The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α στάσιν τοῦ α' Καθίσματος τοῦ Ψαλτηρίου.

Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ παρόντα τρία, δευτεροῦντες αὐτά.

Ἦχος δ  Ὁ ἐξ ὑψίστου κληθεὶς.

τῷ  Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας· ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ  συγγόνῳ τῷ  σῷ  τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

τῷ  ἐκ στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδίᾳ διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος δ  Ἀνατολίου.

Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν... Ἦχος ὁ αὐτὸς.

σαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Εἴσοδος. Τό, Φῶς ἱλαρόν, καὶ τὰ ἀναγνώσματα.

Καθολικῆς α Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.

(Κεφ. 1: 1-2, 10-25,  2: 1-6)

Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἀγαπητοὶ περὶ τῆς σωτηρίας τῶν ψυχῶν ὑμῶν ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες· ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τόν εὐαγγελισάμενον ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς  πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· διότι γέγραπται· Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιος εἰμι· Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς, τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεόν , τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς· Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ᾽ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα, διότι πᾶσα σάρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα, τοῦτο δὲ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιὰς, ὡς αρτιγέννητα βρέφη, τὸ λογικὸν καὶ ἄδολον γάλα επιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε, εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσέρχομενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρά δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας, εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Διὸ καὶ περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾽αὐτὸν οὐ μὴ καταισχυνθῇ.

 

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.

(Κεφ. 2: 21-25,  3: 1-9)

γαπητοὶ  Χριστὸς ὑπὲρ ὑμῶν ἔπαθεν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς   ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ  κρίνοντι δικαίως, ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα, ταῖς  ἁμαρτίαις ἀπογενόμενοι, τῇ  δικαιοσύνῃ ζήσωμεν· οὐ τῷ  μώλωπι αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως, αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ  λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὃ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Οὕτω γὰρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς   ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ὑπήκουσε τῷ  Ἀβραάμ, Κύριον αὐτὸν καλοῦσα, ἧς ἐγεννήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ  γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δέ, εὐλογοῦντες· εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.

(Κεφ. 4: 1-11)

γαπητοὶ, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν σαρκί, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμὶ- τοις εἰδωλολατρείαις. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν  αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· Οἳ ἀποδώσουσι λόγον τῷ  ἑτοίμως ἔχοντι κρίναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι· Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς. Πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες· ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν. Φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιομελα.

Ἦχος α

Ἀνδρέου Ἱεροσολυμίτου.

Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ  ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς  πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν     ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς.

μνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν  θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νῦν δὲ τὴν     οἰκουμένην, τῷ  καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ  Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ  κόσμῳ, καὶ ταῖς  ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς.

Τὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς  μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν· Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν. Ἀλλ' ὦ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ

Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῷ  μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος· Εὑρήκαμεν ὦ Σίμων τὸν ποθούμενον, τῷ  δὲ Σωτῆρι δαυϊτικῶς ἐκραύγαζες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους· διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. δ

Ἀνδρέου Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου.

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν  δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ  Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ  χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν  ... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α  Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ  πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ  συναίμονι, βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς  αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς  λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

θνη τὰ μὴ εἰδότα Θεόν, ὡς ἐκ βυθοῦ τῆς ἀγνωσίας ἐζώγρησας, σαγήνῃ τῶν σῶν λογίων, καὶ συνταράσσεις σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε, καὶ σηπεδόνα, ἀθεΐας ἐξήρανας, ἅλας τίμιον, ἐμβαλὼν τὴν σοφίαν σου, ἣν περ καὶ κατεπλάγησαν, Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ ἀναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες, τὸν παρέχοντα τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος γ Γερμανοῦ.

Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς  δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοῖς   ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς  ἱκεσίαις Χριστέ, παράσχου τῷ  λαῷ  σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν  ... Ἦχος ὁ αὐτὸς.

ωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε δόξα σοι.

Ἀπολυτίκιον  Ἦχος δ

ς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς  ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν  α Στιχολογίαν, Κάθισμα.

Ἦχος α Τὸν τάφον σου Σωτὴρ.

ς θεῖον Μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.

Δόξα... Πάλιν τὸ αὐτὸ.

Καὶ νῦν  ... Θεοτοκίον.

Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα.

Ἦχος γ  Θείας πίστεως.

Πρῶτον εὗρέ σε, Χριστὸς μολοῦντα μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ προστάγματα αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ συστήματα. Αὐτὸν ὡς Θεὸν παμμακάριστε ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Πάλιν τὸ αὐτὸ.

Καὶ νῦν  ... Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξα... Καὶ νῦν  ... Θεοτοκίον.

Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ  Υἱῷ  σου, σὺν τοῖς   αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος πλ. δ'

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Πᾶσα πνοή.

Εὐαγγέλιον.

κ τοῦ κατά Ματθαῖον.

Κεφ. 4: 18-23 

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Ν Ψαλμός χύμα.

λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, Θεὸς Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Δόξα... Ταῖς  τοῦ Ἀποστόλου...

Καὶ νῦν... Ταῖς  τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός...

Εἶτα τὸ Ἰδιόμελον   Ἦχος α

Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ  ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς  πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν     ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Μετὰ τοῦτο λέγονται οἱ Κανόνες, ὁ τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου οἱ δύο.

Ὁ Κανὼν τῆς Θεοτόκου.

Ὠδὴ α  Ἦχος α  Ὁ Εἱρμὸς.

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ  ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

ς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.

Τὰ τραύματα Πάναγνε, τὰ τῆς ψυχῆς μου, καρδίας τὴν  πώρωσιν, λογισμοῦ τὴν     σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς  σαῖς δεήσεσιν.

Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων, Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου.

Νοός μου Πανάμωμε, τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα, καὶ δώρησαί μοι ἀγαθή, τὸ φῶς προσβλέψαι τὸ ἐκ σοῦ, ἐξανατεῖλαν ἡμῖν.

Κανὼν πρῶτος τοῦ Ἀποστόλου.

Ποίημα Ἰωάννου Μοναχοῦ.

Ὠδὴ α  Ἦχος α

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ     ἐνσκηνωσάσῃ σοι κήρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον.

Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ  ἐκ Παρθένου φύντι Χριστῷ, τῷ  δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν.

ρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν  ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας.

Θεοτοκίον.

Χαῖρε ἡ τῆς χάριτος πηγή, Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε ἡ λυχνία, καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ  κόσμῳ κυήσασα.

Κανὼν δεύτερος τοῦ Ἀποστόλου.

Ὠδὴ α  Ἦχος α

διὰ στύλου πυρὸς καὶ νεφέλης, τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Τῷ  καλάμῳ τοῦ Εὐαγγελίου, ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνελθών, Ἀνδρέα πολυΰμνητε· σὺ ἐζώγρησας λαούς, ὡς ἐπηγγείλατο Χριστός, ὁ σαγηνεύειν διδάξας σε, ἀνθρώπους ὡς ἰχθύας ζωγρεῖν.

τῆς πίστεως στῦλος, ἡ ἕδρα τῶν ἀληθινῶν δογμάτων τοῦ Χριστοῦ, Ἀνδρέας ὁ θεόπνευστος, πάντα σήμερον καλεῖ, τῆς γῆς τὰ πέρατα, ἑορτὴν ἐτήσιον συστήσασθαι· συνέλθωμεν οὖν πάντες πιστοί.

Τὸ θαλάσσιον κύτος, δικτύοις ἐρευνῶν, τῇ τέχνῃ ἁλιεύς, σαγήνῃ τῇ τοῦ Πνεύματος, ἔθνη, φῦλα καὶ λαούς, ζωγρεῖς ἐν Πνεύματι, καὶ τὸν ἄνω βυθὸν πολυθαύμαστε, σαφῶς ἀνακαλύπτεις ἡμῖν.

Μυστοπόλε, αὐτόπτα καὶ ῥῆτορ, τῆς ἀπορρήτου γνώσεως Χριστοῦ, ὁ δεξάμενος ἄνωθεν Πνεῦμα Ἅγιον, λαλοῦν ἐν γλώσσαις καθήμενον, τῷ  πυρὶ διαιροῦν τὰ χαρίσματα, ἱκέτευε σωθῆναι ἡμᾶς.

Δόξα...

Προανάρχου Τριάδος, Μονάδα ὑπερουσίως πίστει προσκυνῶ, οὐ τέμνων τὴν     Θεότητα· ἔστι γὰρ ἑνοειδής, ἁπλὴ ἀμέριστος, συνάπτω δὲ αὐτήν, οὐσιότητι προσώπων, καὶ πιστῶς διαιρῶ.

Καὶ νῦν...

Βρεφουργεῖται Θεὸς ἐκ Παρθένου, καὶ νεουργεῖ τοὺς φθαρέντας ἐξ Ἀδάμ, καὶ λύει τὸ μεσότοιχον, καὶ τῆς ἔχθρας τὸν φραγμόν, ἐν τῇ σαρκὶ αὐτοῦ, κατάραν εὐλογεῖ τῆς Προμήτορος, ἐξ ἀχράντου Μητρὸς προελθών.

Καταβασία.

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ  Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Τῆς Θεοτόκου.

 

Ὠδὴ γ  Ὁ Εἱρμὸς.

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.

Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

ῦσαί με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.

Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον σῶσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου.

Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε· τοὺς γὰρ φθαρέντας τῷ  καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρτίσας κατεστήσατο, κοινωνοὺς θείας χάριτος.

Τοῦ Ἀποστόλου. 

Ὁ μόνος εἰδὼς.

Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα, ἀλλ' αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος, καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα.

πέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν· Εὑρήκαμεν τὸν ποθούμενον, καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν     γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ Πνεύματος.

Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ  νομοθέτῃ Μωσεῖ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Ἕτερον. 

Στερεωθήτω ἡ καρδία μου.

Λόγῳ καλοῦντι· Δεῦρ' ὀπίσω μου, τῷ  Χριστῷ εὐθὺς ἠκολούθησε, σὺν τῷ Ἀνδρέᾳ καὶ Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι.

Τὰ εἰδωλεῖα μετεποίησας, εἰς ναοὺς Θεοῦ Πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς, τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις ἀνεκαίνισε, δι' ὕδατος Πνεύματι.

Τὸν μαργαρίτην τὸν πολύτιμον, μυστικῶς τῷ  κόσμῳ προεύρηκας, τῷ τῆς καρδίας σου ἀγρῷ, κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐθησαύρισαν, τὰ ἔθνη εὑράμενα.

ς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν χερσὶ λαβὼν Πολυΰμνητε, πᾶσαν ἐπλούτισας τὴν     γῆν, τοῦ ἐνθέου κηρύγματος· διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν τοῖς  ἄθλοις σου.

Δόξα...

Τὴν ἐν Τριάδι μίαν δύναμιν, ὀρθοδόξως πάντες ὑμνήσωμεν, ἄναρχον ἄκτιστον Θεόν, ὁμοούσιον σύνθρονον, τρισυπόστατον τρισήλιον, αὐτὴν ἀναμέλποντες.

Καὶ νῦν...

Πᾶσα μὲν μήτηρ γόνον τίκτουσα, παρθενεύειν ἔτι οὐ δύναται, σὺ δὲ τεκοῦσα τὸν Χριστόν, Μητροπάρθενος πέφηνας, γαλουχοῦσα τὴν  ζωὴν ἡμῶν, Ἁγνὴ διαμένουσα.

Καταβασία.

Τῷ  πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ  Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κάθισμα  Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

ς πρωτόκλητον πάντων τῶν Μαθητῶν, καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε, τῷ  γὰρ Ἀμνῷ  τῷ  αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀδιστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας· ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, τοῦ σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς   ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ἕτερον, ὅμοιον.

Τῶν εἰδώλων τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος, οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος· ὅθεν σου τὴν μνήμην, ἐπαξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε· Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· Χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

Τῆς Θεοτόκου.

Ὠδὴ δ  Ὁ Εἱρμὸς.

ν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν  τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε.

Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσματι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δὸς μοι χεῖρα βοηθείας, ἵνα κράζω· Δόξα σοι Ἁγνὴ θεοδόξαστε.

Ναὸς ἡγιασμένος, ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε ὑπὲρ νοῦν, αὐτὸν δυσώπει, ἁμαρτιῶν ἡμᾶς ῥύπου ἀποκαθᾶραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.

λέησον μὲ μόνη, ἐλέους τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, τῆς ψυχῆς μου νόσον, καὶ πόρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, θείαν δωρουμένη πρεσβείαις σου.

Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, Ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή· τοὺς γὰρ φλογμῷ  τῶν ἐγκλημάτων ἐκτακέντας, ἀποκαθαίρεις μεσιτείαις σου Παρθένε, μόνη τῶν βροτῶν ἡ ἀνόρθωσις.

Τοῦ Ἀποστόλου.

Ὄρος σε χάριτι τῇ θείᾳ.

θεία ἐξαναλωτική τε τοῦ χείρονος, τοῦ παντουργοῦ καὶ φωταυγοῦς, Πνεύματος δύναμις ἐν σοί, Ἀνδρέα οἰκήσασα, θεοπρεπῶς πυρίνης γλώττης ἐν σχήματι, τῶν ἀπορρήτων ἀνέδειξε Κήρυκα.

Οὐχ ὅπλα πρὸς ἄμυναν, ἀνείλετο σάρκινα, καὶ πρὸς καθαίρεσιν δεινῶν, ὀχυρωμάτων τοῦ ἐχθροῦ, Ἀνδρέας ὁ πάντιμος, ἀλλὰ Χριστῷ φραξάμενος προσενήνοχεν, αἰχμαλωτίσας τὰ ἔθνη ὑπήκοα.

Τοὺς πόθῳ τελοῦντάς σου, τὴν μνήμην ἐν ᾄσμασιν, ἐκ τῆς ἀφθόνου δωρεὰς τοῦ Διδασκάλου σου Χριστοῦ, Ἀνδρέα πανόλβιε, πνευματικῆς ἀγαλλιάσεως νάματα, ἀναπιμπλῶν μὴ ἐλλίπῃς πρεσβείαις σου.

Θεοτοκίον.

μνοῦμεν τὸ μέγα, καὶ φρικτόν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ πόκον Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἕτερος. 

Ἐν πνεύματι προβλέπων.

Τὰ δίκτυά σου ῥίψας, καὶ ἄρας τὸν σταυρόν, δρόμῳ ἠκολούθησας, καλοῦντι τῷ  Χριστῷ, καὶ τὴν σαγήνην τοῦ Πνεύματος ὑφαπλώσας, ἀντὶ ἰχθύων τοὺς ἀνθρώπους σαγηνεύεις· Δόξα τῷ  δοθέντι σοι Πνεύματι.

Τοῦ Πνεύματος τὴν φλόγα, τῇ γλώσσῃ προσλαβών, γέγονας Ἀπόστολε, θεόληπτος ἀνήρ, τῶν οὐρανίων τὰ κάλλη περιπολεύων, καὶ τὰ ἐν τούτοις νοητὰ καταμανθάνων, κάλλη καὶ ἡμῖν ἐκκαλύπτων αὐτά.

Τὴν ἔρημον διψῶσαν, ἐπότισας Σοφέ, τοῖς ἐνθέοις λόγοις σου, καὶ ἔδειξας αὐτήν, πολυγονοῦσαν τὰ τέκνα τῆς Ἐκκλησίας, καρποφοροῦντα τοῦ κηρύγματος τὸν σπόρον· Δόξα τῷ  δοθέντι σοι Πνεύματι.

Τὸ ἄφραστόν σου κάλλος, Ἀνδρέας προϊδών, Ἰησοῦ, τὸν σύγγονον, ἐφώνησε λαμπρῶς· Πέτρε ὁμαῖμον, εὑρήκαμεν τὸν Μεσσίαν, τὸν ἐν τῷ νόμῳ καὶ Προφήταις κηρυχθέντα, δεῦρο κολληθῶμεν τῇ ὄντως ζωῇ.

Δόξα...

Τριάδα ἐν Μονάδι, ὑμνήσωμεν πιστοί, ἐν μιᾷ θεότητι, Πατέρα καὶ Υἱον, καὶ Πνεῦμα θεῖον, οὐσίαν μίαν καὶ φύσιν, ἀδιαιρέτως, ἀχωρίστως, ἀμερίστως· εἷς γὰρ ἐν Τριάδι προσώπων Θεός.

Καὶ νῦν...

Τὸν ἕνα τῆς Τριάδος, ἀφράστως ἐν γαστρί, συλλαβοῦσα τέτοκας, ἀφθόρως ὡς Υἱόν, καὶ ἡ Τριὰς μὲν προσθήκην ὅλως οὐκ ἔσχε, ἡ δὲ ἁγνεία, ὥσπερ ἦν καὶ πρὸ τοῦ τόκου, σῶα Θεομῆτορ διέμεινεν.

Καταβασία.

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.

Τῆς Θεοτόκου.

Ὠδὴ ε ὁ Εἱρμὸς.

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

Τὰς κόρας τῆς καρδίας μου, διάνοιξον Ἁγνή, βλέπειν με τρανῶς, τὴν θείαν λαμπρότητα, καὶ τὴν  σὴν δόξαν τὴν ἀνέκφραστον, ὅπως ἐλέους τύχω, καὶ αἰωνίου δόξης.

ν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.

Πανάχραντε ὡς τέξασα, Σωτῆρα καὶ Θεόν, πρέσβευε ἐκ πάσης με θλίψεως, καὶ νοσημάτων καὶ κακώσεως, σῶον συντηρηθῆναι, τὸν σὸν ἀχρεῖον δοῦλον.

Δυσώπησον ὃν ἔτεκες, Παρθένε ὑπὲρ νοῦν, σῴζεσθαι τοὺς πίστει σοι κράζοντας· Χαῖρε Παρθένε παναμώμητε, εὐλογημένη μόνη, τοῦ κόσμου προστασία.

Τοῦ Ἀποστόλου. 

Ὁ φωτίσας τῇ ἐλλάμψει.

πείληφας ὃν ἐπόθεις, Ἀνδρέα Ἀπόστολε, ἐν ἀφθάρτοις σὺν αὐτῷ καταλύσας σκηνώμασι, καὶ τῶν πόνων δράγματα, τῶν σῶν δρεψάμενος ἀξίως· ὅθεν σε ὕμνοις δοξάζομεν.

πόθησας τὸν Δεσπότην, καὶ τοῦτον ἐδίωξας, τοῖς ἴχνεσι τοῖς αὐτοῦ πρὸς ζωὴν ποδηγούμενος, καὶ τὰ τούτου πάθη, ἀψευδῶς ὑπέρτιμε Ἀνδρέα, μέχρι θανάτου μιμούμενος.

ντείνας σε δυνατόν, ὥσπερ βέλος Μακάριε, ἐπαφῆκεν εἰς τὸν σύμπαντα κόσμον ὁ Κύριος, τραυματίζων δαίμονας, καὶ δυσσεβείᾳ τοὺς ἀνθρώπους, τραυματισθέντας ἰώμενος.

Θεοτοκίον.

Εὐφραίνονται οὐρανῶν, αἱ δυνάμεις ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐταῖς τῶν βροτῶν τὰ συστήματα· τῷ  γὰρ τόκῳ ἥνωνται τῷ  σῷ, Παρθένε Θεοτόκε, σὲ ἐπαξίως δοξάζοντα.

Ἕτερος. 

Καταύγασον ἡμῶν.

Ποθήσας τὸν σταυρὸν Χριστοῦ Μαθητά, ἐπορίσω τῷ  σταυρῷ  σου, τὴν  ἀκήρατον βασιλείαν, ὧν ὁ πάντας ἑλκύσας σταυρῷ  τοὺς θεομύστας, κληροδοτήσει ὑμῖν, τοῖς   θεολόγοις αὐτοῦ.

ζήτησας Χριστὸν τὴν  ὄντως ζωήν, καὶ ζητήσας πρῶτος εὗρες, καὶ εὑρὼν μυστικῶς ἐδράξω, καὶ ἔλαβες αὐτὴν ἐν αὐτῷ τῷ δεδωκότι, καὶ γέγονας θησαυρός, ζωῆς ἀκαταλύτου.

Τὰ ῥήματα τῶν σῶν ἐνθέων βροντῶν, διηχήθη ἐν τῷ κόσμῳ, καὶ ἀπ' ἄκρων εἰς ἄκρα γῆς ἦλθεν· ἐκύκλωσαν γὰρ ὥσπερ τροχός, καὶ ἔφανάν σου αἱ ἀστραπαί, ὥς φησι Δαυῒδ τῇ οἰκουμένῃ.

Μνημόνευε ἡμῶν Χριστοῦ Μαθητά, τῶν τελούντων σου τὴν μνήμην καὶ τιμώντων, τὰ λείψανά σου, δεήθητι ἀεὶ ἐκτενῶς περὶ τῆς Ποίμνης, ἧς γέγονας ἀπ' ἀρχῆς, φύλαξ καὶ σωτηρία.

Δόξα...

Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Θεόν, ἀδιαίρετον Τριάδα, Τρισυπόστατον Βασιλείαν, δοξάσωμεν συμφώνως πιστοί, ἀκαταπαύστοις θεολογίαις, αὐτὴν πιστῶς ὑμνολογοῦντες.

Καὶ νῦν...

γέννησας τὸ φῶς, μὴ γνοῦσα τὸ πῶς, ἡ ὁλόφωτος λυχνία, τοῦ ἡλίου λαμπαδηφόρε, καὶ γέγονας ἀΰλου φωτὸς καινὸν δοχεῖον, πηγάζον πάσῃ τῇ γῇ, θεογνωσίας αὐγάς.

Καταβασία.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

Τῆς Θεοτόκου.

Ὠδὴ στ Ὁ Εἱρμὸς.

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

Μολυνθέντα με πολλαῖς, ἁμαρτίαις δυσωπῶ, σὲ τὴν ὄντως ἀγαθήν, καὶ ἀμόλυντον Σκηνήν. Ἀπόπλυνον, παντοίου ῥύπου, τῇ μεσιτείᾳ σου.

Κυβερνήτης μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν δεινῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ σῶσόν με, πρὸς σωτηρίας, ὅρμον ἰθύνασα.

Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι, Ἁγία Δέσποινα. 

Μεγαλεῖά σοι ἀεί, ἐποιήσατο Χριστός, ὃν ἱκέτευε ἀεί, μεγαλῦναι ἐπ' ἐμοί, τὰ πλούσια, αὐτοῦ ἐλέη, Θεοχαρίτωτε.

Τοῦ Ἀποστόλου.

Ἐκύκλωσεν ἡμᾶς.

Τὴν θάλασσαν τοῦ βίου περαιούμενος, ἐν σκάφει τῷ  τοῦ σώματος, τὸν τὰ σύμπαντα διέποντα Χριστόν, εὗρες κυβερνήτην παμμακὰριστε, καὶ πρὸς αὐτὸν μάκαρ Ἀνδρέα, χαίρων προσήνεξαι.

Τὰ πνεύματα τῷ  λόγῳ φυγαδεύονται, αἱ νόσοι δραπετεύουσι, ψυχικῶν τε παθημάτων ὁ ἑσμός, πόρρω τῶν νοσούντων ἀπελαύνονται, τῇ ἐκ Θεοῦ σοι δεδομένῃ, Ἀνδρέα χάριτι.

ς κῦμα γαληνὸν πραέι πνεύματι, κινούμενον Μακάριε, ἀπεξήρανας θαλάσσας πονηράς, τῆς πολυθεΐας θείοις ῥεύμασι, καὶ ποταμοὺς θεογνωσίας, πᾶσιν ἐξέβλυσας.

Θεοτοκίον.

Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ Ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

Ἕτερος. 

Τὸν Προφήτην Ἰωνᾶν.

ἐκ τῆς Βηθσαϊδά, καταγόμενος ἡμᾶς, ἑορτάσαι συγκαλεῖ, τὴν πανήγυριν αὐτοῦ, προθεὶς ἡμῖν, τὰς ἀριστείας, τῶν παλαισμάτων αὐτοῦ.

τῇ τέχνῃ ἁλιεύς, καὶ τῇ  πίστει μαθητής, ὡς βυθὸν διερευνῶν, τὰς καρδίας τῶν πιστῶν, τὸ ἄγκιστρον, χαλᾷ τοῦ λόγου, καὶ σαγηνεύει ἡμᾶς.

Τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν καρδίᾳ σου τὸ πῦρ, περιφέρων Μαθητά, κατεβόας τῶν ἐθνῶν· Ἡ φλὸξ ὑμῶν, ἐσβέσθη ὄντως, ἐπιφανέντος Χριστοῦ.

Οἱ τῷ  ἅλατι τὸν νοῦν, ἀρτυθέντες τοῦ Χριστοῦ, τὰ ὀψώνια ὑμῶν, κατεγλύκαναν ἡμῖν, τὰ δόγματα, τῆς οὐρανίου, καὶ ἀκηράτου τρυφῆς.

Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, προσκυνήσωμεν πιστοί, τρισυπόστατον φύσιν, ἀμέριστον, βοῶντες· Δόξα, τῷ  ἐν Τριάδι Θεῷ.

Καὶ νῦν...

Εὐδοκίᾳ τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ ἔσωσε, τὴν  πρὶν εἰκόνα, Θεοκυῆτορ σαφῶς.

Καταβασία.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον  Ἦχος πλ. β

Τὴν ἐν πρεσβείαις.

Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

Ὁ Οἶκος.

νωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει· Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ  ἑξῆς Ψαλμῷ· Τῷ  Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

Συναξάριον.

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου.

Στίχοι

ντίστροφον σταύρωσιν Ἀνδρέας φέρει,

Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους.

Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας.

Στίχοι

Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος,

Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῆς Θεοτόκου.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς.

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον.

Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητα σου.

Νεκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με, τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με.

Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς  ἱκεσίαις ταῖς  σαῖς.

Τοῦ Ἀποστόλου.

Σὲ νοητὴν Θεοτόκε.

ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ· τῷ  γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν. Ὁ αἰνετός ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.

Τῷ  νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προβῆναι ὄρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔδης πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστός τῶν ἁπάντων, Θεὸς καὶ ὑπερένδοξος.

Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργείς· δι' ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ  σὲ ἀγαπήσαντι· Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κῴδιον, ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἕτερος.

Τοὺς ἐν καμίνῳ Παῖδάς σου.

Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ.

περεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω, ὅτι μόνοι δώδεκα ὄντες, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε.

θαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς, ὅτι μικροὶ καὶ ἰδιῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς.

Τὶ τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τὶ τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν;

Δόξα...

Τριαδικῶς ὑμνήσωμεν πιστοί, δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν οὐσίαν μίαν, ἣν τρισσῶς ὑμνήσωμεν. Ἅγιος, ἅγιος, ἅγιος εἶ, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Καὶ νῦν...

ς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς, Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.

Καταβασία.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου.

Ὠδὴ η'  Ὁ Εἱρμὸς.

ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σαρκοῦται ὁ ἄσαρκος, ἐκ σοῦ θεοπρεπῶς, ὃν αἴτησαι Πάναγνε, τὰ πάθη τῆς ἐμῆς, ψυχῆς θανατῶσαι, καὶ ζωῶσαι αὐτήν, νεκρωθεῖσαν πάλαι, κακίστῃ ἁμαρτίᾳ.

άσω τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα, Πανάχραντε Θεόν, αὐτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.

νάστησον κείμενον, εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς· τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ' οἴκτειρον καὶ σῶσον.

άτρευσον Ἄχραντε, τὰ πάθη τῆς ἐμῆς, καρδίας κυήσασα, τὸν πάντων Ἰατρόν, καὶ τῆς τῶν Δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.

Τοῦ Ἀποστόλου.

Ἐν καμίνῳ Παῖδες.

Φωτοφόρος καὶ εὐφραντική, ἀκτῖνας ἰαμάτων, Ἀνδρέα Χριστοῦ Ἀπόστολε, νῦν ἐξέλαμψεν ἡμῖν, ἡ ἔνθεος μνήμη σου, τοῖς   βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

νθρωπίνης φύσεως λαχών, τοὺς ταύτης ὑπερέβης, θεσμοὺς καὶ πρὸς τὴν     Ἀγγέλων, μεταβέβηκας σκηνήν, Ἀνδρέα Ἀπόστολε, καὶ κραυγάζεις· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ἐξ ὕψους Πνεύματος Θεοῦ, πνοὴ σε ἐκπυρώσασα, Ῥήτορα θεηγόρον, ἀναδείκνυσι θερμόν, βοῶντα Ἀπόστολε τῷ  Χριστῷ σου· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φεγγοβόλος ὥσπερ ἀστραπή, εἰς φῶς ἐθνῶν ἐξῆλθες, τὸ σκότος τῆς ἀγνωσίας, ἐκδιώκων καὶ πιστούς, φωτίζων κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν ἅπαντες ἐκβοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. 

Τὸν ἐν Σινᾷ τὴν βάτον.

Τῇ τέχνῃ τῆς ἁλιείας, ἐκ θαλάσσης ἤγρευσας ἰχθύας Πάνσοφε· νῦν δὲ τῇ  πίστει, ἀνθρώπους σαγηνεύεις Χριστῷ, ἐκ πλάνης τοῦ ἐχθροῦ· βυθὸς γὰρ ἦν ἡ πλάνη ποτέ, βυθίζων τὰ ἔθνη, τῇ ζάλῃ τῆς ἀγνοίας.

Τὸν νοητὸν τοῦ βίου, ἀκυμάντως ἔπλευσας βυθὸν Ἀπόστολε, διαπετάσας, τὸ ἱστίον τοῦ Πνεύματος, τῇ πίστει τοῦ Χριστοῦ· διὸ καὶ εἰς λιμένα ζωῆς κατήντησας χαίρων, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ νοητοῦ Ἠλίου, ἐπὶ ξύλου δύναντος αὐτεξουσίῳ βουλῇ, ὁ τοῦ ἡλίου φωστὴρ συναναλύσαι ζητῶν, καὶ δύναι εἰς Χριστόν, ἐν ξύλῳ ἐκρεμάσθη σταυροῦ, Ἀνδρέας ὁ μέγας, λαμπτὴρ τῆς Ἐκκλησίας.

μαθητὰ καὶ φίλε, τοῦ Χριστοῦ καὶ σύμψηφε τῶν Ἀποστόλων αὐτοῦ, ὅταν ἐν θρόνῳ, κάθηται Κριτὴς σὺν ἡμῖν, τοῖς   δώδεκα κρῖναι, ὡς ἡ ἐπαγγελία φησί, γένοισθε τότε ἡμῖν, φιλανθρωπίας τεῖχος.

Δόξα...

Τρισσοφαῆ Μονάδα, καὶ Τριάδα σύνθρονον δοξολογήσωμεν, οὐ διαιροῦντες, ἑνοῦντες δὲ αὐτὴν συμφυῶς, ὡς μίαν ἀληθῶς, οὐσίαν ἡνωμένην, ἐν προσώποις τρισίν, οὐ συναλειφομένην.

Καὶ νῦν...

Τὸν τῆς Τριάδος ἕνα, συλλαβοῦσα τέτοκας σεσαρκωμένον ἐκ σοῦ, καινοτομοῦντα, τοὺς νόμους τοὺς τῆς φύσεως, τῷ  τόκῳ σου Ἁγνή. Αὐτὸν ὑπὲρ ἡμῶν, ὡς Θεὸν ἀεὶ δυσωποῦσα, μὴ παύσῃ Θεοτόκε.

Καταβασία.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου.

Ὠδὴ θ  Ὁ Εἱρμὸς.

Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.

Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον Ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ᾧ με τήρησον ταῖς  σαῖς, ἁγίαις δεήσεσι, Θεόνυμφε, ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω σε ἀεί.

Φρίττω τὸ βῆμα Παρθένε, καὶ τὸ ἀλάθητον ὄμμα, τοῦ σοῦ Υἱοῦ πράξεις αἰσχράς, ἐπὶ γῆς ἐκτελέσας, καὶ διὰ τοῦτό σοι βοῶ· Πανεύσπλαγχνε Δέσποινα βοήθει μοι, καὶ τῆς τότε ἀνάγκης, ἐξελοῦ με καὶ διάσωσον Ἁγνή.

ς φοβερὰ ἡ ἡμέρα, τῆς ἐξετάσεως Κόρη! ὡς ἡ ἀπόφασις φρικτή! ὡς δεινὴ ἡ αἰσχύνη! τὶς ὑποστήσεται λοιπόν, πανάχραντε Δέσποινα ἐλέησον, τὴν ἀθλίαν ψυχήν μου, καὶ πρὸ τέλους δὸς μοι ἄφεσιν Ἁγνή.

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς  προσβολαῖς τοῦ πονηροῦ, καὶ κακίαις ἀπάσαις, καὶ παροργίζοντα Θεόν, Πανάμωμε φώτισον, ὁδηγοῦσα πρός καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

Τοῦ Ἀποστόλου.

Τύπον τῆς ἁγνῆς.

Οἷα φοιτητὴς πανάριστος, τοῦ τῷ  σταυρῷ  βουλήσει προσομιλήσαντος, τῷ  Δεσπότῃ σου μέχρι θανάτου ἑπόμενος, ἀνελήλυθας χαίρων εἰς ὕψος σταυροῦ, στελλόμενος πορείαν, πρὸς οὐρανοὺς μάκαρ Ἀπόστολε.

Πύλη τῆς Ἐδὲμ σοι ἤνοικται, καὶ προσετέθη κλῖμαξ ἡ ἐπουράνιος, καὶ ἐδέξαντο τῶν οὐρανῶν τὰ σκηνώματα, καὶ παρέστηκας χαίρων Ἀπόστολε, Χριστῷ τῷ  ζωοδότῃ, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.

σοις ἐδοξάσθης πάθεσι, τοῦ Διδασκάλου μάκαρ Ἀνδρέα πάνσοφε· διὰ γὰρ σταυροῦ τὸ θεῖον τέλος ἀπείληφας, καὶ μεθέξει Θεὸς ἐχρημάτισας· διὸ σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.

Χαίροις ξυνωρὶς πανάριστος, ἐν οὐρανοῖς λαχοῦσα νῦν τὸ πολίτευμα, ἐποπτεύοις τε, τῶν ὑμνητῶν τὴν προαίρεσιν, ἑαυτῶν ἐκνικῶσαν τὴν δύναμιν, καὶ θείων χαρισμάτων, καταγλαΐζοις τῇ  λαμπρότητι.

Θεοτοκίον.

ίζης ἐκ Δαυῒδ ἐβλάστησας, προφητικῆς Παρθένε καὶ θεοπάτορος, ἀλλὰ καὶ Δαυῒδ ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.

Ἕτερος. 

Τὴν φωτοφορον νεφέλην.

τὴν σαγήνην ἁπλώσας, τῆς μυστικῆς θεωρίας, καὶ ὡς ἰχθύας ἐν αὐτῇ, σαγηνεύσας τὰ κάλλη, τῶν οὐρανίων ἐννοιῶν, ἱκέτευε Ἅγιε, τὴν Ἁγίαν Τριάδα, τοῦ πηγάσαι καὶ ἡμῖν τὸν ἱλασμόν.

Εὐχαριστοῦμεν τὰ ἔθνη, τὰ διὰ σοῦ φωτισθέντα, καὶ ἀπὸ γῆς εἰς οὐρανούς, διὰ σοῦ ἀναχθέντα Δαυῒδ· τῆς γὰρ λατρείας τοῦ ἐχθροῦ, ἐκστάντες γεγόναμεν συμμέτοχοι, τῶν Ἁγίων Ἀγγέλων, τοῦ Κυρίου τε τῆς δόξης κοινωνοί.

Τῶν ἀπορρήτων αὐτόπται, καὶ ὑπηρέται τοῦ Λόγου, μυσταγωγοὶ καὶ θεωροί, τῶν ἀνεξιχνιάστων, συγκληρονόμους καὶ ἡμᾶς, γενέσθαι δεήθητε Ἀπόστολοι, τῆς Χριστοῦ βασιλείας, καὶ μετόχους τῆς Θεότητος αὐτοῦ.

Δεσμεῖν καὶ λύειν λαβόντες, παρὰ Χριστοῦ ἐξουσίαν, λύσατε πάντας τῶν δεσμῶν, τῶν πολλῶν ἐγκλημάτων, ὅτι ἐλεύσεται Χριστός, καὶ πάντες καθήσεσθε οἱ Δώδεκα, ἐπὶ θρόνοις τοσούτοις, κρῖναι πάσας, τὰς φυλὰς τοῦ Ἰσραήλ.

Δόξα...

Τὴν τρισυπόστατον Φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν  ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ  τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.

Καὶ νῦν...

πὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνοῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

Καταβασία.

Μυστήριον ξένον, ὁρῶ  καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Ἐν Πνεύματι τῷ Ἱερῷ.

Λόγος ὁ προάναρχος, εὑρηκὼς σε παμμάκαρ, Πρωτόκλητον ἀνέδειξε, πάντων τῶν Ἀποστόλων, Ἀνδρέα παναοίδιμε, καὶ τοῖς τούτου ἴχνεσιν, ἑπόμενος ἀνεδείχθης, ὁδηγὸς πλανωμένων, πρὸς οὐράνιον αὐτούς, ἀνάγων θείαν πορείαν.

Ἕτερον   Γυναῖκες ἀκουτίσθητε.

Τοῦ Πέτρου, τὸν συναίμονα, τῶν μαθητῶν τὸν πρώτιστον, αὐτόπτην καὶ ὑπηρέτην, γενόμενον τὸν τοῦ Λόγου, Ἀνδρέαν τὸν Ἀπόστολον, ἐνδόξως εὐφημήσωμεν· τὰ ἔθνη γὰρ ἐφώτισε, καὶ σταυρωθεὶς τελειοῦται, ὡς Μαθητὴς τοῦ Δεσποτου.

Θεοτοκίον, ὅμοιον.

Θεὸν ὃν περ ἐγέννησας, Παρθένε παναμώμητε, ἱκέτευε ὑπὲρ πάντων, τῶν εὐσεβῶν σε τιμώντων, σὺν τῷ  κλεινῷ  Ἀποστόλῳ, τυχεῖν θείας ἐλλάμψεως, τοῦ σοῦ Υἱοῦ καὶ στάσεως, τῶν ἐκλεκτῶν καὶ Ἁγίων· ὅσα γὰρ θέλεις ἰσχύεις.

Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'  Τῶν οὐρανίων.

Βηθσαϊδὰ νῦν ἀγάλλου· ἐν σοὶ γὰρ ἤνθησαν, ἐκ μυστικῆς λιβάδος, εὐωδέστατα κρίνα, Πέτρος καὶ Ἀνδρέας, κόσμῳ παντί, τὸ τῆς πίστεως κήρυγμα, εὐωδιάζοντες χάριτι τοῦ Χριστοῦ, οὗ καὶ τὰ πάθη ἐμιμήσαντο.

νδρέα χαῖρε καὶ σκίρτα, ὅτι ἐδέξω σαφῶς, ἐν τῇ τοῦ Λόγου λάμψει, τὸν Ἥλιον τῆς δόξης, Χριστὸν τὸν ζωοδότην, ὃν καὶ κρατῶν, ἐν τῇ πίστει ἐκήρυξας, τοῦτον δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.

μυστολέκτης τῆς θείας, οἰκονομίας Χριστοῦ, ὁ ἐκλεχθεὶς ἐν πρώτοις, μαθητεῦσαι τῷ  Λόγῳ, Ἀνδρέας ὁ θεόπτης, ἐβόα φησί, τὸν συναίμονα Πέτρον ἰδών· Εὑρήκαμεν τὸν Μεσσίαν ὃν ἡ Γραφή, καὶ Προφῆται προεκήρυξαν.

τῶν Πατρέων σε πολις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε· Ἀλλ' ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασῴζεσθαι ἀλώβητον.

Δόξα... Ἦχος πλ. δ

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ  Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ  χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν  ... Ἦχος ὁ αὐτὸς.

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.

Δοξολογία Μεγάλη. 

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἀποστόλου, ἡ γ καὶ ς Ὠδή.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. δ΄[ Ψαλμός 18]

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ. 

Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ. 4:9-16

δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός 88].

Στίχ. ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

 

Στίχ. Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 1: 35-52

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ ᾿Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ ᾿Ιησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο Μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ᾿Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾿Ιησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ῥαββί, ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε, ποῦ μένεις; Λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Ἦν ᾿Ανδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾿Ιωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμε-νον, Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν. Ἐμβλέψας αὐτῷ ὁ ᾿Ιησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς ᾿Ιωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὅν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν μὲ γινώσκεις; Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ ᾿Ισραήλ. Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι· Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς Ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Κοινωνικὸν.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.