The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

γκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος Πάτερ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, ὤφθης καὶ πίστει περίδοξος.

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόπνευστε, Ἰσαάκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος δ' Ὡς γενναίονεν Μάρτυσιν

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε.

Εἰς τὸν Στίχον Στιχηρά, τῆς Ἑορτῆς.

Ἀπολυτίκιον Τὸ τοῦ Ὁσίου

Ἦχος πλ. δ'

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου ὁ παρών.

δὴ α' Ἦχος πλ. δ'

Ἄσωμεν τῷ Κυρίῳ

Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωὴ νῦν τῶν ζώντων, παρρησίᾳ πολλῇ παριστάμενος.

Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τῶν παθῶν τὴν ἀχλὺν ἐξηφάνισας.

Θεοτοκίον

Σῶσόν με τὸν ἐν ζάλῃ, αἰσχίστων παθῶν κλυδωνιζόμενον, τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς τὴν γαλήνην Πανάμωμε.

δὴ γ'

Σὺ εἶ τὸ στερέωμα

Σάρκα καθυπέταξας, τῷ λογισμῷ στερρῶς Ὅσιε, τὴν δὲ ψυχήν, ἔδειξας δουλείας, τῶν παθῶν ἀπελεύθερον.

Πόνοις σου τὴν ἄρουραν, τὴν τῆς ψυχῆς σοφὲ Ὅσιε, καλλιεργῶν, στάχυν ἀπαθείας, καὶ θαυμάτων ἐξήνθησας.

Θεοτοκίον

Τόπον ἁγιάσματος, καὶ νοητὴν Ἁγνὴ τράπεζαν, ἄρτον Χριστόν, τὴν ζωὴν τῶν ὅλων, δεξαμενην ὑμνοῦμέν σε.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

πιλάμψει Πνεύματος τοῦ Παναγίου, φωτισθεὶς ἀπήλασας, τὴν τῶν αἱρέσεων ἀχλύν, θαυματουργέ, Ἰσαάκιε· ὅθεν σε πάντες, συμφώνως γεραίρομεν.

Κάθισμα τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος δ' Ἐπεφάνης σήμερον

ν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.

Ἢ Σταυροθεοτοκίον

πὶ ξύλου Δέσποινα, προσηλωμένον, τὸν Υἱόν σου βλέψασα, Παρθενομῆτορ καὶ Θεόν, σὺν ὀδυρμοῖς ἀνεκραύγαζες· Πῶς ταῦτα πάσχεις, Υἱέ μου καὶ Κύριε;

δὴ δ'

Εἰσακήκοα Κύριε

πομβρίαις τῆς χάριτος, Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμὸν ἀποκαθαίροντες, τῶν ἐν πίστει Μάκαρ προστρεχόντων σοι.

λονύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον Πάτερ ἔδειξας.

Θεοτοκίον

λατόμητον ὄρος σε, πάλαι Ἀββακοὺμ προεῖδε Πανάμωμε, ὁ Θεὸς ἐξ οὗ ἐπέφανε, καὶ ἡμᾶς φθαρέντας ἀνεκαίνισεν.

δὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι

Ναὸς τῆς τρισηλίου Θεότητος, χρηματίσας, παθῶν τὰ ἰνδάλματα, τῆς σῆς ψυχῆς ἐξεμείωσας.

Πνευμάτων ἀκαθάρτων καθέστηκας· σὺ διώκτης Ἁγίου γὰρ Πνεύματος, καθαρὸν σκήνωμα γέγονας.

Θεοτοκίον

Τὸν Ἥλιον τεκοῦσα τῆς ζωῆς, Θεοτόκε, ὅλον φωταγώγησον, ἐσκοτισμένον με πάθεσιν.

δὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

Τοῦ κήτους τοῦ νοητοῦ, πανολεθρίαν διέφυγες, ἐγκράτειαν προσευχήν, ἀγάπην ἀθόλωτον, κραταιὰν ταπείνωσιν, καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.

Θεός σου τὰ πρὸς αὐτόν, κατεύθυνε διαβήματα, ὁ δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο, πατοῦντα ἐπ' ὄφεων, καὶ σκορπίων κάρας,, Ἰσαάκιε μακάριε.

Θεοτοκίον

Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισόν μου τὸν νοῦν, παθῶν ἀμαυρότητος, καὶ πλήρωσον χάριτος, καὶ δικαιοσύνης, τὴν καρδίαν μου πανάμωμε.

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον τῆς Ἑορτῆς

Συναξάριον

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.

Στίχοι

Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον,

Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.

Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται.

ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Παῖδες Ἑβραίων

ρθης πρὸς ὕψος ἀπαθείας· ἐμιμήσω γὰρ ἐν σώματι Ἀγγέλους, ἀϊδίου τρυφῆς, μέτοχος ἀνεδείχθης, ἀναβοῶν Μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Λάμπων ἀκτῖσι θεωρίας, διεσκέδασας δαιμόνων ἐπιθέσεις, καὶ τῆς τούτων πολλούς, κακώσεως ἐρρύσω, κραυγάζοντας Ἰσαάκιε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

δε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει, ᾧ μελωδοῦμεν, Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

δὴ η'

Τὸν ἄναρχον Βασιλέα

νύστακτον τῆς ψυχῆς τὴν λαμπάδα, ἐλαίῳ σου τῶν ἀγώνων τηρήσας, εἰσῆλθες ἐν χαρᾷ εἰς ἄφθαρτον νυμφῶνα, καὶ ζῆς εἰς τοὺς αἰῶνας.

Τὸ δύσμορφον τῶν παθῶν ἐξεδύσω, χιτώνιον, ἐνεδύσω δὲ Μάκαρ, ὡραίαν τὴν στολήν, τῆς θείας ἀπαθείας, Χριστῷ συμβασιλεύων.

Θεοτοκίον

ς ἔντιμον καὶ ὑπέρτατον θρόνον, ὑπάρχουσαν τοῦ Θεοῦ τὴν Μητέρα, ὑμνήσωμεν λαοί, τὴν μόνην μετὰ τόκον, Παρθένον φυλαχθεῖσαν.

Ὁ Εἱρμὸς

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ

δυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου, πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ Ἥλιον, καὶ ὡς ἀκτῖνα τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τῶν ψυχῶν ἀμαυρότητα.

Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος Ἰσαάκιε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαιώματα σοφέ, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.

Θεοτοκίον

παυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες καὶ Ἀπόλυσις.