξαίροντα πικρίαν, πλάνης ἀθεότητος· διό, Ἐπίμαχε δοξάζεις, Χριστὸν εἰς τοὺς αἰῶνας.

χαιρες ποιναῖς προσομιλήσας, παντοδαπαῖς πανευσθενῶς, Ἐπίμαχε παμμάκαρ, κράζων· Ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σῶσόν με Ἁγνὴ ἡ τὸν Σωτῆρα, ἀποκυήσασα Xριστὸν ἡμῖν ὁμοιωθέντα, ὅπως ἐν αἰνέσει σε ἀεί, μακαρίζωμεν εὐλογημένη.

Ὁ Εἱρμὸς.

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ἀποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Τῶν Ἀποστόλων. 

Ὠδὴ θ

Tύπον τῆς ἁγνῆς.

να τὰ τῆς γῆς πληρώματα, πεπληρωμένα πλάνης τοῦ πολεμήτορος, καὶ μεμεστωμένα, σκοτασμοῦ ἀθεότητος, τῷ φωτὶ καταυγάσῃς τῆς γνώσεως, τὰς σὰς σωτηριώδεις, αὐγὰς Οἰκτίρμον τούτοις ἔπεμψας.

φθης φερωνύμως ἔνδοξε, σωτηριώδης στάχυς, σῖτον τοῖς  χρῄζουσι, φέρων στηριγμόν, θεογνωσίας παρέχοντα, καὶ λιμοῦ νοητοῦ ἐξαιρούμενον, τοὺς πίστει σε καὶ πόθῳ, Ἱεροκῆρυξ μακαρίζοντας. 

Στόμα τοῦ Θεοῦ γενόμενος, τὰς τῶν   ῥητόρων γλώσσας ἀλάλους ἔδειξας, καὶ ἐκ φάρυγγος, τοῦ δυσμενοῦς Ἀριστόβουλε, ἀνιμήσω ψυχὰς καὶ προσήγαγες, Κυρίῳ σεσωσμένας, διὰ τελείας ἐπιγνώσεως.

δη οὐρανοὺς γηθόμενοι, θεοειδεῖς οἰκοῦντες, Θεοῦ Ἀπόστολοι, τοὺς ἐπὶ τῆς γῆς, εἰλικρινῶς ὑμᾶς σέβοντας, καὶ γνησίως ὑμᾶς μακαρίζοντας, μετόχους αἰωνίου,καταξιώσατε λαμπρότητος.

Θεοτοκίον.

Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε· ὅθεν πιστῶς σε μακαρίζομεν.

Τοῦ Μάρτυρος.

Εὔα μὲν τῷ τῆς παρακοῆς.

σχὺϊ ῥωννύμενος Χριστοῦ Ἐπίμαχε, Ἀθλοφόρε ἐταπείνωσας, κράτος ἀνίσχυρον δαιμόνων· καὶ νίκης τὸ λαμπρὸν ἦρας τρόπαιον, χοροῖς τῶν Ἀθλητῶν στεφανούμενος· ὅθεν σε πίστει μακαρίζομεν.

φθη ὥς περ κρήνη ἀληθῶς Ἐπίμαχε, ἡ σὴ θήκη ἀναβλύζουσα, χάριν θαυμάτων παραδόξων, καὶ νέφος τῶν παθῶν ἐκδιώκουσα, τῶν πίστει προσερχομένων σοι πάντοτε, Μάρτυς θεόφρον ἀξιάγαστε.

Συνέτριψας πάσας τοῦ ἐχθροῦ πανεύφημε, τὰς παγίδας καὶ ἠφάνισας, τούτου τὸ ὄνομα μετ' ἤχου, Xριστὸν ὁμολογήσας ἐνώπιον, τυράννων καὶ βασιλέων Ἐπίμαχε· ὅθεν σε πάντες μακαρίζομεν.

λίου λαμπρότερον ἡμῖν ἐξέλαμψε, σοῦ ἡ Μνήμη παναοίδιμε, πάντων φωτίζουσα καρδίας, ἐν ταύτῃ τῶν πιστῶν εὐφημούντων σε, παμμάκαρ Ἀθλοφόρε Ἐπίμαχε· ὅθεν σε πάντες μακαρίζομεν.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον ἁγνὴ γεγένησαι, διὰ τοῦτο ἱκετεύω σε· Φώτισον Δέσποινα τὰς κόρας, τῆς τεταπεινωμένης καρδίας μου, παθῶν ταῖς χαλεπαῖς ἀμαυρότησιν, ὅπως ἐν πίστει μακαρίζω σε.

Ὁ Εἱρμὸς.

Eὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Στάχυς, Ἀμπλίας, Νάρκισσος, καὶ Ἀπελλῆς ὁ ἔνδοξος, καὶ Ἀριστόβουλος θεῖος, καὶ Οὐρβανὸς οἱ φωστῆρες, νῦν  παρ' ἡμῶν κατὰ χρέος, φαιδρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῶν πόθῳ ἐπιτελούντων, τὴν ἱερὰν αὐτῶν Μνήμην.

Θεοτοκίον.

πίβλεψον Πανύμνητε, εἰς τὴν κληρονομίαν σου, καὶ τῇ ἀμάχῳ σου ταύτην, συντήρησον δυναστείᾳ, τῆς βασιλείας ἴθυνον, τὰ σκῆπτρα καὶ κραταίωσον, τὰ ἔθνη καταπράϋνον, καὶ ἔκχεον τὴν εἰρήνην, ἐπὶ τὰ πέρατα κόσμου.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Καὶ τὰ λοιπὰ τῆς τοῦ Ὄρθρου Ἀκολουθίας.

Καὶ Ἀπόλυσις.