The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ'.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Κορυφαίων γ'.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

δωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους, σου ἐν ᾗ ὑπερλάμπουσι νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥς περ ἀστέρες, λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

δωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

δωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τοὺς διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τῶν ιβ' τὰ παρόντα γ'

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

ς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν.

ς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι.

λιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.

Δόξα... Ἦχος πλ. β'

Κοσμᾶ Μοναχοῦ

πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες, τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες· Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ὑμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

Καὶ νῦν... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

Οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα με λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός· ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβὼν ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας, ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεόν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχον σε τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τοῖς μετὰ πίστεως προσεδρεύουσιν· ὅθεν ἀξίως κατηξίωσαι, σταυρωθῆναι καθὼς ὁ Δεσπότης σου, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. β'

Ἐφραὶμ Καρίας

ορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Χαῖρε, Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, ὡς ἔχων παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ'

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος γ'

πόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νν... Θεοτοκίον Ἦχος γ'

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Καθίσματα τῶν Κορυφαίων κατὰ σειράν, καὶ ζήτει αὐτὰ ἐκεῖ. Ὁ Ν' καὶ οἱ Κανόνες τῶν Κορυφαίων καὶ τῶν ΙΒ'. Ὁ Κανὼν τῶν Κορυφαίων, οὗ η' Ἀκροστιχίς.

 Πέτρον γεραίρω, Παῦλον ὑμνῶ προφρόνως.

δὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου

Παράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πιστῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου τὰ κατορθώματα.

λιπες πανεύφημε, Πέτρε προθύμως τὰ πρόσκαιρα, καὶ Χριστοῦ τοῖς ἴχνεσιν ἐπηκολούθησας. Τὴν δυσπείθειαν, ἀπέλιπες δὲ Παῦλε, καὶ τῷ σὲ καλέσαντι, προσεκολλήθης Χριστῷ.

Τὴν χάριν Ἀπόστολοι, οὐσιωδῶς ἐνδημησασαν, ἡμῖν εἰσδεξάμενοι, τοῦ θείου Πνεύματος, διενείμασθε, τῆς γῆς ἁπάσης Πέτρε, καὶ Παῦλε διδάσκοντες, πάντα τὰ πέρατα.

Θεοτοκίον

ητόρων πολύφθογγοι, καὶ μουσικῶν λίαν εὔηχοι, γλῶσσαί σε οὐ σθένουσι, τιμᾶν ἢ μέλπειν Ἁγνή, ὑπὲρ ἄνθρωπον· καὶ γὰρ τὸ πεπραγμένον, ἐν σοὶ μόνῃ πέφυκε, θεῖον μυστήριον.

Ὁ Κανων τῶν ΙΒ', οὗ ἡ Ἀκροστιχίς.

Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους.

Θεοφάνους.

δὴ α' Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραῖον

Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου.

ωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σου, Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν.

άσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν.

Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος.

Θεοτοκίον

Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ' ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Μητροπάρθενε.

Καταβασία

νοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τῶν Κορυφαίων

δὴ γ'

Τοὺς σοὺς ὑμνολόγους

σύγγονος Πέτρε σοι Ἀνδρέας, προφαίνει Μεσσίαν τὸν Χριστόν, ᾧ πίστει προσεπέλασας. Καὶ σὺ Παῦλε θεσπέσιε, τῷ θεουργῷ Βαπτίσματι, δι' Ἀνανίου πεφώτισαι.

Νωθρῶς τοὺς τῷ γράμματι τοῦ Νόμου, προσπταίοντας γόνους, Ἰσραήλ, τῷ φωτισμῷ τῆς χάριτος, ὁ Πέτρος προσενήνοχε· Τὰς τῶν ἐθνῶν ἀγέλας δέ, ὁ Παῦλος πλάνης ἐρρύσατο.

Γυμνοὺς καὶ ἀόπλους εἰς τὰ ἔθνη, ἀπέστειλας σοῦ τοὺς Μαθητάς, ἀνθ' ὅπλων σοῦ τὸ ὄνομα, βαστάζοντας τὸ ἅγιον, καὶ τὸν τῆς πλάνης πόλεμον, Χριστὲ τῇ πίστει διέλυσαν.

Θεοτοκίον

πλήσθη Ἀπόστολοι τοῦ γνῶναι, τὸν Κύριον σύμπασα ἡ γῆ, τὸν ἐκ Παρθένου λάμψαντα, καὶ κόσμον καταυγάσαντα, θείῳ ὑμῶν κηρύγματι, Πέτρε καὶ Παῦλε πανεύφημοι.

Τῶν ΙΒ'

Εὐφραίνεται ἐπὶ σοὶ

Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε.

πέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικούς, Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι.

Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς Πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε.

Θεοτοκίον

σκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε· ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν πεφανέρωται.

Καταβασία

Τος σος μνολόγους, Θεοτόκε, ζσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς

Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.

Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Τῶν Κορυφαίων

δὴ δ'

Τὴν ἀνεξιχνίαστον

ωμαλεωτάτοις μὲν οἱ ἀσθενεῖς, ῥητορικωτάτοις δὲ μέροψιν, οἱ ἰδιῶται, συμπλακέντες εὐσεβῶς, Πέτρος καὶ Παῦλος ἤραντο, νῖκος τοῦ Χριστοῦ οἱ Ἀπόστολοι.

ποστάτην Σίμωνα μάγον δεινόν, ὡς φιλοχρυσότατον ἤλεγξεν, ὁ θεῖος Πέτρος, ὁ δὲ Παῦλος ὁ σοφός, τὸν τρίβους διαστρέφοντα, τοῦ Χριστοῦ Ἐλύμαν ἐπήρωσεν.

διωτικώτατον ὁ ἁλιεύς, καὶ ὁ σκηνουργὸς λόγον ἔχοντες, ἀλλ' ἠρτυμένον, θείῳ ἅλατι ψυχάς, τῶν φιλοσόφων ἥδυναν, καὶ Χριστοῦ τῇ πίστει προσήγαγον.

Θεοτοκίον

ήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ καὶ κατάσκιον, ὁ θεῖος ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύων σαφέστατα.

Τῶν ΙΒ'

Ἐπαρθέντα σε ἰδοῦσα

ημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα.

μαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος.

ερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε Πανόλβιοι, φωτὶ τῆς Θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες.

άβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα.

Θεοτοκίον

ραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.

Καταβασία

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν Κορυφαίων

δὴ ε'

Ἐξέστη τὰ σύμπαντα

ς ὄντα στερρότατον, Χριστὸς σε πέτρα κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾍδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα.

Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν διδάσκαλον, τριττῇ τοῦ φιλεῖν συγκαταθέσει, προσῳκειώθη, Παῦλος δ' ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον.

κήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε πρὸς Χριστὸν σὺν Παύλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μέν των οὐρανῶν πιστευθείς, ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄρρητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον.

Θεοτοκίον

πὸ θείου Πνεύματος, ὁ Ἡσαΐας ἔμπλεως, τόκον τὸν ἀπάτορα προεῖπε, σοῦ ἐκ Παρθένου τεχθέντος Ἐμμανουήλ, ὃς ἐστι Θεὸς ὁ μεθ' ἡμῶν, ὃν Ἁγνὴ ἐκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν.

Τῶν ΙΒ'

Σὺ Κύριέ μου φῶς

Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, ὡς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας.

Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμονων κακίας, τοὺς βρόχους διελύσατε.

πέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οἱ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Καταβασία

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Τῶν Κορυφαίων

δὴ ς'

Τὴν θείαν ταύτην

Λαμπρὰ τοῦ Πέτρου τὰ θαύματα σεπτὰ δὲ καὶ τοῦ Παύλου τὰ τέρατα· τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα, τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα.

Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσιος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς Τριάδος, ἁπάντων μνήσθητε.

Νοσούντων ψυχὰς καὶ σώματα, ὡς θεῖος ἰατρὸς καὶ πανάριστος, Πέτρος ἰάσατο, Παῦλος δὲ ἔθνη κατηύγασε, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσατο.

Θεοτοκίον

μνεῖν σε χρέος ὀφείλομεν, ἀλλ' ὅμως κατ' ἀξίαν οὐ σθένομεν· διὸ ὑμνοῦντές σε, σιγῇ τιμῶμεν τὸ ἄφραστον, τὸ ἐπὶ σοὶ Παρθένε πραχθὲν μυστήριον.

Τῶν ΙΒ'

Θύσω σοι, μετὰ φωνῆς

Στηρίξας, τοὺς μαθητάς, σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα.

Οἱ θεῖοι ποταμοί, τῆς σοφίας ἐπλήρωσαν,τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες.

Φανέντες, ζωτικοί, ὡς ἀστέρες Πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην, ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες.

Θεοτοκίον

λην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.

Καταβασία

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον Ἦχος β'

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ὁ Οἶκος

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Συναξάριον

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ', καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.

Στίχοι

Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους,

ρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.

Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας.

Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῶν Κορυφαίων

δὴ ζ'

Οὐκ ἐλάτρευσαν

Μεμακάρισται, ὁ Πέτρος παρὰ τοῦ Χριστοῦ, ὡς τοῦτον φάμενος, Υἱὸν τοῦ ζῶντος Θεοῦ, Παῦλος δὲ τετίμηται, ὡς σκεῦος εὔχρηστον, καὶ ἀμφότεροι, συμμελῳδοῦντες ἔψαλλον· ὁ Θεὸς εὐλογητὸς εἶ.

Νομολάτρας μέν, ὁ Πέτρος ἐσυνέτιζεν, ὡς προσετέτακτο, ὁ Παῦλος δὲ ἐθνικούς, τούτους τε τῇ χάριτι, Χριστοῦ προσέφερον, ἀνακράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ς πανάριστος, ὁ Πέτρος τοῦ Χριστοῦ ποιμήν, τὴν ποίμνην εἴληφε, τῆς δ' Ἐκκλησίας αὐτοῦ, ὁ Παῦλος διδάσκαλος, ἔνθεος γέγονεν, ἄμφω κράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Παναμώμητε, Παρθένε καὶ ἀσύγκριτε τῇ ἁγιότητι, ἡ τὸν Θεὸν ἐν σαρκί, ἀφράστως κυήσασα, καὶ γαλουχήσασα, αὐτῷ πρέσβευε, παντοίων ἡμᾶς ῥύεσθαι, πειρασμῶν τε καὶ σκανδάλων.

Τῶν ΙΒ'

Ἐν τῇ καμίνῳ

Υἱοθετήσας, τοὺς μαθητάς σου πρὶν ὁ φύσει Υἱός, θέσει κληρονόμους ἔδειξας πατρικῆς, κληρουχίας Ὑπεράγαθε, καὶ συνεδρεύειν σοι, τῷ Θεῷ καὶ τῷ Δεσπότῃ εὐδόκησας.

Σοφίας χῦμα, καρδίας πλάτος, γλῶσσαν εὔλαλον, Λόγε παρασχὼν τοῖς θείοις σου Μαθηταῖς, ἐξαπέστειλας κηρύττοντας, τὸ Εὐαγγέλιον, τῆς βασιλείας πᾶσι τοῖς ἔθνεσιν.

ναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἑπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀπόστολοι κραυγάζοντες· Εὐλογημενος, εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Πεποικιλμένη, τῇ θείᾳ δόξῃ ὤφθης ἄχραντε, μόνη ἐξ αἰῶνος Λόγον τὸν τοῦ Πατρός, δεξαμένη Μητροπάρθενε· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

Καταβασία

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῶν Κορυφαίων

δὴ η'

Παῖδας εὐαγεῖς

ώμῃ κρατυνθεὶς ὁ Πέτρος θείᾳ, θανοῦσαν τὴν Ταβιθὰν εὐχῇ ἀνέστησε· Παῦλος δὲ τὸν Εὔτυχον, ὕψους ὀλισθήσαντα, καὶ νεκρωθέντα ἥγειρεν, ἄμφω κραυγάζοντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

ράσει φρικτῇ καὶ θαυμασίᾳ, ὁ Πέτρος καταφωτίζει τὸν Κορνήλιον, Παῦλος δὲ τὸν Γάϊον, Κρίσπον καὶ Πανέστιον, τὸν Στεφανᾶν ἐβάπτισεν, ἄμφω κραυγάζοντες· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Φρουρούμενον Πέτρον δεδεμένον, Ἀγγέλου ἐπιστασίᾳ Χριστὸς ἔλυσε, Παῦλον σὺν τῷ Σίλᾳ δέ, αὖθις προσευχόμενον, κολαστηρίῳ πόδας τε, δεινῶς τεινόμενον, ἀνῆκε, τὴν φρουρὰν διασείσας· ὅθεν γεγηθότες αὐτὸν ἐδοξολόγουν.

Θεοτοκίον

ῦσαι τῶν παθῶν τῶν ὀλεθρίων, σειράς τε ἁμαρτιῶν ἡμῶν διάρρηξον, αἷς ἕκαστος σφίγγεται· πάντες γὰρ ἡμάρτομεν, καὶ ἱλασμὸν αἰτούμεθα, ὄντες ὑπεύθυνοι, ὅν δίδου Θεοτόκε λιταῖς σου, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ΙΒ'

Χεῖρας ἐκπετάσας Δανιὴλ

θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σύμφώνως τοὺς θείους μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινούς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν.

Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάρρους τῆς ἀφθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν.

Θεοτοκίον

πλήρης κενοῦται δι' ἡμᾶς, ἵνα πληρώσεως, αὐτοῦ μετάσχωμεν· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, τῶν πατρικῶν οὐκ ἀποστὰς κόλπων σεσάρκωται· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Καταβασία

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Κορυφαίων

δὴ θ'

Ἅπας γηγενὴς

λον πανταχοῦ, τὸν κόσμον διήλθετε, ὥσπερ ὑπόπτεροι, καὶ τὸ Εὐαγγέλιον, φυλαῖς ἁπάσαις γλώσσαις καὶ ἔθνεσι, τὸ τοῦ Χριστοῦ κηρύξαντες, πάντας εἱλκύσατε, πρὸς τὴν πίστιν, Πέτρε παμμακάριστε, καὶ θεσπέσιε Παῦλε Ἀπόστολε.

Νεύσας εἰς βαθύ, τὸ γῆρας καὶ φύσεως, τὸ χρέος Πέτρε πληρῶν, τῇ τοῦ διδασκάλου σου, Χριστοῦ μιμήσει σταυρὸν ὑπέμεινας, σὺ δὲ τμηθεὶς τὴν κάραν σου, Παῦλε, ὦ θαῦμα φρικτόν! ἀντὶ λύθρου, γάλακτος ἀνέβλυσας, ὀχετοὺς καὶ ἀπίστους ἐπέστρεψας.

θεία δυάς, κόσμου τὸ σωτήριον, ἡ πιστευθεῖσα παντός, καὶ πρὸς θεοσέβειαν, ἐξ ἀσεβείας μεταρρυθμίσασα, καὶ μετὰ πότμον σῴζουσα, ἔτι πιστῶν τὰς ψυχάς, καὶ ἡμῶν νῦν μνήσθητε καὶ πρόστητε, τοῦ Χριστοῦ κορυφαῖοι Ἀπόστολοι.

Θεοτοκίον

Σῶτερ ἀγαθέ, ὁ φύσει φιλάνθρωπος καὶ πολυεύσπλαγχνος, ταῖς τῆς πανυμνήτου σου, Μητρὸς Παρθένου θείαις ἐντεύξεσι, Πέτρου πρεσβείαις Παύλου τε, τῶν Ἀποστόλων τῶν σῶν, τὰ ἐλέη, σοῦ καὶ τὴν βοήθειαν, οὐρανόθεν ἡμῖν ἐξαπόστειλον.

Τῶν ΙΒ'

Λίθος ἀχειρότμητος

Λύειν τὰς σειρὰς τῶν πταισμάτων, τὴν ἐξουσίαν εἰληφότες, παρὰ τοῦ Δεσπότου θεόπται, τὰς ἁμαρτίας τῶν ἀνυμνούντων ὑμᾶς, συμπαθῶς ἐξαλείψατε, καὶ σωτηρίας ἀξιώσατε.

λην τὴν τοῦ Πνεύματος αἴγλην, οὐσιωδῶς ὑμῖν φανεῖσαν, πάντες ὑπεδέξασθε Σοφοί, ἐν ὑπερῴῳ μυσταγωγούμενοι, τὰ ὑψηλὰ διδάγματα· καὶ νῦν ἀξίως μακαρίζεσθε.

μῖν ὁ Χριστὸς νῦν τοῖς φίλοις, ἀναπαυσαμένοις βραβεύει, τοὺς ἀμαραντίνους στεφάνους, καὶ θεωρίας θείας ἐμπίπλησιν, ὄνπερ νῦν δυσωπήσατε, τὰς Ἐκκλησίας διασώσασθαι.

Θεοτοκίον

Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Θεονύμφευτε.

Καταβασία

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαπαστειλάριον

Τῶν Μαθητῶν ὁρώντων σε

Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι· Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα.

Θεοτοκίον

μεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν. Ἔκτεινόν τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, lάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ Ματθαῖε, Σίμων Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.

Δόξα... Ἦχος πλ. δ'

Κοσμᾶ Μοναχοῦ

ν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δ'

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῶν Κορυφαίων, δὴ γ', καὶ ἐκ τῶν Δώδεκα, δὴ ς'.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.