The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Β ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτοῦ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

μνήσωμεν σήμερον πιστοί, μνήμην τν πανίερον, ν μελιχρος θείοις σμασι, κα μεγαλύνωμεν, τν σχάτοις χρόνοις, θωνι κλάμψαντα, κα πάσ τ λλάδι πυρσεύσαντα, τν θεοῤῥήμονα, κα μελλόντων τας κβάσεσι, προδηλοντα σιον Πορφύριον.

Τιμμέν σε Πάτερ ν δας, τν πιστν συστήματα, βλαστ Εβοίας πανένδοξε, τ κλέος θωνος, φυτεύσας σπόρον, το γίου Πνεύματος, καρδίαις τν πιστν δοναι εχημον, καρπν θεάρεστον, κα βομεν· Πορφύριε, χαίροις μάκαρ Χριστο φίλε γνήσιε.

ν θωνι βίον σου σοφέ, πόνοις τς σκήσεως, κα τος καμάτοις διήνυσας, οας δακρύων σου, κα ν Μηλεσί, γρυπνν εχόμενος, Χριστν ξιλεν κα τος δαίμονας, διώκων πόῤῥωθεν, τ δεήσει κα νηστεί τε, τν σίων σύσκηνος γενόμενος.

Πατέρων χορς θεοπρεπής, μελιῤῥύτοις σμασι, κα φιλεόρτων τ θροισμα, ναος συνέρχεται, να τν ποιμένα, τν σεπτν Πορφύριον, μνήσ ερς τν πρεσβεύοντα, παύστως Κύριον, δοναι χάριν τν σωτήριον, μν πσι κα τ μέγα λεος.

Δόξα. χος β΄.

ς πολύφωτον στρον, ν τ τν Καυσοκαλυβίων Σκήτ διέλαμψας, κα τας στραπας τν θείων λόγων σου φώτισας, τν πεπλανημένων διανοίας, θαυματοβρτα Πορφύριε· τς ττικς γαίης δ Πάτερ, τν εσεβ λαν καθωδήγησας, πρς νομς σωτηρίους, κα τος τς μετανοίας τρόποις, πάντας τ θεογνωσί πλούτησας, γενόμενος τν νοσούντων ατρός, φυγαδευτς τν δαιμόνων, τν πενομένων ντιλήπτωρ τάχιστος, ρωγς τν ν νάγκαις, κα τν ατούντων ν πίστει, τν σομένων προλέγων τν κβασιν· διό, ν π τς γς δόξασας, ντεδόξασεν ν τος ορανος, συναριθμήσας σε τος τν σίων σκηνώμασιν. Ατν ον κτενς κέτευε, ο τν μνήμην σου τιμντες δεόμεθα, πρ τν ψυχν μν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.

Χαῖρε, Θεοτόκε Μαριάμ, τῶν πολεμουμένων ἡ σκέπη, ἀδικουμένων λιμήν, τεῖχος καὶ προπύργιον, τῶν προστρεχόντων εἰς Σε, Ἀποστόλων τὸ καύχημα, Ἀγγέλων ἡ δόξα, Ὁσίων ἐντρύφημα, ἀπηλπισμένων ἐλπίς· ὅθεν, ἐξαιτούμεθα πίστει, τὴν Σὴν πρὸς Υἱὸν μεσιτείαν, ἵνα τῆς γεένης πῦρ ἐκφύγωμεν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μνήμη ἡ ἱερά, ἐπέφανεν Ὁσίου· διὸ ἐν Μηλεσίῳ, προστρέξωμεν ἵν ὕμνοις, Πορφύριον τιμήσωμεν.

Στιχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

νθος μυριστικόν, βλαστὸς νήσου Εὐβοίας, Πορφύριε ἐδείχθης, ἐν Ἄθωνι ἐκλάμψας, καὶ τοὺς πιστοὺς ἐφώτισας.

Στιχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

γιος εἶ Θεέ, καὶ θαυμαστὸς ἐν πᾶσι, βοήσωμεν Κυρίῳ, ὁ δοῦλόν Σου δοξάσας, τὸν Ὅσιον Πορφύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σῶσον ἡμᾶς Χριστέ, Ὁσίου εὐπροσδέκτοις, λιταῖς καὶ τῆς Μητρός Σου, τοὺς προσκυνοῦντας πίστει, Τριάδα Ὁμοούσιον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Σκεῦος εὔχρηστον, ἡγιασμένον, θείαις χάρισι, σοφὲ ἐγένου, τοῦ παναγίου Πνεύματος ὄργανον, κεκοσμημένος ἀκτίνων πυρσεύμασι, καὶ ἀρετῶν ἱερὸν ἀκροθίνιον· Πάτερ Ὅσιε, θαυματοβρῦτα Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δοθῆναι τοῖς τιμῶσί σε τὰ κρείττονα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος! ὁ ὑψίνους τῷ νῷ, ταπεινὸς ἐγένετο, ἐν βίῳ καὶ ὑψηλόν, κυκλοῖ Παντάνακτος, νῦν θρόνον τῶν ἀσκητῶν, καὶ τῶν Ἁγίων χοροῖς ἀγαλλόμενος, ὁσίως γὰρ τῷ Θεῷ, πολιτευθεὶς ἄχρι τέλους ἐδούλευσεν· ὅθεν τῷ σοφῷ ἐκ πόθου, Πορφυρίῳ εἴπωμεν, μὴ ἐλλίπῃς ὦ Πάτερ, τῷ Χριστῷ πρεσβεύειν πάντοτε.

Βαβαῖ τῶν σῶν παλαισμάτων στεῤῥέ, ἐν σκληρᾷ ἀσκήσει, πειρασμοὺς ὑπήνεγκας, δαιμόνων ἐπιδρομάς, λίθοις βαλλόμενος, γενόμενος καθαρόν, σκεῦος τῆς χάριτος, Πνεύματος ὄργανον, ἐν Ἄθωνι ὑψηλῷ, καὶ Μηλεσίῳ, Εὐβοίας τὸ βλάστημα· ὦ σῆς καρτερίας Πάτερ, δι ἧς ἐξευμένισας, τὸν Θεόν σου τρισμάκαρ, παρ οὗ νῦν πιστῶς δεδόξασαι.

Τὴν σὴν γεραίρομεν ἄσκησιν, βιοτὴν καὶ μνήμην, ἡμῶν πρέσβυ ἔνθερμε, Πορφύριε θαυμαστέ, καὶ τοῦ Χριστοῦ ἐραστά, πιστῶν καθοδηγητά, τῶν ἐσομένων προλέγων τὴν ἔκβασιν, νοσούντων θεραπευτά, καὶ ἀντιλήπτορ ἐν χρείαις φιλόστοργε· ὦ Πορφύριε θεόφρον, τῶν Ὁσίων σύσκηνε, σοὶ βοῶμεν ἐν ὥρᾳ, θείας δίκης ἡμῶν μνήσθητι.

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν θεοφόρον, τῆς νήσου Εὐβοίας τὸ βλάστημα, καὶ σεπτῶν Πατέρων τὸ καύχημα, τὸν σοφὸν Πορφύριον ἐν ἄθλοις, δαιμόνων, τὸν καθαιρέτην καὶ πολέμιον, ἀνθρώπων, τὸν εὐεργέτην καὶ διδάσκαλον, ταῖς διδαχαῖς νουθετοῦντα, τοὺς αὐτῷ ἰόντας, πενομένων τὸν ἀρωγόν, Θεοῦ φίλον γνήσιον, παρ οὗ στέφος δόξης εἴληφε.

Ποίοις, πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε θεῖε Πάτερ, καὶ γὰρ ἐν θορύβοις ἐβίωσας, καὶ ταῖς ἀρεταῖς ἐγεώργησας, τοῖς ὁσίοις ἔργοις καὶ ἀμέμπτοις, λιπόντα, πατρῶον οἶκον, ὄρει ᾤκησας, ἐν Σκήτῃ τῇ προσευχῇ ἐνδιαιτώμενος, ὥσπερ ἰσάγγελος δ ἦσθα· διὸ πάντας σκέπε, νῦν πρεσβείαις σου πρὸς Θεόν, Πορφύριε Ὅσιε, τοὺς σὲ τιμῶντας καὶ γεραίροντας.

Ποίοις, ὑμνῳδιῶν κάλλεσι, μεγαλύνωμέν σου ἐπαξίως, τὰς σὰς ἀρετὰς καὶ παλαίσματα, ἃς ἐν τῷ κελλίῳ κατώρθωσας, αὐστηρᾷ ἀσκήσει καὶ νηστείᾳ, δοχεῖον, τὸ καθαρὸν ἐγένου Πνεύματος, καὶ ἔργοις, τοῖς ἀγαθοῖς Πάτερ κοσμούμενος, καὶ Χριστὸν εὐαρεστήσας, νῦν δ Αὐτῷ αὐλίζει, μεθ Ἁγίων ἐκδυσωπῶν, τοῖς μνήμην σου πάμφωτον ἐπιτελοῦσι, δοῦναι ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἐξέλαμψε ὡς νοητὴ ἀνατολή, ἡ πανέορτος μνήμη τοῦ θεοφόρου Πατρός, Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τὴν Ἐκκλησίαν φαιδρύνουσα· δεῦτε οὖν φιλέορτοι, καὶ τῶν μοναστῶν χορεῖαι, συναχθῶμεν ἐν ναῷ Κυρίου, καὶ τῷ πνεύματι ἀγαλλόμενοι, τοῖς ᾀσματικοῖς ἄνθεσι τοῦτον καταστέψωμεν, ἐν ἐγκωμίοις λέγοντες· χαίροις, ὁ θεῖος τῆς Εὐβοίας βλαστός, τοῦ Ἄθους καὶ Μηλεσίου δόξα, ὁ ἄχρι βίου δυσμῶν Θεῷ δουλεύσας, ἐν σκληρᾷ ἀσκήσει, καὶ πανοσίᾳ βιοτῇ· χαίροις, ὁ τῇ πολιτείᾳ σου, ταῖς ἀρεταῖς κοσμήσας, καὶ πάντα τὰ τερπνὰ καὶ ἡδέα λιπών, ἐν τῷ κελλίῳ τοῦ Ἁγίου Γεωργίου, τῆς τῶν Καυσοκαλυβίων Σκήτης, τὸ ζῆν ἐξεμέτρησας· χαίροις, τῶν ἀσθενούντων ὁ θεραπευτής, τῶν πιστῶν ὁ φάρος, ὁ διδαχαῖς καὶ σοφαῖς νουθεσίαις σου, φωτίσας Ἑλλήνων τὰ πλήθη, ἁπάντων ἀρωγός, καὶ πρέσβυς ἔνθερμος· διὸ Πάτερ τρισμακάριε, τῷ τῆς Τριάδος θρόνῳ παριστάμενος, ἱκέτευε Χριστῷ τῷ Θεῷ ἡμῶν, σωθῆναι τοὺς τιμῶντάς σε.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ι′.7)

Μνήμη δικαίου μετ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. 

(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

 

Λιτή. Ἦχος α΄.

Εὐφραινέσθωσαν ἐν Κυρίῳ, αἱ τῶν μοναστῶν χορεῖαι, καὶ τῶν φιλεόρτων αἱ τάξεις, ὅ,τι ὡς ἀστὴρ ἀειλαμπής, ἐξέλαμψεν ἡ σεβάσμιος μνήμη, τοῦ Ὁσίου Πορφυρίου. Οὗτος γὰρ ἀφιερωθεὶς τῷ Θεῷ, ἐν πάσαις ταῖς ἀρεταῖς ἐκόσμησε τὸν βίον, καὶ ἐν προσευχῇ ἀδιαλείπτῳ, καὶ σκληρᾷ ἀσκήσει πολιτευσάμενος, ἀντήλλαξε τὰ πρόσκαιρα καὶ ἐπίγεια, τοῖς ἀθανάτοις καὶ ἐπουρανίοις. Αὐτῷ οὖν χαρμονικῶς, οἱ τῶν Ἑλλήνων παῖδες ἐκβοήσωμεν, ὡς πρέσβυν ἔνθερμον ἀεὶ πρὸς τὸν Κύριον κατέχοντες· ῥῦσαι Δέσποτα ἡμᾶς, τοῦ πυρὸς τῆς γεένης, ταῖς εὐπροσδέκτοις πρεσβείαις, τοῦ Σοῦ γνησίου θεράποντος, δωρούμενος πᾶσι, τὸ μέγα ἔλεος.

Ἦχος β΄.

Σήμερον ἀγαλλιάσθω ἐν Πνεύματι, ἡ τοῦ Χριστοῦ ἁγία Ἐκκλησία, καὶ τῶν Ὀρθοδόξων χορευέτω ἡ πληθύς, ἐπὶ τῇ θείᾳ μνήμῃ τοῦ θεοφόρου Πατρὸς ἡμών. Ἰδοὺ γὰρ πάρεστι, μέσῳ ἡμῶν ἀοράτως, ὁ σοφὸς Πορφύριος, καὶ τῇ ἐνθέῳ διδαχῇ του, καταπυρσεύει τὰς φρένας, διώκων τὸν τάραχον τῆς ψυχῆς· ὅθεν μακαρίζοντες τοῦτον ἐν πίστει, τῷ Θεῷ ἀνακράξωμεν· Σῶσον Κύριε τὸν λαόν Σου, ἱκεσίαις τοῦ Ὁσίου Σου, καὶ δώρησαι πᾶσι, τὸ μέγα ἔλεος.

Ἦχος γ΄.

Δεῦτε ἅπαντες πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις, δαυϊτικῶς ἀναφωνήσωμεν Θεῷ· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος· τῷ θεόφρονι Πορφυρίῳ γεραίροντες. Σὺ γὰρ ἀνδρείως, Πάτερ ὑπήνεγκας, πᾶσαν πτωχείαν καὶ ἀσθένειαν , ὑπωπιάσας σου τὸ σῶμα, καὶ τοῦτο δουλαγωγήσας τῷ κρείττονι· ἀλλ ἐπήκουσέ σου ὁ Θεός, τῆς ἀνυστάκτου εὐχῆς σου, καὶ ἐν τοῖς οὐρανοῖς ἀνέπαυσε τὸ πνεῦμά σου· διὸ καὶ νῦν ἐπάκουσον, τῶν δεήσεων ἡμῶν, τῶν τιμώντων σε πιστῶς μακάριε, καὶ εἰρήνευσον τὸν κόσμον, λυτρούμενος ἡμᾶς κινδύνων, ἀνάγκης καὶ θλίψεως.

Ἦχος δ΄.

Τὸν ἐργάτην τῶν ἐναρέτων ἔργων, τὸν σοφὸν τοῖς λόγοις καὶ διδαχαῖς, καὶ ἀλείπτην ἔνθεον, μεγαλύνωμεν πιστοί, Πορφύριον τὸν Ὅσιον· τὸν λιπόντα τὸν κόσμον, καὶ κοσμήσαντα τὸν βίον, ἐν ἀσκητικοῖς παλαίσμασιν, ἱδρῶσι καὶ καμάτοις, ἐν προσευχαῖς δακρυῤῥόοις, νηστείαις καὶ ἀγρυπνίαις, ἀγάπῃ τῇ ἐμπράκτῳ, διὰ βίου ἄχρι τελειώσεως· καὶ νῦν Θεῷ τῷ πνεύματι ἔχοντα, τοῖς ἐπουρανίοις ἐνοπτριζόμεθα αὐτόν, ἀεὶ ἐκδυσωποῦντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β΄

σιε Πάτερ, θεοῤῥῆμον Πορφύριε, ὁ τὸν Χριστὸν πόθῳ ἀκολουθήσας, ἀράμενος τὸν Σταυρὸν Αὐτοῦ, δοχεῖον καθαρὸν ἐγένου, τοῦ Ἁγίου Πνεύματος, σκεῦός τε εὔχρηστον καὶ ἡγιασμένον· ὅ,τι ἀποκαθάρας τῷ νοΐ, ἀπὸ πάσης κοσμικῆς φροντίδος, τοῖς ἀσκητικοῖς ἱδρῶσι, καμάτοις καὶ δακρύων ῥοαῖς, Χριστῷ τῷ Θεῷ εὐηρέστησας· ᾯ παριστάμενος μακάριε, δόμεθά σου ἐκτενῶς, πρέσβευε ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δ΄.

Δεῦτε πιστοί, ἐν τῷ Μηλεσίῳ Ὠρωποῦ, καὶ τῷ Ἁγιωνύμῳ Ἄθωνι προσέλθωμεν, σήμερον ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ θεοφόρου Πατρός, ἵνα τοῦτον ᾀσματικῶς ἐγκωμιάσωμεν λέγοντες· χαίροις, ὁ καθαιρέτης τοῦ ἐχθροῦ, καὶ τῶν πιστῶν Ἑλλήνων παραστάτης· χαίροις, ἡ τοῦ Πνεύματος πυξίς, καὶ τῶν εὐσεβῶν Ἀθηναίων ὁ σοφός καθοδηγητής· χαίροις, τῶν Ὁσίων συμμέτοχος, καὶ τῶν Ἀγγέλων συνόμιλλος, ἀξιάγαστε Πορφύριε· ἀλλ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἱερεῦ ἰερώτατε, Αὐτὸν ἱκέτευε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.

Δαυϊτικὴν ᾠδὴν ᾄσωμεν λαοί, τῷ πανοικτίρμονι Θεῷ, τοῦ Ὁσίου σήμερον τελοῦντες, μνήμην τὴν ὑπέρφωτον· ὅ,τι παναληθῶς, τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ· διὸ ἐν ὕμνοις μέλψωμεν καὶ ἡμεῖς, τὸν περίδοξον ἀσκητήν, τῆς ἀγάπης τὸν διδάσκαλον, τὸν τοῦ ἀμπελῶνος Χριστοῦ ἐργάτην, ὃν ἐδόξασεν ὁ Κύριος, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ἀνακράζοντες· πρέσβευε ἐκτενῶς, θεοφόρε Πορφύριε, τῷ παντεπόπτῃ Δεσπότῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.

Χαίροις, νήσου Εὐβοίας βλαστός, τῶν μοναζόντων τὸ σεμνὸν ἀκροθίνιον, τοῦ Ἄθωνος μέγα κλέος, τῶν εὐσεβῶν ὁδηγός, τὸ τῆς Ἐκκλησίας ἄστρον πάμφωτον, πιστῶν τὸ ὡράϊσμα, Ὀρθοδόξων ὁ πρόμαχος, καὶ τῶν δαιμόνων, ἐλατὴρ καὶ ἀντίπαλος, ὁ τὴν ἔκβασιν, τῶν μελλόντων δηλούμενος, στῦλος θεοειδέστατος, τῆς πίστεως ἄῤῥηκτος, τῆς προσευχῆς ὁ ἐργάτης, καὶ ἰατρὸς ὁ πανάριστος· Πορφύριε Πάτερ, τοὺς πιστῶς σε νῦν τιμῶντας, φρούρει καὶ φύλαττε.

Στιχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Δεῦτε, τῶν μοναζόντων χοροί, καὶ φιλοθέων φιλεόρτων συστήματα, ὑμνήσωμεν θεαρέστως, Πορφύριον τὸν σοφόν, θείαις μελῳδίαις ὕμνοις τ ᾄσμασι, Χριστῷ γὰρ ποθῶν τρανῶς, νουνεχῶς ἠκολούθησε, Σταυρὸν ἐπ ὤμων, τῇ ἀσκήσει ἀράμενος, καὶ τὸν βίον σου, ἀρεταῖς εὐκοσμούμενος, Μάνδρας σεπτῆς γενόμενος, οἰκήτωρ περίδοξος, καὶ μοναστῶν ποδηγέτης, ἐν Μηλεσίῳ καὶ Ἄθωνι· διὸ χαίροις Πάτερ, ἐκβοῶμέν σοι συμφώνως, σὴν μνήμην σέβοντες.

Στιχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ τῶν πιστῶν στηριγμός, πεπλανημένων ὁδηγὸς ἀσφαλέστατος, καὶ πάντων τῶν ἱερέων, κανὼν τοῦ βίου ὀρθός, ἰατρὸς νοσούντων ὁ ταχύτατος, Πορφύριε Ὅσιε, τῶν ἀπίστων ὁ ἔλεγχος, τῶν Ἀθηναίων, φωτιστὴς ὁ θεόπνευστος, παραμύθιον, τῶν χηρῶν τε καὶ ἔρεισμα, πάντων τῶν ἐν στερήσεσι, χρηστότητι ἔργων σου, καὶ προσευχῶν σου πρεσβείαις, πρὸς τὸν οἰκτίρμονα Κύριον· Ὃν Πάτερ ἀπαύστως, καθικέτευε τοῦ δοῦναι, βίου διόρθωσιν.

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν μοναστῶν αἱ χορεῖαι, καὶ τῶν φιλεόρτων τὰ πλήθη, τιμῶσί σου σήμερον ᾀσματικῶς, τὴν πανσεβάσμιον μνήμην, Πορφύριε παναοίδιμε· ὅ,τι εὐηρέστησας Χριστόν, τοῖς ἀγαθοῖς σου ἔργοις, καὶ θείοις ῥήμασι, τῶν ἀρετῶν σου τῇ γεωργίᾳ, καὶ τοῖς ἀσκητικοῖς σου παλαίσμασιν· διό, Ὃν ἐδόξασας ἐπὶ τῆς γῆς, ἀντεδόξασέ σε ἐν οὐρανοῖς μακάριε, τοῖς τῶν Ὁσίων σκηναῖς συναριθμήσας, καταστήσας σε ὁδηγόν, ἐν τοῖς ἐσχάτοις χρόνοις, τῶν πιστῶν θεοφώτιστον· ἀλλ, ὦ κλέος Πατέρων θεόσοφε, μὴ παύσῃ δεόμεθά σου πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Σκεῦος εὔχρηστον, ἡγιασμένον, θείαις χάρισι, σοφὲ ἐγένου, τοῦ παναγίου Πνεύματος ὄργανον, κεκοσμημένος ἀκτίνων πυρσεύμασι, καὶ ἀρετῶν ἱερὸν ἀκροθίνιον· Πάτερ Ὅσιε, θαυματοβρῦτα Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δοθῆναι τοῖς τιμῶσί σε τὰ κρείττονα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

μνήσωμεν χορός, εὐσεβῶν φιλεόρτων, Πορφύριον σεπτόν, θεοφόρον πατέρα, Χριστοῦ δοῦλον ὅσιον, καὶ πιστῶν ἀντιλήπτορα, τούτου μέλεσι, τὴν ὑπερθαύμαστον μνήμην, ἐκτελοῦντες νῦν, καὶ ἐκζητοῦντες πρεσβείαις, θερμαῖς πρὸς Φιλάνθρωπον.

Δόξα.

σκήσεσι σκληραῖς, καὶ παλαίσμασι θείοις, τῷ ὅπλῳ τοῦ Σταυροῦ, προσευχῇ ἐζωσμένος, καθεῖλες τὸν δράκοντα, καὶ διέλυσας ἔνεδρα, τούτου ἔπαρσιν, ὥσπερ ἀράχνας θεόφρον, Πάτερ Ὅσιε, χαρμονικῶς διὰ τοῦτο, πιστῶς σὲ γεραίρομεν.

Καὶ νῦν. Θεοτοκίον.

γγέλων γλυκασμός, καὶ παρθένων ἡ δόξα, πιστῶν ἡ χαρμονή, καὶ ἀντίληψις πάντων, Σὺ εἶ Μητροπάρθενε, τοῦ τεκεῖν κατεπείγει σε· δέξαι δέησιν, τῆς ταπεινῆς μου καρδίας, καὶ μεσίτευσον, πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, παθῶν μου ῥυσθῆναί με.

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

μνήμη ἐπέλαμψε ὥσπερ ἡλίου ἀκτίς, τῆς δόξης τοῦ νοητοῦ τοῦ Πορφυρίου πιστοί, διὰ αὐτὸν ᾄσωμεν, ᾄσμασι μελιῤῥύτοις, καὶ ψαλμοῖς ἡδυφθόγγοις, ὅ,τι ἡμῶν ὑπάρχει, νῦν πρὸς Κύριον πρέσβυς, οἰκῶν ἐν ἐπουρανίοις, δόξης σκηνώμασι.

Δόξα.

Τοῖς πᾶσι προστρέχουσι πόθῳ λαβόντων εὐχή, αἰτούντων τὰ κρείττονα καὶ ἐσομένων σαφῶς, σὴν κρίσιν Πορφύριε· ὅθεν ἡμῶν ἐν κρίσει, τῇ μελλούσῃ ὦ Πάτερ, πάρεσο μνημονεύειν, τῷ Σωτῆρι τῶν ὅλων, τοῦ δοῦναι ἡμῖν ἱλασμόν, ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν μόνην ἀκήρατον ἐπειγομένην τεκεῖν, Παρθένον Θεόνυμφον τὸν Ποιητὴν καὶ Θεόν, ἀξίως ὑμνήσωμεν, μέλεσι μελιστάκτοις, ᾠδαῖς χαριστηρίοις, χαῖρε ταύτῃ βοῶντες, ἀπειρόγαμε Κόρη, χαῖρε ἡ σωτηρία, τοῦ βροτείου φυράματος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

νυμνήσωμεν πιστοί, νήσου Εὐβοίας τὸν βλαστόν, Πορφύριον τὸν θαυμαστόν, Ἄθωνος κλέος ἱερόν, ὅσιον ἄνδρα ἀσκητικοῖς λάμψαντα ἔργοις· οὗτος γὰρ προστάτης, παραμυθία πιστῶν, καὶ ἐγκρατείας στήλη, ἐδείχθης ἄριστος, νόσους θεραπεύων τάχιστα, καὶ ἔκβασιν προδηλῶν τῶν μελλόντων· ὅθεν πρεσβεύει, Χριστῷ ἀπαύστως, δοῦναι ἡμῖν τὴν θείαν χάριν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ῥάβδος Ἰεσσαί, ἡ ἐκβλαστήσασα ἁγνή, χαῖρε ἡ κλίμαξ Ἰακώβ, δι ἧς κατέβη ὁ Θεός, ἐνανθρωπήσας ἵνα βροτοὺς ἑλκύσῃ ἄνω· χαῖρε Πύλη Στάμνε τοῦ μάνα, Πόκε Σκηνὴ τοῦ Δανιὴλ τὸ ὄρος τὸ ἀλατόμητον, Βᾶτε Μωϋσέως ἄφλεκτε, Νεφέλη Πλὰξ τὸ ἀμάραντον ῥόδον, καὶ Σολομῶντος, ἡ θεία κλίνη, ἣν δυνατοὶ περικυκλοῦσι.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον:

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στιχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὁσιακόν.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον. Ἦχος πλ. β΄

σιε Πάτερ, θεοῤῥῆμον Πορφύριε, ὁ τὸν Χριστὸν πόθῳ ἀκολουθήσας, ἀράμενος τὸν Σταυρὸν Αὐτοῦ, δοχεῖον καθαρὸν ἐγένου, τοῦ Ἁγίου Πνεύματος, σκεῦός τε εὔχρηστον καὶ ἡγιασμένον· ὅ,τι ἀποκαθάρας τῷ νοΐ, ἀπὸ πάσης κοσμικῆς φροντίδος, τοῖς ἀσκητικοῖς ἱδρῶσι, καμάτοις καὶ δακρύων ῥοαῖς, Χριστῷ τῷ Θεῷ εὐηρέστησας· ᾯ παριστάμενος μακάριε, δόμεθά σου ἐκτενῶς, πρέσβευε ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.

Ὁ α Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μνήμη ἱερὰ Πορφυρίου λάμπει. Γεωργίου.

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μολοῦντά με πρόσδεξαι, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, πρὸς ὕμνον τῆς μνήμης σου, τῆς ἱερᾶς ὦ σοφέ, θείοις ᾄσμασι, Πορφύριε θεόφρον· διὸ νοῦν μου φώτισον, μέλψαι ἀξίως σε.

Νοὸς ἐπανόρθωσιν, τῇ μετανοίᾳ Πορφύριε, τοῖς πᾶσιν ἐκραύγαζες, τοῖς προσιοῦσι πιστῶς, ἔχειν πάντοτε, δεικνύων θείοις τρόποις, ὁδὸν τὴν σωτήριον, Πάτερ πανεύφημε.

μέρα σεβάσμιος, καὶ ἑορτὴ πανευφρόσυνος, Πατρὸς θεοῤῥήμονος, τοῦ Πορφυρίου πιστοί, νῦν ἐπέφανε, Θεοῦ τῇ εὐδοκίᾳ· διὸ θεῖον κτίτορα, μάνδρας τιμήσωμεν.

Θεοτοκίον.

Μαρία Θεόνυμφε, δέξαι τὸν ὕμνον ὃν ᾄδομεν, πιστῶς οἱ ἱκέται Σου, καὶ πᾶσι δίδου ταχύ, Σὴν βοήθειαν, καὶ νόσων ἰατρείαν, παθῶν ἀπολύτρωσιν, Γοργοϋπήκοε.

Ὁ β Κανών, οὗ ἡ ἀκροστιχὶς κατ ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

Ὠδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννάται.

γίου λάμπει τὴν σήμερον, ἡ μνήμη ἡ φαιδρὰ καὶ σεβάσμιος· διὸ τοῖς ναοῖς προστρέξωμεν, ᾄδοντες θεῖα μέλη δαυϊτικῶς, σὺν ψαλμοῖς παντέρπνοις, καὶ δοξάσωμεν Χριστόν, τοῦτον δοξάσανγτα.

Βροτοῖς ἐδείχθης ὑπέρτερος, δοχεῖον ἀρετῶν καθαρώτατον, ναὸς τοῦ Ἁγίου Πνεύματος· ὅθεν τοὺς Μηλεσίῳ πανευλαβῶς, προσιόντας ῥῦσαι, νόσων Πάτερ πρὸς Χριστόν, θείαις πρεσβείαις σου.

Γραφὶς τὰ σὰ κατορθώματα, καὶ χείλη οὐ ῥαδίως ἰσχύσειε, συγγράψαι ἢ διηγήσασθαι, ὅτι λαοῖς ἐξῆλθε πέρασι γῆς, ὁ ἡδύς σου φθόγγος, καὶ ἐφώτισας αὐτοῖς, μάκαρ Πορφύριε.

Θεοτοκίον.

Γλυκὺς ὁ Τόκος Σου Δέσποινα, γλυκεία ἡ Μορφή Σου γλυκύτερον, ὑπὲρ μέλι τὸ Σὸν Ὄνομα· χείλεσι καὶ καρδίαις τῶν εὐσεβῶν, Σὲ ὁμολογούντων, Θεοτόκον ἀληθῶς, ἡδύνεις χάρισι.

Ὠδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκον.

Εὐβοία χαίρει ἐν σοὶ μάκαρ, πατρίς σου ἡ ἔνδοξος πιστῶς, καὶ ὄρος Ἁγιώνυμον, ἀγάλλεται τὴν σήμερον, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Ὅσιε Πάτερ Πορφύριε.

σχὺν Ζωοδότα μοι παράσχου, ἀξίως ὑμνῆσαι θαυμαστά, τέρατα καὶ ἐξαίσια, καὶ δαψιλῆ χαρίσματα, ἅπερ σεπτὸς Πορφύριος, ἡμῖν ἐκβλύζει πρὸς ἴασιν.

λαύνεις δαιμόνων παμπονήρων, τὰ στίφη Πορφύριε μακράν, θλίψεις νῦν μεταβάλλονται, χαροποιῶς τοῖς τρέχουσιν, εἰκόνι σῇ ἀσπάσασθαι, καὶ νόσοι ταχὺ διώκονται.

Θεοτοκίον.

ημάτων ὡς ἤκουσας Παρθένε, ἀῤῥήτων Παντάνακτος Θεοῦ, τὸ χαῖρε Θεονύμφευτε, ὡς Γαβριὴλ Σοὶ ἤγγειλε, θείαν βουλὴν συνάναρχον, Λόγον εὐθὺς ἐσωμάτωσας.

Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.

Δυνάμει ἀμάχῳ, τοῦ Σταυροῦ ἐζωσμένος, πατρίδα λιπών, καὶ συγγενεῖς καὶ τὰ ἡδέα, κοσμικάς τε φροντίδας, Χριστῷ μάκαρ ἠκολούθησας, Αὐτῷ νουνεχῶς ὀπίσω βοῶν· Ἅγιος εἶ Κύριε.

λλάδος τοὺς τόπους, ὦ σοφὲ διανύσας, ἐκ τοῦ Ὠρωποῦ, καὶ ἄχρι Ἄθωνος τῷ ὄρει, Ἀττικὴν Βοιωτίαν, πατρίδα σὴν Εὔβοιαν, ἦλθες εἰς τὸ μονᾶσαι, φῶς δοῦναι πιστοῖς, Ὅσιε Πορφύριε.

Ζηλώσας Ἠλίαν, τὸν Προφήτην εἰς ὄρος, ἀνῆλθες Θεοῦ, τὸ Ἁγιώνυμον καὶ Σκήτη, ἵνα φρένας καθάρῃς, ψυχὴν τὴν νοσοῦσαν, σῶμά σου, τοῦ φωτισθῆναι φωτὶ Ἰησοῦ, ὦ θεομακάριστε.

Θεοτοκίον.

πείγει Σὲ Κόρη, τοῦ τεκεῖν ἀποῤῥήτως, Υἱὸν καὶ Θεόν, πρὸς Βηθλεέμ, τὴν γῆν Ἰούδα, οὐδαμὼς ἐλαχίστην, Προφήτης, ὡς πάλαι ἔφησεν, Ὃν ἐκτενῶς Σύ, δυσώπει ἡμῖν, γένηται εὐΐλατος.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ὑπερθαύμαστον, καὶ θεοφώτιστον, ποιμένα ἄριστον, ἐσχάτοις ἔτεσιν, ὥσπερ ἀστέρα φαεινόν, ἐκλάμψαντα ἐν Ἑλλάδι· δεῦτε εὐφημήσωμεν, οἱ πιστοὶ τοῦτον μέλεσιν, ἔχοντες ὑπέρμαχον, καὶ νοσούντων θεράποντα, βοῶντες ποθητῶς καὶ συμφώνως· χαίροις Πορφύριε θεόφρον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεοῦ ἀπόῤῥητον, βουλὴν ὡς ἤγγειλε, Σὲ παναμώμητε, ὁ Ἀρχιστράτηγος, σεμνοπρεπῶς ἔφης αὐτῷ· ἰδοὺ ἡ δούλη Κυρίου· ὥσπερ εἶπας γένοιτο, ὑπακούω τῷ Πλάστῃ μου, ἅμα δὲ ἐσκήνωσε, Σῇ γαστρὶ ὁ Ὑπέρθεος, Ἀδὰμ γένος φθορᾶς ἵνα σώσῃ· ὅθεν ὑμνοῦμέν Σε Παρθένε.

Ὠδὴ δ΄ Ὁ καθήμενος ἐν δόξῃ.

θλοφόρος ἀνεδείχθης τοῖς Ὁσίοις παλαίσμασιν, ἐν Ἄθωνος Πάτερ, τόποις διαμείβων ἀσκήσεως, καὶ Μηλεσίου τῇ γαίᾳ· διὸ ᾄσμασι, θείοις κράζομεν· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Πορφυρίου Σιναΐτου θεῖον ὄνομα ἔλαβες, πρὸς ὃν εὐγνωμόνως ἔσχες, ἐν παντὶ βίῳ ἔνδοξε, καὶ καθαρότατον σκεῦος ἀναδέδειξαι, θείου Πνεύματος, καὶ ἀρετῶν ἐνδιαίτημα.

δοξάσας τοὺς Ἁγίους Ἰησοῦ παντοδύναμε, φίλους σου γνησίους καὶ τοῦ ἀμπελῶνος ἐργάτας σας, Αὐτὸς ἐδόξασας νέον ἡμῖν Ἅγιον, τὸν ἐκλάμψαντα, χρόνοιςς ἐσχάτοις Πορφύριον.

Θεοτοκίον.

άκει μέλλει σπαργανοῦσθαι ὁ Ἀχώρητος ἄχραντε, καὶ Θεὸς τῶν ὅλων φάτνῃ πενιχρὰ ἀνακλίμενος, Ὃν οὐρανὸς οὐ χωρῆσαι ἐξισχύσειε, λυτρωσάμενος, πάντας βροτοὺς ἁμαρτήσαντας.

Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.

ρεμον ποθῶν βίον ταχύ, ἐν Ἄθωνι τῷ ὑψηλῷ, ἧκες εἰς τόπον ἀπαράκλητον, σκληρόν τε ἵν ἀσκηθῇς, τῶν Καυσοκαλυβίων, θέλημα τὸ σὸν καθυποτάξας, καὶ γέγονας ἀρετῶν, σκεῦος τοῦ Χριστοῦ, Πάτερ εὔχρηστον.

Θέλων νυμφευθῆναι τῷ Χριστῷ, κατέλιπες σοφὲ τερπνά, φάσκων πλησίον ἀγαπήσατε, ἀλλὰ καὶ ἡμῶν ἐχθρούς, ἐφαρμόσας τῇ πράξει, λόγους ἱεροῦ Εὐαγγελίου, ἐδίδαξας ὁ πραΰς, πῶς τῇ μετανοίᾳ σωζόμεθα.

χνεσι Σωτῆρος Ἰησου, ἑπόμενος ἀκολουθεῖς, Ὃςε μὲν σταυροῦντας συνεχώρησε, σὺν τούτοις δὲ καὶ Ληστήν, Παραδείσῳ εἰσάξας, τούτου μιμησάμενος, ὦ Πάτερ πολίτευμα ἐκβοᾶς· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον.

πῶς Κόρη τέτοκας Θεόν; Τὸ Πνεῦμα σκηνῶσαν ἐν Σοί, σπλάγχνοις Θεὸν ἐκυοφόρησας, καὶ νῦν πρὸς τὴν Βηθλεέμ, ὁδοιπόρος ἐγγίζεις, ὅπως ὁ ἑκὼν σεσαρκωμένος, ἐξέλθῃ δίχα φθορᾶς, Λόγος τοῦ Πατρός, ὁ Συνάναρχος.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Φαιδρῶς νῦν ἀνέτειλε, Πορφύριε ἡ μνήμη σου, πάντας συγκαλῦσα σὲ ὑμνῆσαι, ὕμνοις ἐνθέοις, θεοτερπέσιν ᾠδαῖς, καὶ πίστει δραμόντας ποθητῶς, Ἡσυχαστηρίῳ σου, Μηλεσίῳ τιμήσασθαι.

πούργησας γλώττῃ σου, Υἱὸν Θεοῦ Πορφύριε, τοῖς θείοις σου ῥήμασι κηρύξας, ζόφον διώξας, καὶ πλανωμένους φωτός, τοὺς σπεύδοντας ἔπλησας σοφέ, δρόσῳ τῶν χαρίτων σου, ὡς τοῦ Πνεύματος ὄργανον.

ητόρων οἱ ἔξαρχοι, τῆς σῆς σοφίας Ὅσιε, θαμβοῦνται τῷ θάμβει τε καὶ ὕψει, ὅ,τι τὸ Πνεῦμα, τρόποις ἁπλοῖς καθορόν, ἐν σοὶ καὶ ταπείνωσιν ἰδὸν ἔπλησε χαρίσμασι, θεοφόρε Πορφύριε.

Θεοτοκίον.

θύνεις πανύμνητε, πιστοὺς πρὸς τρίβον ἔνθεον, Τόκον Σου τὸν ἄφραστον ὑμνοῦντας, θλίψεις ἐλαύνεις, παραμυθίᾳ τῇ Σῇ, πραΰνεις παθῶν τε πειρασμούς, Μῆτερ τῇ προνοίᾳ Σου, σωτηρίαν βραβεύουσα.

Ἕτερος. Θεὸς ὢν εἰρήνης.

Κηρύττεις ἀπίστοις, σοφὲ νουνεχῶς, δεισιδαίμονας πλάνας ἀφίστασθαι, καὶ ἔργα τὰ παμπόνηρα, εὐσέβειαν αὐτοῖς, πίστιν τε καὶ ἀγάπη, σὺν φωτὸς ἀληθείᾳ, μεταδίδεις ῥήμασι, καὶ τῶν μελλόντων λέγεις ἔκβασιν.

Λευκάνας τὰς χώρας, πρὸς τὸν θερισμόν, ἵνα σίτον προσφέρῃς ἡδύτατον, Δεσπότῃ σου πανεύφημε, τῷ Ἄρτῳ τῆς Ζωῆς, ἦλθες ἐν Μηλεσίῳ, τοῦ κηρῦξαι τὸν Λόγον, πᾶσι τοῖς μετὰ πόθου, προσκαρτεροῦσί σοι Πορφύριε.

Μαστίζεις βελίαρ, τῆς σῆς βιοτῆς κατορθώμασι, θείοις Πορφήριε, νηστείας τὸ ἀκρότατον, ἀέναον εὐχῆς, τούτων καὶ πλείστων ἄλλων, ὁ Σωτὴρ οὐ παρεῖδε, καὶ δοξάσας Ὅσιε, χάριν θαυμάτων ἐδωρήσατο.

Θεοτοκίον.

ημάτων Ἀγγέλου, πεισθεὶς Ἰωσήφ, Σοῦ Παρθένε οὐκ ἔφερεν ὄνειδος, ἑκὼν γάρ, τεχθησόμενος ἐπείγεται Θεός· τέξει οὖν ἀπειράνδρως, τὸν κρατοῦντα παλάμῃ, Σὲ ἁγνήν, ὡς ἔνθεοι προκαταγγείλαντες, τηρήσασαν.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.

θνείαν πάντες ἀλλοίωσιν, λαμβάνομεν τοῖς ἄνθεσι ῥαίνοντες, Εἰκόνα πάνσεπτον, εὐπρεπεστάτην, θεόσωστον, παρὰ Χριστοῦ πλουσίως, θεόπτην ᾄδοντες.

πάρχεις μάκαρ Πορφύριε, νηὸς πηδαλιοῦχος πανάριστος, ῥύστης καὶ πρόμαχος, τῆς Ἀττικῆς παναοίδιμε, καὶ τῆς Ἑλλάδος σκέπη, ἡμῶν δ ὀχύρωμα.

Λατρείαν δῶμεν καὶ αἴνεσιν, Θεῷ προσκυνητῷ τῷ δοξάσαντι, σεπτὸν Πορφύριον, τῶν ἀρετῶν τὸ γεώργιον, φυγαδευτὴν δαιμόνων, πιστῶν τὸν πρόβολον.

Θεοτοκίον.

νθρώπων γένος δοξάζει Σε, καὶ Τόκον προσκυνεῖ Σου ἀπόῤῥητον, ὦ παντευλόγητε, Βάτε Σιναίου ἡ ἄφλεκτος, ὡς Προφητῶν προῤῥήσεις προαπεικόνισαν.

Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.

Νόσους τῆς ψυχῆς, ἄλγη τε καὶ τραύματα, ἰάτρευσας σύ, πίστει εὐχόμενος, τῶν δαιμόνων δέ, τὰ παμπόνηρα στίφη, νηστείᾳ σκληρᾷ, ὦ Πορφύριε, ταχέως κατεδίωξας, λύκους τοὺς βαρεῖς ἀπήλασας, τὴν τὴν πίστιν σῆς ποίμνης ἐστήριξας.

Ξένα τὰ ἐν σοί, Πάτερ καὶ παράδοξα, ὁρῶμεν πιστῶς, ζήλῳ πυρούμενος, φιλαδέλφως τε ἔχων, πᾶσιν ἀγάπη, δεικνύων σοφέ, ἀναδέδειξαι, νοσούντων ὁ ἀνάργυρος, θεῖος ἰατρὸς Πορφύριε, ὀρφανῶν ἀντιλήπτωρ ταχύτατος.

βίῳ παντί, ἦσθα προσευχόμενος, τῷ μόνῳ Θεῷ, παρ οὗ καὶ στέφανον δόξης εἴληφας, Μηλεσίου τῇ μάνδρᾳ, ἐγείρας θεόφρον, ὡς διδάσκαλος, πανάριστος ἐγνώρισαι, πᾶσι τοῖς πιστῶς προστρέχουσιν, ἰατρείαν λαβεῖν ἄμφω Ὅσιε.

Θεοτοκίον.

Γέρα Ἰωσήφ, ἔνθεα ἐδέξατο, πολύτιμα μέν, μνήστωρ γενόμενος, ὦ Παρθένε Σοῦ, καὶ προστάτης δέ, φύλαξ τοῦ Τόκου, πιστὸς Θεοπάτωρ γάρ, δικαίως κατωνόμασται· μεθ οὗ Θεοτόκε πάντοτε, ἀνυμνοῦμεν Θεόν Σου καὶ Κύριον.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Πορφυρίου ἔλαμψεν, ἡ πανσεβάσμιος μνήμη, δεῦτε οὖν φιλέορτοι, ναοῖς Κυρίου δραμόντες, μέλψωμεν, ψαλμοῖς καὶ ὕμνοις τοῖς μελιῤῥύτοις, Ὅσιον, σεπτὴν Εἰκόνα πιστῶς τιμῶντες, ἐκτενῶς γὰρ ἱκετεύει, Χριστὸν σωθῆναι, τοὺς ἀνυμνοῦντας αὐτόν.

Ἕτερον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

σπερ ἄστρον ἔλαμψας, ἐν τῇ Ἑλλάδι, καὶ πιστοὺς κατηύγασας, θεοτερπέσι διδαχαῖς, τῶν ἐσομένων τὴν ἔκβασιν, πᾶσι προλέγων, Πορφύριε ἔνδοξε.

Ὁ Οἶκος.

Πάντας τοὺς σὲ ποθήσαντας, καὶ ἀκολουθήσαντας ἐρασμιώτατε Νυμφίε Χριστέ, ἀντεδόξσας καὶ καθηγίασας, διδοὺς τὴν ἄῤῥητον χάριν σου, τοῦ τελεῖν παράδοξα, καὶ ὑπερφυῆ σημεῖα, τοῦ φυγαδεύειν δαιμόνων πληθύν, καὶ ἰατρεύειν τοὺς κακῶς ἔχοντας, ψυχῇ τε καὶ σώματι· τῷ ὄντι πανάγαθε, καὶ τὸν ἐσχάτως ἐκλάμψαντα Ὅσιον ἄνδρα, πιστόν σου γνήσιον θεράποντα, καὶ ἐργάτην τοῦ ἀμπελῶνός σου, τὸν περίδοξον ἐν ἀσκηταῖς καὶ ἱερεύσιν ἐθαυμάστωσας, καὶ νέον Ἅγιον ἀνέδειξας τῇ Ἐκκλησίᾳ σου· διὸ ἐπὶ τῇ θείᾳ αὐτοῦ μνήμῃ συνελθόντες, καὶ ᾀσματικῶς ἀνυμνοῦντες τοῦτον, Θεόν σε ἀληθῆ προσκυνοῦμεν καὶ δοξάζομεν, τὸ χαίροις βοῶντές σοι, Πορφύριε ἔνδοξε.

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτοῦ

Χαίρει ἐν σοὶ νῦν Ἑλλάς, θεῖε Πάτερ,

χαίρει χορὸς τῶν Ὁσίων τῷ πόλῳ.

Δευτερίῃ Πορφύριος, ἔλιπεν ὧδε πρόσκαιρον βίον.

Οὗτος, ἐγεννήθη τὸ ἔτος 1906 εἰς τὴν νῆσον τῆς Εὐβοίας. Ἀφιερώθη τῷ Θεῷ ἐκ νεότητος, καὶ ἠσκήθη ὑπερφυῶς ἐν τῷ ὄρει τοῦ Ἄθωνος, εἰς τὴν Σκήτην τῶν Καυσοκαλυβίων, καὶ ἐν τῷ κελλίῳ τοῦ Ἁγίου Γεωργίου, ἔνθα καὶ τὸ ζῆν ἐξεμέτρησεν εἰρηνικῶς τὴν 2αν Δεκεμβρίου τοῦ ἔτους 1991. Ἔλαβε τὸ ὄνομα Πορφύριος, ἀπὸ τὸν χειροτνήσαντα αὐτὸν ἀρχιεπίσκοπον Σιναίου Πορφύριον, ὃν εὐγνωμόνως ἐσαεὶ ἐμνημόνευεν. Ὑπῆρξεν ὁ κτίτωρ τοῦ ἱεροῦ γυναικείου Ἡσυχαστηρίου τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος Χριστοῦ, ἐν τῶ Μηλεσίῳ τοῦ Ὠρωποῦ, εἰς ᾧ καὶ ἐγκατεβίωσε πλείστοις χρόνοις, φωτιστὴς καὶ ὁδηγὸς πιστῶν, στήριγμα τῶν δεομένων, ἰατρὸς τάχιστος τῶν δεινῶς νοσύντων, τῇ ἀδιαλείπτῳ προσευχῇ του, καὶ θερμουργῷ δεήσει πρὸς τὸν Θεόν, κεκοσμημένος ἁπάσαις ταῖς ἀρεταῖς, ἐξόχως δὲ τὴν ἀγάπην, ταπείνωσιν, πραότητα, καὶ φιλαδελφείαν, ὡς καθαρὸν σκεῦος τοῦ Πνεύματος, προγινώσκων καὶ προὐλέγων καὶ τὰ μελλοντικῶς γενόμενα. Ἄμετροι εἰσὶν αἱ εὐεργεσίαι, διδαχαί, νουθεσίαι, συμβουλαὶ καὶ προσευχαί, τοῦ Γέροντος Πορφυρίου, περιδόξου κληρικοῦ πάσῃ τῇ Ἑλλάδι καὶ τῇ οἰκουμένῃ, πρὸς πάντα προσιόντα τῷ ταπεινῷ του κελλίῳ, μετὰ πίστεως καὶ πόθου, ὑπερτονίζοντος καὶ διδάσκοντος ἐμπράκτως, τὴν τήρησιν προσοχῆς καὶ νήψεως εἰς πάντα, ἰδίᾳ δὲ ἐν τῇ ἐργασίᾳ τῆς νοερᾶς προσευχῆς, καὶ μελέτης, τὴν μετάνοιαν καὶ ἐξομολόγησιν, τὸ ταπεινῶς φρονεῖν ἐν πραότητι καὶ ἀμνησικακίᾳ, τὴν ἐλεημοσύνην καὶ ἀγάπην, καὶ τὴν ἐφαρμογὴν τῶν ἐντολῶν τῆς Ἁγίας Γραφῆς, καὶ τοῦ θείου θελήματος. Διὸ δοξάσας τὸν Χριστόν, ἐπὶ τῆς γῆς τῇ θεομιμήτῳ αὐτοῦ ἀμέμπτῳ πολιτείᾳ, τῇ σκληρᾷ ἀσκήσει καὶ τοῖς θεολογικοῖς του ῥήμασιν, ἀντεδόξασε τοῦτον καὶ καθηγίασεν ἐν οὐρανοῖς ὁ Φιλάνθρωπος Κύριος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.

Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι,

Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.

Οὗτος ἦν ἐκ φυλῆς Συμεών, υἱὸς Σαφάτ. Εἶδε δέ, πρὸ τῆς αἰχμαλωσίας, περὶ τῆς ἁλώσεως τοῦ Ναοῦ καὶ τῆς Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ, ἔφυγεν εἰς τὴν ἐν Ἀραβίᾳ ὀστρακίνην, καὶ ἦν παροικῶν εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν εἰς Βαβυλῶνα οἱ Χαλδαῖοι, καὶ οἱ ἐν τῇ ἰουδαίᾳ καταλειφθέντες Ἰσραηλῖται ἔφυγον εἰς Αἴγυπτον, μετὰ τὴν δολοφονίαν τοῦ Γοδολίου, τότε καὶ οὗτος ἐπανῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ ἐλειτούγει τοῖς θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, εἶπε τοῖς ἰδίοις: Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐπανελεύσομαι· ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τὸ ἄριστον τοῖς θερισταῖς. Ὅς τις ἁρπαγεὶς ἐν ῥοπῇ εἰς Βαβυλῶνα, τὴν τροφὴν τῷ Προφήτῃ Δανιὴλ κεκόμικεν, ὄντι ἐν τῷ λάκκῳ· εἶτα ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπε τὸ γενόμενον· συνῆκε δέ, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος· καὶ πρὸ δύω ἐτῶν τῆς ὑποστροφῆς ἀποθνήσκει, καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ.

Οὗτος τέρας ἔδωκεν ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ ὅτι ὄψονται τὴν δόξαν τοῦ Θεοῦ· καὶ περὶ τῆς συντεείας τοῦ Ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται· τό, τε ἅπλωμα, φησί, τοῦ Δαβεὶρ εἰς μικρὰ ῥήγματα ῥαγήσεται· καὶ τὰ ἐπίκρανα τῶν δύω στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται ποῦ εἶεν. ταῦτα δὲ ὑπὸ Ἀγγέλου ἀπενεχθήσονται ἐν τῇ ἐρήμῳ, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ Σκηνὴ τοῦ μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει Κύριος, καὶ φωτίσει τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐξ ἀρχῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰώαννου, Ἡρακλείμωνος, Ἀνδρέου καὶ Θεοφίλου των ἐρημιτῶν.

νδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,

κ θλίψεως γέμοντος ἦλθε χωρίου.

Οὗτοι, ὥρμηντο ἐκ πόλεως λεγομένης Ὀξυρίχου, Χριστιανῶν γονέων ὑπάρχοντες τέκνα. Σχολάσαντες δὲ συχνὸν χρόνον ἐν τῇ τῶν Γραφῶν ἀναγνώσει, καὶ κατανυγέντες, ἐπὶ τὴν ἐνδοτέραν ἔρημον γίνονται· ἐν ᾗ, ἄνδρα περιτυχόντες ἅγιον, καὶ εἰς γῆρας ἐληλακότα, ἔμειναν παρ αὐτῷ χρόνον ἕνα. Κἀκείνου δὲ τὸν βίον ἀπολιπόντος, ἔμειναν οὗτοι ἐν τῷ τόπῳ χρόνους ἑξήκοντα, σκληραγωγίᾳ καὶ νηστείᾳ ἑαυτοὺς ἐκδεδωκότες. Ἦν δὲ ἡ βρῶσις αὐτῶν ὀπώρα, καὶ τὸ ποτὸν ὕδωρ, ὧν δὶς τῆς ἑβδομάδος μετελάμβανον. Πάσας δὲ τὰς ἡμέρας αὐτῆς χωριζόμενοι, καὶ διαφόροις ὄρεσι καὶ σπηλαίοις περινοστοῦντες, καὶ κατὰ μόνας Θεῷ συγγινόμενοι, Σαββάτῳ καὶ Κυριακῇ εἰς ἓν συνήρχοντο· καὶ τὴν προσήκουσαν εὐχαριστίαν τελοῦντες, ὑπὸ θείου Ἀγγέλου ἐν μεθέξει τῶν ἁγιασμάτων ἐγίνοντο. Τᾶυτα διηγήσαντο ἡμῖν ὁ μέγας ἐρημίτης Παφνούτιος, ὁ καὶ αὐτόπτης αὐτῶν γενόμενος, καὶ συγγραφεὺς τοῦ βίου αὐτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σολομώντος, ἀρχιεπισκόπου Ἐφέσου.

Θνήσκει Σολομών, οὐχ ὁ τοῦ Δαβὶδ γόνος,

λλ ὁ Σολομὼν ἀρχιποιμὴν ποιμένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβίβου.

Πρὸς πῦρ Ἄβιβος εἶπεν ἀλγεῖν οὐκ ἔχω,

χων συνόντα τοῦ πυρὸς τὸν Δεσπότην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.

ντως μύρον πέφηνε Χριστῷ Μυρόπη,

Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.

Αὕτη ἐγεννήθη ἐν τῇ Ἐφεσίων πόλει. Τοῦ δὲ πατρὸς αὐτῆς τελευτήσαντος, ἀνήχθη παρὰ τῆς μητρός. Καὶ ἀναγεννηθεῖσα διὰ τοῦ ἁγίου Βαπτίσματος, ἦν σχολάζουσα ἡ παῖς εἰς τὸ μνῆμα τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, μύρον ἐκ τοῦ τάφου αὐτῆς ὑποδεχομένη, καὶ πᾶσιν ἀφθόνως χορηγοῦσα· ἐκεῖθεν γὰρ τοῦ ὀνόματος τούτου τετύχηκε. Τοῦ δὲ βασιλέως Δεκίου τότε κρατοῦντος, καὶ διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσαντος, ἡ μήτηρ τὴν παῖδα λαβοῦσα, τὴν τῆς Χίου νῆσον κατέλαβε. Καὶ γονικὴν κληρονομίαν, ὡς ἐξ αὐτῆς γενομένη, ἔχουσα, ὑπῆρχον ἄμφω ἐν τῇ οἰκίᾳ προσμένουσαι, καὶ τῷ Θεῷ καθ ἑαυτὰς προσευχόμεναι.

Ποτὲ δὲ καταλαβόντος ἄρχοντός τινος ἐν τῇ νήσῳ τῆς Χίου, ἐκρατήθη ὡς χριστιανὸς ὁ μακάριος Ἰσίδωρος, ἀπὸ τοῦ αὐτοῦ στρατιωτικοῦ τάγματος ὤν, ἀνὴρ εὐλαβὴς καὶ θαυμάσιος, ὃν καὶ ἐπειρᾶτο ὁ ἄρχων ἀποστῆσαι τῆς εἰς Χριστὸν πίστεως. Ὡς δ οὐκ ἐπείθετο, μετὰ πολλὰς τὰς βασάνους, τὸν διὰ ξίφους κατεδικάσθη θάνατον. Τοῦ δὲ Ἁγίου ἀποῤῥιφέντος ἔν τινι φάραγγι εἰς βορὰν ὀρνέων, καὶ φυλάκων παρακαθημένων τῷ λειψάνῳ, κατὰ τὴν τοῦ ἄρχοντος πρόσταξιν, ἡ ὁσία Μυρόπη, θείῳ ζήλῳ τρωθεῖσα, νυκτὸς μετὰ τῶν θεραπαινίδων αὐτῆς προσελθοῦσα, τὸ ἅγιον ἀνελάβετο λείψανον· καὶ ἐντίμως μυρίσασα, ἐν ἐπισήμῳ τόπῳ ἀπέθετο. Μαθὼν δὲ ὁ ἄρχων τὴν τοῦ λειψάνου κλοπήν, τοὺς φύλακας σιδήροις καταδεσμήσας, προσέταξεν ἀνὰ πᾶσαν τὴν νῆσον περιπολοῦντας ἐρευνᾶν, ἐπειπών, ὡς εἰ μὴ εὕροιεν τὸ κλαπὲν ἀναμέσον τῆς δοθείσης αὐτοῖς προθεσμίας, κεφαλικῶς αὐτοὺς τιμωρηθῆναι.

Τότε ἡ Ἁγία, βλέπουσα καθ ἑκάστην τοὺς στρατιώτας ταλαιπωρίᾳ οὐ φορητῇ προσπαλαίοντας, ὑπό τε τῶν ἐπικειμένων αὐτοῖς σιδήρων, καὶ τῆς ἐκ τούτων κακοπαθείας, καὶ τῆς ἐπακολουθούσης κεφαλικῆς τιμωρίας, ἔπαθε τὴν ψυχήν, τοιαῦτα πρὸς ἑαυτὴν ὑποψιθυρίζουσα: Ἐὰν οὗτοι διὰ τὴν ἐμὴν κλοπὴν πάθωσιν, ἀνάγκη πάντως σπιλωθῆναί μου τὴν ψυχήν, καὶ οὐαί μοι ἐν τῷ κρίνεσθαι. Καὶ παρευθὺς λέγει τοῖς στρατιώταις: Ὦ φίλοι, ὃ ἀπωλέσατε λείψανον, ἐγὼ ἀνελαβόμην, ὑμῶν κοιμωμένων. Οἱ γοῦν στρατιῶται, ταύτην συλλαβόντες, παρέστησαν τῷ ἄρχοντι λέγοντες· Αὕτη ἐστί, κύριε, ἡ τὸ βιοθανῆ γέροντα κλέψασα. Ὁ δὲ ἄρχων πρὸς τὴν Ἁγίαν: Ἀληθῆ εἰσι τὰ περὶ σοῦ λεγόμενα; Καὶ ἡ Ἁγία: Ἀληθή. Ὁ ἄρχων εἶπε: Καὶ πῶς ἐτόλμησας, ἐπικατάρατον γύναιον, τοιαῦτα καταπρᾶξαι; Ἡ Μάρτυς εἶπε: Καταφρονοῦσα, καὶ καταπτύουσα τῆς σῆς ταλαιπωρίας καὶ ἀθεότητος.

Ταῦτα οὐ μικρῶς ἐξέμηναν τὸν σοβαρὸν ἐκεῖνον ἄρχοντα· καὶ εὐθέως προσέταξεν αὐτὴν ῥοπάλοις ἀφειδῶς τύπτεσθαι· εἶθ οὕτως ἀνὰ πᾶσαν τὴν πόλιν ἀπὸ τῶν πλοκάμων τῆς κεφαλῆς περιάγεσθαι, καὶ τύπτεσθαι κατὰ παντὸς τοῦ σώματος. Καὶ τούτου γενομένου, ἡμιθανῆ τὴν Μάρτυρα ἐν τῇ φυλακῇ ἀποῤῥίψαντες, διὰ τῶν φυλάκων κατησφαλίσαντο. Περὶ δὲ τὸ μεσονύκτιον, εὐχομένης τῆς Ἁγίας, φῶς μέγα περιέλαμψεν ἅπαν τὸ οἴκημα, καὶ χορὸς Ἀγγέλων ἐπέστη, καὶ μέσον τούτων ὁ Ἅγιος Ἰσίδωρος, αἰνούντων τὸν τρισάγιον ὕμνον. Καὶ ὁ Ἅγιος, τῇ Μάρτυρι ἀτενίσας Μυρόπη: Εἰρήνη σοι, ἔφη, ἤγγγικε γὰρ ἡ δέησίς σου πρὸς τὸν Θεόν, καὶ ἰδοὺ νῦν ἔρχῃ μεθ ἡμῶν, καὶ λήψῃ τὸν ἡτοιμασμένον σοι στέφανον. Καὶ ἅμα τῷ λόγῳ, παρέδωκε τὸ πνεῦμα τῷ Κυρίῳ, καὶ γέγονε τὸ οἴκημα πλῆρες ἀφάτου εὐωδίας, ὡς καὶ τοὺς φύλακας καταπλαγῆναι, καὶ ἐξεστηκότας σχεδὸν γενέσθαι.

Ταῦτα οὕτως ἡμῖν διηγήσατο ὁ ἐπαγρυπνῶν τότε, καὶ ταῦτα εἰδὼς καὶ ἀκούσας, καὶ διὰ τοῦτο προσελθὼν καὶ βαπτισθείς, καὶ τὸ τῆς μαρτυρίας στέφος ἀναδησάμενος. Τὸ δὲ τῆς Ἁγίας λείψανον, χριστιανοὶ λαβόντες τῇ τοῦ ἄρχοντος προστάξει, ἐν ἐπισήμῳ τόπῳ κατέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως τοῦ Ὁμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββακοὺμ τοῦ ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλουν τοῦ Φιλεώτου.

λης ὑπερβάς, τὴν δυάδα παμμάκαρ,

παρίστασαι νῦν, τῇ ἀΰλῳ Τριάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ ἐν Σερβίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ ἐγκλείστου, τοῦ ἐν τῷ Σπηλαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Γεροντίσσης τῆς Μονῆς Παντοκράτορος Ἁγίου Ὄρους.

Πυρὸς ἡμᾶς ἔσωσας μανίας Κόρη,

νθεν τὰ σῶστρά σοι ἐκτίνομεν πίστει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σώσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Μεγαλύνει σε τῶν Ὀρθοδόξων ἄθροισμα σοφὲ διδάσκαλε σπεῦδον κελλίῳ τῷ σῷ, ψαλλόντων τὴν μνήμην σου, ὕμνους Πορφύριε, καὶ βοώντων σοι· ῥῦσαι ἡμᾶς πανένδοξε, συμφορῶν ἐπαπειλούντων.

Πανηγύρεως ἡμέρα νῦν ἐπέφανεν Ὁσίου κοίμησις καὶ μνήμη ἡ ἱερά· διὸ δὸς τὰ κρείττονα, εὐπαῤῥησίαστε, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

φαλτήριον ὁ λόγος σου γεγένηται ὁδὸν σωτήριον ἡμῖν δεικνύων σαφῶς, θεόφρον Πορφύριε, Ἄθωνος καύχημα, ταῖς σαῖς χάρισιν, αἷς καταρδεύεις δίδοντας, ἀσπασμὸν τῇ σῇ εἰκόνι.

Θεοτοκίον.

κετεύομεν Σὲ Κόρη μεγαλύνοντες τῇ θείᾳ δόξῃ Σου Μῆτερ Θεοῦ ἀληθῶς, εὐχῇ ἀκοιμήτῳ Σου, σὺν μεσιτείᾳ Σου, πρὸς τὸν εὔσπλαγχνον, ὑπὲρ ἡμῶν Ὃν ἔτεκες, καὶ Σωτῆρα ἀεὶ δίδου.

Ἕτερος. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες.

Πτωχεύσας παθημάτων θεοῤῥῆμον, νουνεχῶς ἐπλούτησας σκληροῖς παλαίσμασιν, εὐχὴν νοερά, κατεργασάμενος, ἐν κελλίῳ ἀγρυπνῶν, ἑστὼς ἐκραύγαζες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

αδίως οὐ τὸν βίον ἐκπεράσας ὦ σοφέ, τραχύτητι ὀρέων ἔδραμες· διὸ τὸ τραχὺ ἠθῶν μισούμενος, καὶ τὸν τάραχον ψυχῆς, εὐθὺς ἀπέβαλλες, ἀδιαλείπτως, συνομιλῶν Κυρίῳ.

Σκιρτῶντες Μηλεσίου Κοινοβίῳ ποθητῶς προστρέξωμεν, ταχὺ φιλέορτοι, κἀκεῖ ἱεροῖς, ὕμνοις προσοίσωμεν, μνήμην τελοῦντες αὐτοῦ, Πατρὸ συμψάλλοντες· Θεὲ Πατέρων ἡμῶν, προσκυνητὸς εἶ.

Θεοτοκίον.

ούδα ἐκ φυλῆς, λέοντος σκῦμνος, Προφητῶν τὸ σύστημα προκαταγγείλαντες, Χριστοῦ τῇ σεπτῇ γεννήσει ἄχραντε, Βηθλεὲμ πρὸς τὸ τεκεῖν, ὁδὸν ἐγγίζει γάρ, δόξα ὦ Κόρη, τῷ Σῷ ἀφράστῳ τόκῳ.

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.

Γῆ Ἀθωνική, νυνὶ σκιρτάτω, Ἑλλὰς πανηγυριζέτω θεοφρούρητος, ἔχουσα πανθαύμαστος, Ὅσιε εἰκόνα σου, ὡς θησαυρὸν πολύτιμον, καὶ ἀδαπάνητον, Πορφύριε, θεόφρον ἐν Σκήτῃ, Καυσοκαλυβίων, χορεῖαι ἣν τιμῶσιν.

νδον τοῦ ναοῦ, ἐπιτελεῖται φρικὴ νῦν λειτουργία ἡ ἀναίμακτος, δεῦτε προσπελάσωμεν, ἵνα προσκυνήσωμεν, Χριστοῦ τὴν Μεταμόρφωσιν ἀπαύστως ᾄδουσα, τὸν ὕμνον, καθ ἑκάστην χορεῖαι, καὶ τοῦ Πορφυρίου, σεπτὴν μορφὴν τιμῶσαι.

φθης φωτισμός, θεογνωσίας, πανσόφῳ διδασκαλίᾳ ὦ Πορφύριε, ἅπασι τοῖς Ἕλλησιν, Οἰκουμένης πέρασι, καὶ ἐν κελλίῳ ἔλιπες, τὸ ζῆν μακάριε, πιστοὺς ἐπευλογῶν οὐρανόθεν, καὶ καθαγιάζεις λαὸν θεοσημείοις.

Θεοτοκίον.

ῦσαι τοῦ πυρός, τοῦ αἰωνίου, ἡμᾶς Κεχαριτωμένη δυσωποῦμέν Σε, ὄρος ἀλατόμητον, Πύλη ἀδιόδευτε, Σκηνὴ Πλὰξ Ῥάβδε Τράπεζα ἡ θεοκόσμητος, καὶ Κλίνη, δυνατοὶ ἣν κυκλοῦσιν, Ἰακώβ τε Κλίμαξ, ἡ ἕλκουσα τοῖς ἄνω.

Ἕτερος. Θαύματος ὑπερφυοῦς.

Τοῖς πιστοῖς σωτηριώδους θείου γλεύκους, τῇ σῇ χάριτι μάκαρ μεθύεις, πόθῳ τοὺς προστρέχοντας ἐν Μονῇ σου, καὶ μνήμην σου μακαρίζοντας, καταπλουτίζεις σῶν δωρεῶν· διό, δόξαν Θεῷ δόντες μέλψωμεν, ὕμνοις, φίλον Κυρίου γνήσιον, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

σσωπος καθαρτικὸς ῥαντισμοῦ πέλεις, ἀφελῶν ῥύπους χάριτι θείᾳ, ὥσπερ ἁγιάσματι, σῇ εἰκόνι, ὡς Τρεῖς Παῖδες προσευχόμενοι, θεόφρον πῦρ καμίνου λαοῖς, παθῶν κατασβέσας, πιστῶς ψάλλουσιν· εὐλογεῖτω ἡ κτίσις, πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φῶμεν νῦν ᾀσματικῶς τῷ θεοφόρῳ ἐκδυσώπησον, Ὕψιστον Πάτερ, σὺ εὐπαῤῥησίαστος γὰρ ὑπάρχεις, καὶ πρεσβευτὴς ἡμῶν ἔνθερμος, πρὸς Κύριον τὸν Δημιουργόν, πιστῶς δέ, πρὸ τέλους ἐκβοήσωμεν, μετανοίας δάκρυσιν, ἐκ πόθου, μνήσθητι, καμῶν Πορφυρίου, οἰκτῖρμον μεσιτείαις.

Θεοτοκίον.

ρθρόν Σε παναληθῶς τοῦ ἀνεσπέρου, ἀνατείλαντος ἔγνωμεν Κόρη, Ὃν πρὸς Βηθλεὲμ φάτνη, σπεύδεις τέκει, Δικαιοσύνης τὸν Ἥλιον, Παρθένος πρό, ἐν τόκῳ, μετὰ ἀεὶ Θεοτόκε παραμείνασα· διό Σε πρέσβυν, σωθῆναι πάντες κατέχομεν, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἅπας γηγενής.

γγελοι, καὶ ἄνθρωποι ἀνυμνοῦσι, Πορφύριον τὸν Ὅσιον, γνήσιον φίλον Κυρίου, μελῳδήμασιν ἐνθέοις.

πασα, νῦν ἡ Ἑλλὰς εὐφραινέσθω, καὶ ὄρος Ἁγιώνυμον, χόρευε σκίρτα ἀγάλλου, τὸν Πορφύριον τιμῶσα.

Γάννυται ἐν σοί, τοῦ Ἄθωνος ἔνδοξον, ὄρος πανεύφημε, συμπανηγυρίζον τε, Ἑλλάδι Κύπρῳ Βασιλεούσῃ τε, Σιναίῳ καὶ γῆς πέρασι, τιμὸν τὴν μνήμην σου, τὴν Ἁγίαν, Πάτερ πανσεβάσμιε, σὺν Ἀγγέλων ταῖς τάξεσιν ᾄσμασιν.

σμασι, Πορφύριον εὐφημοῦντες, εἰκόνα ἀσπασώμεθα, ἐν Μηλεσίου τῇ μάνδρᾳ, φιλεόρτων αἱ χορεῖαι.

Σπεύσατε, θεόφρονες θείῳ οἴκῳ, ὑμνοῦντες μνήμην σήμερον, τοῦ Πορφυρίου τοῖς ὕμνοις, τὴν πανέορτον ἀσμένως.

θυνον ἡμῶν, πρὸς βίου ἀνόρθωσιν, ψυχὰς καὶ σώματα, ὦ θεοειδέστατε, βλαστὲ Εὐβοίας, θεῖε Πορφύριε, καὶ μελῳδοὺς ἀνάδειξον τῶν θαυμασίων σου, τοὺς βοῶντας· χαίροις ἀξιΰμνητε, ὁ δοξάσας Χριστὸν ἐν τοῖς ἔργοις σου.

Δόξα Σοι, Θεότης ἡ Τρισαγία, καὶ Φύσις ἀδιαίρετος, Πάτερ Υἱέ τε καὶ Πνεῦμα, ἡ συστήσασα τὸν κόσμον.

λως πρὸς ἡμᾶς, γενοῦ εὐσυμπάθητος, τοῖς μεγαλύνουσι, ξένα καὶ παράδοξα, ἀῤῥήτων μῦστα, φάσκων Πορφύριε, σοῖς θεηγόροις ῥήμασι, πιστοῖς προσέχετε, τοῦ σωθῆναι, ἐκ βελῶν τοῦ ὄφεως, καὶ ῥυσθῆναι πυρὸς τῆς κολάσεως.

Θεοτοκίον.

χραντε, εὐλογημένη Παρθένε, Μαρία θεοδόξαστε, τοῖς Σὲ πιστῶς ἀνυμνοῦσι, Θεῷ ἵλαθι σωθῆναι.

ψωσον Θεῷ, τὰς χεῖράς Σου Δέσποινα, καὶ καθικέτευε, ἀγκαλοφορούμενον, Υἱὸν Ὃν ἔσχες οὖσα Μητρόθεος, ὅπως ἡμῖν δωρήσηται, ἐν ὥρᾳ κρίσεως, τῶν πταισμάτων, ἄφεσιν ὡς εὔσπλαγχνος, Σαῖς λιταῖς σὺν Ὁσίου δεήσεσι.

Ἕτερος. Μυστήριον ξένον.

Μεγάλυνον ψυχή μου, ᾠδαῖς θεοτερπέσι, τὸν Ὅσιον ποιμένα, Πορφύριον τὸν θεῖον.

Μεγάλυνον ψυχή μου, βλαστὸν νήσου Εὐβοίας, τοῦ Μηλεσίου ἄνθος, καὶ Ἄθωνος τὴν δόξαν.

Χορεία ἑστῶσα, μοναστῶν Πορφύριε, καὶ πιστῶν τὸ σύστημα, πόθῳ πανευλαβῶς, τὴν σὴν μνήμην, τιμῶσιν ἐν ὕμνοις· διὸ χαίρει ὄρος Ἄθω σήμερον, Ἑλλάδος λαός, καὶ Μηλεσίου Μάνδρα τέρπεται.

Μεγάλυνον ψυχή μου, θεόσοφον Πατέρα, τῆς Ἐκκλησίας στῦλον, πιστῶς τὸν παραστάτην.

σμασιν ἡδυφθόγγοις, ὑμνήσωμεν ἀξίως, τὴν μνήμην Πορφυρίου, πληθὺς τῶν φιλεόρτων.

Ψυχή μου εὐφραίνου, ἀνάστα καὶ σκίρτησον, βιοτὴν ταπείνωσιν πίστιν, ὑπομονὴν καὶ ἀγάπην, ἐνάρετον βίον, Πατρὸς μιμουμένη, θεοῤῥήμονος, Χριστοῦ τοῦ Θεοῦ, τῇ εὐσπλαγχνίᾳ λάβοις ἔλεος.

Μεγάλυνον ψυχή μου, τὴν προσκυνουμένην, Τριάδα τὴν Ἁγίαν, Πατέρα Λόγον Πνεῦμα.

Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα πανάγιον, ὦ Τριὰς ὑπέρθεε, μόνη προσκυνητὴ Θεαρχία, λιταῖς τοῦ Ὁσίου, τοῦ νῦν οὐρανίοις συνοικήτορος, Ἀγγέλων χοροῖς, καὶ τῶν Ἁγίων, σῶσον ἅπαντας.

Μεγάλυνον ψυχή μου, τὴν κατεπειγομένην, πρὸς Βηθλεὲμ ἀσπόρως, γεννῆσαι Θεοῦ Λόγον.

πάρχεις ἁπάντων, ἁγνὴ τὸ ἀνώτατον, ποιημάτων Ὄνομα, Θρόνος χερουβικός, τοῦ Δεσπότου, ἀγκάλαις κρατοῦσα Χριστόν, Ὃν ἐπείγει νῦν τεχθήσεσθαι, ἀνδρὸς οὐ σπορά, ὦ Θεοτόκε Μητροπάρθενε.

Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.

Εὐβοίας τὸ θεόβλαστον, φυτὸν καὶ δένδρον κάρπινον, ὄρους τοῦ Ἄθωνος δόξα, καὶ Μηλεσίου τὸ ἄνθος, Πορφύριον τὸν Ὅσιον, ὑμνήσωμεν φιλέορτοι, ᾄσμασι μεγαλύνοντες, αὐτοῦ τὴν ἔνδοξον μνήμην, νῦν ἐν ναῷ τοῦ Κυρίου.

Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὴν φωτοφόρον μνήμην, τοῦ Πορφυρίου ἀδελφοί, ἐκλάμψαντος ἐπ ἐσχάτων, ὑμνολογήσωμεν πιστῶς, ὅ,τι Χριστὸν ἀενάως, ὑπὲρ ἡμῶν ἱκετεύει.

Θεοτοκίον.

Πρὸς Βηθλεὲμ ἑτοιμάζει, προσέρχεσθαι ὦ Μαριάμ, ἔγκυος οὖσα Παρθένος, τεκεῖν ἀσπόρως τὸν Χριστόν, χοροὶ δὲ θείων Ἀγγέλων, προτρέχουσιν ἀνυμνοῦντες.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Χριστὸν δοξολογοῦντες, ἐν ψαλμοὶς μελιῤῥύτοις, τιμῶντες ἅμα φίλου Αὐτοῦ πιστόν, καὶ θεράποντα γνήσιον, τῶν μοναζόντων ἀγλάϊσμα τὸ σεπτόν, τὸν πανένδοξον Πορφύριον.

Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε προστρέξωμεν, ἀσπάσασθαι εἰκόνα, τοῦ σοφοῦ Πορφυρίου, ἐν θείᾳ Μηλεσίου Μονῇ πιστῶς, ψαλμικῶς ἀνακράζοντες· ὦ πανσεβάσμιε μῦστα Λόγου Θεοῦ, σκέπε φρούρει τοὺς ὑμνοῦντάς σε.

Τίς ἐπαξίως ὑμνήσει σοῦ τὰ τεράστια, Πορφύριε θεόφρον, κατορθώματα θεία, νηστείαν ἀγρυπνίαν καὶ προσευχήν, σὺν πτωχείᾳ ταπείνωσιν, καὶ ἀρετὰς ἃς εἰργάσω βίῳ σοφέ, τῷ ὁσίως διαλαμψάντι;

Χαίροις παγκόσμιε Πάτερ σοφὲ Πορφύριε, ἀναβοῶμεν πίστει, τῶν Ἑλλήνων οἱ παῖδες, προστρέχοντες Δεσπότου ναοῖς σπουδῇ, καὶ εἰκόνι σου Ὅσιε, κατασπαζόμενοι πόθῳ τῇ ἱερᾷ, ἐκζητούμενοι τὰ κρείττονα.

Δόξα. Ἦχος πλ. α΄.

σιε Πάτερ, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξέλαμψεν ὁ φθόγγος τῶν ἄθλων σου· ἐκ γὰρ νεότητος Θεῷ, ἀφιερώθης παμμάκαρ, καὶ Αὐτῷ ἐδούλευσας, ἐν ἀμέμπτῳ βιοτῇ, ἄχρι δυσμῶν τοῦ βίου σου· ὅθεν δέδειξαι ἰσάγγελος, ὡς ἄσαρκος βιώσας, Ἄθωνι καὶ Μηλεσίῳ, κτίτωρ καὶ οἰκήτωρ μάνδρας γενόμενος, τοὺς πιστοὺς θεαρέστως νουθετῶν, δαιμόνων καταδίκων φάλαγγας, τοὺς ἀσθενοῦντας θεραπεύων, τοὺς ἐν σκότει καθημένους φωτίζων, καὶ προλέγων πιστοῖς τὰ μέλλοντα· καὶ νῦν τοῖς οὐρανίοις οἰκῶν θαλάμοις, τῶν Ἁγίων ἰσοστάσιος, καὶ Ὁσίων καὶ Δικαίων, σύσκηνος καὶ συναγαλλόεμνος, ἱκέτευε Πορφύριε, τῷ πανοικτίρμονι Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Θείαν Λειτουργίαν

Τὰ τυπικά. Οἱ Μακαρισμοί. Καὶ ἐκ τοῦ Κανόνος τοῦ ἁγίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς [Ψαλμός 149]

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ.  Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχ. δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάρια.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ τῶν μοναζόντων θεοφώτιστος ὁδηγός, ἰατρὸς νοσούντων, τῶν ἱερέων δόξα, πιστῶν πρὸς Χριστὸν πρέσβυς, Πάτερ Πορφύριε.

νθος ὄρους Ἄθωνος τὸ τερπνόν, ἐκ βλαστοῦ Εὐβοίας, νῦν ἐξήνθισε τοῖς πιστοῖς, πνέον εὐωδίαν, καὶ χάριν τῶν θαυμάτων, οὗτος ἐστὶν ὁ θεῖος, σοφὸς Πορφύριος.

Δεῦτε φιλεόρτων πληθὺς πιστῶν, σπεύσωμεν ἐν μάνδρᾳ, Μηλεσίου τῇ ἱερᾷ, ἵνα θείοις ὕμνοις, τιμήσωμεν ἀξίως, Χριστοῦ γνήσιον φίλον, θεῖον Πορφύριον.