The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Μαρτυρίου ἐν αἵματι, τὴν στολήν σου Ζηνόβιε, ἐπιχρώσας ἔνδοξε ἀπετέλεσας, ἱερωτέραν ἐν χάριτι· μεθ' ἧς εἰσελήλυθας, ὡς σοφὸς Ἀρχιερεύς, τῶν   Ἁγίων εἰς Ἅγια, θῦμα ἄμωμον, διὰ σὲ τῷ τυθέντι καὶ τελεία, προσφορά καθαρωτάτη, ἀνενεχθεὶς ἱερώτατε.

Ξεομένου τοῦ σώματος, τῆς ψυχῆς σου τὸ ἔνδοθεν, κάλλος διεδείκνυτο ἀξιάγαστε, Ἱερομάρτυς λαμπρότερον, θεόφρον Ζηνόβιε, Ἱερέων καλλονή, Ἀθλοφόρων τὸ καύχη μα, τῶν   θαυμάτων τε, ἡ ἀέναος βρύσις τῶν   πνευμάτων, ἀκαθάρτων ὁ διώκτης, καὶ βραβευτὴς τῶν   ψυχῶν ἡμῶν.

Συναθλεῖν σοι προῄρηται, ἀδελφὰ συμφρονοῦσά σοι, Ζηνοβία πάνσοφε ἡ ὁμαίμων σου· τὰ τῶν   λεβήτων γὰρ βράσματα, ἀνδρείως ὑπήνεγκε, τοῦ πυρὸς τὴν ἀπειλήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν ἔτυχε, μετὰ σοῦ τῶν   στεφάνων τῶν τῆς νίκης, καὶ τῆς ἄνω βασιλείας, Ἱερομύστα Ζηνόβιε.

Δόξα... Ἦχος πλ. δ

Ἰωάννου Μοναχοῦ, οἱ δὲ τοῦ Στουδίτου.

σματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν   πανευσεβῶν Ἀθλητῶν, Ζηνοβίου καὶ Ζηνοβίας· οὗτοι γὰρ τῆς Τριάδος γεγόνασιν ὑπέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρείως, τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν, καὶ τὸν τῆς νίκης στέφανον ἐνδόξως ἐκομίσαντο· διὸ πρὸς αὐτοὺς ἀναβοήσωμεν· Ζεῦγος ἅγιον Κυρίῳ, εὐλογημένη δυὰς καὶ πεφωτισμένη, τὸν Σωτῆρα πρέσβευε, ὑπὲρ τῶν   ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

ντίληψις καὶ σκέπη μου, ὑπάρχεις παναμώμητε, Θεοτοκε· σὲ γὰρ ἔχω βοηθόν, ἐν θλίψεσι καὶ νόσοις, καὶ ταῖς στενοχωρίαις, καὶ σὲ δοξάζω τὴν ἀμώμητον.

Ἢ Σταυροθεοτοκίον.

ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες της Ὀκτωήχου, καὶ τῶν   Ἁγίων ὁ παρών.

Ποίημα Ἰωσὴφ. 

Ὠδὴ α  Ἦχος πλ. δ

Ἄσμα ἀναπέμψωμεν.

Θρόνῳ παριστάμενος Θεοῦ, ὡς ἱερεὺς εὐπρόσδεκτος, καὶ μάρτυς ἄριστος, Ζηνόβιε τρισμάκαρ, τοὺς πόθῳ τιμῶντάς σου, μνήμην τὴν φωτοφόρον, τῶν   τοῦ βίου λύτρωσαι σκανδάλων. 

Αἴγλῃ φωτιζόμενος Σοφέ, τῆς τρισηλίου λάμψεως, σκότος διέλυσας, Ἑλλήνων δυσφημίας, καὶ φέγγει τῶν λογων σου, πάντα καταφωτίσας, νῦν  μετέβης πρὸς ἄδυτον φέγγος.

νθραξ δεδειγμένος νοητός, πυρὶ προσαναπτόμενος, τοῦ θείου Πνεύματος, ἁπάντων τὰς καρδίας, ὑφῆψας πρὸς ἔρωτα, θεῖον Ἱερομύστα, καὶ τὴν πλάνην κατέφλεξας πᾶσαν.

Θεοτοκίον.

Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Ὠδὴ γ

Τὸν φόβον σου Κύριε.

Τῷ μύρῳ τῆς χρίσεως τοῦ Πνεύματος, κεχρισμένος Ζηνόβιε, ἱεράτευσας ὡς Ἄγγελος, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ.

Ψυχῶν ἐπιμέλειαν δεξάμενος, γεωργίᾳ θείου Πνεύματος, καρποφόρους ταύτας ἔδειξας· διὸ τῆς τοῦ Κυρίου, χαρᾶς ἠξιώθης.

μαίμων σοι σύμφρων ἀναδέδεικται, Ζηνοβία ὦ Ζηνόβιε· συναθλεῖν γὰρ σοι προῄρηται, καὶ σοὶ συναπολαύειν, τῆς ἐνθέου δόξης.

Θεοτοκίον.

Τριάδος τὸν ἕνα ἀπεκύησας, τὸ ἀνθρώπινον φορέσαντα, Παναγία Μητροπάρθενε, ὃν αἴτησαι σωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας.

Ὁ Εἱρμὸς.

Τὸν φόβον σου Κύριε ἐμφύτευσον, ἐν ταῖς καρδίαις τῶν   δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς  σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις.

Κάθισμα  Ἦχος πλ. δ

Τὴν Σοφίαν.

Τὴν σοφὴν ξυνωρίδα τῶν   Ἀθλητῶν, εὐφημήσωμεν πίστει μαρτυρικῶς, Ζηνόβιον ἅπαντες, τὸν ἀήττητον Μάρτυρα, Ζηνοβίαν ὡσαύτως, τὸ ζεῦγος τὸ τίμιον, ὡς κρατῆρας θεῖα, προχέοντας νάματα· ὅθεν ἀενάως, καθ' ἑκάστην ἀντλοῦμεν, πιστῶς τὰ ἰάματα, εὐσεβῶς ἀνακράζοντες· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ     Θεῷ, τῶν   πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

σθενείᾳ βαρείᾳ περιπεσών, καὶ δεινῶς ἐν τοῖς πόνοις κατακαμφθείς, οὐ φέρω τὸν καύσωνα, τῆς δεινῆς ῥᾳθυμίας μου, ἀλλ' ὁ εἰδὼς ἑκάστου, Σωτὴρ τὴν ἀσθένειαν, καὶ ὡς Πατὴρ παιδεύων, τοὺς γνώμῃ σοι πταίσαντας, σὺ με ἀνάστησον· δυνατὸς γὰρ ὑπάρχεις, ἰᾶσθαι νοσήματα, καὶ ψυχῆς καὶ τοῦ σώματος, ἵνα πάντοτε κράζω σοι· Μεγάλα σου τὰ ἔργα Σωτήρ, φοβερά τε ὄντως τὰ θαυμάσια· καὶ γὰρ πιστοὺς λυτροῦσαι, λιταῖς τῆς τεκούσης σε.

Ἢ Σταυροθεοτοκίον.

ν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ πανάμωμος Μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα, καὶ πικρῶς ἀπεφθέγγετο καὶ συνοχῇ καρδίας, τὰς κόμας ἐσπάραττε, καὶ πρός αὐτὸν ἐβόα. Υἱέ μου καὶ Κύριε, πῶς σε τῶν Ἑβραίων, ἀνομώματος δῆμος, ἀδίκως προσπήγνυσι, τῷ Σταυρῷ ἀναμάρτητε; πῶς καὶ θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν τῆς πλευρᾶς, χολήν τε, οἴμοι! καὶ ἥλους μακρόθυμε; ἀλλὰ δόξα σου Σῶτερ, τοῖς  θείοις παθήμασι.

Ὠδὴ δ

Ἐπέβης ἐφ' ἵππους.

ψόθεν ἐφάνης, ἄθλοις σεπτοῖς ὡραιότατος, καὶ ἐδέξω στεφάνους τῆς νίκης σοφέ, καὶ αἰωνίου ἔτυχες ἀγαλλιάσεως· διὸ σὲ εὐφημοῦμεν, Μάρτυς ἱεράρχα Ζηνόβιε.

Τὸν ξύλῳ ταθέντα, ἐθελουσίως μιμούμενος, ἀνηρτήθης ἐξέσθης Ζηνόβιε, καὶ τῆς φθορᾶς Μακάριε καὶ τῆς νεκρώσεως, ἀπεδύθης τὸ πάχος, ἄφθαρτον στολὴν ἐνδυσάμενος.

Εὐχῇ σου ἑδραίᾳ, τὰ τῶν  δαιμόνων ἱδρύματα, κατεβλήθη ναοὶ δὲ ἐρράγησαν, ἀρραγεστάτῃ πίστει σου ἀφανιζόμενοι, ὦ Ζηνόβιε Μάκαρ, Ἱερομαρτύρων τὸ καυχημα.

Θεοτοκίον.

Τῷ ξένῳ σου τόκῳ, τοὺς ἐκ Θεοῦ ξενιτεύσαντας, ἐν αὐτῷ ᾠκείωσας Πανύμνητε· μεγαλοφώνως ὅθεν σε, πίστει δοξάζομεν, καὶ κραυγάζομεν·Χαῖρε, πάντων γηγενῶν τὸ διάσωσμα.

Ὠδὴ ε

Ἴνα τὶ με ἀπώσω.

τοῦ θήλεος φύσις, Πνεύματι νενεύρωται θείῳ καὶ ᾔσχυνε, τὸν τὴν Εὔαν πάλαι, τὴν προμήτορα ἐξαπατήσαντα, καὶ τῆς θείας δόξης, ἐν οὐρανοῖς κατηξιώθη, Ζηνοβία τοῖς  ἄθλοις ἐκλάμπουσα.

μβροτόκος νεφέλη, γέγονεν ἡ γλῶσσά σου ὡς ὑετίζουσα, εὐσεβείας ὄμβρους, καὶ πιστῶν τὰς καρδίας ἀρδεύουσα, καὶ πρὸς εὐκαρπίαν, τὰς διανοίας ὁδηγοῦσα, ἐναρέτων Ζηνόβιε πράξεων.

Παρθενίας ἀκτῖσι τῆς φιληδονίας τὸ σκότος ἐμείωσας, καὶ φωτὶ τῶν   ἄθλων, ἀθεΐας τὴν νύκτα ἠφάνισας, Ζηνοβία Μάρτυς, τοῦ Ἰησοῦ ὡραία νύμφη, καταγώγιον θεῖον τοῦ Πνεύματος.

Θεοτοκίον.

μαρτίας βαρέα, πάντοτε περίκειμαι φορτία Ἄχραντε, καὶ βοῶ σοι· Τούτων, μεσιτείᾳ, τῇ σῇ με ἐλάφρυνον· σὺ γὰρ εἶ προστάτις, ἁμαρτωλῶν δεδοξασμένη, Λυτρωτήν καὶ Σωτῆρα κυήσασα.

Ὠδὴ ς

Τὴν δέησιν ἐκχεῶ.

δέησις τῆς ἐνθέου ψυχῆς σου, προσεδέχθη ὡς θυμίαμα Πάτερ· εἰς γὰρ ὀσμήν, εὐωδίας παμμάκαρ, τῶν   παθημάτων Ζηνόβιε ἔσπευσας, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ τὴν σύμπασαν κτίσιν φωτίσαντος.

Τῷ αἵματι τῆς ἀθλήσεως Μάρτυς, καθηγίασας τὴν γῆν, τὸ δὲ πνεῦμα, ἐν οὐρανοῖς ἀνελθὸν πρωτοτόκων, τὴν Ἐκκλησίαν ἐνθέως ἐφαίδρυνε, Ζηνόβιε Ἱεραρχῶν, καὶ Μαρτύρων περίβλεπτον καύχημα.

στένωσας τὴν ἀσέβειαν Μάκαρ, πλατυσμῷ τῆς ἀληθοῦς εὐσεβείας, καὶ τὰς ὁδούς, τὰς εἰς ταύτην φερούσας, τοῖς  πλανωμένοις λαοῖς καθυπέδειξας, καὶ ἔσωσας τούς χαλεπῶς, θαλαττεύοντας πλάνης τοῖς  ὕδασιν.

Θεοτοκίον.

ραίωσον τὴν ψυχήν μου Παρθένε, ἀμορφίᾳ τῶν   παθῶν κρατουμένην, καὶ λογισμοῖς, ἀληθοῦς μετανοίας, τὴν ταπεινήν μου καρδίαν ὀχύρωσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, ἀδιστάκτως Ἁγνὴ καταφεύγοντα.

Ὁ Εἱρμὸς.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον  Ἦχος πλ. δ

Ὡς ἀπαρχὰς.

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν   ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιον ἅμα τῇ σεπτῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας, καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.

Ὁ Οἶκος.

Τὸν γενναῖον καὶ μέγαν Ζηνόβιον, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, καὶ σὺν αὐτῷ τὴν παρθένον καὶ ἄσπιλον Ζηνοβίαν· ὑπάρχει γὰρ σύναθλος. Οὗτοι καθεῖλον ἐχθροῦ φρυάγματα, τὴν δὲ πίστιν Χριστοῦ κατετράνωσαν· διὸ περιφανῶς ἐκομίσαντο, οὐρανόθεν ἀξίως παρὰ Θεοῦ, στέφος ἄφθαρτον.

Συναξάριον.

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν   αὐταδέλφων.

Στίχοι.

Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος,

καρτερόφρων, κἂν γυνή, Ζηνοβία.

Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.

Στίχοι

Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην,

Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν   Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.

Στίχοι

Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον,

Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου.

ουλιανὸς καὶ Μακάριος ξίφει,

Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην.

Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε,

Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας.

Στίχοι

Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες,

Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου.

Τῇ αὐτῇ ἡμέρᾳ., Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῶν   Ἁγίων Μαρτύρων, Ἀστερίου, Κλαυδίου, Νέωνος, καὶ τῆς ἀδελφῆς αὐτῶν Νεονίλλης.

Στίχοι

Κλαύδιος, Ἀστέριος, ἀλλὰ καὶ Νέων,

θλῳ ξίφους ὤφθησαν ἀστέρες νέοι.

πὶ ξύλου ταθεῖσα ἡ Νεονίλλα,

Ξύλου παλαιὰν ἐξερεύγεται βλάβην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν   Ἁγίων Ἀποστόλων ἐκ τῶν   Ἑβδομήκοντα, Τερτίου, Μάρκου, Ἰούστου καὶ Ἀρτεμᾶ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Παῖδες Ἑβραίων.

είθροις αἱμάτων κατέσβεσας, παναοίδιμε τὸ πῦρ τῆς ἀσεβείας, τῶν   θαυμάτων ἡμᾶς, ἑκάστοτε δροσίζεις, τῷ νιφετῷ Ζηνόβιε, τοὺς ἐν πίστει σε ὑμνοῦντας.

Θεῖον εἰς γνόφον ὑπεισδύσας, τὸν ἀθέατον ὡς θέμις ἐθεάσω, τὴν ψυχὴν καὶ τὸν νοῦν, φωτίζοντά σου Μάκαρ, εὐσεβοφρόνως μέλποντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Μάρτυς ὁμαίμων συμφρονοῦσα, καὶ τὰ ὅσια συμπράττουσά σοι πόθῳ, τῆς ἐκεῖθεν χαρᾶς, σὺν σοὶ καταξιοῦται, ἱερουργὲ Ζηνόβιε, μεθ' ἧς πίστει σε τιμῶμεν.

Θεοτοκίον.

Τόπος Παρθένε ἀνεδείχθης, ἁγιάσματος ἐξ οὗ Θεὸς ἐφάνη, ἁγιάζων ἡμᾶς, τοὺς πίστει μελῳδοῦντας· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Ὠδὴ η

Οἱ θεορρήμονες Παῖδες.

Οὐκ ἐδειλίασας ξίφος Ἱεράρχα, οὐκ ἐπτοήθης κινδύνους, οὐ κατεπλάγης τὸν θάνατον, ἀθανάτου σε δόξης, δεικνύοντα μέτοχον.

ερουργὸς μυστηρίων ἀνεδείχθης, καὶ σεαυτὸν ἱερεύσας, θῦμα εὐῶδες γεγένησαι, καὶ τῆς ἄνω τραπέζης, Ζηνόβιε ἄξιον.

Θαυματουργίαις ἐκλάμπων Ἱεράρχα, μαρτυρικὰς λαμπηδόνας, περιφανῶς ἐναπήστραψας, καὶ τὸν ζόφον τῆς πλάνης, εἰς τέλος ἐμείωσας.

Θεοτοκίον.

Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἀναπηγάζοντα οἶνον, Παρθενομῆτορ ἀφέσεως, τῶν   παθῶν με τῆς μέθης, ἀπάλλαξον δέομαι.

Ὁ Εἱρμὸς.

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ  πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ

Ἔφριξε πᾶσα ἀκοὴ.

στατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι' ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος.

θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν  μακαρίζομεν.

Σώματα Μάρτυρες σεπτοί, αἰκισμοῖς παντοδαποῖς παρεδώκατε, προσαποβλέποντες, τὴν δι' αἰῶνος μακαριότητα· ἀδελφικῇ γὰρ τῇ στοργῇ, ἀλλήλοις συνδούμενοι, μαρτυρικαῖς καλλοναῖς, ἐλαμπρύνθητε· διὸ μακαρίζεσθε.

μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.

Θεοτοκίον.

Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, μακρὰν ἐλαύνουσα, τῆς ἁμαρτίας σκότος βαθύτατον, ἐκ τῆς ἀθλίας μου ψυχῆς, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω σε, ἵνα πόθῳ σε ὑμνῶ τὴν πανύμνητον.

Ὁ Εἱρμὸς.

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Φοινίξας ἐρυθρότερον, τὴν ἱεράν σου αἵματι, στολὴν Ζηνόβιε Μάκαρ, Χριστῷ παρίστασαι χαίρων, ὡς Ἱεράρχης ἔνθεος, ὑπὲρ ἡμῶν δεόμενος, μετὰ τῆς σῆς ὁμαίμονος, τῆς ἱερᾶς καὶ Παρθένου, καὶ Μάρτυρος Ζηνοβίας.

Θεοτοκίον.

Σὲ κιβωτὸν καὶ τράπεζαν, Προφῆται προηγόρευσαν, στάμνον καὶ ῥάβδον καὶ ὄρος, καὶ τόμον ἐγγεγραμμένον, παλάτιον καὶ κλίμακα, καὶ γέφυραν μετάγουσαν, εἰς ὕψος θείας γνώσεως· ἡμεῖς δὲ σὲ Θεοτοκον, ἀξίως ἀνευφημοῦμεν.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.