The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΜΑΡΤΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Β’ ΤΟΥ  ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Νικολάου ἱερέως τοῦ Πλανᾶ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

ερωσύνης ποδήρει κατακοσμούμενος, καὶ εὐσεβείας ζήλῳ, πυρπολούμενος Πάτερ, ἐδείχθης ἱερώτατος λειτουργός, τοῦ Κυρίου μακάριε, ᾧ καὶ πρεσβεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, ἁγιώτατε Νικόλαε. (Δίς)

Τὸν ταπεινὸν καὶ εὐσχήμονα εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ πενήτων, μιμητὴν ἐπ’ ἐσχάτων, τὸν Νάξιον λευΐτην τὸν θαυμαστόν, τοῦ Κυρίου θεράποντα, ὃν πρεσβευτὴν κεκτημένοι πρὸς τὸν Θεόν, ταῖς εὐχαῖς αὐτοῦ σωθείημεν.

πλοῦν καὶ πρᾷόν σε ἅμα τε καὶ φιλάνθρωπον, ὁμολογοῦσι πάντες, ὦ Νικόλαε Πάτερ, καὶ γῆν τὴν τῶν πραέων νῦν κατοικεῖν, ὁ Δεσπότης ἠξίωσε, τῆς δ’ Ἐκκλησίας ὁ ἔπαινος ἐν χορῷ, τῶν Ἁγίων συνηρίθμησε.

Δόξα. Ἦχος β΄.

Δεῦτε, φιλεόρτων τὸ σύστημα, ᾄασμασιν εὐφημήσωμεν τὸν τοῦ Χριστοῦ θεράποντα, καὶ νεοφανῆ ἡμῶν πατέρα καὶ μυσταγωγόν· τὸν ἐκ Ναξίας προελθόντα σεπτὸν πρεσβύτην· τὸν ἡγιασμένον Νικόλαον· τὸν φερωνύμως τὴν νίκην καταγαγόντα καὶ κατὰ τοῦ πλάνου θριαμβεύσαντα, τῇ δὲ κλήσει ἐπιλεγόμενον Πλανᾶν. Αὐτοῦ ταῖς ἱκεσίαις, τῆς πλάνης ῥυσθέντες, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δέξαι τὴν παρ’ ἡμῶν, ἀνύμνησιν πρεσβῦτα, Νικόλαε τρισμάκαρ, αἰσίως εὐφημούντων, τὴν σὴν ἁγίαν κοίμησιν.

Στιχ: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὖξαι ὑπὲρ ἡμῶν, τῶν σὲ μακαριζόντων, πρὸς Κύριον πρεσβεύων, Νικόλαε τῇ δόξῃ, Αὐτοῦ καταλαμπόμενος.

Στιχ: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ψάλται περιφανεῖς, Ἀλέξανδροι ὑμνοῦντες, τὸν Κύριον τῆς δόξης, ἐν ἀγρυπνίαις Πάτερ, ἑώρων σε θεούμενον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Δόξαν Σε Προφητῶν, γινώσκει Ἐλισσαῖος, καὶ σὺν τῷ Νικολάῳ, Πλανᾷ τῷ μακαρίῳ, Παρθένε μεγαλύνουσι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὰς τοῦ πλάνου παγίδας ἐκφυγῶν ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διὰ βίου πατὴρ ἠμῶν Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβῶν, ἀγρυπνίαις καὶ νηστείαις ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου. Ὅνπερ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ναξίων ὁ κλῆρος καὶ λαός, ἐν χαρᾷ γηθόμενος, ἐπ’ ἁγιότητι φήμην σου, μάκαρ ὡς ἤκουσεν, αἴνεσιν προσάγει, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ σὲ ἀρτιφανῶς θαυμαστώσαντι, Πάτερ Νικόλαε, τοῖς Ἁγίοις δ’ ἐν τῇ γῇ Αὐτοῦ, ὁδηγοῦντι πολλοὺς εἰς μετάνοιαν.

Συγχαίρει Κυκλάδων ἡ πληθύς, τῇ Ναξίᾳ σήμερον, πανευφροσύνῃ Πατὴρ ἡμῶν, Πλανᾶ Νικόλαε, ἐν τῇ πανηγύρει, μακαρίας μνήμης σου, ἀγείρονται δ’ ἀθρόον τὰ τέκνα σου, ἀπὸ περάτων νῦν, τὴν εἰκόνα σου ἀσπάσασθαι, ἀνυμνοῦντα τὸν σὲ ἐνδοξάσαντα.

ξάρχει φαιδρῶς τῆς ἑορτῆς, δεξαμένη Ἅγιε, τῶν Ἀθηναίων ἡ πόλις σε, ἱερατεύοντα, ἐν ταῖς τοῦ Προδρόμου, καὶ Παντελεήμονος, ἁγίαις ἐκκλησίαις αἷς ἔλαχες, Πάτερ Νικόλαε, ἁγιάζει ὡς καλὸς ποιμήν, τὸ δοθέν σοι μικρὸν Χριστοῦ ποίμνιον.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

ς φρονήματι ἔνθεον, καὶ πιστὸν οἰκονόμον σε, ἱερὲ Νικόλαε ἀνυμνοῦμέν σε· τὸν ἐν πολλοῖς καὶ πολάκις τε, ἀγῶσι τοῦ πνεύματος, ἀγρυπνίαις καὶ εὐχαῖς, μυστηρίων μεθέξεσι, τῶν τῆς χάριτος, καὶ πολλαῖς σου ταῖς ἐλεημοσύναις, δι’ ἀγάπην τοῦ Κυρίου, Αὐτῷ ἐνζήλως δουλεύσαντα.

Τὴν σοφίαν τοῦ Πνεύματος, εἰσδεχθεὶς Πάτερ Ἅγιε, κατὰ νοῦν καὶ λόγον τε καὶ προαίρεσιν, ταύτης ἐπίλεκτον ὄργανον, ἐγένου Νικόλαε, ἱερώτατε Πλανᾶ, καὶ σοφῶς ᾠκονόμησας, τὸ σὸν τάλαντον, ὅπερ ηὔξησας ζήλῳ σου ἐνθέῳ, καὶ εἰσῆλθες ἐπαξίως, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Σὲ ὁ κόσμος οὐχ εἵλκυσεν, οὐδὲ φίλτρον ἐκτήσατο, σὴν καρδίαν δ’ ἔδωκας τῷ Σωτῆρί σου· καὶ ἀποῤῥίψας τὰ μάταια, οὐράνιον εἴληφας, κληρουχίαν καὶ ζωήν, καὶ τῆς δόξης τὸν στέφανον· διὸ πρέσβευε, καὶ ἡμᾶς μετὰ σοῦ ἀξιωθῆναι, τῆς χαρᾶς τῆς αἰωνίου, Ἅγιε Πάτερ Νικόλαε.

Δόξα. Ἦχος πλ. α΄.

Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ἐν οἷς καὶ ἐπ’ ἐσχάτων ὁ ἡγιασμένος καὶ σεπτὸς Νικόλαος. Τοῦτον ὁ Θεὸς ὕψωσεν ἐν καθέδρᾳ πρεσβυτέρων καὶ ἐχαρίσατο αὐτῷ τὴν ἄνωθεν σοφίαν, ὑπεριδὼν τὰ τοῦ σκεύους ὑστερήματα· καὶ γὰρ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Ἀπλανῶς δὲ ὁ Πλανᾶς ἐν τῷ φωτὶ περιπατῶν ἡμῖν τὰ ἄνω διδάσκειν, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.

Καὶ νῦν. Θεοτοκίον

ν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.

Τῆς Ναξίας τὸν γόνον καὶ σεπτὸν ἐγκαλλώπισμα, ἐν ὕμνοις τιμήσωμεν ἡγιασμένον Νικόλαον, τὸν Πλανᾶν μὲν τῇ κλήσει, ἀπλανῆ δὲ τὴν πίστιν, καὶ τὸν βίον εὐσχήμονα καὶ θεοφιλῆ. Αὐτὸς γὰρ συγκαλεῖται εἰς τράπεζαν πνευματικὴν τὰ οἰκεῖα τέκνα καὶ φιλοπάτορα, οὐ βρώσει ξενίζων καὶ πόσει, ἀλλὰ δικαιοσύνην καὶ ἄσκησιν ὑποδεικνὺς εἰς ἁγιασμόν.

Ἦχος β΄.

Πάτερ Νικόλαε, θείᾳ κλήσει ἑπόμενος καὶ τὴν γενέτειραν καταλιπών, παροικεῖς ἐν ταῖς Ἀθήναις. Θελήματι δὲ Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον ἐπιποθῶν, Αὐτῷ ἀφιέρωσαι. Καὶ ἱερωσύνης κλῆρον λαχών, ἀξίως τῷ Θεῷ ἐλειτούργεις. Πολλοὺς δὲ ἐμυσταγώγησας ἐν Κυρίῳ. Διὸ αἰτοῦμέν σε· μνημόνευε καὶ ἡμῶν τῶν κατὰ σάρκα καὶ πνεῦμα συγγόνων σου.

Ἦχος γ΄.

ν ἀγρυπνίαις πολλάκις, διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, χαρίσματα οὐράνια ἀπείληφας, Πάτερ. Ἀξίους δ’ ἔσχες συνεργούς, ᾄδοντας καὶ ψάλλοντας ἐν τῇ καρδίᾳ αὐτῶν τῷ Κυρίῳ. Τούτων τὰ ὀνόματα περίπυστα τοῖς τῶν γραμμάτων ἐρασταῖς, τῷ δὲ Θεῷ γεγραμμένα ἐν βίβλῳ ζωῆς. Μεθ’ ὧν, εὐχαῖς σου, καὶ τὰ ἡμῶν, Πάτερ Νικόλαε, γραφήτωσαν.

Ἦχος δ΄.

κοίμησίς σου Ἅγιε, τὰ πλήθη συνήγαγε πρὸ τοῦ σεπτοῦ σου σκηνώματος, ἐπ’ εὐλογίᾳ αὐτῶν, τὴν ἁγίαν σου χεῖρα εὐλαβῶς ἀσπαζομένων, ἣν ὁσίως ἐπαιρομένην ἐγίνωσκον καὶ τοῦ ἀμνοῦ τοῦ Θεοῦ ἁπτομένην, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ ἡμῖν δωρουμένου ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος πλ. δ΄.

Τάδε ἔφη τῶν εἰδότων σε, Πάτερ Νικόλαε, ὁ λόγος. Δεῦτε ἴδετε ἄνθρωπον ὄντως τοῦ Θεοῦ· Αὐτοῦ θεράποντα γνήσιον· λειτουργὸν τῆς Χάριτος ἡγιασμένον· ἁπλοῦν τὸν τρόπον καὶ ἀφιλάργυρον· ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὸν Χριστὸν ἀγαπῶντα καὶ διακονοῦντα. Ὁμολογοῦντες δὲ τὴν χάριν, κηρύττοντες τὸν ἔλεον καὶ μὴ κρύπτοντες τὴν εὐεργεσίαν, οἱ τὰ ἔργα σου τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ἐπιγινώσκοντες, ἐδόξαζον τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, Ὃν εὑλογοῦμεν συμφώνως εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἀνατείλας ἀστήρ, τῷ στερεώματι Κυκλάδων ὁρώμενος, τὴν Νάξον καταγλαΐσας, καὶ εἰς Ἀθήνας ὀφθείς, φαεινὴν πορείαν ὡς διέγραφες, τὸ σχῆμα μικρόσωμος, καὶ ἐν πᾶσιν ἀπέριττος, τὴν δὲ καρδίαν, καὶ ψυχὴν πλατυνόμενος, ὡς ἐνώκησεν, ἐν σοὶ χάρις τοῦ Πνεύματος. Πάτερ Πλανᾶ Νικόλαε, τὴν μνήμην σου σέβομεν, καὶ ταῖς εὐχαῖς σου θαῤῥοῦμεν, ταύτας θερμῶς ἐξαιτούμενοι, καὶ σὲ ἀνυμνοῦντες, ὡς σεπτὸν ἡμῶν πατέρα, καὶ ἀντιλήπτορα.

Στιχ: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ ζήλου θείου πλησθείς, καὶ τὸν ὁμώνυμον ζηλώσας Νικόλαον, τῆς πίστεως τὸν κανόνα, καὶ ἐγκρατείας πυρσόν, ἅμα καὶ εἰκόνα τῆς πραότητος. Σὲ τοίνυν γεραίρομεν, τὸν πραΰν καὶ ἡσύχιον, τὸν ταπεινώσει, καὶ ἁπλότητι κρύψαντα, τὸν πολύτιμον, μαργαρίτην τῆς Χάριτος· Πάτερ Πλανᾶ Νικόλαε, ζηλῶν τὰς τοῦ Πνεύματος, ἐπιθυμίας ἐκ βρέφους, μέχρις πρεσβείου καὶ γήρατος, ἡμᾶς σαῖς πρεσβείαις, μιμητάς σου δὸς γενέσθαι, τοὺς σὲ γεραίροντας.

Στιχ: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίρει, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἐναμίλλως τὴν χαρὰν ἐμερίσαντο, Νικόλαον προσφωνοῦντες, ὥσπερ πολίτην αὐτῶν, καὶ ὡς ἀμφοτέρων ἀκροθίνιον, ὁ μὲν ἐπουράνιον, τὸν ἐκ γῆς ἀνηγόρευσεν, ἡ δ’ ἐγκαυχᾶται, ὡς ἰσάγγελον θρέψασα, καὶ κοινὸν αὐτοῖς, θησαυρὸν ἐλογίσαντο. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, Πάτερ Πλανᾶ ἀνυμνοῦμεν, οἱ γηγενεῖς καὶ δεόμεθα, οὐράνιον τόπον καὶ ἡμῖν διδόναι αἴτησαι, τὸν Φιλάνθρωπον.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον συγκαλεῖται ἡμᾶς τοῦ νεοφανοῦς Πατρὸς Νικολάου τοῦ Πλανᾶ ἡ σεβάσμιος πανήγυρις. Οὗτος γάρ, τὸν Θεὸν ἀγαπήσας καὶ δι’ Αὐτὸν σκύβαλα ἡγούμενος πάντα, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ἔζησεν ἐν τῷ νῦν αἰῶνι, ἵνα Χριστὸν κερδήσῃ· ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ ἡμῶν, τῶν πατρώζοντι ζήλῳ τιμώντων τὴν ἁγίαν μνήμην αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον

ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὰς τοῦ πλάνου παγίδας ἐκφυγῶν ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διὰ βίου πατὴρ ἠμῶν Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβῶν, ἀγρυπνίαις καὶ νηστείαις ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου. Ὅνπερ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

κ παίδων ἠγάπησας Χριστὸν τῶν πάντων Θεόν, παμμάκαρ Νικόλαε, καὶ θεοφόρε Πλανᾶ, τὴν κλῆσιν δεξάμενος· Ὃνπερ καὶ διὰ βίου, διηκόνες ἐνθέως, χάριν ἱερωσύνης, ἐνδυσάμενος Πάτερ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παρθένε Μητρόθεε τῶν ταπεινῶν ἡ ἐλπίς, φιλόχριστον ἔγνωκας τοῦ Νικολάου ψυχήν, ἐκ πρώτης νεότητος· τούτῳ εἰς προστασίαν, μητρικῶς συμπαρέστης, χάριν τὴν τοῦ υἱοῦ Σου, ἐπ’ Αὐτὸν ἐπισπῶσα. Καὶ ἅγιον εἰσδέδεξαι νῦν, Χριστοῦ εἰς βασίλειον.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ θεοφόρου Νικολάου τὴν μνήμην, τοῦ ὡς Πλανᾶ γινωσκομένου πρεσβύτου, ἐπιτελοῦντες Νάξιοι καὶ πάντες ὁμοῦ, οἱ ἐκείνου ἐκγονοι, καὶ οἰκεῖοι τῇ πίστει, τοῖς αὐτοῦ λειψάνοις νῦν, προσιόντες ἐκ πόθου, τὴν εὐωδίαν λάβωμεν τερπνῶς, καὶ εὐλογίαν, ἁγίου πατρὸς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

πεφάνη Ἅγιε, σεπτὴ μορφή σου, τοὺς πιστοὺς φαιδρύνουσα, τῇ θείᾳ μνήμῃ σου Πλανᾶ, Πατὴρ ἡμῶν ἱερώτατε, ἁγιωσύνης εἰκόνα προβάλλουσα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παναγία Δέσποινα, Σὲ εὐλογοῦμεν, κραταιὰν ἀντίληψιν, θερμῶς αἰτοῦντες παρὰ Σοῦ, σὺν Νικολάου ἐντεύξεσι, τοῦ πανιέρου πατρὸς δυναμούμενοι.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον:

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στιχ: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ΙΗ΄, 10-20): Εἶπεν ὁ Κύριος· Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων...

Ὀ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ἁγίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στιχ: λέησόν με ὁ Θεός...

Μητρὸς συμβουλῇ καὶ θερμῇ ἀξιώσει συζυγίαν, Ἅγιε, ἀνεδέχθης προώρως· ἄλλως δὲ τὰ κατὰ σὲ ὁ Θεὸς οἰκονομεῖ, τὴν ἐπὶ τέκνῳ χαρὰν τῇ χηρείᾳ συγκιρνῶν. Σὺ δὲ Αὐτῷ ὁλοθύμως ἀφιέρωσαι, ἱερωσύνην ἀμπεχόμενος, ὁσίως ἱερατεύσας, καὶ τοῦ ἐπουρανίου νῦν θυσιαστηρίου λειτουργὸς γενόμενος.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἱερῷ Νικολάῳ Πλανᾷ· Ὠδὴ Νικοδήμου.

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

κέσιον Ἅγιε, ᾠδὴν ψαλῶ σοι Νικόλαε· καὶ ὕμνον σοι ᾄσομαι, σαῖς ἀρεταῖς ἀφορῶν· σὺ δὲ πρόστηθι, λαμπρῶς τῇ πανηγύρει, Χριστῷ προσφθεγγόμενος, ὅτι δεδόξασται.

ρῶν ἐκ νεότητος, τῇ ἀγαπήσει τοῦ πλάσαντος, τὰ πάντα κατέλιπες, ἀκολουθήσας Χριστῷ, ᾯ παρέδωκας, σαὐτὸν τῇ προαιρέσει, παμμάκαρ Νικόλαε, ὅτι δεδόξασται.

εόντων ἠλόγησας, καὶ τῶν ματαίων Νικόλαε, Πλανᾶ ἁγιώτατε, ἱνα κερδήσῃς Χριστόν, τὸν λυτρούμενον, ἀπὸ πειρατηρίων, τοὺς κραυγάζοντας, ὅτι δεδόξασται.

Θεοτοκίον.

ραῖον τῷ κάλλει Σύ, γεννησαμένη πανάχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ὑψωθέντα Σταυρῷ, καθικέτευε, ἐξ ἐναντίων πάντων, ῥυσθῆναι τοὺς κράζοντας, ὅτι δεδόξασται.

Ὠδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ναξίων ἡ χώρα εὐφορίαν, παντοίων πλουτοῦσα ἀγαθῶν, νῦν πλοῦτον ἀδαπάνητον, δυώνυμον ἐκτήσατο, Νικόδημον Νικόλαον, οὓς ὁ Χριστὸς ἐστερέωσεν.

δὼν τὸν Νικόδημον τὸν πάνυ, τὸν μέγαν Ἁγιορείτην καὶ κλεινόν, καὶ συμπολίτην Ἅγιον, Νικόλαος ὁ Νάξιος, ἐν τῇ αὐτῷ στενῇ ὁδῷ, ἁγιασθεὶς ἐστερέωτο.

Καλοῦσιν ἀμφότεροι τὸν δῆμον, Ναξίων λαὸν τὸν εὐσεβῆ, μὴ ὥσπερ συμπολίτας δεῖν, Ἁγίων ἐναβρύνεσθαι, ἀλλὰ καὶ μιμητὰς αὐτῶν, ὀφθῆναι τῷ στερεώματι.

Θεοτοκίον.

ἄχραντος Τόκος Σου Παρθένε, ἁγίων ἁγίαν Σε εἰδώς, ἐνώκησεν ἐν μήτρᾳ Σου, λυτρώσων κόσμον ἅπαντα, καὶ ἐξ ἑνὸς ἡγίασε, Πατρὸς τοὺς Σὲ μακαρίζοντας.

Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Νικολάου σήμερον, Πλανᾶ τὴν μνήμην τελοῦντες, καὶ παννύχοις ᾄσμασιν, αὐτὸν ἀξίως ὑμνοῦντες, οἴδαμεν, ἀγρυπνιῶν πρωτοστάτην, ἔγνωμεν, αὐτὸν μετάρσιον ὄντα, τῷ Θεῷ ἡγιασμένον, καθάπερ μύστην, Αὐτοῦ τῆς χάριτος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παρθένος Δέσποινα, καὶ Θεοτόκος Μαρία, τῷ Θεῷ παρίστησι, λαὸν κατασκευασμένον, πρόσλημμα, δοῦσα ἀνθρώπειον τῷ Σωτῆρι, σώσαντι, τὸ προσληφθὲν ὡς Υἱῷ καὶ Λόγῳ, τοῦ Θεοῦ τοῦ ἀοράτου, οἰκονομίᾳ Αὐτοῦ τῆς χάριτος.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Λόγον ἀτελῆ ἀθρώσας ὁ παμμάκαρ Νικόλαος, καὶ τῷ βραδυγλώσσῳ πάλαι Μωϋσεῖ ὁμοιούμενος, πολλοὺς Κυρίῳ φωτίσας, οὐχ ὑστέρησεν· οἳ καὶ μέλπουσιν· δόξα Χριστὲ τῇ δυνάμει Σου.

αρὼν συμπαραστάτης Μωϋσέως ἐγένετο, καὶ τῷ Νικολάῳ ἦλθεν, ἀρωγὸς ὁ Παράκλητος, αὐτοῦ κρατύνας τὴν πίστιν· καὶ ἰσχνόφωνον ἐθαυμάστωσε, δόξα κραυγάζειν τῷ κράτει Σου.

Θεοτοκίον.

πανύμνητε Παρθένε Θεοτόκε ἀνυμφεύτε, Σὺ τῶν ἱερέων καύχημα λαμπρὸν καὶ σεβάσμιον, Ἁγίων δόξα ὑπάρχεις καὶ διάδημα, καὶ κραταίωμα, καὶ τῶν δικαίων ὁ στέφανος.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Πλανᾶς ὁ Νικόλαος, ὁ ταπεινὸς πρεσβύτερος, ὤφθη ἐκλεκτὸς Χριστοῦ ἐργάτης, μικρὸς τὸ δέμας, πεφωτισμένος τὸν νοῦν, πίστει τῶν σοφῶν ὑπερτερῶν, ὄρθρῳ καὶ νυχθήμερον, τῷ φωτὶ αὐγαζόμενος.

Λαμπτὴρ φαεινότατος, ἐπὶ τῇ θείᾳ δόξῃ σου, φαίνει ὀφθαλμοῖς παιδίων Πάτερ, ἱερουργῶν δέ, μετὰ Ἀγγέλων φαιδρῶν, ὤφθης μὴ πατῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος οὐράνιος, καὶ ἐπίγειος ἄγγελος.

γγέλων ὁμόσκηνος, καὶ τῶν Ἁγίων γέγονας, καὶ τῆς Ἐκκλησίας πρωτοτόκων, ἐν οὐρανοῖς ἀπογεγραμμένων, σὺ μέτοχος ὑπάρχεις ἀληθῶς, Ἅγιε Νικόλαε, καὶ ἡμῶν πρέσβυς ἄριστος.

Θεοτοκίον.

Ναὸς καθαρώτατος, Χριστοῦ Σωτῆρος γέγονας, ἄχραντε Παρθένε Θεοτόκε, ἀχειροποίητος καὶ θεόπλαστος, Πνεῦμα ὡς ἐσκήνωσεν ἐν Σοί, δύναμις ὑψίστου τε, Σῇ γαστρὶ ἐπεφοίτησεν.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.

γνή, καρδία σου Ἅγιε, δοχεῖον ὡς τοῦ Πνεύματος γέγονε, τὴν ἀναγέννησιν, ἄνωθεν σοὶ ἐχαρίσατο, καὶ τὴν σοφίαν Πάτερ Πλανᾶ Νικόλαε.

ς μέγα ὄντως μυστήριον! ἁπλοῦς καὶ ἰδιώτης Νικόλαε, πῶς κεχαρίτωσαι!  Τῇ ἐπελεύσει τοῦ Πνεύματος, καὶ προαιρέσει ἔνδοθεν τῇ ἁγίᾳ σου.

Δεκτόν, πρεσβείας θυμίαμα, ἐνώπιον Κυρίου προσάγαγε, Πάτερ Νικόλαε, σῇ παῤῥησίᾳ χρησάμενος, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν ὑμνούντων σε.

Θεοτοκίον.

μόνη Σὺ ἀειπάρθενος, τεκοῦσα τὸν Σωτῆρα καὶ Κύριον, δέξαι τὴν δέησιν, τῶν ἱκετῶν Σου πανάχραντε, καὶ τῶν σκανδάλων ῥῦσαι τοῦ πολεμήτορος.

Κοντάκιον. Ἦχος βαρύς. Ἐπὶ τοῦ ὄρους μετεμορφώθης.

ν παντὶ ἔθνει καιρῷ καὶ χρόνῳ, ἀμάρτυρον οὐκ ἀφῆκεν Αὐτοῦ τὴν θείαν δόξαν καὶ τὴν θειότητα· τοὺς δὲ ὄντας Ἁγίους ἐν τῇ γῇ Αὐτοῦ, καὶ Πλανᾶν τὸν Νικόλαον ἐδόξασε· καὶ ἡμῖν ἐδωρήσατο πρεσβευτήν πατέρα καὶ θερμὸν ἐν ἀνάγκαις ἀντιλήπτορα.

Ὁ Οἶκος.

γγελοι οὐρανόθεν, ὑπεδέξαντο Πάτερ, Νικόλαε Πλανᾶ τὴν ψυχήν σου. Καὶ ἰσάγγελον γνόντες αὐτήν, εἰ καὶ σάρκα ἔφερεν ἐν γῇ ἔχαιρον· δοξάζοντες δὲ ὕμνησαν παντάνακτα Χριστὸν βοῶντες· Αἶνος πρέπει Σοι τῷ Θεῷ ἡμῶν.

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Νικολάου ἱερέως τοῦ Πλανᾶ.

Κοιμηθεὶς ὑψοῦται ἀπλανὴς ἐν τῷ πόλῳ,

ερεὺς Πλανᾶς ὁ Νικόλαος λάμψας

Οὗτος, ἐγεννήθη ἐν τῇ εὐάνδρῳ νήσῳ τῶν Κυκλάδων Νάξῳ, ἐν ἔτει σωτηρίῳ 1851, ἐκ πατρὸς Ἰωάννου καὶ μητρὸς Αὐγουστίνης, τὸ γένος Μελισσουργοῦ. Οἱ εὐσεβεῖς γονεῖς τοῦ ἐκ κοιλίας μητρὸς ἡγιασμένου Νικολάου ἐξέθρεψαν αὐτὸν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐνωρίτατα διεφάνη ἡ ἔφεσις τοῦ παιδίου πρὸς τὰ ὅσια καὶ τὰ ἱερά. Ἐκίνει τοὺς πόδας του πρὸς τὸ ἅγιον Βῆμα, ἵνα ὑπηρετῇ τὸν ἱερέα πάππον του Γεώργιον Μελισσουργὸν ἱερουργοῦντα. Προωρισμένος δὲ ἄνωθεν εἰς λειτουργίαν τοῦ ἁγίου θυσιαστηρίου, παρεκινεῖτο ἐκ τρυφερᾶς ἡλικίας νὰ ὑποδύεται κατ’ οἶκον ῥόλον καὶ λειτουργήματα ἱερατικά, δι’ αὐτοσχεδίων μέσων καὶ σκευῶν καὶ ὑποτυπώδους λειτουργικῆς ἀμφιέσεως, θυμιῶν καὶ ἀναπαριστῶν μιμητικῶς τὰ τελούμενα ἐν τῷ ναῷ. Προϊούσης δὲ τῆς ἡλικίας αὐτοῦ, ὁ νεαρὸς Νικόλαος μετεῖχεν ἀδιαλείπτως τῶν ἱερῶν ἀκολουθιῶν τῆς Ἐκκλησίας. Καὶ οὐκ ἀφίστατο νηστείας, ἀγρυπνίας, προσευχῆς καὶ ζηλωτὴς καλῶν ἔργων. Ὅταν δὲ ὁ Νικόλαος ἀπωρφανίσθη ἐκ πατρός, νεώτατος δ’ αὐτὸς εὑρέθη προστάτης χήρας μητρὸς καὶ νεωτέρας ἀδελφῆς, ἡ οἰκονομία τοῦ Θεοῦ μετεφύτευσε σύντρεις εἰς Ἀθήνας, ἵνα εὕρωσι πόρον ζωῆς, ἐφ’ ὅσον μάλιστα ἐξ ἀντιξόων περιστάσεων ἀπεστερήθησαν μετ’ οὐ πολὺ καὶ ῶν περουσιακῶν αὐτῶν στοιχείων. Νυμφευθεὶς ἐχήρευσε προώρως, εὐθὺς μετὰ τὴν ἀπόκτησιν τοῦ πρώτου καὶ μόνου τέκνου του Ἰωάννου, θανούσης κατὰ τὸν τοκετὸν τῆς μητρός. Χειροτονηθεὶς δὲ ἱερεύς, διετέλεσεν ἐφημέριον ἐν Ἀθήναις ἐπὶ πεντηκονταετίαν περίπουυ εἰς τοὺς ναοὺς τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ τοῦ Ἁγίου Παντελεήμονος παρὰ τὸν Ἰλισσὸν ποταμόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς διατρίβει εἰς τὸν ναόν. Ἀφιλάργυρον τὸν τρόπον καὶ πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Λιτοδίαιτος εἰς τὸ ἔπακρον. Ἠρκεῖτο εἰς τεμάχιον ἄρτου καὶ ὀλίγα χόρτα, ἅτινα συνέλεγεν ὁ ἴδιος · ἐνίοτε δὲ καὶ εἰς ὀλίγον γάλα προσφερόμενον εἰς αὐτὸν ὑπὸ ποιμένων τῆς ἐρημικῆς τότε περιοχῆς τῆς ἐνορίας του. Ὀνομασταὶ καὶ ἀλησμόνητοι παρέμειναν αἱ ἀγρυπνίαι τὰς ὁποίας ἐτέλει εἰς τὸν ἱερὸν ναὸν τοῦ Ἁγίου Ἐλισσαίου. Ἀναφέρονται καὶ μαρτυρίαι παιδίων, ὅτι τὸν ἔβλεπον μετάρσιον, μὴ πατοῦντα ἐπὶ τῆς γῆς ἐν ὥρᾳ Θείας Λειτουργίας. Εἰς ὥριμον γῆρας, καμφθεὶς ὑπὸ τὸ βάρο τῶν ὑπερογδοήκοντα ἐργωδῶν καὶ πολυμόχθων ἐτῶν τῆς ἡλικίας, ἐκοιμήθη ἐν Κυρίῳ, τῇ 2ᾳ Μαρτίου τοῦ 1932.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου του Συγκλητικοῦ.

Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,

πως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας παρθενομάρτυρος Εὐθαλίας.

Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης,

Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου ἐπισκόπου Κυρήνειας της Κύπρου, τοῦ Ἱερομάρτυρος καὶ Ὁμολογητοῦ.

θλου πέπλησαι, Θεόδοτε, στιγμάτων,

Εἰ καὶ μετ’ εἰρήνης σε Χριστὸς λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀμολογητοῦ Κόϊντου τοῦ θαυματουργοῦ.

πωνυμίαν ἔσχες ἐκ τῶν πραγμάτων,

Τὰ θαυμάσια ὢ Kόϊντε παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστωρος καὶ Τριβιμίου.

τράχηλον Νέστορος πλήξας τῷ ξίφει,

Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Τρωάδιος, καὶ οἱ σὺν αὐτῷ, ξίφει τελειοῦνται.

Μὴ μέλλε, Τρῳάδιε, θνῄσκειν ἐκ ξίφους,

Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἕξει στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία, ξίφει τελειοῦνται.

θανασία συνθανόντα τῇ πάνυ,

Πεπείσμεθα ζῆν Ἀνδρόνικον τὸν πάνυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωακεὶμ τοῦ Ἰθακησίου, τοῦ παπουλάκου.

Κῆρυξ ἀληθείας καὶ ἀγάπης ὤφθης,

σοφὲ Ἰωακείμ, τεραστίων φρέαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐπισκόπου Τσάντ, τοῦ Βρεττανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμβροσίου, Πατριάρχου Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρσανουφίου, Σάββα, Σαββατίου καὶ Εὐφροσύνου τῶν ἐν Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἐπισκόπου Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρέθα τοῦ ἐγκλείστου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου, τοὺ ἐκ Τβὲρ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Ἐνθρόνου, ἐν τῷ Κολομσκόιυ τῆς Μόσχας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Νεουργεῖσά σε ἡ χάρις τοῦ Πνεύματος, Πάτερ Νικόλαε, ἕως πρεσβείου τηρεῖ, ἀκμαῖον τὸ φρόνημα, Χριστῷ δουλεύοντα, καὶ προσάδοντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

εράτευμα Χριστοῦ σε ἀπειργάσατο, Πνεῦμα Παράκλητον, ἡγιασμένον Θεῷ, Νικόλαε ἔνθεε, Πλανᾶ μακάριε, Ὕμνοις μέλποντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Κεραννύμενον ποτήριον τοῦ Σώματος, Χριστοῦ καὶ Αἵματος, ὤφθης Παρθένε Ἁγνή, ἐξ οὗ ἀπλαύομεν, πόμα σωτήριον, οἱ κραυγάζοντες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.

λος ἐκ νεότητος ἐδόθης, Χριστῷ ἐκ καρδίας σου ἀνάθημα, Ἅγιε Νικόλαε, λευΐτα ἱερώτατε, Αὐτῷ λατρεύων ἔννυχα εὐχαῖς καὶ ψάλμασι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δεῦτε ἱερεῖς Κυρίου, ὕμνοις αἰνέσατε ἀδελφὸν συλλείτουργον ὑμῶν, πρότριτα κυκλώσαντα, ναῶν ἁγίων Τράπεζαν, νῦν δὲ ὑπερουράνιον, θυσιαστήριον θεώμενον, καὶ θρόνον Ὕψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

κες εἰς οὐράνιον πάστάδα, Θεόνυμφε Παναγία, κόσμου Δέσποινα· ὅθεν ἱκετεύομεν, οἱ δοῦλοί Σου αἰτούμενοι, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ἱλέωσαι ψυχαῖς ἡμετέραις, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἅπας γηγενής.

Μέλλουσαν ζωήν, ἐκέρδησας Ἅγιε, λιπὼν ἐγκόσμια, πρὸς αὐτὴν δὲ ἴθυνες, τὰ σὰ τεκνία καὶ ἐνορίτας σου· νυχθημερὸν λατρεύων δὲ Χριστῷ τῷ ζῶντι Θεῷ, ὀνομάτων, τούτων ἐμνημόνευες, σωτηρίαν ψυχῶν ἐξαιτούμενος.

καλὸς ποιμήν, τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα· σὺ δ’ ὡς ἐφημέριος, φύλαξ ἐγένου τῶν προσιόντων σοι, Πάτερ Πλανᾶ Νικόλαε, καὶ ἀντιλήπτωρ θερμός, τῷ Κυρίῳ, τούτους ἀναθέμενος, σεαυτὸν δὲ διδοὺς τύπον ἅπασι.

Θεοτοκίον.

μνους ἱερούς, μυρίους ἂν ψάλωμεν, οὐδέν Σοι ἄξιον, Δέσποινα τελέσωμεν, ἀνθ’ ὧν ἐλάβομεν δωρημάτων Σου. Σὺ δὲ ἡμῶν μεσίτρια γενοῦ πρὸς Κύριον, καὶ ἐν σκέπῃ φύλαττε πτερύγων Σου, δεξαμένη λιτὴν ἡμῶν αἴνεσιν.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.

Νάξος νῦν ἐγκαυχᾶται, ἐν σοὶ Νικόλαε Πάτερ, καὶ γηθομένη γεραίρει, ὡς αὐτῆς γόνον σε σεπτόν, ταῖς σαῖς πρεσβείαις αἰτοῦσα, ῥυσθῆναι πάσης ἀνάγκης.

Θεοτοκίον.

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου· ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

χει, τὸ σὸν πνεῦμα οὐρανός, γῆ δέ σου τὰ λείψανα Πάτερ, τὰ εὐωδέστατα, Ἅγιε Νικόλαε, ἐν τῷ Προδρόμου ναῷ, ἔνα ἔλαχες πρότριτα, τῆς ἐφημερίας, ἐκ νυκτὸς δὲ ὤρθριζες, ἱερουργεῖν τῷ Θεῷ, νῦν δέ, πρὸς οὐράνιον δόξαν, ἀναβὰς μνημόνευε πάντων, τῶν ἀνευφημούντων σε μακάριε.

Πόλις, Ἀθηνῶν σε νῦν πλουτεῖ, ἧς ἐν τοῖς ναοῖς ἐλειτούργεις, ἀδιαλείπτως αἰνῶν, Ἅγιε Νικολάε, Πλανᾶ Χριστὸν τὸν Θεόν· τὸν μικρὸν δέ σου ποίμνιον, τῶν χρόνων ἐκείνων, ὑπέρμεγα γέγονεν, ἐκ πληθυσμοῦ συῤῥοῆς· σὺ δέ, εὐσεβείας αὐξήσας, τοῦτο τῷ Κυρίῳ πρεσβεύων, αἴτησαι σωθῆναι Πάτερ Ἅγιε.

Πάντων, πενομένων ἀρωγός, γέγονας Νικόλαε Πάτερ, σῷ ὑστερήματι, πλοῦτον δ’ ἀδαπάνητονμ, ἐν οὐρανῷ κομιεῖς, βασιλείαν τε μένουσαν, τὴν ἡτοιμασμένην, πᾶσι τοῖς παρέχουσι πεινῶσιν ἄρτον ὡς σύ, καὶ ὡς ἀδελφοῖς τοῦ Κυρίου, εἰ καὶ ἐλαχίστοις ἐν κόσμῳ, ἔλεον δεικνῦσιν ἱλαρώτατον.

Δεῦτε, τῶν Ναξίων ἡ πληθύς, καὶ τῶν Ἀθηναίων χορεῖαι, τῶν εὐσεβούντων πιστῶν, Ἅγιον Νικόλαον, Πλανᾶν αἰνέσωμεν· οἱ μὲν θρέμμα πανόσιον, καλῆς ἡμῶν νήσου, οἱ δὲ τὸν ποιμάναντα, θεοφιλῶς τὸν λαόν, καὶ ἐνοριῶν ἐν τῷ ἄστει, μετὰ ἁγιότητος βίου, καλῶς προϊστάμενον γεραίροντες.

Δόξα. Ἦχος α΄.

Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τὸν ἐν ἱερεῦσιν ἁπλοῦν ἅμα καὶ σοφόν· τὸν ἐν τοῖς ἐσχάτοις χρόνοις ἡγιασμένον φανέντα, ἐν πᾶσι τὰ ἀρεστὰ τῷ Κυρίῳ ἰχνηλατοῦντα, καὶ τοῖς ἀνθρώποις τὰ καλὰ καὶ ὠφέλιμα πράττοντα, Νικόλαον τιμήσωμεν Πλανᾶν τὸν ἐκ Ναξίας, Ἀθηνῶν ἱεράτευμα ἅγιον. Αὐτοῦ ταῖς ἱκεσίαις, καὶ τῇ πρὸς Θεὸν βεβαίᾳ παῤῥησίᾳ ἐλεηθῆναι, δεόμεθα καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, καὶ τῶν ἱερέων ὁ ἐν πᾶσιν ὑπογραμμός, ἐλεημοσύναις νηστείαις ἀγρυπνίαις, καὶ προσευχαῖς σχολάζων, Πάτερ Νικόλαε.